Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΑ’ – Περὶ τῆς ἀνάνδρου δειλίας
Προηγούμενο: ΛΟΓΟΣ ΙΘ’ – Περὶ ὕπνου καὶ προσευχῆς, καὶ τῆς ἐν συνοδίᾳ ψαλμῳδίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ Κ’ – Περὶ ἀγρυπνίας σωματικῆς, πῶς διὰ ταύτης γίνεται ἡ τοῦ πνεύματος, καὶ πῶς δεῖ ταύτην μετιέναι

Τοῖς ἐπὶ γῆς βασιλεῦσιν οἱ μὲν ἄοπλοί τινες καὶ γυμνοί, οἱ δὲ ῥάβδους κατέχοντες, οἱ δὲ θυρεούς, οἱ δὲ μαχαίρας παρίστανται. Πολλὴ δὲ τις ἡ διαφορὰ τῶν πρωτευόντων παρὰ τοὺς ἐσχάτους καὶ ἀσύγκριτος. Οὗτοι γὰρ καὶ συγγενεῖς κυρίως, καὶ οἰκεῖοι τοῦ βασιλέως εἶναι πεφύκασι. Καὶ ταῦτα μὲν ἐν τούτοις. Φέρε δὴ λοιπὸν καὶ ἠμεῖς ἴδωμεν πῶς τὴν ἡμετέραν παράστασιν πρὸς τὸ Θεὸν καὶ βασιλέα ποιούμεθα, ἓν τε ταῖς ἑσπεριναῖς, καὶ ἡμεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι καὶ εὐχαῖς. Τινὲς μὲν γὰρ ἐν τῇ ἑσπερινῇ διανυκτερεύσει ἄϋλοι, καὶ γυμνοὶ πάσης φροντίδος, ἐπὶ προσευχὴν τὰς χεῖρας ἐκτείνουσιν. Ἕτεροι δέ, μετὰ ψαλμῳδίας ἐν ταύταις παρίστανται. Ἄλλοι, τῇ ἀναγνώσει μᾶλλον προσκαρτεροῦσι. Τινὲς δέ, δαὶ τοῦ ἔργου τῶν χειρῶν ἐξ ἀσθενείας ἀνδρείως τῷ ὕπνῳ μάχονται. Ἄλλοι, τῇ τοῦ θανάτου ἐννοίᾳ προσασχολούμενοι, διὰ ταύτης κατάνυξιν προσλαβέσθαι βούλονται. Τούτων πάντων οἱ πρῶτοι καὶ ἔσχατοι θεοφιλεῖ προσκαρτεροῦσι διανυκτερεύσει. Οἱ δὲ δεύτεροι, μοναχικῇ οἱ δὲ τρίτοι ἐσχατωτέραν βαδίζουσιν ὀδόν. Πλὴν κατὰ τὸν λογισμὸν καὶ τὴν δύναμιν ὁ Θεὸς τὰ δῶρα δέχεται καὶ λογίζεται. Ἄγρυπνον ὄμμα ἥγνισεν νοῦν. Πλῆθος δὲ ὕπνου ἐπώρωσε ψυχήν. Ὁ δὲ ὑπνώδης ταύτης σύζυγος. Ἀγρυπνία πυρώσεων θραῦσις, ἐνυπνιασμῶν λύτρωσις. Κάθυγρος ὀφθαλμός, ἠπαλυμένη καρδία, λογισμῶν φυλακή, βρωμάτων χωνευτήριον, πνευμάτων δαμαστήριον, γλώττης κολαστήριον, φαντασιῶν φυγαδευτήριον. Μοναχὸς ἄγρυπνος, ἁλιευτὴς λογισμῶν, ἐν γαλήνῃ νυκτὸς εὐχερῶς τούτους κατανοεῖν, καὶ ἀγρεύειν δυνάμενος. Μοναχὸς φιλόθεος σάλπιγγος προσευχῆς σημαινούσης λέγει. «Εὖγε, εὖγε». Ὁ δὲ ῥᾴθυμος λέγει. «Οἶμοι, οἶμοι!» Τραπέζης ἑτοιμασία ἐδοκίμασε γαστριμάργους καὶ προσευχῆς ἐργασία ἐδοκίμασε φιλοθέους. Ὁ μὲν πρότερος ἰδὼν ἐκείνην, σκιρτᾷ, ὁ δὲ δεύτερος σκυθρωπάζει. Λήθης πρόξενος ὕπνος πολύς. Ἀγρυπνία δὲ μνήμην ἐκκαθαίρει. Πλοῦτος γεωργοῖς ἐν ἅλωνι καὶ ληνῷ συνάγεται. Πλοῦτος τε καὶ γνῶσις μοναχοῖς ἐν ἑσπεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι, καὶ ἐργασίαις νοός. Ὕπνος πολὺς σύμβιος ἄδικος. Τὸ ἥμισυ τῆς ζωῆς τῶν ῥαθύμων ἀφαρπάζων ἀπ’ αὐτῶν, ἢ καὶ πλέον. Ἀδόκιμος μοναχὸς ἐν συντυχίαις ἄγρυπνος, καὶ ὤρας εὐχῆς καταλαβούσης, τοὺς ὀφθαλμοὺς ἐβαρήθη. Μοναχὸς χαῦνος ἐν πολυλογίαις δόκιμος, καὶ ἀναγνώσεως ἐνεχθείσης, ἐμβλέπειν ἀπὸ τοῦ ὕπνου οὐ δύναται. Σάλπιγγος γινομένης νεκρῶν ἀνάστασις, καὶ ἀργολογίας καταλαβούσης κοιμωμένων ἀνάνηψις. Δόλιος φίλος τοῦ ὕπνου ὁ τύραννος. Κορεσθέντων ἠμῶν πολλάκις ὑποχωρεῖ καὶ ἐν πείνῃ καὶ ἐν δίψῃ ἰσχυρῶς πολεμεῖ. Ἔργον χειρῶν ἐν ταῖς εὐχαῖς βαστάζειν ὑποτίθεται. Ἄλλω γὰρ τὴν προσεύχην τῶν ἀγρυπνούντων ἀφανίζειν οὐ δύναται. Τοῖς εἰσαγωγικοῖς πρῶτον ἐν τῷ πολέμῳ ὑπεισέρχεται, ἴνα ῥαθυμῆσαι ἐκ προοιμίων ποιήσῃ, ἢ ἴνα τῷ τῆς πορνείας προευτρεπίσῃ δαίμονι. Ἕως οὖ τούτου ἐλευθερωθῶμεν, μετὰ πλήθους ψάλλειν μὴ παραιτησώμεθα. Πολλάκις γὰρ αἰδούμενοι, οὐ νυστάζομεν. Ἐχθραίνει τοῖς λαγωοῖς ὁ κύων, καὶ τῷ ὕπνῳ ὁ τῆς κενοδοξίας δαίμων. Μετὰ μὲν τὴν ἡμέραν ὁ πράτης. Μετὰ δὲ τὴν ψαλμῳδίαν ὁ ἐργάτης καθεσθεὶς τὸ κέρδος ψηφίζει. Ἔκδεξαι μετὰ προσευχὴν νηφόντως. Καὶ τότε ὄψει ὁρμαθοὺς δαιμόνων ὡς πολεμηθέντας ὑφ’ ἠμῶν μετὰ τῇ προσευχὴν ταῖς ἀτόποις ἠμᾶς φαντασίαις περιπείρειν δοκιμάζοντας. Καθεσθεὶς τήρει, καὶ ὄψει τοὺς σεσυνηθικότας τὰς ἀπαρχὰς ἀφαρπάζειν τῆς ψυχῆς. Ἔστι μὲν μετὰ τοὺς ὕπνους ἐκ συνεχείας μελετᾷν τὰ τῶν ψαλμῶν λόγια. Ἔστε δὲ ὅτε οἱ δαίμονες ἡμῖν ταῦτα ὑποτίθενται, ἴνα πρὸς ὑπερηφανίαν ἀνεπάρωσι. Τὸ δὲ τρίτον λέγειν οὐκ ἤθελον, πλὴν τὶς με λέγειν βεβίακε. Ψυχὴ λόγον Κυρίου ἀδιαλείπτως μεθ’ ἡμέραν μελετῶσα, καὶ τῷ ὕπνῳ ἐν τούτῳ ἐμφιλοχωρεῖν πέφυκεν. Ἀντιμισθία γὰρ κυρίως τοῦ προτέρου τὸ δεύτερον πρὸς ἀποτροπὴν πνευμάτων καὶ φαντασμάτων.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΑ’ – Περὶ τῆς ἀνάνδρου δειλίας
Προηγούμενο: ΛΟΓΟΣ ΙΘ’ – Περὶ ὕπνου καὶ προσευχῆς, καὶ τῆς ἐν συνοδίᾳ ψαλμῳδίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος