Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΓ’ – Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας ἐν ᾦ καἲ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας
Προηγούμενο: ΛΟΓΟΣ ΚΑ’ – Περὶ τῆς ἀνάνδρου δειλίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΚΒ’ – Περὶ τῆς πολυμόρφου κενοδοξίας

Τινὲς μὲν ἰδιαιρετῳ τάξει καὶ λόγῳ τὴν κενοδοξίαν παρὰ τὴν ὑπερηφανίας φιλοῦσιν ὁρίζειν. Ὅθεν καὶ ὀκτὼ τοὺς τῆς κακίας λογισμοὺς πρωτεύοντας καὶ ἐπιτρόπους λέγουσιν εἶναι. Ο δὲ θεολόγος Γρηγόριος, καὶ ἕτεροι ἑπτὰ πάλιν τούτους ἐξέδωκαν. Οἶς ἔγωγε μάλιστα συντίθεσθαι πείθομαι. Τὶς γὰρ κενοδοξίαν νικήσας ὑπερηφανίαν κέκτηται; Τοσαύτην δὲ μόνον πρὸς ἀλλήλας τὴν διαφορὰν κέκτηνται, ὅσην ἔχει τῇ φύσει ὁ παῖς παρὰ τὸν ἄνδρα, καὶ ὁ σῖτος παρὰ τὸν ἄρτον. Ἀρχὴ μὲν γὰρ τὸ πρότερον, τέλος δὲ τὸ δεύτερον. Οὐκοῦν περὶ ἀρχῆς καὶ πληρώματος παθῶν τῆς ἀνοσίου οἰήσεως καιροῦ καλέσαντος, εἴπωμεν συντόμως. Ὁ γὰρ διὰ μήκους περὶ τούτων φιλοσοφεῖν ἐπιχειρῶν, ὅμοιός ἐστι τω περὶ ἀνέμων σταθμοῦ πολυπραγμονοῦντι εἰκῆ. Κενοδοξία ἐστὶ κατὰ μὲν τὸ εἶδος φύσεως ἐναλλαγή, καὶ ἠθῶν διαστροφή, καὶ παρατήρησις μέμψεως. Κατὰ δὲ τὴν ποιότητα, καμάτων σκορπιστήριον, ἱδρώτων ἀπώλεια, θησαυροῦ ἐπιβουλή, ἀπιστίας ἔκγονος, ὑπερηφανίας πρόδρομος, ἐν λιμένι ναυάγιον, ἐν ἅλωνι μύρμηξ, λεπτὸς μὲν ὑπάρχων, παντὶ δὲ καμάτῳ καὶ καρπῶ ἐπιβουλεύων. Ἀναμένει μύρμηξ τελεσθῆναι τὸν σῖτον, καὶ κενοδοξία συναχθῆναι τὸν πλοῦτον. Ὁ μὲν γὰρ χαίρει ἴνα κλέψῃ, ἡ δὲ ἴνα σκορπίσῃ. Πνεῦμα ἀπογνώσεως χαίρει θεωροῦν πληθυνομένην κακίαν. Πνεῦμα δὲ κενοδοξίας πληθυνομένην ἀρετήν. Θύρα γὰρ τοῦ προτέρου τὰ πλήθη τῶν τραυμάτων. Τοῦ δὲ δευτέρου, ὁ πλοῦτος τῶν καμάτων, Ἐπιτήρει, καὶ μέχρι μνήματος τὴν ἀνοσίαν ἀνθοῦσαν εὑρήσεις, ἐν ἱματίοις, καὶ μύροις, καὶ προπομπῇ, καὶ ἀρώμασι καὶ ἑτέροις. Πᾶσιν ἀφθόνως λάμπει ὁ ἥλιος καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐπιχαίρει κενοδοξία. Οἶον τι λέγω, νηστεύων κενοδοξῶ, καὶ καταλύων ἴνα μὴ γνωσθῶ , ὡς φρόνιμος πάλιν κενοδοξῶ. Λαμπρὰ περιβεβλημένος, ἡττῶμαι ταύτῃ, καὶ εὐτελῆ ἐξαλλάσσων, πάλιν κενοδοξῶ. Λαλῶν ἡττῶμαι, καὶ σιωπῶν πάλιν ἡττήθην. Ὡς ἂν ῥίψῃς ταύτην τὴν τρίβολον, ὀρθὸν τὸ κέντρον ἵσταται. Κενόδοξός ἐστιν εἰδωλολάτρης πιστός, Θεὸν μὲν τῷ δοκεῖν σεβόμενος, ἀνθρώποις δέ, καὶ οὐ Θεῷ, ἀρέσκειν βουλόμενος. Κενόδοξος ἐστι πᾶσ φιλενδείκτης. Κενοδόξου νηστεία ἄμισθος, καὶ προσευχὴ ἄκαιρος. Δι’ ἔπαινον γὰρ ἀνθρώπως ἀμφότερα ἐργάζεται. Κενόδοξος ἀσκητὴς ἀδικεῖται διπλῶς, καὶ τὸ σῶμα κατατήκων, καὶ μισθὸν μὴ λαμβάνων. Τὶς μὴ γελάσῃ τὸν τῆς κενοδοξίας ἐργάτην, ἐν ταῖς ψαλμῳδίαις ἱστάμενον, καὶ ὑπὸ ταύτης κινούμενον; Ποτὲ μὲν γελᾷν, ποτὲ δὲ ἐπὶ πάντων κλαίειν παρασκευάζει. Κρύπτει Κύριος ἐξ ὀφθαλμῶν ἠμῶν πολλάκις, καὶ ἅπερ κεκτήμεθα καλά. Ἀνὴρ δὲ ἐπαινέτης, μᾶλλον δὲ πλανήτης, διὰ τοῦ ἐπαίνου τοὺς ὀφθαλμοὺς ἠμῶν ἀνέῳξε. Τούτων δὲ ἀνοιγέντων ἄφαντος ὁ πλοῦτος ἐγένετο ἀφ’ ἠμῶν. Κολακευτὴς ἐστι δαιμόνων διάκονος, ὑπερηφανίας χειραγωγός, κατανύξεως ἐξολοθρευτής, καλῶν ἀφανιστὴς, πλάνος ὀδοῦ. «Οἱ γὰρ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς», φησὶν ὁ προφήτης.

Ὑψηλῶν μέν, τὸ ὑπενεγκεῖν γενναίως καὶ ἀσμένως ὕβριν. Ἀγίων δὲ καὶ ὀσίων, τὸ ἀβλαβῶς παρελθεῖν τὸν ἔπαινον. Εἶδον πενθοῦντας ἐπαινεθέντας, καὶ εἰς ὀργὴν ἐξαφθέντας, καὶ ὡς ἐν πανηγύρει πάθος συναλλάξαντας. «Οὐδεὶς γινώσκει τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου». Αἰσχυνέσθωσαν οὖν καὶ φιμούσθωσαν οἱ ἐπὶ πρόσωπον μακαρίζειν ἐπιχειροῦντες. Ὅταν ἀκούσῃς ὅτι ὁ πλησίον σου και ὁ φίλος ἐλοιδόρησέ σε ἀπόντα, ἢ παρόντα, τότε τὴν ἀγάπην ἔνδειξαι ἐπαινέσας αὐτόν. Μέγα τὸ ἀποσείσασθαι ἐκ τῆς ψυχῆς ἔπαινον ἀνθρώπων. Μεῖζον δέ, ἔπαινον δαιμόνων. Ταπεινοφροσύνην ἔδειξεν, οὐχὶ ἑαυτὸν εὐτελίζων (πῶς γὰρ ἑαυτὸν οὐ βαστάσει;) ἀλλ’ ὁ παρ’ ἑτέρου ὀνειδισθείς, καὶ τὴν ἀγάπην αὐτοῦ μὲ μειώσας. Ἐπεσημεινάμην τὸν τῆς κενοδοξίας δαίμονα λογισμοὺς ἀδελφῷ ὑποβάλλοντα, καὶ ἐτέρῳ τούτους ἀποκαλύψαντα, κάκείνῳ τὰ ἐγκάρδια αὐτοῦ εἰπεῖν παρασκευάσαντα, καὶ ὡς προγνώστην λοιπὸν τοῦτον μακαρίζοντα. Ἔστι δὲ ὅτε καὶ αὐτῶν τοῦ σώματος μελῶν ἐφαπτόμενος παλμοὺς ποιεῖν ὁ ἀνόσιος πέφυκεν. Μὴ παραδέξῃ αὐτόν, ἐπισκοπὴν σοι, καὶ ἠγουμενείαν, καὶ διδασκαλίαν ὑποβάλλοντα. Κόπος γὰρ κύνα ἀπὸ μακελλικῆς τραπέζης διῶξαι. Ἐπὰν μικρὸν τι εἰρηνικὴν ἴδη ἔχοντας κατάστασιν, εὐθὺς ἐκ τῆς ἐρήμου εἰς τὸν κόσμον παραγενέσθαι προτρέπεται. Ἄπελθε, λέγων, εἰς σωτηρίαν ἀπολλυμένων ψυχῶν. Ἄλλη μορφὴ αἰθιόπων, καὶ ἑτέρα ἀνδριάντων καὶ ἄλλος ὁ τῆς τῶν ἐν κοινοβίῳ διατριβόντων κενοδοξίας τρόπος, παρὰ τὸν τῶν ἐν ἐρήμοις ὄντων. Κοσμικῶν ἐπιδημίας προλαμβάνει κενοδοξία, καὶ τοὺς κουφοτέρους εἰς ἀπαντὴν τῶν ἐρχομένων μοναχοὺς προτρέπεται ἐξελθεῖν, πρὸ τῶν ποδῶν ἐκείνων παρασκευάζει προσπίπτειν, καὶ ταπείνωσιν ὑποδύεται ἡ ὑπερηφανίας ἀνάπλεως. Ἦθος καὶ φωνὴν καταστέλλει, καὶ πρὸς τὰς χεῖρας τῶν ἐπιδημησάντων πρὸς τὸ λαβεῖν ἀποβλέπει, δεσπότας καλεῖ καὶ προστάτας, καὶ μετὰ Θεὸν τὴν ζωὴν χαριζομένους, Εἰς τράπεζαν καθεσθέντας ἐγκρατεύεσθαι προτρέπεται. Καὶ τοῖς κατωτέροις ἀνηλεῶς ἐπιπλήττει. Ἐν ψαλμωδίᾳ σταθέντας τοὺς ῥᾳθύμους ἀνδρείους ἐποίησε, τοὺς ἀφώνους καλλιφώνους, καὶ τοῦ νυστακτὰς ἀγρύπνους. Τὸν ἐπὶ τοῦ κανόνος θωπεύει καὶ τὰ πρωτεῖα αὐτῷ χαρίσασθαι δυσωπεῖ, πατέρα καὶ διδάσκαλον καλεῖ, ἄχρι τῆς τῶν ξένων ἀποδημίας. Προτιμωμένους ὑπερηφάνους κατέστησε καὶ καταφρονουμένους μνησικάκους ἔδειξε. Κενοδοξία ἀντὶ τιμῆς πολλάκις ἀτιμίας ἐγένετο πρόξενος. Ὀργισθεῖσι γὰρ τοῖς αὐτῆς μαθηταῖς αἰσχύνην μεγάλην προσήγαγεν. Κενοδοξία τοὺς ὀξεῖς ἐπὶ ἀνθρώπων πραεῖς εἰργάσατο φυσικοῖς χαρίσμασιν ἐπιπηδᾷ μεγάλως.

Εἶδον δαίμονα τὸν ἑαυτοῦ ἀδελφὸν λυπήσαντα καὶ διώξαντα. Ὀργιζομένου γὰρ ποτὲ τινος ἀδελφοῦ ἐν τῷ μεταξὺ κοσμικῶν παρουσία κατέλαβε, καὶ τῇ κενοδοξίᾳ ἐξ ὀργῆς μετεπράθη ὁ ἄθλιος. Ὁμοθυμαδὸν γὰρ αὐταῖς δουλεῦσαι οὐκ ἠδύνατο. Ὁ κενοδοξίᾳ ἀπεμποληθεὶς διπλοῦν τὸν βίον κέκτηται. Ἐν μοναχοῖς μὲν διατρίβων τῷ σχήματι, ἐν κόσμῳ δὲ τῷ φρονήματι καὶ τῷ ἐνθυμήματι. Ἐὰν πρὸς τὴν ἄνω εὐαρέστησιν τρέχειν ἐπειγώμεθα, τῆς ἄνω δόξης πάντως καὶ γευσόμεθα. Ἐκείνης δὲ ὁ γευσάμενος πάσης τῆς ἐπιγείου καταφρονήσει. Θαυμάζω γὰρ εἰ μὴ τῆς προτέρας τις γευσάμενος, πάσης τῆς δευτέρας κατεφρόνησε. Πολλάκις ὑπὸ κενοδοξίας συληθέντες, στραφέντες ἠμεῖς εὐφυεστέρως αὐτὴν ἐσυλήσαμεν. Εἶδόν τινας ἐργασίας πνευματικῆς ἐκ κενοδοξίας ἀπαρξαμένους, καὶ τῆς ἀρχῆς καταβληθείσης μωμητῆς, τὸ τέλος γέγονεν ἐπαινετόν, διὰ τὸ μετενεχθῆναι τὴν ἔννοιαν. Ὁ ἐπὶ φυσικοῖς πλεονεκτήμασι, λέγω δὲ ἀγχινοίᾳ, εὐμαθείᾳ, ἀναγνώσει, προφορᾷ εὐφυΐᾳ, καὶ τοῖς τοιοῦτοις πᾶσι τοῖς ἀπόνως προσοῦσιν ἡμῖν ἐπειρόμενος, οὐδέποτε τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐντεύξεται. Ο γὰρ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστός, καὶ κενόδοξος. Δι’ ἀπάθειαν ἀκροτάτην, καὶ πλοῦτον χαρισμάτων, καὶ θαυμάτων ἐνέργειαν, καὶ προγνώσεως δύναμιν, τινὲς τὰ ἑαυτῶν σώματα εἰκῆ κατατρίβουσι. Λαθόντες οἱ τάλανες, ὡς οὐ πόνοι, ἀλλὰ μᾶλλον ταπείνωσις τῶν τοιούτων μήτηρ καθέστηκεν. Ὁ δὲ χρεώστην ἑαυτὸν λογιζόμενος, ἀπροσδόκητον πλοῦτον καὶ αἰφνίδιον λήψεται. Μὴ πείθου τῷ λικμήτορι τῷ πρὸς ὠφέλειαν τῶν ἀκουόντων τὰς ἀρετὰς θριαμβεύειν ὑποβάλλοντι. «Τὶ γὰρ ὠφελήσει ἄνθρωπος, ἔαν ὅλον τὸν κόσμον κερδήσῃ, ἑαυτὸν δὲ ζημιωθῇ;» Οὐδὲν οὕτως ὡς ταπεινόν, καὶ ἀνόθευτον ἦθος, καὶ λόγος τοὺς ὁρῶντας οἰκοδομῆσαι δύναται. Γίνεται γὰρ καὶ ἑτέροις ἐφόδιον τοῦ μηδέποτε ἐπαίρεσθαι. Οὖ τὶ ἂν ὠφελείας μεῖζον καθέστηκεν;

Ἐπεσημήνατό τις τῶν ὀρᾷν δυναμένων, καὶ διηγεῖτο βλέπων. Ὅτιπερ, φησίν, ἐν συνεδρίῳ μοὺ καθημένου ἐληλυθότες οἱ τῆς κενοδοξίας καὶ τῆς ὑπερηφανίας δαίμονες ἐξ ἑκατέρωθεν μοὺ ἐκάθηντο, καὶ ὁ μὲν ἔνυττέ μου τὴν πλευρὰν τῷ δακτύλῳ αὐτοῦ τῷ κενοδόξῳ προτρεπόμενός με λέγειν τινὰ θεωρίαν ἢ ἐργασίαν, ἢ πεποίηκα ἐν τῇ ἐρήμῳ. Ὡς δὲ τοῦτον ἀπεσεισάμην εἰπών. «Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοὶ κακά». Θᾶττον ὁ ἐξ εὐωνύμων πρὸς τὸ ἐμὸν οὖς ἔλεγεν. Εὖγε, εὖγε πεποίηκας καὶ μέγας γέγονας, τὴν ἐμὴν ἀναιδεστάτην μητέρα νενικηκώς. Πρὸς ὂν ἐγὼ εὐθυβόλως τὸ ἐξῆς τοῦ στίχου ἀναλαβῶν εἴρηκα. «Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε πεποίηκας». Ἐπερωτήσαντί μοι τὸν αὐτὸν πῶς ἡ κενοδοξία μήτηρ ὑπερηφανίας, ἀπεκρίνατο. Οἱ μὲν ἔπαινοι ὑψοῦσι καὶ φυσιοῦσιν. Ὑψωθείσης δὲ τῇ ψυχῆς, τότε αὕτη ἡ ὑπερηφανία λαβοῦσα ἀναφέρει ἕως τῶν οὐρανῶν καὶ κατεφέρει ἕως τῶν ἀβύσσων. Ἔστι δόξα ἐκ Κυρίου προσγινομένη. «Τοὺς γὰρ δοξάξοντάς με δοξάσω», φησίν. Κεἰ ἔστιν ἐκ διαβολικῆς παρασκευῆς ἐπακολουθοῦσα. Οὐαὶ γάρ, φησίν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Ἐπιγνὼς σαφῶς τὴν προτέραν, ὁπόταν αὐτὴν ὡς βλάβην λογιζόμενος πάσῃ μηχανῇ ταύτην ἀποστρέφῃ. Καὶ ὅπου δ’ ἂν πορεύῃ τὴν σεαυτοῦ πολιτείαν ἀποκρύπτης, τὴν δὲ δευτέραν, ὁπόταν κἂν τὸ τυχὸν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις ἐργάζῃ σχηματίζεσθαι ἠμᾶς τὴν οὐ προσοῦσαν ἡμῖν ἀρετὴν ἡ μιαρὰ ὑποτίθεται. Οὕτως γάρ, φησίν, «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα», ὑποβάλλουσα.

Πολλάκις ὁ Κύριος τοὺς κενοδόξους δι’ ἀτιμίας ἐπισυμβαινούσης εἰς ἀκενοδοξίαν κατέστησεν. Ἀρχὴ ἀκενοδοξίας φυλακὴ στόματος, καὶ ἀτιμίας ἀγάπη. Μεσότης δὲ ἀνακοπὴ πάντων τῶν νοουμένων τῆς κενοδοξίας ἐπιτηδευμάτων. Τέλος δὲ (εἴπερ ἄρα καὶ ἔστι τῇ ἀβύσσῳ τέλος) τὸ τὰ πρὸς ἀτιμίαν συντελοῦντα ἐπὶ πλήθους ἐπιτηδεύειν ἀνεπαισθήτως. Μὴ κρύπτε σὴν αἰσχύνην διὰ τὸ δοκεῖν μὴ διδόναι πρόσκομμα. Λοιπὸν δὲ καὶ πρὸς τὸ εἶδος τοῦ σφάλματος. Οὖ τῇ αὐτῇ ἐμπλάστρῳ ἴσως χρήσασθαι χρή. Ὁπόταν ἠμεῖς τὴν δόξαν προσκαλούμεθα, καὶ ὅταν ἀκλήτως ὑφ’ ἑτέρων προπεμπομένη πρὸς ἠμᾶς παραγίνεται. Ὅταν πρὸς κενοδοξίαν ἐπιτηδεύματά τινα ποιεῖν ἐπιχειρήσωμεν, τοῦ ἑαυτῶν πένθους μνημονεύσωμεν, καὶ τῆς ἐν τῇ ἰδιαζούσῃ ἠμῶν προσευχῇ ἐμφόβου παραστάσεως ἐννοηθῶμεν συντόμως, καὶ πάντως ἐντρέψομεν τὴν ἀναιδῆ, εἴπερ ἄρα καὶ προσευχῆς ἀληθινῆς ἐπιμελούμεθα. Εἰ δὲ οὔ, τῆς ἑαυτῶν ἐξόδου συντόμως ἔννοιαν λάβωμεν. Εἰ δὲ μή, κἂν τὴν ἐπακολουθοῦσαν αἰσχύνην τῇ κενοδοξίᾳ φοβηθῶμεν. «Ὁ γὰρ ἑαυτὸν ταπεινωθήσεται πάντως», καὶ ἐνταύθα καὶ πρὸ τοῦ μέλλοντος αἰῶνος. Ὅταν οἱ ἐπαινέται, μᾶλλον δὲ πλανῆται, ἐπαινεῖν ἠμᾶς ἄρξωνται, τοῦ πλήθους τῶν ἀνομιῶν ἠμῶν κατὰ νοῦν συντόμως μνημονεύσωμεν, καὶ εὑρήσομεν ἑαυτοὺς ἀναξίους τῶν λεγομένων ἢ πραττομένων. Εἰσὶ πάντως καὶ κενόδοξοι ἒν τισὶν αἰτήμασιν αὐτῶν εἰσακουσθῆναι παρὰ τοῦ Θεοῦ ὀφείλοντες, ὦν ὁ Κύριος προκαταλαμβάνειν τὰς εὐχὰς καὶ τὰς δεήσεις πέφυκεν. Ἴνα μὴ δι’ εὐχῆς εἰληφότες τῇ ἑαυτῶν οἰήσει προσθήσουσιν. Οὖ πάνυ οἱ ἁπλούστεροι τῷ ἰῷ τούτῳ τούτω περιπίπτειν πεφύκασι. Κενοδοξία γὰρ ἐστιν ἁπλότητος ἀποβολή, καὶ ἐπίπλαστος διαγωγή. Σκώληξ πολλάκις αὐξηθεὶς πτεροφυήσας ἀνηνέχθη εἰς ὕψος, καὶ κενοδοξία τελεσθεῖσα ὑπερηφανίαν ἔτεκε, τὴν πάντων τῶν κακῶν ἀρχηγὸν καὶ τελειωτήν.

Ὁ τῆς νόσου ταύτης ἕκτος, ἔγγιστα τῆς σωτηρίας ὁ δ’ οὒ πόῤῥῳ φανήσεται τῆς ἀγίων δόξης.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΓ’ – Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας ἐν ᾦ καἲ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας
Προηγούμενο: ΛΟΓΟΣ ΚΑ’ – Περὶ τῆς ἀνάνδρου δειλίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος