Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ τῶν ἀνεκφράστων λογισμῶν τῆς βλασφημίας
Προηγούμενο: ΛΟΓΟΣ ΚΒ’ – Περὶ τῆς πολυμόρφου κενοδοξίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΚΓ’ – Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας ἐν ᾦ καἲ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας

Ὑπερηφανία ἐστὶ Θεοῦ ἄρνησις, δαιμόνων εὔρημα, ἐξουδένωσις ἀνθρώπων, κατακρίσεως μήτηρ, ἐπαίνων ἀπόγονος, ἀκαρπίας τεκμήριον, βοηθείας Θεοῦ φυγαδευτήριον, ἐκστάσεως πρόδρομος, ἐπιληψίας ὑπόθεσις, θυμοῦ πηγή, ὑποκρίσεως θύρα, δαιμόνων στήριγμα, ἁμαρτημάτων φύλαξ, ἀσπλαχνίας πρόξενος, συμπαθείας ἄγνοια, λογοθέτης πικρός, δικαστὴς ἀπάνθρωπος, Θεοῦ ἀντίπαλος, βλασφημίας ῥίζα, ἀρχὴ ὑπερηφανίας, τέλος κενοδοξίας. Μεσότης δὲ ἐξουδένωσις τοῦ πλησίον, πόνων ἰδίων ἀναιδὴς ἐκπόμπευσις, ἔπαινος ἐν καρδίᾳ, ἔλεγχου μῖσος. Τέλος ἄρνησις Θεοῦ βοηθείας, καὶ οἰκείας σπουδῆς ἔπαρσις, δαιμονιῶδες ἦθος. Ἀκούσωμεν πάντες οἱ τὸν βόθρον ἐκφυγεῖν βουλόμενοι, ἐξ εὐχαριστίας πολλάκις τὸ πάθος τὴν νομὴν φιλεῖ προσλαμβάνεσθαι. Ἀναιδῶν γὰρ ἐκ προοιμίων Θεὸν ἀρνεῖσθαι οὐ ὑποτίθεται. Εἶδον εὐχαριστοῦντας τῷ Θεῷ στόματι, καὶ μεγαλαυχοῦντας τῷ φρονήματι. Καὶ μαρτυρεῖ τοῦτο σαφῶς ὁ Φαρισαῖος ἐκεῖνος εἰρηκώς. «Ὁ Θεός, εὐχαριστῶ σοι». Ὅπου πτῶμα κατέλαβεν, ἐκεῖ ὑπερηφανία προεσκήνωσε. Μηνυτὴς γὰρ τοῦ προτέρου τὸ δεύτερον. Ὑπόθου μοι εἶναι δώδεκα πάρθη τῆς ἀτιμίας. Τινὸς τετιμημένου ἀκήκοα φήσαντος. Ἐὰν ἒν τούτων (λέγω δὴ τὴν οἴησιν) ἀγαπήσῃς θελήματι, ἐκεῖνο ἀναπληρώσει τὸν τόπον τῶν ἕνδεκα. Ὑψηλόφρων μοναχὸς ἀντιλέγει σφοδρῶς. Ο δὲ ταπεινόφρων οὐδαμῶς ἀντιλέγειν ἐπίσταται. Οὐχ ὑποκλίνει κυπάρισσον εἰς γῆν περιπατεῖν. Οὐδὲ μοναχὸς ὑψηλοκάρδιος ὑπακοὴν κτήσασθαι. Ἀνὴρ ὑψηλοκάρδιος τοῦ ἄρχειν ὀρέγεται. Ἄλλως γάρ, ὡς ἔτυχεν, ἀπόλεσθαι εἰς τέλος οὐ δύναται. Μᾶλλον δὲ οὐ βούλεται. «Ὑπερηφάνοις Κύριος ἀντιτάσσεται». Τὶς λοιπὸν τούτους ἐλεῆσαι δύναται; Ἀκάθαρτος παρά Κυρίῳ πᾶς ὑψηλοκάρδιος, Καὶ τὶς λοιπὸν τὸν τοιοῦτον ἀποκαθᾶραι δύναται; Παίδευσις μὲν ὑπερηφάνῳ πτῶμα. Σκόλοψ δὲ δαίμων. Ἐγκατάλειψις δὲ ἔκτασις. Καὶ τὰ μὲν πρότερα πολλάκις καὶ ἄνθρωποι ὑπὸ τῶν ἀνθρώπων ἐθεραπεύθησαν. Τὸ δὲ ἔσχατον παρ’ ἀνθρώποις ἀνίατον. Ο ἀποσειόμενος ἔλεγχον, τὸ πάθος ἐσήμανεν. Ο δὲ προσδραμών, τοῦ δεσμοῦ λέλυται. Εἰ χωρὶς ἑτέρου πάθους τις διὰ τούτου καὶ μόνου τῶν οὐρανῶν κατέπεσε, ζητητέον μήπως καὶ δίχα ἀρετῆς ἑτέρας ἐκ ταπεινώσεως εἰς οὐρανοὺς ἀναβαίνειν ἐνδέχεται. Ὑπερηφανία ἐστὶ πλούτου καὶ ἱδρώτων ἀπώλεια. Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων, πάντως, ὅτι μεθ’ ὑπερηφανίας ἐκέκραξαν πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, πάντως, ὅτι τὰς αἰτίας καθ’ ὦν ηὔχοντο, οὐκ ἀπέκοπτον.

Ἀδελφὸν ὑπερηφανευόμενον γέρων γνωστικώτατος πνευματικῶς ἐνουθέτησε, ὁ δὲ τυφλώττων φησί. Συγχώρησον, πάτερ, οὐκ εἰμὶ ὑπερήφανος. Ο δὲ πάνσοφος γέρων πρὸς αὐτόν. Καὶ ποίαν, φησί, τέκνον, ἀπόδειξιν σαφεστέραν ταύτης παρέχεις ἡμῖν τοῦ πάθους, ἀλλ’ ἢ τὸ εἰπεῖν. Οὐκ εἰμὶ ὑπερήφανος; Πάνυ τοῖς τοιούτοις συνέρχεται ἡ ὑποταγή, καὶ παχυτέραν καὶ ἀτιμοτέρα διαγωγή. Καὶ ἡ τῶν ὑπὲρ φύσιν τῶν πατέρων κατορθωμάτων ἀνάγνωσις. Ἴσως κἂν οὕτως ἔσται τοῖς νοσοῦσι μικρὰ σωτηρίας ἐλπίς. Ἀσχύνη ἐπ’ ἀλλοτρίῳ κόσμῳ ἐπαίρεσθαι. Ἄνοια δὲ ἐσχάτη, ἐπὶ χαρίσμασι Θεοῦ φαντάζεσθαι. Ὅσα σοι κατορθώματα πρὸ τῆς σῆς γεννήσεως γεγόνασιν, ἐπὶ τούτοις μόνοις ἐπαίρου. Τὰ γὰρ μετὰ γέννησιν ὁ Θεὸς ἐδωρήσατο, ὥσπερ καὶ τὴν γέννησιν. Ὅσας ἐκτὸς τοῦ νοὸς ἀρετὰς κατώρθώκας, αὗται καὶ μόναι σοῦ τυγχάνουσι, Τὸν γὰρ νοῦν Θεὸς ὁ δωρησάμενος. Ὅσα ἐκτὸς τοῦ σώματος ἐπεδείξω ἔπαθλα, ἐκ σῆς σπουδῆς καὶ μόνον γεγόνασι. Τὸ γὰρ σῶμα, οὐ σόν, ἀλλὰ τοῦ Θεοῦ ποίημα. Μὴ θάρσει ἕως τὴν ἀπόφασιν δέξη, ὀρῶν ἐκεῖνον καὶ μετὰ τὴν ἐν τῷ νυμφῶνι κατάκλισιν χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξοριζόμενον. Μὴ ὑψαυχένει, γήϊνος ὤν. Πολλοὶ γὰρ καὶ ἐξ οὐρανῶν ἐῤῥιφησαν ἅγιοι καὶ ἀϋλοι τυγχάνοντες. Ὄταν χώραν ἐν τοῖς ἑαυτοῦ ἐργάταις ὁ δαίμων λήψεται τότε ἂν τοῖς κατὰ τοὺς ὕπνους, ἢ καὶ καθ’ ὕπαρ ὡς ἐν σχήματι δήθεν ἁγίου ἀγγέλου ἢ καὶ μάρτυρός τινος ἐπιφαινόμενος, μυστηρίων αὐτοῖς ἀποκάλυψιν, ἢ χαρισμάτων δωρεὰν ἐπιδίδωσιν, ἴνα ἀπατηθέντες οἱ τάλανες τελείως τῶν φρενῶν ἐκπέσωσιν. Εἰ καὶ μυρίους θανάτους ὑπὲρ Χριστοῦ ὑπομείνωμεν, οὐδὲ οὕτως τὸ δέον ἀνεπληρώσαμεν. Ἄλλο γὰρ αἷμα Θεοῦ, καὶ ἕτερον αἷμα δούλων, κατὰ τὸ ἀξίωμα, καὶ οὐ κατὰ τὴν οὐσίαν. Συζητοῦντες ἑαυτοὺς ἀεί, καὶ ἀνακρίνοντες πρὸς τοὺς πρὸ ἠμῶν πατέρας καὶ φωστῆρας, μὴ παυσώμεθα, καὶ τότε εὑρήσομεν ἑαυτοὺς μηδὲ ὅλως ἴχνος ἀκριβοῦς πολιτείας πατήσαντας. Μηδὲ τὸ ἐπάγγελμα ὁσίως τηρήσαντας ἀλλ’ ἔτι ἐν τῇ κοσμικῇ καταστάσει διατρίβοντας.

Μοναχὸς κυρίως ἐστὶν ἀμετεώριστον ὄμμα ψυχῆς, καὶ ἀκίνητος σώματος αἴσθησις. Μοναχὸς ἐστιν ὁ τοὺς πολεμίους, δίκην θηρῶν, προσκαλούμενος, καὶ ἐρεθίζων ἐν τῷ φεύγειν ἀπ’ αὐτοῦ. Μοναχὸς ἐστιν ἀδιάστατος ἔκστασις, καὶ λύπη ζωῆς. Μοναχὸς ἐστιν ὁ ποιωθεὶς ταῖς ἀρεταῖς, ὡς ἄλλος ταῖς ἡδοναῖς. Μοναχὸς ἐστιν ἄληκτον φῶς ἐν ὀφθαλμῷ καρδίας. Μοναχὸς ἐστιν ἄβυσσον ταπεινώσεως, ἐν αὐτῇ πᾶν πνεῦμα κρημνίσας καὶ ἀποπνίξας. Λήθην πταισμάτων τύφος ἐργάζεται. Ἐκείνων γὰρ μνήμη ταπεινοφροσύνης πρόξενος. Ὑπερηφανία ἐστὶν ἐσχάτη πενία ψυχῆς. Πλοῦτον ἐν σκοτεία οἰομένη οὐ μόνον προβαίνειν οὐκ ἐᾷ ἡ μιαρά, ἀλλὰ καὶ τοῦ ὕψους ἀποῤῥίπτει. Ὑπερηφανία ἐστὶ ῥοία ἔσωθεν σεσηπυΐα, ἔξωθεν, δὲ τῇ ὤρᾳ ἀποστίλβουσα. Μοναχὸς ὑπερήφανος οὐ δεηθήσεται δαίμονος. Αὐτὸς γὰρ λοιπὸν ἑαυτῷ δαίμων καὶ πολέμιος γέγονεν. Ἀλλότριον μὲν τοῦ φωτὸς τὸ σκότος. Ἀλλότριος δὲ καὶ ὑπερήφανος παντοίας ἀρετῆς. Ἐν ὑπερηφάνων καρδίαις γεννηθήσονται βλασφημίας ῥήματα. Ἐν ταπεινῶν δὲ ψυχαῖς, οὐράνια θεωρήματα. Βδελύττεται ἤλιον κλέπτης, ὑπερήφανος δὲ πραεῖς ἐξουδενώσει. Ἔλαβον, πῶς οὐκ οἶδα, ἑαυτοὺς ὑπερηφάνων πλεῖστοι. Καὶ δόξαντες ἀπαθεῖς εἶναι, τὴν οἰκείαν πενίαν ἐν ἐξόδῳ ἑωράκασιν. Ὁ ταύτῃ ἀλοὺς Κυρίου δεηθήσεται. Ματαία γὰρ παρ’ ἐκείνῳ σωτηρία ἀνθρώπων. Κατείληφά που τὴν ἀκέφαλον πλανῆτιν πέλουσαν ἐν τῇ ἐμῆ καρδίᾳ, καὶ ἐπὶ τῶν ὤμων τῆς οἰκείας μητρὸς ὀχουμένην. Ἂς παγιδεύσας δεσμῶ ὑποκοῆς, καὶ μάστιγι εὐτελείας μαστιγώσας, τὴν ἐν ἐμοὶ αὐτῶν εἴσοδον ἐξήταζον λέγειν. Διὸ καὶ μαστιζόμενοι ἔλεγον. Ἠμεῖς ἀρχὴν οὐκ ἔχομεν, οὐδὲ γέννησιν. Ἄρχουσαι γὰρ καὶ γεννήτριαι πάντων τῶν παθῶν καθεστήκαμεν. Πολεμεῖ δὲ ἠμᾶς οὐ μετρίως συντριμμὸς καρδίας ἐν ὑποταγῇ τικτόμενος. Ἄρχεσθαι γὰρ ὑπ’ οὐδενὸς σεσυνηθίκαμεν. Διὸ καὶ ἐν οὐρανοῖς ἄρχουσαι γεγονυΐαι, ἐκεῖθεν ἀπεστατήσαμεν. Διὸ καὶ πάντων συλλήβδην εἰπεῖν, τῶν ἀντιπραττόντων τῇ ταπεινοφροσύνῃ, ἠμεῖς γεννήτριαι. Πάντα γὰρ τὰ οὐρανῷ ἰσχύσαμεν, καὶ ποῦ ἀπὸ προσώπου ἠμῶν φεύξῃ; Ἠμεῖς πολλάκις ἐπ’ ἀτιμίαις, καὶ ὑπακοῇ, καὶ ἀοργησίᾳ, καὶ ἀμνησικακίᾳ καὶ διακονίᾳ ἐπακολουθεῖν πεφύκαμεν. Ἠμῶν ἔκγονα πτώματα πνευματικῶν, ὀργή, καταλαλιά, πικρία, θυμός, κραυγή, βλασφημία, ὑπόκρισις, μῖσος, φθόνος, ἀντιλογία, ἰδιορρυθμία, ἀπειθεία. Ἓν ἐστι καὶ μόνον ἐν ᾦ ἐπιχειρεῖν οὐκ ἔχομεν δύναμιν. Καὶ τοῦτο σοι μαστιζόμεναι λέγομεν. Ἐὰν ἑαυτὸν ἐνώπιον Κυρίου εἰλικρινῶς καταμέμψῃ, ἠμᾶς ὡς ἀράχνην λελογίσῃ. Ἵππος μὲν γάρ, ὡς ὀρᾷς, ὑπερηφανίας κενοδοξία, ἐφ’ ἢν ἐπιβέβηκα. Ἡ δὲ ὀσία ταπείνωσις, καὶ αὐτομεμψία καταγελάσονται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. Τὴν ἐπινίκιον ᾠδὴν ἐνηδόνως ᾄδουσαι. «Ἄσωμεν τῷ Κυρίω, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν, καὶ ἄβυσσον ταπεινώσεως.»

Εἰκοστὸς τρίτος βαθμός. Ο ἀναβεβηκὼς ἴσχυσεν, εἴπερ ἄρα καὶ ἀναβεβηκέναι δεδύνηται.



Ἑπόμενο: Περὶ τῶν ἀνεκφράστων λογισμῶν τῆς βλασφημίας
Προηγούμενο: ΛΟΓΟΣ ΚΒ’ – Περὶ τῆς πολυμόρφου κενοδοξίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος