Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΔ’ – Περὶ πραότητος, καὶ ἁπλότητος, ἀκακίας, καὶ πονηρίας σεσοφισμένων, καὶ οὐ φυσικῶν
Προηγούμενο: ΛΟΓΟΣ ΚΓ’ – Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας ἐν ᾦ καἲ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

Περὶ τῶν ἀνεκφράστων λογισμῶν τῆς βλασφημίας

Χαλεπῆς ῥίζης καὶ μητρὸς χαλεπώτατον ἀπόγονον εἶναι ἐν τοῖς φθάσασιν ἀκηκόαμεν, λέγω δὴ τῆς μιαρᾶς ὑπερηφανίας ἄῤῥητον τῆς βλασφημίας ἀπόγονο. Διὸ ἀναγκαῖον αὐτὸν εἰς μέσον ἀχθῆναι. Οὒ γὰρ τῶν τυχόντων, ἀλλὰ γε και πολὺ πάντων χαλεπώτερος ἐχθρὸς καὶ πολέμιος καθέστηκε, καὶ τὸ δὴ χαλεπώτερον οὐδὲ εὐχερῶς ἐκφρασθῆναι καὶ ἐξομολογηθῆναι, ἢ στηλιτευθῆναι πνευματικῷ ἰατρῷ δυνάμενος. Διὸ καὶ πολλοῖς πολλάκις ἀπόγνωσιν καὶ ἀνελπιστίαν ἐγέννησεν. Ὥσπερ σκώληξ ἐν ξύλω, πᾶσαν αὐτῶν τὴν ἐλπίδα ἐξαναλώσας ὁ ἀνόσιος. Οὗτος τοίνυν, οὗτος ὁ παμμίαρος φιλεῖ πολλάκις παρ’ αὐτὰς τὰς ἁγίας συνάξεις, καὶ κατ’ αὐτὴν τὴν φρικτὴν τῶν μυστηρίων ὤραν δυσφημεῖν τὸν Κύριον, καὶ τὰ τελούμενο ἅγια. Ὅθεν μάλιστα καὶ μανθάνομεν σαφῶς μὴ οὖσαν τὴν ἡμετέραν ψυχὴν τὴν τὰ ἄθεσμα, καὶ ἀκατάληπτα ἐκεῖνα, καὶ ἄῤῥητα λόγια ἔνδοθεν φθεγξαμένη. Ἀλλὰ τὸν μισόθεον δαίμονα τὸν ἐκ τῶν οὐρανῶν δραπετεύσαντα. Διὰ τὸ κἀκεῖ τὸν Κύριον βλασφημίας τῷ δοκεῖν βαλεῖν. Εἰ γὰρ ἐμοὶ οἱ ἄσμενοι ἐκεῖνοι καὶ ἀπρεπεῖς λόγοι, πῶς τὸ δῶρον δεξάμενος προσκυνῶ; Πῶς λοιδορεῖν καὶ εὐλογεῖν δύναμαι; Πολλοὺς ὁ ἀπατεὼν τοῦτος καὶ ψυχοφθόρος εἰς ἔκστασιν φρενῶν ἤγαγε πολλάκις. Οὐδεὶς γὰρ ἕτερος λογισμὸς οὕτως δυσεξαγόρευτος, ὡς αὐτὸς καθέστηκε. Διὸ πολλάκις τοῖς πολλοῖς καὶ συνεγήρασεν. Οὐδὲν γὰρ οὕτως τοῖς δαίμοσι καὶ τοῖς λογισμοῖς ἰσχὺν καθ’ ἠμῶν δίδωσιν, ὡς τὸ τούτους ἀνεξαγορεύτους ἐν τῇ καρδίᾳ σιτίζεσθαι καὶ ἀποκρύπτεσθαι. Μηδεὶς ἐπὶ λογισμοῖς βλασφημίας αὐτὸν αἴτιον εἶναι λογίσοιτο. Καρδιογνώστης γὰρ ἐστιν ὁ Κύριος καὶ ἐπίσταται, οὐχ ἠμῶν, ἀλλὰ τῶν ἐχθρῶν ἠμῶν εἶναι τὰ τοιαῦτα ῥήματα. Τὸ μεθύειν αἴτιον τοῦ προσκόπτειν καὶ τὸ ὑπερηφανεύεσθαι, αἴτιων τῶν ἀπρεπῶν λογισμῶν, καὶ ἐκ μὲν τοῦ προσκόπτειν ἀναίτιος ὁ προσκόψας, ἐκ δὲ τοῦ μεθύειν πάντως τιμωρηθήσεται. Ἐν προσευχῇ σταθέντων ἠμῶν οἱ ἀκάθαρτοι καὶ ἄῤῥητοι λογισμοὶ ἐκεῖνοι ἐπανέστησαν. Καὶ τὴν προσευχὴν πληρωσάντων, εὐθέως ὑπεχώρησαν. Τοῖς γὰρ μὴ μαχομένοις αὐτοῖς οὐ φιλοῦσι μάχεσθαι. Οὐ μόνον τὸ Θεῖον, καὶ τὰ θεῖα πάντα ὁ ἄθεος βλασφημεῖ, ἀλλὰ αἰσχροτάτους τινὰς καὶ ἀπρεπεῖς λόγους ἐν ἠμῖν φθέγγεται. Ἴνα ἢ τὴν προσευχὴν καταλείψωμεν, ἢ ἑαυτῶν ἀπογνῶμεν. Πολλοὺς μὲν τῆς προσευχῆς ἀνέκοψε, πολλοὺς δὲ τῶν μυστηρίων ἀπεχώρησε. Τινῶν μὲν τὰ σώματα τῇ λύπῃ κατέτηξεν. Ἄλλους δὲ διὰ νηστείας δεδάμακεν ὁ πονηρὸς οὗτος καὶ ἀπάνθρωπος τύραννος καὶ οὐδεμίαν αὐτῆς τὴν ἄνεσιν δέδωκεν. Οὐ μόνον τοῖς κατὰ κόσμον, ἀλλὰ καὶ τοῖς τὸν μοναδικὸν βίον μετερχομένοις τοῦτο ἀπεργασάμενος, μηδεμίαν αὐτοῖς λοιπὸν σωτηρίαν ἔχειν ὑποτιθέμενος, ἀλλὰ καὶ ἀπίστων καὶ Ἑλλήνων πάντων ἐλεεινοτέρους εἶναι ἀποφαινόμενος.

Ὁ πνεύματι βλασφημίας ὀχλούμενος, καὶ τούτου ἀπαλλαγῆναι βουλόμενος ἐπιγνώτω ἀκριβῶς, μὴ τὴν ψυχὴν τὴν ἑαυτοῦ αἴτιον εἶναι τῶν τοιούτων λογισμῶν, ἀλλὰ αὐτὸν ἀκάθαρτον δαίμονα, τὸν ποτε πρὸς Κύριον λέγοντα. «Ταῦτα πάντα σοι δώσω, εἰ ἂν πεσὼν προσκυνήσῃς μοι». Διὸ καὶ ἠμεῖς ἐξουθενοῦντες αὐτόν, καὶ μηδόλως τὰ παρ’ αὐτοῦ λογιζόμενα εἰς μέτρον ἔχοντες, εἴπωμεν. «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, Κύριον τὸν Θεὸν μου προσκυνήσω, καὶ αὐτῷ μόνῳ λατρεύσω». Σοῦ δὲ ἐπιστρέψει ὁ πόνος καὶ ὁ λόγος ἐπὶ τὴν κεφαλὴν σου, καὶ ἐπὶ τὴν κορυφὴν σου, ἡ βλασφημία σου καταβήσεται ἐν τῷ νῦν καὶ ἐν τῷ μέλοντι αἰῶνι. Ὁ ἐκτὸς τοῦ προειρημένου τρόπου τὸν τῆς βλασφημίας δαίμονα παλαῖσαι βουλόμενος, ὅμοιός ἐστι τῷ ἐν ταῖς αὐτοῦ χερσὶν ἀστραπὴν κατασχεῖν δοκιμάζοντι. Πῶς γὰρ καὶ καταλήψεται, ἢ ἀντείπῃ, ἢ παλαίσῃ τῷ ἐξαίφνης ἐν τῇ καρδίᾳ δίκην ἀνέμου παρερχομένῳ καὶ ῥοπῆς, τάχιστα τὸν λόγον λέγοντι, καὶ εὐθέως ἀφαντουμένῳ; Πάντες γὰρ οἱ πολέμιοι καὶ ἵστανται, καὶ προσπαλαίουσι, καὶ χρονίζουσι, καὶ καιρὸν παρέχουσι τῷ κατ’ αὐτῶν παλαίειν βουλομένῳ. Οὗτος δὲ οὔ, ἀλλὰ ἄμα τοῦ φανῆναι ἀπέστη, καὶ ἄμα τοῦ προσλαλῆσαι παρῆλθε.

Πολλάκις ἐν τῇ τῶν ἁπλουστέρων ἀκεραιοτέρων διανοίᾳ ὁ τοιοῦτος δαίμων φιλοχωρεῖν εἴωθε, οἵτινες καὶ μάλιστα σφοδροτέρως τῶν ἄλλων θορυβοῦνται καὶ ταράττονται. Ἐν οἶς καὶ λέγομεν κυρίως, οὐκ ἐξ οἰήσεως, ἀλλ’ ἐκ φθόνου τῶν δαιμόνων τὸ πᾶν γίνεσθαι. Τοῦ κρίνειν καὶ τοῦ κατακρίνειν τὸν πλησίον παυσώμεθα, καὶ λογισμοὺς βλασφημίας οὐ φοβηθησόμεθα. Ἀφορμὴ γὰρ καὶ ῥίζα τοῦ δευτέρου τὸ πρότερον. Ὥσπερ ὁ ἐν οἴκῳ κατακεκλεισμένος ὑπάρχων τῶν ἔξω παριόντων τοὺς λογοὺς ἀκούει, αὐτὸς τούτους μὴ φθεγγόμενος, οὕτω καὶ ἡ ψυχὴ ἐν ἑαυτῇ διάγουσα, τὰς τοῦ δαίμονος βλασφημίας ἀκροωμένη ταράττεται, ἅπερ φθέγγεται δι’ αὐτῆς παρερχόμενος, Ὁ ἐξουθενώσας τοῦτον, τοῦ πάθους ἠλευθέρωται. Ὁ δὲ ἄλλως αὐτῷ παλαίειν σοφιζόμενος, εἰς τέλος ὑπόκειται. Ὁ γὰρ λόγοις πνεύματα κρατῆσαι βουλόμενος, ὅμοιός ἐστι τῷ ἄνεμους ἐγκλείοντι.

Μοναχὸς σπουδαῖος ὑπὸ τούτου ὀχλούμενος τοῦ δαίμονος ἐπὶ εἰκοστὸν ἔτος τὰς ἑαυτοῦ σάρκας νηστείαις καὶ ἀγρυπνίαις κατέτηξε. Καὶ ὡς οὐδεμιᾶς ὠφελείας ᾔσθετο ἀπελθὼν καὶ τὸ πάθος ἐν χάρτῃ γεγραφὼς, ἁγίῳ τινὶ ἀνδρὶ ἐπέδωκεν ἐπὶ πρόσωπον κείμενος καὶ πρὸς αὐτὸν ἀνανεύειν μὴ δυνάμενος. Ὡς δὲ ἀνέγνω ὁ γέρων, ἐμειδίασε, καὶ ἀναστήσας τὸν ἀδελφὸν λέγει αὐτῷ. Ἐπίθες, τέκνον, τὴν σὴν χεῖρα ἐπὶ τὸν ἐμὸν αὐχένα. Καὶ ὡς τοῦτο ὁ ἀδελφὸς πεποίηκε, λέγει ὁ μέγας. Ἐπὶ τὸν ἐμὸν τράχηλον, ἀδελφέ, ἡ ἁμαρτία αὕτη, ὅσα ἔτη καὶ πεποίηκε, καὶ ποιήσει ἐν σοί, μόνον σὺ αὐτὴν εἰς μέτρον μηκέτι ἔχε. Καὶ διαβεβαιοῦτο ὁ τοιοῦτος, ὡς οὐ πρώην τῆς κέλλης τοῦ γέροντος ἐξεληλύθει, ἕως οὖ τὸ πάθος θᾶττον ἄφαντον γέγονεν. Τούτου ἐν πείρᾳ γενόμενος ἐμοὶ διηγήσατο εὐχαριστῶν τῷ Χριστῷ.

Νίκην τοῦ πάθους ὁ εἰληφὼς ἀπώσατο ὑπερηφανίαν.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΔ’ – Περὶ πραότητος, καὶ ἁπλότητος, ἀκακίας, καὶ πονηρίας σεσοφισμένων, καὶ οὐ φυσικῶν
Προηγούμενο: ΛΟΓΟΣ ΚΓ’ – Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας ἐν ᾦ καἲ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος