Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΕ’ – Περὶ τῆς τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου ταπεινοφροσύνης, ἀοράτῳ αἰσθήσει ἐγγινομένης, ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω, τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται
Προηγούμενο: Περὶ τῶν ἀνεκφράστων λογισμῶν τῆς βλασφημίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΚΔ’ – Περὶ πραότητος, καὶ ἁπλότητος, ἀκακίας, καὶ πονηρίας σεσοφισμένων, καὶ οὐ φυσικῶν

Προτρέχοι μὲν τοῦ ἡλίου τὸ πρωϊνὸν φῶς, πάσης δὲ ταπεινοφροσύνης πραΰτης πρόδρομος διὸ καὶ τοῦ φωτὸς ἀκούσωμεν, οὕτως αὐτὰς τῷ βαθμῷ κατατάττοντος. «Μάθετε γὰρ ἀπ’ ἐμοῦ, φησί, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδία». Οὐκοῦν θέμις πρὸ ἡλίου περὶ φωτὸς φωτισθῆναι εἰθ’ οὕτως τῷ ἠλίω ἐναντενίσαι τρανῶς. Οὐκ ἔστι γάρ, οὐκ ἔστι τὸν μὴ τοῦτο προγνόντα, ἐκεῖνον θεάσασθαι, ὡς ἡ τῶν λεγομένων διδάσκει ἀληθὴς κατάστασις. Πραΰτης ἐστὶν ἀμετάθετος νοὸς κατάστασις, ἐν τιμαῖς καὶ ἀτιμίαις ὠσαύτως ἔχουσα. Πραΰτης ἐστὶν ἐν ταραχαῖς τοῦ πλησίον ἀνεπαισθήτως καὶ εἰλικρινῶς ὑπὲρ αὐτοῦ προσεύχεσθαι. Πραΰτης ἐστὶν ὑπερκειμένη τῆς τοῦ θυμοῦ θαλάττης πέτρα, πάντα τὰ προσρήσσοντα κύματα διαλύσουσα, καὶ οὐδαμῶς κλύνον ὑπομένουσα. Πραΰτης ἐστὶν ὑπομονῆς στήριγμα, ἀγάπης θύρα, μᾶλλον δὲ μήτηρ, διακρίσεως ὑπόθεσις. «Διδάξει γάρ, φησί, Κύριος πραεῖς ὀδοὺς αὐτοῦ», ἀφέσεως πρόξενος, παῤῥησία ἐν προσευχῇ, Πνεύματος ἁγίου χωρίον. Ἐπὶ τίνας γὰρ ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον; Πραΰτης ὑποκοῆς συνεργός, ἀδελφότητος ὁδηγός, μαινομένων χαλινός, θυμουμένων ἐκκοπή, καὶ χαρᾶς χορηγός, Χριστοῦ μίμημα, ἀγγέλων ἰδίωμα, δαιμόνων δεσμός, καὶ πικρίας θυρεός. Ἐν καρδίαις πραέων ἐπαναπαύεται Κύριος. Ψυχὴ δὲ ταραχώδης διαβόλου καθέδρα. «Οἱ πραεῖς κληρονομήσουσι γῆν», μᾶλλον δὲ κατακυριεύσουσι γῆς. Μεμηνότες δὲ ἄνδρες ἐκπορθοῦνται ἀπὸ γὴς αὐτῶν. Ψυχὴ πραεῖα θρόνος ἁπλότητος. Νοῦς δὲ ὀργίλος δημιουργὸς πονηρίας. Ψυχὴ ἠπία χωρήσει λόγους σοφίας, «ὁδηγήσει γὰρ Κύριος πραεῖς ἐν κρίσει», μᾶλλον δὲ ἐν διακρίσει. Ψυχὴ εὐθὴς σύμβιος ταπεινώσεως, ἡ δὲ πονηρὰ ὑπερηφανίας νεᾶνίς. Ψυχαὶ πραέων πλησθήσονται γνώσεως. Θυμώδης δὲ νοῦς σκότους καὶ ἀγνωσίας σύνοικος. Θυμώδης καὶ εἴρων ἀλλήλοις ὑπήντησαν καὶ οὐκ ἦν εὑρεῖν λόγον εὐθῆ ἐν διαλέξει αὐτῶν. Ἀναπτύξας τὴν καρδίαν τοῦ προτέρου, εὑρήσεις μανίαν, τὴν δὲ τοῦ δευτέρου ψυχὴν ἐρευνήσας, θεωρήσεις πονηρίαν. Ἁπλότης ἐστὶν ἕξις ψυχῆς ἀποίκιλος, πρὸς κακόνοιαν γενομένη ἀκίνητος. Πονηρία ἐστὶν ἐπιστήμη, μᾶλλον δὲ ἀσχημοσύνη δαιμονιώδης, ἀληθείας ἀποστερηθεῖσα, καὶ τοὺς πολλοὺς λανθάνειν δοκοῦσα. Ὑπόκρισίς ἐστι σώματοσ καὶ ψυχῆς ἐναντία κατάστασις ἐπινοίαις ἀπάσαις ἐμπεπλεγμένη. Ἀκακία ἐστὶν ἱλαρὰ ψυχῆς κατάστασις ἐπινοίας πάσης ἀπηλλαγμένη. Εὐθύτης ἐστὶν ἀπερίεργος ἔννοια, ἀνόθευτον ἦθος, ἄπλαστος καὶ ἀπροκατασκεύαστος λόγος. Ἀπόνηρός ἐστι καθαρὰ φύσις ψυχῆς, ὡς πέφυκα κτισθεῖσα τὰς ἐντεύξεις πρὸς πάντας ποιουμένη. Πονηρία ἐστὶν εὐθύτητος ἐναλλαγή, πεπλανημένη ἔννοια, οἰκονομίας ψευδομένη κεκολασμένοι ὅρκοι, συμπεπλεγμένοι λόγοι, βυθὸς καρδίας, ἄβυσσον δόλου, πεποιωμένον ψεῦδος, φυσικῇ λοιπὸν οἴησις, ταπεινώσεως ἀντίπαλος, μετανοίας ὑπόκρισις, πένθους μικρυσμός, ἐξομολογήσεως ἔχθρα, ἰδιογνωμόρυθμος, πτωμάτων πρόξενος, ἀναστάσεως ἀντίθετος, ὕβρεων μειδιασμός, μεμωραμμένη κατήφεια, ἐπίπλαστος εὐλάβεια, δαιμονιώδης βίος.

Πονηρὸς ἐστι διαβόλου συνώνυμος καὶ συνόμιλος. Διὸ καὶ Κύριος οὕτως αὐτὸν ἠμᾶς ὀνομάζειν ἐδίδαξε λέγοντας. «Ῥῦσαι ἠμᾶς ἀπὸ τοῦ πονηροῦ». Φύγωμεν ἀπὸ κρημνοῦ ὑποκρίσεως, καὶ ἀπὸ λάκκου ὑπουλότητος, ἀκούοντες τοῦ λέγοντος, ὅτι οἱ «πονηρευόμενοι ἐξολοθρευθήσονται», καὶ «ὠσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται». Οἱ γὰρ τοιοῦτοι βοσκὴ δαιμόνων. Ὥσπερ ἀγάπη ὁ Θεὸς ὀνομάζεται, οὕτως καὶ εὐθύτης. Διὸ ὁ σοφὸς ἐν τοῖς Ἄσμασί φησι πρὸς τὴν καθαρὰν καρδίαν, «εὐθύτης ἠγάπησέ σε». Καὶ πάλιν ὁ τούτου πατήρ, «Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος». Καὶ τοὺς συνωνύμους αὐτοῦ σώζεσθαι λέγει, φησὶ γάρ, «τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ». Καὶ πάλιν, «εὐθύτητας ψυχῶν εἶδε, καὶ ἐπεσκέψατο τὸ πρόσωπον αὐτοῦ». Πρῶτον ἰδίωμα τῆς τῶν παίδων αὐξήσεως, ἁπλότης, ἀποίκιλος, ἢν ἕως εἶχεν Ἀδὰμ ἐκεῖνος, οὐκ εἶδε γύμνωσιν ψυχῆς αὐτοῦ οὐδὲ ἀσχημοσύνην σαρκὸς αὐτοῦ. Καλὴ μὲν καὶ ἡ φύσει τισὶν ἐνυπάρχουσα ἁπλότης, καὶ μακαρία. Οὐχ τούτως δέ, ὡς ἡ ἐκ πονηρίας δι’ ἱδρώτων κατεγκεντρισθεῖσα. Ἡ μὲν γὰρ ἀπὸ πολλῆς ποικιλίας καὶ παθῶν σκέπεται. Ἡ δὲ ὑψηλοτάτης ταπεινοφροσύνην καὶ πραότητος γίνεται πρόξενος. Καὶ τῇ μὲν οὐ πολὺς ὁ μισθός, τῇ δὲ ὑπερύμνητος. Πάντες οἱ τὸν Κύριον ἑαυτοῖς ἐπισπάσασθαι βουλόμενοι, ἀπλῶς καὶ ἀπλάστως, καὶ ἀποικίλως, καὶ ἀπονήρως ὡς διδασκάλῳ ἐν τοῖς μαθήμασιν ἀπεριέργως προσέλθωμεν. Ἀπλοῦς γὰρ ὤν, καὶ ἀσύνθετος, ἀπλᾶς τινας καὶ ἀκεραίους τὰς ἑαυτῷ προσερχομένας ψυχὰς εἶναι βούλεται. Οὐκ ἔστι γὰρ ἁπλότητα ἀπηλλαγμένην ταπεινώσεως θεάσασθαί ποτε. Πονηρὸς ἐστι προβλέπτης, ψευδὴς ἐκ λόγων τοὺς λογισμοὺς, καὶ ἐκ σχημάτων τὰ ἐγκάρδια λαμβάνειν φανταζόμενος. Εἶδον εὐθεῖς ἐκ πονηρῶν πονηρεύεσθαι μεμαθηκότας, καὶ πεφάντασμαι πῶς καὶ φύσεως ἰδίωμα καὶ προτέρημα οὕτως ταχέως ἀπολέσαι ἴσχυσαν. Ὅσα οἱ εὐθεῖς εὐχερῶς μεταπίπτουσι, τοσούτῳ δυσχερῶς οἱ ἐναντίοι μεταποιηθῆναι δύνανται. Ξενιτεία ἀληθὴς καὶ ὑποταγή, καὶ φυλακῆ χειλέων πολλὰ πολλάκις ἴσχυσαν καὶ μετεποίησαν παραδόξως ἀνίατα. Εἰ ἡ γνῶσις φυσιοῖ τοὺς πλείονας μὴ πως η ἰδιωτεία, καὶ ἡ ἀμαθία ταπεινοῦν συμμέτρως πέφυκεν. Ἀπόδειξις καὶ ὄρος ἐναργὴς καὶ τύπος ἡμῖν τῆς μακαρίας ἁπλότητος ὁ τρισμακάριστος Παῦλος γέγονεν ὁ ἀπλοῦς. Οὐδεὶς γάρ, οὐδεὶς οὐδαμοῦ τοιαύτην προκοπὴν ἐν ὀλίγῳ οὐδὲ εἶδεν, οὐδὲ ἤκουεν, οὐδὲ ἰδεῖν δύναται, πώποτε. Ἀπλοῦς μοναχός, ἄλογον λογικόν, ὑπήκοον, τὸ οἰκεῖον φορτίον τελείως τῷ ἄγοντι ἀποθέμενος. Οὐκ ἀντείπει ζῶον τῷ δεσμοῦντι. Οὐδὲ ψυχὴ εὐθὴς τῷ ἐπιστατοῦντι. Ἕπεται τῷ ἕλκοντι σὼ βούλεται, καὶ μέχρι θύσεως ἀντιλέγειν οὐκ ἐπίσταμαι. «Δυσκόλως πλούσιου εἰς βασιλείαν, καὶ φρόνιμοι ἄφρονες εἰς ἁπλότητα εἰσελεύσονται». Πτῶμα πολλάκις δεινοὺς ἐσωφρόνισεν, ἀκούσιον αὐτοῖς σωτηρίαν καὶ ἀκακίαν κεχαρισμένον. Πάλαιε πλανᾷν σου τὴν φρόνησιν, καὶ οὕτως ποιῶν εὑρήσεις σωτηρίαν, καὶ εὐθύτητα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἠμῶν. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΕ’ – Περὶ τῆς τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου ταπεινοφροσύνης, ἀοράτῳ αἰσθήσει ἐγγινομένης, ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω, τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται
Προηγούμενο: Περὶ τῶν ἀνεκφράστων λογισμῶν τῆς βλασφημίας
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος