Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ διακρίσεως εὐδιακρίτου
Προηγούμενο: ΛΟΓΟΣ ΚΕ’ – Περὶ τῆς τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου ταπεινοφροσύνης, ἀοράτῳ αἰσθήσει ἐγγινομένης, ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω, τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΚϚ – Περὶ διακρίσεως λογισμῶν, καὶ παθῶν, καὶ ἀρετῶν

Διάκρισης ἐστιν ἐν μὲν τοῖς εἰσαγομένοις, ἡ τῶν καθ’ ἑαυτοὺς ἀληθὴς ἐπίγνωσις· ἐν τοῖς δὲ μέσοις ἡ τὸ κυρίως ἀγαθὸν ἐκ τοῦ φυσικοῦ, καὶ τοῦ ἐναντίου ἀπταίστως διακρίνουσα νοερὰ αἴσθησις· ἐν τοῖς δὲ τελείοις ἡ διὰ θείας ἐλλάμψεως ἐνυπάρχουσα γνῶσις, ἥτις καὶ τὰ ἐν ἄλλοις σκοτεινῶς ἐνυπάρχοντα τῷ ἑαυτῆς λύχνῳ καταφωτίζειν ἰσχύουσα. Ἢ τάχα καθολικῶς τοῦτο καὶ ἔστι, καὶ γνωρίζεται ἀσφαλὴς κατάληψις ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι, ἥτις ἐνυπάρχει μόνοις τοῖς καθαροῖς τῇ καρδίᾳ, καὶ τῷ σώματι, καὶ τῷ στόματι. Ὁ μὲν τοὺς τρεῖς εὐσεβῶς καθελὼν συγκαθεῖλε, καὶ τοὺς πέντε ὁ δὲ ἐκείνων ἀμελῶν οὐδέτερόν νικήσει. Διάκρισίς ἐστι συνείδησις ἀμόλυντος, καὶ καθαρά αἴσθησις· μηδεὶς ἐν τῇ μοναδικῇ πολιτείᾳ ὑπὲρ φύσιν τινὰ ἀκούων ἢ ὀρῶν, ἐξ ἀγνωσίας εἰς ἀπιστίαν περιπέσοι· ὅπου γὰρ ἐνδημήσει ὁ ὑπὲρ φύσιν Θεὸς, ὑπὲρ φύσιν λοιπὸν τὰ πλεῖστα τῶν πραγμάτων γίνονται. Ἐν τρισὶ τούτοις γενικωτάτοις τρόποις πᾶς πόλεμος δαιμονιώδης ἐν ἡμῖν συνίσταται ἢ ἐξ ἀμελείας, ἢ ἐξ ὑπερηφανείας, ἢ ἐκ φθόνου τῶν δαιμόνων· καὶ ἐλεεινὸς μὲν ὁ πρῶτος· πανάθλιος ὁ δεύτερος· ὁ τρίτος τρισμακάριστος. Σκοπῷ καὶ κανόνι τῷ ἡμετέρῳ κατὰ Θεὸν συνειδότι πρὸς πάντα χρησώμεθα, ἵνα γνόντες τὴν τῶν ἀνέμων πνοὴν πόθεν ἔρχεται, πρὸς αὐτὸ λοιπόν, καὶ τὰ ἱστία ἀνατείνωμεν. Ἐν πάσαις ἡμῶν ταῖς κατὰ Θεὸν ἐργασίαις τρεῖς ἡμῖν βοθύνους οἱ δαίμονες ὀρύσσουσί. Καὶ πρῶτον μὲν παλαίουσιν, ἵνα τὸ ἀγαθὸν κωλύσωσι γενέσθαι· δεύτερον δὲ μετὰ τὴν πρώτην αὐτῶν ἧτταν, ἵνα μὴ κατὰ Θεὸν τὸ τυχὸν γένηται. Ὅταν δὲ καὶ τούτου οἱ κλέπται τοῦ σκοποῦ ἀποτύχωσι, τότε λοιπὸν ἡσυχίως ἐπιστάντες ἐν τῇ ἡμετέρα ψυχῇ μακαρίζουσιν ἠμᾶς, ὡς κατὰ Θεὸν ἐν πᾶσιν πολιτευομένους. Τοῦ μὲν προτέρου ἐχθρὸς, σπουδὴ καὶ μέριμνα θανάτου. Τοῦ δὲ δευτέρου, ὑποταγὴ καὶ ἐξουθένωσις· τοῦ δὲ τρίτου, τὸ ἑαυτὸν διηνεκῶς καταμέμφεσθαι. Τοῦτο κόπος ἐστὶν ἐνώπιον ἡμῶν, ἕως οὗ εἰσέλθει εἰς τὸ ἁγιαστήριον ἡμῶν τὸ πῦρ τὸ τοῦ Θεοῦ. Οὐκ ἔσονται γὰρ λοιπὸν τότε προλήψεων ἐν ἡμῖν ἀνάγκαι. Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκων πᾶσαν πύρωσιν καὶ πᾶσαν πύρωσιν καὶ κίνησιν, καὶ πρόληψιν, καὶ πύρωσιν, τὴν ἐντὸς καὶ ἐκτὸς ὁρωμένην τε καὶ νοουμένην. Οἱ δαίμονες τὸ ἐναντίον πάλιν τῶν εἰρημένων ποιεῖν πεφύκασιν. Ἐπὰν γὰρ τῆς ψυχῆς περιγένωνται, καὶ τὸ τοῦ νοὸς φῶς περιτρέψωσιν, οὐκ ἔτι ἔσται ἐν ἡμῖν τοῖς ἀθλίοις, οὐ νήψις, οὐ διάκρισις, οὐκ ἐπίγνωσις, οὐκ ἐντροπή· ἀλλ’ ἀναλγησία, καὶ ἀναισθησία, καὶ ἀδιακρισία, καὶ ἀβλεψία.

Οἴδασι γὰρ τὰ εἰρημένα εὖ μάλα σαφῶς οἱ ἐκ πορνείας ἀνανήψαντες, καὶ ἐκ παῤῥησίας ὑποσταλέντες, καὶ οἱ ἐξ ἀναιδείας εἰς συναίσθησιν ἐληλυθότες· πῶς τε μετὰ τὴν νῆψιν τοῦ νοός, καὶ τῆς πωρώσεως αὐτοῦ διάλυσιν, καὶ ἑαυτοὺς κατὰ νοῦν αἰδοῦνται, ἐφ’ οἷς πρώην ἐλάλουν καὶ ἔπραττον ἐν τυφλώσει διάγοντες. Εἰ μὴ ὀψίσει καὶ σκοτάσει πρῶτον ἐν τῇ ἠμέρᾳ τῆς ψυχῆς, οὐ μὴ οἱ κλέπται κλέψωσι, καὶ θύσωσι, καὶ ἀπολέσωσι. Κλοπὴ ἐστιν ἄγνωστος αἰχμαλωσίᾳ ψυχῆς· θυσία ψυχῆς ἐστι λογικοῦ νοὸς θνῆσις ἐν πράξεσιν ἀτόποις περιπεσόντος· ἀπωλείᾳ δὲ ἡ μετὰ τὴν ἀνομίαν ἑαυτοῦ ἀπόγνωσις. Μηδεὶς ἐπὶ ταῖς εὐαγγελικαῖς ἐντολαῖς ἀδυναμίαν προβάληται· εἰσὶ γὰρ ψυχαὶ αἳ καὶ ὑπὲρ τὴν ἐντολὴν διεπράξαντο. Πείσει σε πάντως τὸ εἰρημένον ὁ ὑπὲρ ἑαυτὸν τὸν πλησίον ἀγαπήσας, καὶ ὑπὲρ τούτου τὴν ψυχὴν προθέμενος, καίπερ ἐπιταγὴν Κυρίου εἰς τοῦτο μὴ κομισάμενος. Θαρσείτωσαν οἱ τεταπεινωμένοι ἐμπαθεῖς· εἰ γὰρ καὶ ἐν πᾶσι τοῖς βοθύνοις περιπέσωσι, καὶ ἐν πάσαις ταῖς παγίσι βροχισθῶσι, καὶ πᾶσαν νόσον νοσήσουσιν· ἀλλὰ γε μετὰ τὴν ὑγείαν πᾶσι φωστῆρες, καὶ ἰατροί, καὶ λύχνοι, καὶ κυβερνῆται γίνονται, ἑκάστης νόσον τοὺς τρόπους διδάσκοντες, καὶ τοὺς μέλλοντας πίπτειν, ἐκ τῆς οἰκείας πείρας διασώζοντες· εἰ μὲν ἐκ προγεγενημένων προλήψεων τυραννοῦνταί τινες καὶ διδάσκειν κἀν ψιλῷ λόγῳ δύνανται, διδάξωσιν. Ἴσως γὰρ ποτὲ κἂν τοὺς οἰκείους λόγους αἰσχυνθέντες τῆς πρακτικῆς ἄρξωνται (μὴ μέντοι καὶ ἄρξωσι), καὶ γενήσεται καὶ ἐν αὐτοῖς ὅπερ ἐπὶ τινῶν ἐν βορβόρῳ κυλιομένων εἶδον γινόμενον· ἐμπεπηλωμένοι γὰρ ὑπάρχοντες τὸν τρόπον τῆς ἐκεῖσε αὐτῶν καταποντίσεως τοὺς παρερχομένους ἐδίδασκον ὕπερ τῆς σωτηρίας αὐτῶν τοῦτο πραγματευόμενοι, ὅπως μὴ κἀκεῖνοι τῇ αὐτῇ ὀδῷ πέσωσι· καὶ μέντοι διὰ τὴν ἑτέρων σωτηρίαν, καὶ αὐτοὺς ὁ παντοδύναμος τοῦ πυλοῦ ἐλυτρώσατο. Εἰ δὲ γε οἱ ἐμπαθεῖς ἑκουσίως ἑαυτοὺς ταῖς ἡδοναῖς ἐπιῤῥίπτουσι, σιωπῇ τὴν διδασκαλίαν ἐνδείξονται. Ὦν χάριν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.

Χαλεπόν, ὄντως χαλεπὸν περαιούμεθα, ὦ μοναχοὶ ταπεινοί, πέλαγος καἰ πολλῶν πνευμάτων, καὶ σπιλάδων, καὶ ἰλίγγων, καὶ πειρατῶν, καὶ σιφώνων, καὶ βραχῶν, καὶ θηρίων, καὶ κυμάτων πεπληρωμένον. Σπιλάδα μὲν ἐπὶ ψυχῆς, τὸν ἄγριον θυμὸν καὶ αἰφνίδιον νοήσωμεν· ἴλιγγα δὲ τὴν ἀνελπιστείαν τὴν περικυκλοῦσαν τὸν νοῦν, καὶ τοῦτον αὐτὸν ἐν βυθῷ ἀπογνώσεως κατενέγκαι σπουδάζουσαν· βράχος δὲ τὴν ἄγνοιαν, τὴν τὸ κακὸν ὡς κατέχουσαν· θηρία δέ, τὸ βαρὺ τοῦτο καὶ ἄγριον σῶμα· πειρατὰς δὲ τοὺς τῆς κενοδοξίας χαλεπωτάτους ὑπουργοὺς τοὺς τὸν φόρτον ἡμῶν, καὶ τὸν κάματον τῶν ἀρετῶν ἀφαρπάζοντας· κῦμα δὲ τὴν πεφυσημένην καὶ ὀγκουμένην κοιλίαν, τὴν ἐκ τῆς ἰδίας ὁρμῆς τῷ θηρίῳ παραπέμπουσαν· σίφωνα δέ, τὴν ἐκ τοῦ οὐρανοῦ ῥιφθεῖσαν ὑπερηφανίαν, τὴν ἀναφέρουσαν ἡμᾶς λοιπὸν καὶ καταφέρουσαν ἕως τῶν ἀβύσσων.

Γνώρισμα καθεστήκασι τοῖς γράμματα παιδευομένοις, ποῖα μὲν εἰσαγομένων, ποῖα δὲ μέσων, ποῖα δὲ διδασκάλων τυγχάνουσι τὰ μαθήματα. Πρόσχωμεν νουνεχῶς, μήπως ἐν τῇ μαθήσει χρονίσαντες ἔτι ἐν τοῖς εἰσαγωγικοῖς διατρίβωμεν ἐπαγγέλμασι· ὅπερ ἃ ἰσχύνῃ πᾶσι γνωρίζεται γηραλέον ἰδέσθαι εἰς παιδευτήριον πορευόμενον.

Ἀρίστη πᾶσιν ἀλφάβητος αὕτη. Α ὑπακοὴ, Β νηστεία, Γ σάκκος, Δ σποδός, Ε δάκρυα, Ζ ἐξομολόγησις, Η σιωπὴ, Θ ταπείνωσις, Ι ἀγρυπνία, Κ ἀνδρεία, Λ ψῦχος, Μ κόπος, Ν ταλαιπωρία, Ξ ἐξουδένωσις, Ο συντριβή, Π ἀμνησικακία, Ρ συναδελφία, Σ ἠπιότης, Τ πίστις ἁπλῆ καὶ ἀπερίεργος, Υ ἀμεριμνίᾳ κόσμου, Φ μῖσος ἄμισον γονέων, Χ ἀπροσπάθεια, Ψ ἁπλότης σὺν ἀκακίᾳ, Ω ἑκούσιος εὐτέλεια [καλὴ τάξις ὅροι μέσων]. Κατάληψις καὶ ψῆφος προκοπτόντων, ἀκενοδοξία, ἀοργησία, εὐελπιστία, ἡσυχία, διάκρισις, κρίσεως μνήμη παγία, εὐσπλαχνία, φιλοξενία, νουθεσία σύμμετρος, προσευχὴ ἀπαθής, ἀφιλαργυρία. Οὖτος ὄρος, λόγος τε καὶ νόμος πνευμάτων καὶ σωμάτων ἐν σαρκὶ εὐσεβῶς τελειουμένων· ἀναιχμαλώτιστος Α καρδία, Β τελειωμένη ἀγάπη, Γ ταπεινοφροσύνης πηγή, νοὸς Δ ἐκδημία Χριστοῦ, Ε ἐνδημία φωτός, καὶ Ζ προσευχῆς ἀσυλία, ἐλλάμψεως Η Θεοῦ περιουσία, πόθος Θ θανάτου, μῖσος Ι ζωῆς, φυγὴ Κ σώματος, κόσμου Λ πρέσβυς, Θεοῦ Μ βιαστὴς, ἀγγέλων Ν συλλειτουργὸς, γνώσεως Ξ ἄβυσσος, μυστηρίων Ο οἶκος, ἀῤῥήτων Π φύλαξ, ἀνθρώπων Ρ σωτὴρ, δαιμόνων Σ Θεὸς, παθῶν Τ Κύριος, Δεσπότης Υ σώματος, φύσεως Φ ἐπίτροφος, ἁμαρτίας Χ ξένος, ἀπαθείας Ψ οἶκος, μιμητὴς Ω Δεσπότου, ἐκ βοηθείας Δεσπότου, οὐ μικρᾶς ἡμῖν, ὅτε τὸ σῶμα νοσεῖ, χρεία τῆς νήψεως. Χαμαὶ γὰρ οἱ δαίμονες θεασάμενοι ἡμᾶς καὶ [κειμένους] μὴ δυναμένους τέως ἐκ τῆς ἀτονίας ἀσκήσει καθ’ ἑαυτὸν χρήσασθαι, χαλεπῶς τότε πολεμοῦν δοκιμάζουσιν. Ἐν μὲν τοῖς κατὰ κόσμον ὁ τοῦ θυμοῦ, ἔστι δὲ ὅτε καὶ τῆς βλασφημίας ὁ δαῖμον ἐν τοῖς νοσοῦσι παρέπεται. Ἐν δὲ τοῖς ἔξω κόσμου, εἰ μὲν τῶν χρειῶν εὐποροῦσιν, ὁ τῆς γαστριμαργίας καὶ πορνείας· εἰ δὲ ἐν ἀπαρακλήτοις τισὶ καὶ ἀθλητικοῖς διατρίβουσι τόποις, ὁ τῆς ἀκηδίας καὶ ἀχαριστίας παρεδρεύει τύραννος· ἐπεσημηνάμην τὸν τῆς πορνείας λύκον ὀδύνας προστιθέντα τῷ κάμνοντι· καὶ ἐν αὐταῖς ταῖς ὀδύναις κινήσεις αὐτῷ καὶ ἐκκρίσεις ποιοῦντα· καὶ ἦν ἔκπληκτόν τι γινόμενον ἰδέσθαι ἐν ἀλγηδόσι σφοδραῖς τὴν σάρκα σφριγῶσαν καὶ μαινομένην. Καὶ ἐπέστρεψα καὶ εἶδον κατακειμένους, καὶ ἐπὶ τῆς κλίνης αὐτῆς ὑπὸ τῆς θείας ἐνεργείας, ἢ ὑπὸ κατανύξεως παρακαλουμένους· καὶ μέντοι διὰ τῆς παρακλήσεως τὰς ὀδύνας διεκρούοντο· ὡς οὕτως διακεῖσθαι, ὡς μὴ θέλειν αὐτοὺς τῆς νόσου ἀπαλλαγῆναί ποτε. Καὶ ἐπέστρεψα, καὶ εἶδον κεκακουμένους, καὶ διὰ τῆς νόσου ὡς δι’ ἐπιτίμιον τινὸς πάθους ψυχικοῦ ἀπαλλαγέντας, καὶ ἐδόξασα τὸν διὰ τῆς πηλοῦ πηλὸν ἐκκαθάραντα.

Νοῦς νοερὸς πάντως καὶ νοερὰν αἴσθησιν περιβέβληται, ἲν’ ἐν ἡμῖν, καὶ οὐκ ἐν ἡμῖν οὖσαν ἐκζητοῦντες μὴ παυσώμεθα. Ἐκείνης γὰρ φανερωθείσης, καὶ ἐκτὸς πάντως, τὰ οἰκεῖα ἐνεργεῖν οἰκείως παύσονται. Καὶ τοῦτό ἐστιν, ὃ γινώσκων τις σοφὸς ἔφησε, καὶ θέαν αἴσθησιν εὑρήσεις. Βίος μοναδικὸς ἐν αἰσθήσει καρδίας γινέσθω, ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι, καὶ κινήμασι. Εἰ δὲ μή, οὐ μοναδικός, ἵνα μὴ λέγω, ἀγγελικός. Ἄλλο πρόνοια Θεοῦ, καὶ ἄλλο ἀντίληψις, καὶ ἄλλο φυλακή, καὶ ἕτερον ἔλεος Θεοῦ, καὶ ἄλλο παράκλησις. Καὶ τὸ μὲν ἐν πάσῃ τῇ φύσει, τὸ δὲ ἐν πιστοῖς καὶ μόνον, τὸ ἕτερον ἐν πιστοῖς, πιστοῖς ἀληθῶς· τὸ τέταρτον ἐν τοῖς δουλεύουσιν αὐτῷ· τὸ δὲ ἔσχατον, ἐν τοῖς ἀγαπῶσιν αὐτὸν ἐνδείκνυται. Ἔστιν ὅτε τὸ ἑτέρου φάρμακον, ἑτέρου δηλητήριον γίνεται· ἐν οὐ καιρῷ δὲ πάλιν δηλητήριον γίνεται. Εἶδον ἀφυῆ ἰατρόν, ἄῤῥωστον συντεθλασμένον ἀτιμάσαντα, καὶ μηδὲν πλέον, εἰ μὴ τὴν πεφυσημένην καρδίαν δι’ ἀτιμίας χειρουργήσαντα, καὶ πᾶσαν αὐτῆς τὴν ὀζωδίαν κενώσαντα. Ἑώρακα τὸν αὐτὸν ἄῤῥωστον, ποτὲ μὲν διὰ κάθαρσιν ῥύπου πιόντα ὑπακοῆς ἴαμα καὶ κινούμενον, καὶ περιπατοῦντα καὶ μὴ ὑπνοῦντα· ποτὲ δὲ τὸν ὀφθαλμὸν τῆς ψυχῆς νοσοῦντα καὶ ἀκίνητον καὶ ἡσυχάζοντα. «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω». Τινές, πόθεν οὐκ οἶδα (οὐδὲ γὰρ οἰήσει Θεοῦ δῶρα ζητεῖν καὶ πολυπραγμονεῖν μεμάθηκα), φύσει, ἵν’ οὕτως εἴπω, περὶ τὸ ἐγκρατές, ἢ πὲρ τὸ ἡσυχαστικόν, ἢ καὶ ἁγνόν, ἢ ἀπαῤῥησίαστον, ἢ πρᾶον, ἢ εὐκατάνυκτον ἐπιῤῥεπῶς ἔχουσι. Καὶ εἰσιν ἕτεροι αὐτὴν σχεδὸν τὴν ἑαυτῶν φύσιν πρὸς ταῦτα αὐτοῖς ἀντιπράττουσαν ἔχοντες, καὶ κατὰ δύναμιν ἑαυτοὺς βιαζόμενοι· εἰ καὶ ἐν καιρῷ ἡττῶνται, ἀλλ’ ὅμως ὡς βιαστὰς τῆς φύσεως, αὐτοὺς τῶν προτέρων μᾶλλον ἀποδέχομαι. Μὴ μεγαλαύχει ἐπὶ ἀπόνῳ πλούτῳ, ἄνθρωπε· τὴν γὰρ πολλὴν σου βλάβην καὶ, ἀσθένειαν, καὶ ἀπώλειαν προγνοὺς ὁ δωροδότης τοῖς πλεονεκτήμασιν αὐτοῦ ἐκείνοις τοῖς ἀμίσθοις κἂν ποσῶς σε διέσωσε. Καὶ αἱ ἐκ νηπίου παιδεῖαι, καὶ ἀνατροφαί, καὶ τὰ ἐπιτηδεύματα συνέρχονται, ἤ καὶ ἀντιπράττουσιν, ἡμῖν αὐξήσασι πρὸς τὴν ἀρετὴν τε καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν· φῶς μὲν μοναχοῖς ἄγγελοι· φῶς δὲ πάντων ἀνθρώπων μοναδικὴ πολιτεία. Οὐκοῦν ἐν πᾶσι τύπος ἀγαθὸς γίνεσθαι ἀγωνιζέσθωσαν, μηδενὶ πρόσκομμα ἐν μηδενὶ διδόντες, ἐν οἷς ἂν ἐργάζωνται, ἤ ἀποφθέγγωνται. Εἰ γὰρ τὸ φῶς σκότος γίνεται, τὸ σκότος, ἤγουν, οἱ κατὰ κόσμον, πόσον σκοτισθήσονται; Εἰ ἄρα ἐμοὶ πείθεσθε, οἱ πειθόμενοι, μᾶλλον δὲ οἱ βουλόμενοι, καλὸν ἡμᾶς μὴ ποικίλλειν ἑαυτούς, καὶ τὴν ἀθλίαν ἡμῶν ψυχὴν διαμερίζειν, καὶ πολεμεῖν χιλίαις χιλιάσιν, καὶ μυρίαις μυριάσιν ἐχθρῶν· οὐ γὰρ ἐξαρκέσομεν πάσας αὐτῶν τὰς πανουργίας καταμαθεῖν, ἤ ὅλως εὑρεῖν. Τῇ Τριάδι τῇ ἁγίᾳ κατὰ τῶν τριῶν, διὰ τῶν τριῶν ὁπλισώμεθα. Εἰ δὲ μή, πολλοὺς κόπους ἑαυτοῖς προξενήσωμεν· ὄντως ἐὰν καὶ ἐν ἡμῖν γένηται, «ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν», διαβήσεται πάντως καὶ ὁ ἡμῶν Ἰσραήλ, ἤγουν νοῦς ὁρῶν Θεόν, αὐτὴν ἀκυμάντως, καὶ ὄψεται τοὺς Αἰγυπτίους ἐν τῷ ὕδατι τῶν δακρύων ἀποπνιγέντας· ἐκείνου δὲ ἐν ἡμῖν μὴ ἐνδημοῦντος, ἤχους κυμάτων αὐτῆς, ἤγουν τῆς σαρκὸς ταύτης τὶς ὑποστήσεται; Ἐὰν ἀναστῇ ἐν ἡμῖν ὁ Θεὸς διὰ πράξεως, διασκορπισθήσονται οἱ ἐχθροὶ αὐτοῦ, καὶ ἐὰν διὰ θεωρίας προσπελάσωμεν αὐτῷ, «φεύξονται οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ καὶ ἡμῶν». Ἱδρῶτι μᾶλλον, καὶ μὴ ψιλῷ λόγῳ, τὰ θεῖα μανθάνειν σπουδάσωμεν. Οὐ γὰρ λόγους, ἀλλ’ ἔργα ἐν καιρῷ ἐξόδου χρεία ἐνδείξασθαι. Οἱ θησαυρὸν κεκρυμμένον ἀκούσαντες ἐν τῷ τόπῳ, ζητοῦσι, καὶ ἐκ τῆς ζητήσεως τὸ εὑρεθὲν μετὰ πόνου φυλάττουσιν· οἱ γὰρ ἀπόνως πλουτήσαντες σκορπίζουσι. Δυσχερὲς μὲν τὸ τῶν προλήψεων εὐχερῶς περιγενέσθαι· οἱ δὲ ἔτι ταύταις προστιθέναι μὴ παυόμενοι, ἢ ἑαυτῶν ἀπεγνώκασιν, ἣ οὐδὲν ἐκ τῆς ὑποταγῆς ὠφελήθησαν. Πλὴν οἶδα, ὅτι ὁ Θεὸς πάντα δύναται· ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν.

Δυσδιάκριτόν μοὶ τινες θεώρημα ἐπηπόρησαν, καὶ τοὺς κατ’ ἐμὲ πάνας ὑπερβαῖνον, οὐδενὶ δὲ τῶν εἰς ἐμὲ ἐληλυθότων δέλτων περιεχόμενον λέγοντες. Ποῖοι τῶν ὀκτὼ λογισμῶν ἰδιαιρέτως ἀπόγονοι τυγχάνουσι; ἢ ποῖος τοιούτων πέντε ἐκ τῶν τριῶν τῶν προστατῶν γεννήτωρ καθέστηκεν; Ἐγὼ δὲ πρὸς τὴν ἀπορίαν ἐπαινετὴν ἄγνοιαν προβαλόμενος, παρὰ τῶν πανόσιων ἀνδρῶν ἔμαθον οὕτως. Μήτηρ μὲν πορνείας γαστριμαργία, ἀκηδίας δὲ κενοδοξία· λύπη δὲ τῶν τριῶν τούτων γέννημα, ὥσπερ καὶ ὀργή· ὑπερηφανίας δὲ μήτηρ κενοδοξία. Ἐγὼ δὲ πάλιν πρὸς τοῦ ἀειμνήστους ἐκείνους ἀποκρινόμενος ἔφασκον, λιπαρῶν μανθάνειν λοιπὸν καὶ τῶν ὀκτὼ γεννήματα, καὶ ποῖον ποίου ὑπάρχει κύημα. Ἐδίδασκων δὲ εὐμενῶς οἱ ἀπαθεῖς λέγοντες, μὴ εἶναι τάξιν ἢ σύνεσιν ἐν ἀσυνέτοις· πᾶσαν δὲ ἀταξίαν καὶ ἀκαταστασίαν· καὶ πιθόντες οἱ μακάριοι πιθανοῖς ὑποδείγμασιν ἔλεγον, εἰς μέσον προενεγκόντες πιθανὰς ἀποδείξεις καὶ πλείονας, ἐξ ὧν τινα ἐν τῷ παρόντι λόγῳ συντάττομεν, ἵνα ἐξ ἐκείνων λοιπὸν καὶ περὶ τῶν λοιπῶν φωτισθῶμεν. Οἷόν τι λέγω· Ὁ γέλως ὁ ἄκαιρος, ποτὲ μὲν ἐκ πορνείας δαίμονος τίκτεται, ποτὲ δὲ ἐκ κενοδοξίας, ὅταν τις ἐφ’ ἑαυτῷ ἔνδοθεν σεμνύνηται ἀσέμνως· ποτὲ δὲ ἐκ τρυφῆς, ὁ ὕπνος ὁ πολύς. Ποτὲ μὲν ἐκ τρυφῆς, ποτὲ δὲ ἐκ νηστείας, ὅταν οἱ νηστεύοντες ἐπαίρωνται· ποτὲ δὲ ἐξ ἀκηδίας, ποτὲ δὲ καὶ ἐκ φύσεως. Ἡ πολυλογία ποτὲ μὲν ἀπὸ γαστριμαργίας, ποτὲ δὲ ἀπὸ κενοδοξίας· ἡ ἀκηδία ποτὲ μὲν ἀπὸ τρυφῆς, ποτὲ δὲ ἐξ ἀφοβίας Θεοῦ· ἡ βλασφημία ἔστιν μὲν κυρίως κύημα ὑπερηφανίας· πολλάκις δὲ καὶ ἐκ τοῦ κρῖναι ἐν τῷ ἑαυτῷ τὸν πλησίον, ἢ καὶ ἀπὸ φθόνου ἀκαίρου τῶν δαιμόνων· ἡ σκληροκαρδία ἐστὶν ὅτε ἀπὸ κόρου, ἀπὸ ἀναισθησίας, ἀπὸ προσπαθείας· πάλιν δὲ ἡ προσπαθείᾳ ἔστι μὲν ὅτε ἀπὸ πορνείας, ἢ φιλαργυρίας, ἢ γαστριμαργίας, ἢ κενοδοξίας, καὶ ἐξ ἑτέρων πολλῶν· ἡ πονηρία πάλιν ἀπὸ οἰήσεως καὶ ὀργῆς. Ἡ ὑποκρίσις ἐξ αὐταρκείας καὶ ἰδιορρυθμίας· τὰ δὲ τούτων ἐναντία ἐκ τῶν ἐναντίων γεννητόρων αὐτῶν ἀποτίκτονται. Καὶ ἵνα μὴ πολλὰ λέγω, ἐπιλείψει με γὰρ ὁ χρόνος, ἤπερ τὸ καθ’ ἓν ἐξετάζειν βούλομαι· κυρίως πάντων τῶν προειρημένων παθῶν ἀναιρέτις ἐστὶν ἡ ταπεινοφροσύνῃ, ἣν οἱ κτησάμενοι πάντα νενικήκασι. Γεννήτρια πάντων τῶν κακῶν, ἡδονὴ καὶ πονηρία, ἃ ὁ κατέχων οὐκ ὄψεται τὸν Κύριον· οὐδὲν δὲ ἡμᾶς ἐκ τῆς προτέρας ἀποχὴ ἐκτὸς τῆς δευτέρας ὀνήσειε. Φόβου Κυρίου ὑπόδειγμα ἐξ ἀρχόντων καὶ θηρίων ληψώμεθα. Πόθου δὲ τοῦ πρὸς Θεὸν ὑπόδειγμα ὁ τῶν σωμάτων ἔρως τύπος γενέσθω σοι· οὐδὲν γὰρ τὸ κωλύον, καὶ ἐκ τῶν ἐναντίων ποιεῖσθαι ἡμᾶς τὰ τῶν ἀρετῶν ὑποδείγματα.

Πεπονήρευται χαλεπῶς ἡ παροῦσα γενεά, καὶ ὅλη οἰήσεως καὶ ὑποκρίσεως πεπλήρωται· κόπους μὲν σωματικοὺς κατὰ τοὺς ἀρχαίους πατέρας ἡμῶν ἴσως ἐπιδεικνυμένη· τῶν δὲ χαρισμάτων αὐτῶν οὐκ ἀξιουμένη, καίπερ οἶμαι, οὔποτε ὡς νῦν ἡ φύσις χαρισμάτων ἐδέετο· καὶ εἰκότως πεπόνθαμεν· οὐ γὰρ κόποις, ἀλλ’ ἁπλότητι καὶ ταπεινώσει ὁ Θεὸς ἐμφανίζεται. Εἰ καὶ ἡ δύναμις Κυρίου ἐν ἀσθενείᾳ τελειοῦται, ὅμως οὐ κωλύσει Κύριος ἐργάτην ταπεινόφρονα. Ὁπόταν τινὰ τῶν ἀθλητῶν ἡμῶν κακούμενον σωματικῶς θεασώμεθα, μὴ ἐκ πονηρίας τὸ κρίμα τῆς αὐτοῦ ἀσθενείας μανθάνειν σπουδάσωμεν· μᾶλλον δὲ ἁπλῇ καὶ ἀπονήρῳ ἀγάπῃ, ὡς οἰκεῖον μέλος, καὶ ὡς στρατιώτην ἐκ τοῦ πολέμου πληγέντα δεξάμενοι θεραπεύσωμεν. Ἔστιν ἀσθένεια διὰ καθαρισμὸν πταισμάτων, καὶ ἔστι διὰ τὸ ταπεινωθῆναι τὸ φρόνημα. Ὁ ἀγαθὸς ἡμῶν καὶ πανάγαθος Δεσπότης καὶ Κύριος, ὁπόταν πολλάκις τινὰς ὀκνηροτέρους περὶ τὴν ἄσκησιν θεάσηται, δι’ ἀσθενείας λοιπόν, ὥσπερ δι’ ἀνετωτέρας ἀσκήσεως τὴν σάρκα ταπεινοῖ· ἔστι δὲ ὅτε καὶ τὴν ψυχὴν λογισμῶν πονηρῶν καὶ παθῶν ἐκκαθαίρει. Πάντα ἡμῖν τὰ συμβαίνοντα, ἦτε ὁρατά, ἦτε ἀόρατα, ἔστι καὶ καλῶς, καὶ ἐμπαθῶς, καὶ μέσως καταδέξασθαι. Εἶδον τρεῖς ἀδελφοὺς ζημιωθέντας· καὶ ὁ μὲν ἠγανάκτει, ὁ δὲ ἔμεινεν ἄλυπος, ὁ δὲ πολλὴν τὴν χαρὰν προσελάβετο. Εἶδον παρὰ γεωργοῖς ἓν σπέρμα παρ’ ἀμφοτέροις καταβαλλόμενον, ἀλλὰ σκοπὸν οἰκεῖον ἕκαστος ἐκέκτητο· ὁ μέν, ἵνα τὰ ἑαυτοῦ ἀποδώσει χρέη· ὁ δὲ ἵνα πλοῦτον ἑαυτῷ θησαύρισῃ· ὁ δὲ ἵνα δώροις τὸν Δεσπότην τιμήσῃ· ὁ δὲ ἕτερος, ἵνα ἐπὶ τῇ καλοεργίᾳ τὸν παρὰ τῶν παρερχομένων ἐν τῇ ὁδῷ τοῦ βίου ἔπαινον θηράσῃ· ὁ δὲ ἵνα αὐτὸν ἑαυτοῦ ἐχθρὸν ζηλώσαντα θλίψῃ· ὁ δέ, ἵνα μὴ ὡς ἀργὸς παρὰ τῶν ἀνθρώπων ὀνειδίζηται. Αὗται αἱ τῶν γεωργῶν τοῦ σπόρου προσηγορίαι· νηστεία, ἀγρυπνία, ἐλεημοσύνη, διακονίαι, καὶ τὰ ὅμοια. Τοὺς δὲ σκοποὺς προθύμως ἐν Κυρίῳ οἱ ἀδελφοὶ βασανίσουσιν, ὥσπερ ὕδωρ ἐκ πηγῶν ἀπαντλοῦντες, ἔστιν ὅτε λεληθότως, καὶ τὸν λεγόμενον βάτραχον συνηντλήσαμεν. Οὕτως καὶ τὰς ἀρετὰς μετερχόμενοι πολλάκις συμπεπλεγμένας αὐταῖς ἀφανῶς τὰς κακίας μετερχόμεθα· οἷόν τι λέγω· τῇ ξενοδοξία ἡ γαστριμαργία συμπέπλεκται· τῇ ἀγάπη ἡ πορνεία· τῇ διακρίσει ἡ δεινότης· τῇ φρονήσει ἡ πονηρία·τῇ πραΰτητι ἡ ὑπολότης καὶ νωθρότης, καὶ ὀκνηρία, καὶ ἀντιλογία, καὶ ἰδιορρυθμία, καὶ ἀνηκοΐα· τῇ σιωπῇ τῆς διδασκαλίας ὁ ὄγκος· τῇ χαρᾷ οἴησις· τῇ ἐλπίδι ἡ ὀκνηρία· τῇ ἀγάπη πάλιν τὸ κατακρίνειν· τῇ ἡσυχίᾳ ἡ ἀκηδία καὶ ὀκνηρία· τῇ ἁγνείᾳ ἡ πικρία· τῇ ταπεινοφροσύνῃ ἡ παῤῥησίᾳ· τούτοις δὲ πᾶσιν, ὥσπερ κοινὸν κουλούριον, μᾶλλον δὲ δηλητήριον ἡ κενοδοξία συνέπεται. Μὴ λυπηθῶμεν αἰτούμενοι τὸν Κύριον αἰτήματα, καὶ ἐπὶ χρόνους μὴ εἰσακουόμενοι. Ἐβούλετο γὰρ Κύριος πάντας ἀνθρώπους ἐν μιᾷ κάρου ῥοπῇ ἀπαθεῖς γενέσθαι. Πάντες οἱ αἰτούμενοι ἐκ Θεοῦ τὰ αἰτήματα, καὶ μὴ λαβόντες, διὰ μίαν τούτων τῶν αἰτιῶν πάντως οὐ κομίζονται, ἢ ὅτι πρὸ καιροῦ αἰτοῦσιν, ἢ ὅτι ἀναξίως αἰτοῦσι, καὶ κενοδόξως, ἢ ὅτι λαμβάνοντες ἐπαρθῆναι ἔμελλον, ἢ ἀμελεῖν λοιπὸν μετὰ τὸν τοῦ αἰτήματος κτῆσιν. Ὅτι μὲν ἀναχωροῦσιν οἱ δαίμονες, καὶ τὰ πάθη ἐκ τῆς ψυχῆς, ἢ καιρῷ τινι, ἢ διηνεκῶς, οὐδεὶς ἀμφιβάλλει, οἶμαι. Τὸ δὲ ἐκ πόσων τρόπων ἡ τούτων ἀναχώρησις ἐξ ἡμῶν γίνεται ὀλίγοι ἐπίστανται. Ἀνεχώρησαν τὰ πάθη ἐκ τινων οὐ μόνων πιστῶν, ἀλλὰ καὶ ἀπίστων, ἐκτὸς ἑνός, ἐκεῖνο μόνον καταλιπόντα αὐτοῖς ὡς κακὸν τι πρωτεῦον, καὶ τὸν τόπον πάντων ἀναπληροῦν, εἴπερ τοιαύτην κέκτηται τὴν βλάβην, ὡς καὶ ἐξ οὐρανοῦ κατενέγκαι. Ἀναλίσκεται ὕλη πυρὶ θείῳ δαπανωμένη, καὶ τῆς ψυχῆς ἐκριζουμένη. Ὑποχωροῦσι δαίμονες ἑκουσίως, ἀμεριμνῆσαι παρασκευάζοντες, καὶ αἰφνίδιον τὴν ἀθλίαν ψυχὴν ἁρπάζοντες, καὶ εἰς ἄκρον ποιωθῆναι τοῖς πάθεσι παρασκευάζοντες, ὡς ἐντεῦθεν αὐτεπίβουλον οὖσαν λοιπὸν καὶ αὐτοπολέμιον. Οἶδα καὶ ἄλλην ὑποχώρησιν τῶν θηρίων μετὰ τὸ τελείως συνηθίσαι τὴν ψυχήν, καὶ ὑπόδειγμα τοῦ εἰρημένου τὰ νήπια· μετὰ γὰρ τὴν μακρὰν συνήθειαν, καὶ χωρὶς μαζοῦ, ἐκ τῶν οἰκείων δακτύλων θηλάζουσιν. Οἶδα καὶ πέμπτην ἐν τῇ ψυχῇ ἀπάθειαν, ἔτι ἐξ ἁπλότητος πολλῆς καὶ ἀκεραιότητος ἐπαινουμένους συνισταμένη. «Δικαία γὰρ ἡ βοήθεια τοῖς τοιούτοις παρὰ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ», καὶ ἀνεπαισθήτως αὐτοὺς τῶν κακῶν ἀπαλλάττοντες· εἴπερ καὶ τὰ νήπια ἐκδυθέντα οὐ πάνυ γινώσκουσι. Κακία μέν, ἢ πάθος φυσικῶς ἐν τῇ φύσει οὐ πέφυκεν οὐκ ἔστι γὰρ κτίστης παθῶν ὁ Θεός· ἀρεταὶ δὲ φύσει καὶ πολλαὶ ἐν ἡμῖν παρ’ αὐτοῦ γεγόνασιν, ἐξ ὧν εἰσι καὶ αὗται σαφῶς· ἡ ἐλεημοσύνη, εἴπερ καὶ Ἕλληνες συμπαθοῦσιν· ἡ ἀγάπη, εἴπερ καὶ τὰ ἄλογα ζῶα πολλάκις ἐπὶ τῇ στερήσει ἀλλήλων ἐδάκρυσαν. Ἡ πίστις πάντες γὰρ ἐξ ἑαυτῶν ταύτην ἀποτίκτομεν· ἐλπίς, ἐπεὶ καὶ δανειζόμενοι, καὶ πλέοντες, καὶ σπείροντες πλουτῆσαι ἐλπίζομεν.

Εἰ τοίνυν, ὡς ἀποδέδεικται, ἡ ἀγάπη φύσει καὶ ἀρετὴ ἐν ἡμῖν καθέστηκε, σύνδεσμος δὲ καὶ πλήρωμα νόμου αὐτῇ, οὐκοῦν οὐ πόῤῥω τῆς φύσεως αἱ ἀρεταὶ καθεστήκασι, καὶ αἰσχυνθείησαν οἱ ἀδυναμίαν ἐπὶ τῇ τούτων ἐργασίᾳ προβαλλόμενοι. Ὑπὲρ φύσιν ἁγνεία, ἀοργησία, ταπεινοφροσύνη, προσευχή, ἀγρυπνία, νηστεία, κατανύξις διηνεκής. Τούτων τῶν μὲν ἄνθρωποι, τῶν δὲ ἄγγελοι, τῶν δὲ αὐτὸς ὁ Θεὸς Λόγος καθέστηκε διδάσκαλος καὶ δοτήρ· συγκρίσει κακῶν δεῖ ἡμᾶς τὸ κουφότερον ἐκλέξασθαι. Οἷον πολλάκις ἐν προσευχῇ παριστάμενων ἡμῶν, πρὸς ἡμᾶς ἀδελφοὶ παρεγένοντο· καὶ δυοῖν θάτερον, ἢ τὴν προσευχὴν καταλιπεῖν, ἢ τὸν ἀδελφὸν ἀναπόκριτον ἀπελθόντα λυπῆσαι. Μείζων ἀγάπη προσευχῆς· ἡ μὲν γὰρ μερική, ἡ δὲ περιεκτικὴ πασῶν καθέστηκε. Πάλαι ἐν πόλει ἢ κώμῃ παραγενώμενός ποτε, ἔτι νέος ὤν, ὑπὸ λογισμῶν γαστριμαργίας καὶ κενοδοξίας ὁμοθυμαδὸν ἐπὶ τραπέζης καθήμενος κατελήφθην, καὶ μέντοι τὴν ἀπόγονον τῆς κοιλιομανίας δεδοικώς, τῇ κενοδοξίᾳ ἡττήθην μᾶλλον. Ἔγνων ἐγὼ τὸν τῆς γαστριμαργίας δαίμονα πολλάκις, τὸν τῆς κενοδοξίας νικήσαντα ἐν τοῖς νέοις· καὶ εἰκότως· παρὰ μὲν τοῖς ἐν κόσμῳ ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, παρὰ δὲ μοναχοῖς ἡ γαστριμαργία· ἔστι παρὰ τοῖς πνευματικοῖς πολλάκις τινὰ εὐτελέστατα πάθη ἐκ Θεοῦ οἰκονομικῶς καταλιμπανόμενα· ἵνα δι’ εὐτελῶν τινων, καὶ ἀναμαρτήτων ἑαυτοὺς λίαν κτήσωνται· οὐκ ἔστι ἐν προοιμίοις ταπείνωσιν κτήσασθαι ἀνυποτάκτως διάγοντα, εἴπερ πᾶς ὁ ἰδιορρύθμως τέχνην μεμαθηκὼς φαντάζεται.

Ἐν δυσὶν ἀπάσαις γενικωτάταις ἀρεταῖς οἱ Πατέρες τὴν πρακτικὴν ὁρίζονται, καὶ εἰκότως. Ἡ μὲν γὰρ ἀναιρετικὴ τῶν ἡδονῶν καθέστηκεν· ἡ δὲ τὴν ἀναίρεσιν ταπεινοφροσύνη κατησφαλίσατο. Διὰ τοῦτο τὸ πένθος διπλοῦν, ὡς τῆς ἁμαρτίας ἀναιρετικόν, καὶ τῆς ταπεινοφροσύνης ποιητικόν· εὐσεβῶν μέν, τὸ παντὶ αἰτοῦντι διδόναι, εὐσεβεστέρων δὲ καὶ τῷ μὴ αἰτοῦντι. Τὸ δὲ ἀπὸ τοῦ αἴροντος μὴ ἀπαιτεῖν δυναμένους μάλιστα, τάχα τῶν ἀπαθῶν καὶ μονῶν ἴδιον καθέστηκεν.

Ἐν πᾶσι τοῖς πάθεσι καὶ ταῖς ἀρεταῖς ἑαυτοὺς ἐκζητοῦντες μὴ παυσώμεθα, ποῦ τυγχάνομεν ἐν ἀρχῇ, ἐν μεσότητι, ἢ ἐν τέλει. Πάντες οἱ πρὸς ἡμᾶς δαιμόνων πόλεμοι, ἐκ τριῶν τούτων αἰτιῶν συνίστανται· ἐκ φιληδονίας, ἢ ἐκ ὑπερηφανίας, ἢ ἐκ φθόνου αὐτῶν· οἱ δὲ πρότεροι ἀχρεῖοι ἕως τέλους τυγχάνουσι. Ἔστι τις αἴσθησις, μᾶλλον δὲ ἕξις, φερέπονος λεγομένη, ὑφ’ ᾖς ὁ ἀλοὺς οὐκ ἔτι δειλιάσει, ἢ ἀποστραφεῖ πόνου ποτέ· ταύτῃ τῇ ἀοιδίμῳ αἱ τῶν μαρτύρων ψυχαὶ κρατηθεῖσαι τῶν βασάνων εὐχερῶς κατεφρόνησαν. Ἄλλο φυλακῆ λογισμῶν, καὶ ἕτερον νοὸς τήρησις, καθόσον ἀπέχουσιν ἀνατολαὶ λογισμῶν ἀπὸ δυσμῶν, κατὰ τοσοῦτον ὑψηλότερα τῆς προτέρας ἡ δευτέρα, εἰ καὶ μοχθηροτέρα ὑπάρχοι. Ἄλλο προσεύχεσθαι κατὰ λογισμῶν, καὶ ἄλλο ἀντιφθέγγεσθαι τούτοις· καὶ ἕτερον ἐξουθενεῖν, καὶ ὑπερτίθεσθαι τούτους. Καὶ τῷ μὲν προτέρῳ τρόπῳ μαρτυρεῖ ὁ εἰπών· «Ὁ Θεός, εἰς τὴν βοήθειαν μου πρόσχες», καὶ τὰ ὅμοια. Τῷ δὲ δευτέρῳ ὁ φήσας. «Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσίν μοι λόγον ἀντιῤῥητικὸν». Καὶ πάλιν, «ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν».. Τοῦ δὲ τρίτου μάρτυς ὁ μελῳδήσας· «ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, καὶ ἐθέμην αὐτῷ φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίων μου». Καὶ πάλιν· «ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τῆς σῆς θεωρίας ἐγὼ οὐκ ἐξέκλινα». Τούτων ὁ μὲν μέσος τῷ προτέρῳ πολλάκις κέχρηται, διὰ τὸ ἀπαρασκεύαστον· ὁ δὲ πρότερος οὔπω τῷ δευτέρῳ τρόπῳ ἰσχύει τοὺς ἐχθροὺς ἀπώσασθαι· ὁ δὲ τρίτος εἰς ἅπαν δαιμόνων κατέπτυσεν. Ἀμήχανον φυσικῶς τὸ ἀσώματον ὑπὸ τοῦ σώματος πάντα δὲ δυνατὰ τῷ κτισαμένῳ Θεῷ. Ὥσπερ οἱ τῇ αἰσθήσει τῆς ὀσφρήσεως ὑγιῶς διακείμενοι τὸν ἀρώματα λεληθότως κατέχοντα ἐπιγινώσκειν δύνανται οὕτως καὶ ψυχὴ καθαρὰ τὴν εὐωδίαν, ἣν καὶ αὐτὴ ἐκ Θεοῦ προσεκτήσατο, τὴν τε δυσωδίαν, ἧς ἀπαλλαγεῖσα τελείως καθέστηκεν, ἐν ἑτέροις ὑπάρχουσαν γνωρίζειν, ἀνεπαισθήτως ἑτέρων, πέφυκεν. Οὐ πάντες μὲν ἀπαθεῖς γενέσθαι δυνατόν· πάντες δὲ σωθῆναι καὶ Θεῷ διαλλαγῆναι οὐκ ἀδύνατον. Μὴ σου κατακυριεύσωσιν οἱ ἀλλόφυλοι ἐκεῖνοι, οἱ τὰς τοῦ Θεοῦ ἀῤῥήτους οἰκονομίας ἢ ὀπτασίας ἐν τοῖς ἀνθρώποις γινομένας πολυπραγμονεῖν βουλόμενοι, καὶ προσωπολήπτην τὸν Κύριον εἶναι λεληθότως ὑποβάλλοντες· οἰήσεως γὰρ ἀπόγονοι καὶ εἰσὶ καὶ γνωρίζονται. Ἔστι δαίμων φιλαργυρίας πολλάκις ταπείνωσιν ὑποκρινόμενος· καὶ ἔστι δαίμων κενοδοξίας πρὸς ἐλεημοσύνην προτρεπόμενος, ὥσπερ καὶ φιληδονίας. Ἐὰν ἀμφοτέρων τοίνυν καθαρεύσωμεν, ἐν παντὶ τόπῳ ἐλεεῖν μὴ παυσώμεθα. Τινὲς μὲν ἔφησαν δαίμονας δαίμοσιν ἀντιπράττειν· ἐγὼ δὲ ἔγνωκα πάντας τὴν ἡμῶν ζητοῦντας ἀπώλειαν.

Πάσης πνευματικῆς ἐργασίας ὁρωμένης τε καὶ νοουμένης προηγεῖται πρόθεσις οἰκεία καὶ πόθος ἄριστος, μετὰ συνεργασίας Θεοῦ γινόμενα. Τῶν γὰρ προτέρων μὴ καταβληθέντων, τὸ δεύτερον ἐπακολουθεῖν οὐ πέφυκεν. Εἰ καιρὸς ἐν παντὶ πράγματι τῶν ὑπὸ τὸν οὐρανόν, καθὼς φησιν ὁ Ἐκκλησιαστής, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ τῆς ἡμετέρας πολιτείας ἱερᾶς καθεστήκασι πράγματα· οὐκοῦν σκοπήσωμεν, εἰ δοκεῖ, καὶ ἐν ἑκάστῳ καιρῷ τὰ τῷ καιρῷ οἰκεῖα ζητήσωμεν· καιρὸς γὰρ πάντως ἐν τοῖς ἀγωνιζομένοις ἐστὶν ἀπαθείας, διὰ τὴν τῶν ἀγωνιζομένων λέγω νηπιότητα. Καιρὸς δακρύων, καὶ καιρὸς σκληροκαρδίας· καιρὸς ὑποταγῆς, καὶ καιρὸς τοῦ ἐπιτάττειν· καιρὸς νηστείας, καὶ καιρὸς μεταλήψεως· καιρὸς πολέμου, σώματος ἐχθροῦ, καὶ καιρὸς θανάτου πυρώσεως· καιρὸς χειμῶνος ψυχῆς, καὶ καιρὸς γαλήνης νοός· καιρὸς λύπης καρδιακῆς, καὶ καιρὸς χαρᾶς πνευματικῆς· καιρὸς διδασκαλίας, καὶ καιρὸς ἀκροάσεως· καιρὸς μολυσμῶν, ἴσως διὰ τὴν οἴησιν, καιρὸς καθάρσεως, διὰ τὴν ταπείνωσιν· καιρὸς πάλης, καὶ ἀσφαλοῦς ἀνέσεως· καιρὸς ἡσυχίας, καὶ καιρὸς ἀπερισπάστου περισπασμοῦ· καιρὸς προσευχῆς ἀεννάου, καὶ καιρὸς διακονίας ἀνυποκρίτου. Μὴ τοίνυν πρὸ καιροῦ ἐξ ὑπερηφάνου προθυμίας ἀπατώμενοι τὰ τοῦ καιροῦ ζητήσωμεν· μὴ ἐν χειμῶνι τὰ τοῦ θέρους· μὴ ἐν σπόρῳ τὰ τῶν δραγμάτων, ἐπειδὴ καιρὸς τοῦ σπεῖραι πόνους, καὶ καιρὸς τοῦ θερίσαι τὰς χάριτας τὰς ἀῤῥήτους. Εἰ δὲ μὴ γε, οὐδὲ ἐν τῷ καιρῷ τὰ τοῦ καιροῦ οἰκεῖα κομισόμεθα. Τινὲς πρὸ τῶν καμάτων, τινὲς ἐν τοῖς καματοῖς, τινὲς μετὰ τοὺς καμάτους, τινὲς ἐν τῷ θανάτῳ τὰς ὅσιας ἀμοιβὰς παρὰ τοῦ Θεοῦ τῶν οἰκείων κόπων κατ’ οἰκονομίαν ἄῤῥητον ἐκομίσαντο. Ζητητέον τὶς τούτων τοῦ ἑτέρου ταπεινότερος καθέστηκεν.

Ἔστιν ἀπόγνωσις ἐκ πλήθους ἁμαρτημάτων, καὶ συνειδότος βάρους, καὶ ἀφορήτου λύπης διὰ τὸ ὑπερβαπτισθῆναι τῷ πλήθει τῶν τραυμάτων τὴν ψυχήν, καὶ τῷ βάρει αὐτῶν, εἰς τὸν ἀπογνώσεως βυθὸν καταποντίζεσθαι· καὶ ἔστιν ἀπόγνωσις ἐξ ὑπερηφανίας καὶ οἰήσεως ἡμῖν ἐπισυμβαίνουσα, λογιζόμενον ἑαυτὸν ὡς ἀνάξιον ὄντα τοῦ συμβεβηκότος πτώματος· τοῦτο δὲ ὁ παρατηρῶν ἐν ἀμφοτέροις εὑρήσει τὸ ἰδίωμα· τὸν μὲν ἐν ἀδιαφορίᾳ ἑαυτὸν λοιπὸν ἐκδεδωκότα· τὸν δὲ τῆς ἀσκήσεως ἐν ἀπογνώσει ἐχόμενον, ὅπερ ἀσύμφωνον· ἀλλὰ τὸν μὲν ἐγκράτεια, καὶ εὐελπιστία· τὸν δὲ ταπείνωσις, καὶ τὸ μηδένα κρίνειν ἰατρεύειν πεφύκασιν. Οὐ δὲ θαμβεῖσθαι ἡμᾶς ἢ ξενίζεσθαι ὁρῶντας πονηρὰ μὲν τινας ἐργαζομένους ἔργα, ἀγαθοὺς δὲ λόγους προφέροντας· ἐπεὶ καὶ τὸν ἐν τῷ παραδείσῳ ὄφιν ἐκεῖνον ἡ οἴησις ἀπώλεσεν ὑψώσασα, τύπος σοι καὶ κανὼν ἔστω οὖτος ἐν πάσαις σου ταῖς ἐγχειρήσεσι, καὶ πολιτείας, ὑποτακτικαῖς τε καὶ ἀνυποτάκτοις, ὁρωμέναις τε καὶ ἀνυποτάκτοις, ὁρωμέναις τε καὶ νοουμέναις, εἰ κατὰ Θεὸν κυρίως καθεστήκασι· λέγω δή, ὁπόταν τὸ οἱονοῦν ἐπιτηδεύωμεν, οἱ εἰσαγόμενοι λέγω, ἐγχείρημα, καὶ μὴ ἐκ τῆς τούτου ἐργασίας ταπείνωσιν, ἧς κεκτήμεθα, προσλαμβάνωμεν πλέον ἐν ψυχῇ, οὐ δοκεῖ μοι κατὰ Θεὸν ἡμᾶς αὐτὸ κατεργάζεσθαι, εἰ μικρὸν ἢ μέγα καθέστηκεν. Ἐν μὲν γὰρ ἡμῖν τοῖς νηπιωδεστέροις αὕτη ἡ ἡ τοῦ Κυριακοῦ θελήματος πληροφορίᾳ· ἐν δὲ μέσοις, ἡ τῶν πολέμων ἴσως ἀναχώρησις· ἐν δὲ τελείοις, ἡ τοῦ θείου φωτὸς προσθήκῃ καὶ περιουσία. Τὰ μὲν μικρὰ παρὰ τοῖς μεγάλοις, ἴσως οὐ μικρά· τὰ δὲ μεγάλα παρὰ τοῖς μικροῖς οὐ πάντως τέλεια. Ἀὴρ μὲν καθαρθεὶς ἀφέσεως ἀξιωθεῖσα πάντως θεῖον φῶς ἑώρακεν. Ἄλλο ἁμαρτία, καὶ ἄλλο ἀργίᾳ, καὶ ἄλλο ἀμέλεια· καὶ ἕτερον πάθος, καὶ ἄλλο πτῶμα. Ὁ δυνάμενος ἐν Κυρίῳ ζητεῖν, ζητείτω σαφῶς. Τινὲς τὸ θαυματουργικὸν καὶ ὁρώμενον ἐν τοῖς πνευματικοῖς χαρίσμασιν ὑπὲρ πάντα μακαρίζουσιν, ἀγνοοῦντες πολλὰ εἶναι τούτου ὑπέρτερα καὶ ἀπόκρυφα· διὸ καὶ μένουσιν ἄπτωτα. Ο μὲν τελείως καθαρθείς, αὐτήν, ἢ καὶ οὐκ αὐτὴν τὴν ψυχήν, ἐν ποίοις διάκειται τοῦ πλησίον ὁρᾷ. Ὁ δὲ προκόπτων ἔτι, διὰ τοῦ σώματος ταύτην τεκμαίρεται. Πῦρ μικρὸν πολλάκις πᾶσαν τὴν ὕλην ἐκάθηρεν, ὥσπερ καὶ ὀπὴ μικρὰ ὅλον τὸν κόπον διέφθειρεν. Ἔστιν ἀνάπαυσις τῇ ἐχθρᾷ τὴν τοῦ νόου δύναμιν διυπνίζουσα, καὶ πύρωσιν μὴ διεγείρουσα· καὶ ἔστι πολλὴ κατάτηξις ἴσως, καὶ τὰς κινήσεις κινήσασα ἵνα «μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς», ἀλλ’ ἐπὶ τῷ ἀγνώστως τὴν ζῶσαν θανατοῦντι. Ὅταν τινὰς ἡμᾶς κατὰ Κύριον ἀγαπῶντας ὀψόμεθα, ἐν ἐκείνοις μάλιστα τὸ ἀπαῤῥησίαστον φυλάξωμεν· οὐδὲν γὰρ οὕτως διαλύει ἀγάπην, ὡς ἡ παῤῥησίᾳ πέφυκε, καὶ μῖσος ἐργάζεσθαι· Νοερὸν καὶ λίαν περικαλλὲς τὸ τῆς ψυχῆς ὄμμα, καὶ πᾶσαν ἰδέαν μετὰ τὰς ἀσωμάτους οὐσίας ὑπεραῖρον· ὅθεν καὶ ἐμπαθεῖς πολλάκις τὰ ἐν ἑτέραις ψυχαῖς ἐξ ἀγάπης πολλῆς τῆς πρὸς αὐτὰς νοήματα ἐπιγνῶναι ἠδυνήθησαν· καὶ μαλίας ὅτε ὑπὸ τῆς πύλου μὴ καταποντίζονται ῥυπούμενοι· εἰ οὐδὲν τῷ ἀΰλῳ φύσει ὡς τὸ ἔνυλον ἀνθέστηκεν· ὁ ἀναγινώσκων νοείτω· αἱ παρατηρήσεις ἐν μὲν τοῖς κατὰ κόσμον ἀνθεστήκασι τῇ τοῦ Θεοῦ προνοίᾳ· ἐν ἡμῖν δὲ τῇ νοερᾷ γνώσει. Οἱ μὲν τῇ ψυχῇ ἀσθενεῖς ἐκ τῶν τοῦ σώματος περιστάσεων, καὶ κινδύνων, καὶ τῶν ἐκτὸς περισπασμῶν, τὴν πρὸς αὐτοὺς ἐπίσκεψιν τοῦ Κυρίου γνωριζέτωσαν· οἱ δὲ τέλειοι ἐκ τῆς τοῦ Πνεύματος παρουσίας, καὶ τῆς τῶν χαρισμάτων προσθήκης· ἔστι δαίμων ἐπὰν ἐν τῇ κλίνῃ ἀναπέσωμεν, πρὸς ἡμᾶς παραγενόμενος, καὶ πονηραῖς ἡμᾶς καὶ ῥυπαραῖς κατατοξεύων ἐνθυμήμασιν, ἵνα τῇ ὀκνηρίᾳ εἰς προσευχὴν τότε κατ’ αὑτοῦ μὴ ὁπλισάμενοι ἐν ῥυπαραῖς ἐννοίαις ἀφυπνώσαντες, ῥυπαρὰ καὶ τὰ ἐνύπνια κτησώμεθα. Ἔστιν πνευμάτων, πρόδρομος καλούμενος, ἐξ ὕπνου ἡμᾶς εὐθέως δεχόμενος, καὶ τὴν πρωτόνοιαν ἡμῶν καταμολύνων. Δίδου σῆς ἡμέρας ἀπαρχὰς Κυρίῳ. Τοῦ γὰρ προσποιοῦντος ἔσται.

Ἀξιάκουστόν μοι λόγον ἐργάτης ἄριστος ἔφρασεν. Ἐξ αὐτῆς γάρ, μοὶ ἔφη, τῆς πρωΐας τὸν ἅπαντα μου δρόμον τῆς ἡμέρας προεπίσταμαι. Πολλαὶ καὶ τῆς εὐσεβείας καὶ ἀπωλείας αἱ ὁδοιπορίαι· διόπερ πολλάκις ὁ τῷ ἑτέρῳ ἀντιτασσόμενος, ἄλλῳ γνησίως συνέρχεται, καὶ ὁ τῶν ἀμφοτέρων σκοπὸς ἐστι Κυρίῳ εὐάρεστος. Παλαίουσι μὲν οἱ δαίμονες ἐπὶ τοῖς συμβαίνουσιν ἡμῖν πειρασμοῖς ἢ λέξαι ἡμᾶς ἢ πρᾶξαι ἄτοπον. Καὶ ὅταν μὴ ἰσχύσωσιν, ἠρέμα ἐπιστάντες ὑπερήφανον ἡμῖν εὐχαριστίαν πρὸς Θεὸν ὑποτίθενται· οἱ μὲν τὰ ἄνω φρονήσαντες, χωριζόμενοι ἄνω μερικῶς ἀνέρχονται· οἱ δὲ τὰ κάτω, κάτω πάλιν πορεύονται· τῶν γὰρ χωριζομένων οὐδὲν λοιπὸν μέσον ἵσταται. Ἒν τῶν κτισμάτων ἐν ἑτέρῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι εἴληφε· καὶ θαῦμα πῶς ἐκτὸς τοῦ ἐν ᾧ τὸ εἶναι ἐκομίσατο, συνίστασθαι πέφυκε. Τὰς μὲν εὐσεβεῖς θυγατέρας αἱ μητέρες τίκτουσι, τὰς δὲ μητέρας ὁ Κύριος, καὶ ἐπὶ τῶν ἐναντίων τῷ προειρημένῳ κανόνι ὅρισαι οὐκ ἄσοφον. Δειλὸς εἰς πόλεμον μὴ ἐξιέτω, Μωϋσῆς μᾶλλον δὲ Θεὸς παρακελεύεται, μήπως γένηται ἡ ἐσχάτη πλάνη τῆς ψυχῆς ὑπὲρ τὴν πρώτην πτῶσιν τοῦ σώματος, καὶ εἰκότως. Φῶς μὲν τῶν τοῦ σώματος πάντων ἄρθρων οἱ αἰσθητοὶ ὀφθαλμοί· φῶς δὲ νοερῶν ἀρετῶν τῶν θείων διάκρισις.



Ἑπόμενο: Περὶ διακρίσεως εὐδιακρίτου
Προηγούμενο: ΛΟΓΟΣ ΚΕ’ – Περὶ τῆς τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου ταπεινοφροσύνης, ἀοράτῳ αἰσθήσει ἐγγινομένης, ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω, τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος