Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ ΚΘ’ – Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπαθείας, καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς πρὸ τῆς κοινῆς ἀναστάσεως.
Προηγούμενο: Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ ΚΗ’ – Περὶ τῆς ἱερᾶς καὶ μητρὸς τῶν ἀρετῶν τῆς μακαρίας προσευχῆς· καὶ περὶ τῆς ἐν αὐτῇ νοερᾶς, καὶ αἰσθητῆς καταστάσεως

Προσευχὴ ἐστι κατὰ μὲν τὴν αὐτῆς ποιότητα συνουσία καὶ ἕνωσις ἀνθρώπου καὶ Θεοῦ· κατὰ δὲ τὴν ἐνέργειαν, κόσμου σύστασις· Θεοῦ καταλλαγή, δακρύων μήτηρ καὶ πάλιν θυγάτηρ, ἁμαρτημάτων ἱλασμός, πειρασμῶν γέφυρα, θλίψεων μεσότοιχον, πολέμων θραῦσις, ἀγγέλων ἔργον, ἀσωμάτων πάντων τροφή· ἡ μέλλουσα εὐφροσύνῃ, ἀπέραντος ἐργασία, ἀρετῶν πηγή, χαρισμάτων πρόξενος, προκοπὴ ἀόρατος, τροφὴ ψυχῆς, νοῦ φωτισμός, ἀπογνώσεως πέλυξ, ἐλπίδος ἀπόδειξις, λύπης λύσις, πλοῦτος μοναχῶν, ἡσυχαστῶν θησαυρός, θυμοῦ μείωσις, ἔσοπτρον προκοπῆς, μέτρων ἐμφάνεια, καταστάσεως δήλωσις, τῶν μελλόντων μηνυτής, κλέους σημασία. Προσευχὴ ἐστι τῷ ὄντως εὐχομένω δικαστήριον καὶ κριτήριον, καὶ βῆμα Κυρίου, πρὸ τοῦ βήματος μέλλοντος· ἀναστάντες ἀκούωμεν, τῆς ἱερᾶς ταύτης βασιλίσσης τῶν ἀρετῶν πρὸς ἡμᾶς ὑψηλὴ τῇ φωνῇ βοώσης καὶ λεγούσης· «Δεῦτε πρὸς μέ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγὸν μου ἐφ’ ὑμᾶς, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν», καὶ ἴασιν ταῖς πληγαῖς ὑμῶν. Ὁ γὰρ ζυγὸς μου χρηστός, καὶ πταισμάτων μεγάλων ἰαματικὸς ὑπάρχει. Ὅσοι βασιλεῖ, καὶ Θεῷ παραστῆναι, καὶ συλλαλῆσαι πορευόμεθα, μὴ ἀπαρασκεύαστοι τὸν δρόμον ποιησώμεθα, μήπως θεασάμενος ἡμᾶς μακρόθεν μὴ ἔχοντας ὅπλα καὶ στολὴν βασιλικῆς παραστάσεως, τοῖς ὑπηρέταις καὶ λειτουργοῖς ἐπιτρέψῃ πόῤῥω που τοῦ αὐτοῦ προσώπου δεθέντας ἐξορίζεσθαι, καὶ τὰς ἡμῶν δεήσεις εἰς πρόσωπον ἡμῶν διαρρησσομένας [διαρησσομένας] ἀντιπέμπεσθαι. Ἔστω ὁ σὸς χιτὼν τῆς ψυχῆς ἐνώπιον Κυρίου παρασταθῆναι [παραστῆναι] πορευομένῳ ὅλος νήματι, μᾶλλον δὲ λύματι ἀμνησικακίας ἐξυφασμένος. Εἰ δὲ μή, οὐδὲν τῆς προσευχῆς ὠφεληθήσῃ. Ἔστω σοι ὄλοντο τῆς δεήσεως ἀποίκιλον· ἑνὶ γὰρ λόγῳ τελώνης, καὶ ἄσωτος τὸν Θεὸν διήλλαξαν· μίαν μὲν ἡ τῶν παρισταμένων παράστασις; Πολὺ δὲ ἐν αὐτῇ τὸ ποικίλον, καὶ τὸ διάφορον κέκτηται· οἱ μὲν ὡς φίλῳ καὶ Δεσπότῃ ἐντυγχάνουσι, τῆς ἑτέρων λοιπόν, καὶ οὐ τῆς αὐτῶν ἀντιλήψεως ἕνεκα, τὸν ὕμνον, καὶ τὴν ἱκεσίαν προσάγοντες· ἄλλοι πλοῦτον καὶ δόξαν, καὶ παῤῥησίαν πλείονα ἐπιζητοῦντες· ἕτεροι τοῦ ἀντιδίκου τοῦ ἑαυτῶν εἰς τέλεον ἀπαλλαγῆναι αἰτοῦντας· ἄλλοι τελείαν τὴν τοῦ χρέους ἀμεριμνίαν· τινὲς μὲν φυλακῆς ἐλευθερίαν· ἄλλοι δὲ ἐγκλημάτων λύσιν. Πρὸ πάντων ἐν τῷ τῆς ἡμετέρας δεήσεως χάρτῃ εὐχαριστίαν εἰλικρινῆ κατατάξωμεν. Δεύτερον δὲ στίχον, ἐξομολόγησιν, καὶ συντριμμὸν ψυχῆς ἐν ἀναισθήσει· εἶθ’ οὕτως τὴν αἴτησιν ἡμῶν τῷ Παμβασιλεῖ γνωρίσωμεν. Ἄριστος γὰρ ὁ εἰρημένος προσευχῆς τρόπος, ὣς τινι τῶν ἀδελφῶν ὑπὸ ἀγγέλου Κυρίου δεδήλωται. Εἰ μὲν ὑπεύθυνος γέγονάς ποτε ὀρατῷ δικαστῇ, οὐ δεηθήσῃ ἑτέρου τύπου ἐν τῇ παραστάσει τῆς προσευχῆς σου. Εἰ δὲ οὐδέπω, οὐδὲ παρέστηκας, οὐδὲ ἐξεταζομένους ἐθεάσω, κἂν ἐκ τῆς πρὸς ἰατροὺς τῶν νοσούντων ἱκεσίας, τὸ τοιοῦτον παιδεύθητι, ἡνίκα ὑπ’ αὑτῶν μέλλουσι τέμνεσθαι, ἢ καίεσθαι. Μὴ σοφίζου ἐν εὐχῆς σου ῥήμασι· παίδων γὰρ πολλάκις ἁπλᾶ ψελλίσματα καὶ ἀποίκιλα τὸν Πατέρα αὐτῶν,τὸν ἐν τοῖς οὐρανοῖς ἐθεράπευσαν. Μὴ πολυλογεῖν ἐπιχείρει, ἵνα μὴ πρὸς ζήτησιν λόγων διασκεδασθῇ ὁ νοῦς. Εἶς λόγος τελωνικὸς τὸν Θεὸν ἐξιλεώσατο· καὶ ἐν ῥῆμα πιστὸν τὸν λῃστὴν διέσωσε. Πολυλογία μὲν πολλάκις ἐν προσευχῇ τὸν νοῦν, καὶ ἐφάντασε καὶ διέχυσε. Μονολογία δὲ πολλάκις τὸν νοῦν συνάγειν πέφυκε· καθηδυνόμενος, ἢ κατανυσσόμενος ἐν λόγῳ προσευχῆς, μένε ἐν αὐτῷ· ὁ γὰρ φύλαξ ἡμῶν τὸ τε ὑπάρχει ὁ συμπροσευχόμενος ἡμῖν· μὴ παῤῥησιάζου, κἂν καθαρότητα κέκτησαι· ταπεινοφροσύνῃ δὲ μᾶλλον πολλῇ πρόσελθε, καὶ πλεῖον παῤῥησιασθήσῃ· κἂν πᾶσαν τὴν κλίμακα τῶν ἀρετῶν ἀναβέβηκας, ὑπὲρ ἀφέσεως ἁμαρτιῶν προσεύχου· ἀκούων Παύλου περὶ ἁμαρτωλῶν βοῶντος· «Ὧν πρῶτος εἰμὶ ἐγώ». Ἐξαρτύειν ὄψα ἔλαιον καὶ ἅλες πεφύκασι· πτεροῦν δὲ προσευχὴν σωφροσύνη καὶ δάκρυα. Ἐὰν πᾶσαν πραΰτητα καὶ ἀοργησίαν ἀμφιάσῃ οὐ πολλὰ κοπωθήσῃ ἐλευθεροῦν αἰχμαλωσίας τὸν νοῦν σου. Ἕως οὗ προσευχὴν ἐναργῆ οὐ κεκτήμεθα τοῖς γυμνάζουσι τὰ νήπια βαδίζειν ἐν προοιμίοις ἐοίκαμεν. Πύκτευε ἀναφέρειν, μᾶλλον δὲ ἀποκλείειν τὴν ἔννοιαν ἐν τοῖς τῆς προσευχῆς ῥήμασι, κἂν ἐξατονήσασα διὰ τὸ νηπιῶδες πέσῃ, πάλιν αὐτὴν εἰσάγαγε· ἴδιον γὰρ τοῦ νοὸς τὸ ἄστατον. Δυνατὸν δὲ τοῦτον στῆσαι τῷ πάντα δυναμένῳ ἰστᾷν. [Ναὶ μήν] ἐὰν ἀνελλιπῶς τὸν ἀγῶνα κέκτησαι, ἐπιδημήσῃ [ἐπιδημήσει] καὶ ἐν σοὶ ὁ τὴν θάλατταν τοῦ νοὸς περιορίζων· καὶ ἐρεῖ πρὸς αὐτὴν ἐν τῇ προσευχῇ σου· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἀδύνατον πνεῦμα δεσμεῖν· ὅπου δὲ ὁ τοῦ πνεύματος κτίστης, πάντα ὑποτέτακται. Εἰ μὲν ἥλιόν ποτε τεθέαται, δυνήσῃ αὐτῷ καὶ συλλαλῆσαι πρεπόντως· ὁ γὰρ οὐχ ἑώρακας, πῶς ἐντυγχάνειν ἀψευδῶς δύνασαι;

Ἀρχὴ μὲν προσευχῆς προσβολαὶ μονολογίστως διωκόμεναι ἐκ προοιμίων αὐτῶν. Μεσότης τὸ ἐν τοῖς λεγομένοις ἢ νοουμένοις μόνοις εἶναι τὴν διάνοιαν. Τὸ δὲ ταύτης τέλειον ἡ ἁρπαγὴ πρὸς Κύριον. Ἄλλη ἡ ἀγαλλίασις ἡ ἐν προσευχῇ τοῖς ἐν συνοδίᾳ διάγουσιν ἐπισυμβαίνουσα, καὶ ἑτέρα ἡ τοῖς καθ’ ἡσυχίαν προσευχομένοις προσγινομένη. Ἡ μὲν γὰρ ἴσως πεφάντασται μικρόν· ἡ δὲ ὅλη ταπεινοφροσύνης πεπλήρωται. Ἐὰν ἀεὶ γυμνάζῃς τὸν νοῦν μὴ μακρύνειν, καὶ ἐν τῇ τῆς τραπέζης παραθήκῃ πλησίον σου γενήσεται· εἰ δὲ ἀκωλύτως πλάζεται, οὐδέποτέ σοι παραμένειν πέφυκεν· ὁ μὲν μέγας τῆς μεγάλης καὶ τελείας προσευχῆς ἐργάτης φησί· «Θέλω εἰπεῖν πέντε λόγους τῷ νωῒ μου», καὶ τὰ ἑξῆς. Νηπιωδεστέρων δὲ τὸ τοιοῦτον ἀλλότριον· διόπερ ἡμεῖς μετὰ τῆς ποιότητος, καὶ τοῦ πλήθους τῆς ποσότητος ὡς ἀτελεῖς δεόμεθα· τὸ γὰρ δεύτερον τοῦ προτέρου πρόξενον· διδοὺς γάρ, φησίν, εὐχὴν καθαρὰν τῷ ἀόκνως εὐχομένῳ ῥυπαρῶς καὶ πεπονημένως· ἄλλο ρύπος προσευχῆς, καὶ ἄλλο ἀφανισμός, καὶ ἄλλο κλοπή, καὶ ἕτερον μῶμος. Ρύπος ἐστὶ Θεῷ παρίστασθαι, καὶ ἀτόπους ἐννοίας φαντάζεσθαι· ἀφανισμὸς ἐστι, τὸ εἰς φροντίδας ἀνωφελεῖς αἰχμαλωτίζεσθαι· κλοπὴ ἐστι τὸ ἀνεπαισθήτως τὴν ἔννοιαν ῥέμβεσθαι· μῶμός ἐστι προσβολῇ ἡ οἰαοῦν τότε πρὸς ἡμᾶς ἐγγίζουσα. Εἰ μὲν οὐ κατὰ μόνας [καταμονάς] τυγχάνωμεν τῷ καιρῷ τῆς παραστάσεως, ἔνδοθεν τὸ σχῆμα τῆς ἱκεσίας ἀνατυπώσωμεν. Εἰ δὲ οὐ πάρεισι τῶν ἐπαίνων οἱ ὑπηρέται, καὶ τὸ ἔξωθεν εἶδος εἰς πρεσβείαν τυπώσωμεν. Ἐν τοῖς γὰρ ἀτελέσι πολλάκις ὁ νοῦς τῷ σώματι συσχηματίζεται· πάντες μέν, ἐπὶ πλείω δὲ οἱ τὴν ἄφεσιν τοῦ χρέους λαβεῖν πρὸς βασιλέα πορευόμενοι, ἀμυθήτου συντριμμοῦ δέονται. Ἐὰν ἐν εἰρκτῇ ἔτι τυγχάνωμεν, ἀκούσωμεν τοῦ λέγοντος Πέτρῳ· ζῶσαι λέντιον ὑποκοῆς, καὶ ἀπόδυσαι τὰ θελήματά σου, καὶ γυμνὸς τούτων πρόσελθε Κυρίῳ ἐν προσευχῇ σου· τὸ αὐτοῦ μόνου ἐπικαλούμενος θέλημα, καὶ τότε λήψῃ Θεὸν τὸν τῆς σῆς ψυχῆς κατέχοντα οἴακα, καὶ ἀκινδύνως κυβερνώντα σε· ἀναστὰς ἐκ φιλοκοσμίας καὶ φιληδονίας, ἀπόῤῥιψε φροντίδας· ἀπόδυσαι ἐννοίας· ἀπάρνησαι σῶμα· οὐδὲν γὰρ ἕτερόν ἐστι προσευχή, εἰ μὴ κόσμου ὁρατοῦ καὶ ἀοράτου ἀλλοτρίωσις. Τὶ γὰρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; Οὐδέν. Καὶ παρὰ σοῦ τὶ ἠθέλησα ἐπὶ τῆς γῆς; Οὐδέν, ἀλλ’ ἢ ἀπερισπάστως διὰ παντὸς ἐν προσευχῇ προσκολλᾶσθαί σοι. Τισὶ μὲν πλοῦτος, ἑτέροις δόξα, ἄλλοις δὲ κτῆσις ἐραστὴ καθέστηκεν· «Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἐπιθυμητὸν ἐστι, καὶ τίθεσθαι ἐν αὐτῷ τὴν ἐλπίδα τῆς ἀπαθείας μου». Πίστις προσευχὴν ἐπτέρωσε· χωρὶς γὰρ ταύτης εἰς οὐρανὸν πετασθῆναι οὐ δύναται. Αἰτήσωμεν οἱ ἐμπαθεῖς ἐπιμόνως τὸν Κύριον· πάντες γὰρ οἱ ἐμπαθεῖς ἐξ ἐμπαθείας εἰς ἀπάθειαν προέκοψαν. Εἰ καὶ μὴ τὸν Θεὸν φοβεῖται ὁ κριτής, ἀλλὰ γε διὰ τὸ κόπου αὐτῷ παρέχειν δι’ ἁμαρτίας, καὶ πταίσματος χηρεύσασαν ἐξ αὐτοῦ ψυχήν, ποιήσει τὴν ἐκδίκησιν αὐτῆς ἐκ τοῦ ἀντιδίκου αὐτῆς σώματος, καὶ τῶν πολεμίων αὐτοῦ πνευμάτων. Τοὺς μὲν εὐγνώμονας ὁ ἀγαθὸς ἡμῶν πραγματευτὴς διὰ τῆς συντόμου τοῦ αἰτήματος παροχῆς, πρὸς τὴν ἑαυτοῦ ἀγάπην ἐφέλκεται· τὰς δὲ ἀγνώμονας τῶν κυνῶν ψυχὰς διὰ τῆς πείνης καὶ τῆς τοῦ αἰτήματος δίψης πρὸς αὐτὸν παρακεθέζεσθαι διὰ προσευχῆς παρασκευάζει. Ο γὰρ ἀγνώμων κύων κομισάμενος ἄρτον εὐθέως ἀναχωρεῖ τοῦ δεδωκότος. Μὴ λέγε χρονίζων ἐν τῇ δεήσει μηδὲν κατωρθωκέναι· ἤδη γὰρ καὶ κατώρθωκας. Τὶ γὰρ καὶ ὑψηλότερον ἀγαθὸν τοῦ τῷ Κυρίῳ προσκολλᾶσθαι, καὶ ἐν τῇ πρὸς αὐτὸν ἑνώσει ἀδιαλείπτως προσκαρτερεῖν. Οὐχ οὕτως κατάκριτος δέδοικε τῆς ἑαυτοῦ τιμωρίας τὴν ἀπόφασιν, ὡς ὁ προσευχῆς ἐπιμελούμενος τὴν ταύτης παραστάσιν. Ὅθεν εἰ σοφὸς τις καὶ ἀγχίνους ὑπάρχει ἐκ τῆς ἐκείνης μνήμης, πᾶσαν λοιδορίαν, καὶ ὀργήν, καὶ μέριμναν, καὶ ἀσχολίαν, καὶ θλίψιν, καὶ κόρον, καὶ πειρασμόν, καὶ λογισμὸν ὑποστρέφεσθαι δύναται. Προπαρασκευάζου διὰ ἐννάου ἐν ψυχῇ προσευχῆς πρὸς τὴν παράστασιν τῆς σῆς ἱκεσίας, καὶ συντόμως προκόψεις.

Ἑώρακα ἐν ὑπακοῇ ἐξαστράπτοντας, καὶ τῆς κατὰ νοῦν ὅση δύναμις μνήμης Θεοῦ μὴ ἀμελοῦντας ἀθρόον ἐπὶ προσευχὴν παρασταθέντας, καὶ συντόμως τοῦ ἑαυτῶν νόον περιγενομένους καὶ κρουνηδὸν δάκρυα προχεομένους. Προπαρεσκευασμένα γὰρ ὑπὸ τῆς ὅσιας ὑποκοῆς ἐτύγχανον· τῇ μὲν μετὰ πλήθους ψαλμῳδία, αἰχμαλωσίαι καὶ ρεμβασμοὶ παρέπονται· τῇ δὲ ἰδιαζούσῃ οὐχ οὕτως· ἀλλὰ τῇ μὲν ἀκηδία πολεμεῖ, τῇ δὲ προθυμίᾳ συνεργεῖ. Ἀγάπην μὲν στρατευομένου πρὸς βασιλέα ἀνέδειξε πόλεμος· ἀγάπην δὲ μοναχοῦ πρὸς Θεὸν ἤλεγξε προσευχῆς καιρὸς καὶ παράστασις· τὴν σεαυτοῦ κατάστασιν, ἡ σὴ προσευχὴ ἐμφανίσει σοι· ἔσοπτρον γὰρ αὐτὴν τοῦ μοναχοῦ οἱ θεολόγοι ἐκεῖνοι ἐκδεδώκασιν· ὁ τὸν τυχὸν μετερχόμενος ἔργον καὶ προσευχῆς ὥρας καταλαμβανομένης ἐν αὐτῷ προσασχολούμενος, ὑπὸ δαιμόνων ἐμπαίζεται. Σκοπὸς γὰρ τοῖς κλέπταις ὥραν δι’ ὥρας ἐξ ἡμῶν ἀποσυλῆσαι. Μὴ παραιτούμενος, καὶ ὑπὲρ ψυχῆς προσεύχεσθαι, κἂν προσευχὴν μὴ κέκτησαι· ἡ γὰρ πίστις πολλάκις τοῦ αἰτοῦντος καὶ τὸ εὐχόμενον μετὰ συντριμμοῦ ἔσωσε. Μὴ ἐπαίρου ὑπὲρ ἄλλων δεόμενος καὶ εἰσακουόμενος· ἡ γὰρ ἐκείνων πίστις ἐνήργησε καὶ ἴσχυσε. Παῖς μὲν πᾶς πᾶσαν, ἥνπερ ἐκ τοῦ παιδτρίβου μεμάθηκε σοφίαν, καθ’ ἡμέραν ἀπαραλείπτως ὑπ’ αὐτοῦ ἐκζητηθήσεται· νοῦς δὲ πᾶς, ἥνπερ δύναμιν ἐκ Θεοῦ εἴληφεν, ἐν πάσῃ προσευχῇ ἀπαιτηθήσεται· διὸ προσεκτέον, ὅταν νηφόντως προσεύξῃ, θᾶττον εἰς ὄργας πολεμηθήσῃ. Σκοπὸς γὰρ οὗτος τῶν ἐχθρῶν ἡμῶν· πᾶσαν μὲν ἀρετήν, ἐπὶ πλείω δὲ τὴν προσευχὴν αἰσθήσει προσεύχεται, ὅταν θυμοῦ κρείττων γένηται· τὰ πολλαῖς ἱκεσίαις καὶ χρόνοις περιποιουμένα μόνιμα. Ὁ κύριον κτησάμενος, οὐκ ἔτι ἑαυτοῦ ἐν προσευχῇ τὸν μῦθον ὑφηγήσεται· τὸ γὰρ πνεῦμα τότε ἐντυγχάνει ὑπὲρ αὐτοῦ ἐν ἑαυτῷ στεναγμοῖς ἀλαλήτοις. Πᾶσαν αἰσθητὴν φαντασίαν ἐν τῇ προσευχῇ μὴ προσδέξῃ, ἵνα μὴ ἔκστασιν ὑποστῇς· ἀπαλλαγὴ ἀμφιβολίας, ἄδηλου δήλωσις ἄσειστος.

Ἐλεήμων γίνου σφόδρα προσευχῆς ἐπιμελούμενος· ἐν αὐτῇ γὰρ μοναχοὶ τὰ ἑκατονταπλασίονα λήψονται· τὸ δὲ ἑξῆς ἐν τῷ ἑξῆς. Πῦρ μὲν ἐπιδημῆσαν ἐν καρδίᾳ προσευχὴν ἀνέστησε· ταύτης διεγερθείσης, καὶ εἰς οὐρανὸν ἀναληφθείσης πυρὸς ἐν ἀνωγέω ψυχῆς καταβάσις γέγονε. Φασὶ μὲν τινες κρεῖττον εἶναι προσευχὴν μνήμης ἐξόδου· ἐγὼ δὲ μιᾶς ὑποστάσεως δύο οὐσίας ὑμνῶ. Ἵππος μὲν δόκιμος κατὰ πρόσβασιν διαθερμαίνεσθαι, καὶ τῷ δρόμῳ προστιθέναι πέφυκε· δρόμον δὲ νοῶ, ὑμνῳδίαν· ἵππον δὲ τὸ ἀνδρεῖον νοῦν· πόῤῥωθεν ὁ τοιοῦτος ὀσφραίνεται πολέμου, καὶ προπαρασκευασθεὶς μένει λοιπὸν εἰς ἅπαν ἀνίκητος. Χαλεπὸν ἐκ στόματος διψῶντος ὕδωρ ἀφαρπάσαι· χαλεπώτερον δὲ ψυχὴν μετὰ κατανύξεως προσευχομένην, πρὶν τῆς ταύτης περαιώσεως ἑαυτὴν τῆς παραστάσεως, τῆς πολυποθήτου ἀποκόψαι· μὴ ἀποπηδήσῃς ἄχρις οὗ τὸ πῦρ καὶ τὸ ὕδωρ οἰκονομικῶς ὑπολήξαντα ἴδῃς· οὐ γὰρ λήψῃ καιρὸν τοιοῦτον πρὸς ἄφεσιν πταισμάτων ἴσως ἐν πάσῃ τῇ ζωῇ σου· ὁ προσευχῆς γευσάμενος, ὑπὸ λόγου ἑνὸς πολλάκις προερχομένου, τὸν νοῦν ἐμόλυνε, καὶ ἐν προσευχῇ παραστάς, τὸ ποθούμενον οὐχ εὗρε συνήθως· ἄλλο ἐπισκοπεῖν συχνοτέρως τῇ καρδίᾳ· καὶ ἄλλο ἐπισκοπεῦσαι καρδίας διὰ νοὸς ἄρχοντος, καὶ ἀρχιερέως λογικὰς θυσίας Χριστῷ προσάγοντος· τοὺς μέν, ὣς φησὶ τις τῶν θεολογίας προσηγορίαν λαχόντων, τὸ ἅγιον καὶ ὑπερουράνιον πῦρ ἐπιδημοῦν καταφλέγει, διὰ τὸ ἔτι ἐλλιπὲς τῆς καθάρσεως· τοὺς δὲ πάλιν φωτίζει διὰ τὸ μέτρον τῆς τελειότητος· τὸ αὐτὸ γὰρ πῦρ καταναλίσκον καὶ φωτίζον φῶς ὀνομάζεται· ὅθεν καὶ τινες ἐκ προσευχῆς ἐξιόντες ὡς ἀπὸ πυρὸς καμίνου ποιοῦνται τὴν ἔξοδον· κουφισμὸν ῥύπου τινὸς καὶ ὕλης αἰσθόμενοι· ἕτεροι δὲ ὡς ἐκ φωτὸς πεφωτισμένοι, καὶ διπλοΐδα ταπεινώσεως καὶ ἀγαλλιάσεως ἠμφιεσμένοι. Οἱ γὰρ ἐκτὸς τῶν δύο τούτων ἐνεργειῶν ἐκ προσευχῆς ἐξεληλυθότες σωματικῶς, ἵνα μὴ εἴπω, Ἰουδαϊκῶς προσηύξαντο, καὶ οὐ πνευματικῶς. Εἰ σῶμα σώματος προσψαῦον ἀλλοιοῦται τῇ ἐνέργεια, πῶς δ’ ἂν καὶ οὐκ ἀλλοιωθήσεται ὁ Θεοῦ σώματος ἀθῴοις χερσὶ προσψαύων;

Ἔστι κατὰ τὸν ἐπὶ γῆς βασιλέα, καὶ τὸν ἡμέτερον πανάγαθον βασιλέα θεάσασθαι, ποτὲ μὲν δι’ ἑαυτοῦ, ποτὲ δὲ διὰ φίλου. Ἄλλο τε δὲ διὰ δούλου· ἔστι δὲ ὅτε καὶ ἀγνώστως τὰς αὐτοῦ δωρεὰς τοῖς στρατιώταις αὐτοῦ χαριζόμενον· λοιπὸν δὲ καὶ κατὰ τὸν χιτῶνα τῆς προσούσης ἡμῖν ταπεινώσεως ὥσπερ τῷ ἐπὶ γῆς βασιλεῖ ὁ αὐτῷ παριστάμενος, καὶ τὸ πρόσωπον τὸ οἰκεῖον ἀποστρέφων, καὶ τοῖς ἐχθροῖς τοῦ δεσπότου διαλεγόμενος βδελυκτός· οὕτως ὑπὸ Κυρίου βδελύσσεται ὁ ἐν προσευχῇ παριστάμενος, καὶ ἀκαθάρτους λογισμοὺς προσλαμβανόμενος ἐρχομένου τοῦ κυνὸς [ἐρχόμενον τὸν κυνά] τῷ ὅπλῳ δίωκε· καὶ ὁσάκις ἀναιδεύεται, μὴ ἐνδώσεις αὐτῷ· αἴτει διὰ πένθους, ζήτει δι’ ὑπακοῆς· κροῦε διὰ μακροθυμίας· οὐ γὰρ οὕτως αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Φυλάττου μή, ὡς ἔτυχεν, ὑπὲρ εὔξασθαι θήλεως ἐν προσευχῇ σου, μήπως ἐκ δεξιῶν συληθήσῃ. Μὴ θέλε τὰς σωματικὰς πράξεις ἐξαγορεύειν, ὣς εἰσιν, ἵνα μὴ ἑαυτῷ ἀντεπίβουλος γίνῃ. Μὴ γένηταί σοι ὁ τῆς προσευχῆς καιρός, σκέψεως ἀναγκαίων καὶ πνευματικῶν πραγμάτων ὥρα. Εἰ δὲ μὴ τὸ κρεῖττον ἐκλάπης, ὁ κρατῶν ἀπαύστως τὴν τῆς προσευχῆς βακτηρίαν, οὐ προσκόψει. Εἰ δὲ καὶ συμβῇ, ὅμως οὐ πεσεῖται εἰς τέλος· προσευχὴ γὰρ ἐστι Θεοῦ τυραννὶς εὐσεβής, τὴν ταύτης ὠφέλειαν ἐκ τῶν δαιμονικῶν ἐμποδίων ἐν καιρῷ συνάξεως τεκμαιρόμεθα. Τὸν δὲ ταύτης καρπὸν ἐκ τῆς τοῦ ἐχθροῦ ἥττης· «Ἐν τούτῳ γὰρ ἔγνων, ὅτι τεθέληκάς με, ὅτι οὐ μὲ ἐπιχάρῃ ἐν καιρῷ πολέμου ἐχθρὸς μου ἐπ’ ἐμέ». Ἐκέκραξα, φησὶν ὁ Ψάλλων, ἐν ὅλη καρδίᾳ μου· τοῦτ’ ἔστι, σώματι, καὶ ψυχή, καὶ πνεύματι. Ὅπου γὰρ εἰσι δύο οἱ ἔσχατοι συνειλεγμένοι, ἐκεῖ ἐστιν ὁ Θεὸς ἐν μέσῳ αὐτῶν. Οὐδὲ τὰ κατὰ σῶμα, οὐδὲ τὰ κατὰ πνεῦμα πάντα ὅμοια. Τισὶ μὲν γὰρ τὸ σύντομον· τισὶ δὲ τὸ σχολαιότερον ἐν τῇ ψαλμῳδίᾳ συνέρχεται· οἱ μὲν γὰρ τῇ αἰχμαλωσίᾳ, οἱ δὲ τῇ ἀμαθίᾳ λέγουσι πολεμεῖν. Ἐὰν ἀδιαλείπτως κατὰ τῶν σῶν ἐχθρῶν ἐντυγχάνῃς τῷ βασιλεῖ, ἡνίκα πρὸς σὲ παραγίνωνται, θάρσει, οὐ κοπιάσεις· αὐτοὶ γὰρ ἐφ’ ἑαυτοῖς συντόμως σου ἀποστήσονται· οὐ γὰρ θέλουσιν οἱ ἀνόσιοι καθορᾶν σε στέφανον λαμβάνειν διὰ προσευχῆς ἐκ τῆς πρὸς αὐτοὺς μάχης· πρὸς σὲ τούτοις, καὶ ὡς ἀπὸ πυρὸς μαστιζόμενοι ὑπὸ τῆς προσευχῆς φεύξονται. Ἀνδρείαν κτῆσαι πᾶσαν, καὶ ἕξεις Θεὸν διδάσκαλον προσευχῆς σου. Οὐκ ἔστι τὸ βλέπειν, διὰ λόγου μανθάνειν, τῇ φύσει γὰρ ἕπεται· οὐδὲ προσευχῆς κάλλος δι’ ἑτέρας διδαχῆς· αὐτῇ γὰρ ἐφ’ ἑαυτῆς διδάσκαλον τὸν Θεὸν ἔχει τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν, καὶ διδόντα εὐχὴν τῷ εὐχομένω, καὶ εὐλογοῦντα ἔτη δικαίων.



Ἑπόμενο: ΛΟΓΟΣ ΚΘ’ – Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπαθείας, καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς πρὸ τῆς κοινῆς ἀναστάσεως.
Προηγούμενο: Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος