Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Προτροπὴ ἐπίτομος καὶ ἰσοδύναμος τῶν διὰ πλώτους εἰρημένων.
Προηγούμενο: ΛΟΓΟΣ ΚΘ’ – Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπαθείας, καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς πρὸ τῆς κοινῆς ἀναστάσεως.
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

ΛΟΓΟΣ Λ’ – Περὶ τοῦ συνδέσμου τῆς ἐναρέτου τριάδος ἐν ἀρεταῖ

ς Νυνὶ δὲ λοιπόν, μετὰ πάντα τὸ προειρημένα, μένει τὰ τρία ταῦτα, τὰ τὸ σύνδεσμον πάντων ἐπισφίγγοντα καὶ κρατοῦντα, πίστις, ἐλπίς, ἀγάπη· Μείζων δὲ πάντων ἡ ἀγάπη· Θεὸς γὰρ ὀνομάζεται. Πλὴν ἔγωγε τὴν μὲν ἀκτῖνα ὁρῶ, τὴν δὲ φῶς, τὴν δὲ κύκλον· πάντα δὲ ἓν ἀπαύγασμα καὶ μίαν λαμπρότητα. Ἡ μὲν γὰρ πάντα δύναται καὶ ποεῖν, καὶ δημιουργεῖν· τὴν δὲ ἔλεος Θεοῦ περικυκλοῖ, καὶ ἀκαταίσχυντον ποιεῖ· ἡ δὲ οὐδὲ πίπτει οὐδ’ ἑστήκει τοῦ θέειν· οὐδὲ τὸν τρωθέντα ἠρεμεῖν λοιπὸν τῆς μακαρίας μανίας ἐᾷ. Ο περὶ ἀγάπης Θεοῦ λέγειν βουλόμενος, περὶ Θεοῦ λέγειν ἐπεχείρησε. Περὶ Θεοῦ δὲ λόγος διεξιέναι, σφαλερὸν καὶ ἐπικίνδυνον τοῖς μὴ προσέχουσιν. Ο περὶ ἀγάπης λόγος, ἀγγέλοις γνώριμος· κἀκείνοις κατὰ τὴν ἐνέργειαν τῆς ἐλλάμψεως· Ἀγάπη ὁ Θεὸς ἐστιν, ὁ ὅρον δὲ τούτου λέγειν βουλόμενος, ἐν ἀβύσσῳ τυφλώττων τὸν ψάμμον μετρεῖ.

Ἀγάπη κατὰ μὲν ποιότητα ὁμοίωσις Θεοῦ, καθ’ ὅσον βροτοῖς ἐφικτόν. Κατὰ δὲ ἐνέργειαν μέθη ψυχῆς· κατὰ δὲ τὴν ἰδιότητα πηγὴ πίστεως, ἄβυσσος μακροθυμίας, θάλασσα ταπεινώσεως· ἀγάπη ἐστὶ κυρίως ἀπόθεσις παντοίας ἐναντίας ἐννοίας· εἴπερ ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν. Ἀγάπη, καὶ ἀπάθεια, καὶ υἱοθεσία, τοῖς ὀνόμασι, καὶ μόνοις διακέκριται. Ὡς φῶς, καὶ πῦρ, καὶ φλὸξ εἰς μίαν συντρέχουσιν ἐνέργειαν, οὕτω καὶ περὶ τούτων νόει. Κατὰ τὸ μέτρον τῆς ἐλλείψεως ἐνυπάρχει φόβος· ὁ γὰρ φόβου χωρὶς ἀγάπης πεπλήρωται, ἢ τὴν ψυχὴν νενέκρωται· οὐδὲν τὸ δυσχερὲς ἀπὸ τῶν ἀνθρωπίνων καὶ πόθου, καὶ φόβου, καὶ σπουδῆς, καὶ ζήλου, καὶ δουλείας, καὶ ἔρωτος Θεοῦ παραθεῖναι εἰκόνας. Μακάριος ὅστις τοιοῦτον πρὸς Θεὸν ἐκτήσατο ἔρωτα, οἷον μανικὸς ἐραστὴς πρὸς τὴν ἑαυτοῦ ἐρωμένην κέκτηται. Μακάριος ὁ οὕτως φοβηθεὶς τὸν Κύριον, ὡς δικαστὴν κατάδικοι δεδοίκασι· μακάριος ὁ οὕτως σπουδαῖος γενόμενος ἐν τῇ ὄντως σπουδῇ, ὡς εὐγνώμονες δοῦλοι πρὸς τὸν οἰκεῖον κύριον. Μακάριος ὃς οὕτως ζηλωτὴς ἐν ἀρεταῖς γέγονεν, ὡς οἱ περὶ τὰς ἑαυτῶν ὁμοζύγους ἐκ ζήλου νήφοντες. Μακάριος ὁ οὕτως Κυρίῳ ἐν προσευχῇ παριστάμενος, ὡς ὑπηρέται βασιλεῖ παρεστήκασι. Μακάριος ὁ Κύριον, ὡς ἀνθρώπους ἀποθεραπεύειν ἀνελλιπῶς ἀγωνιζόμενος· οὐχ οὕτως μήτηρ ὑπομαζίῳ ὡς ἀγάπης υἱὸς τῷ Κυρίῳ προσκολλᾶσθαι πέφυκε πάντοτε. Ὁ ὄντως ἐρῶν ἀεὶ τὸ τοῦ ἐνηδόνως περιπτύσσεται ὁ τοιοῦτος. Οὐκ ἔτι οὐδέ, καθ’ ὕπνους ἠρεμεῖν τοῦ πόθου δύναται· ἀλλὰ κακεῖσε πρὸς τὸ ποθούμενον ἀδολεσχεῖ. Οὕτως ἐπὶ σωμάτων, οὕτως ἐπὶ ἀσωμάτων πέφυκε γίνεσθαι. Τρωθεὶς τις περὶ ἑαυτοῦ ἔλεγεν, ὅπερ θαυμάζω, ὡς Ἐγὼ καθεύδω διὰ τὴν χρείαν τῆς φύσεως, ἡ δὲ καρδία μοὺ ἀγρυπνεῖ διὰ τὸ πλῆθος τοῦ ἔρωτος. Σημειωτέον σοι, ᾧ πισυνέ, ὅτι περ μετα τούτων θηρίων παρὰ τῆς ἐλάφου ψυχῆς ὄλεθρον, τότε ἐπιποθεῖ καὶ ἐκλείπει πρὸς Κύριον πυρὶ τῆς ἀγάπης, ὡς ὑπὸ ἰοῦ βαλλομένη. Ἡ μὲν τῆς πείνης ἐνέργεια ἄδηλός τις καὶ ἀσήμαντος· ἡ δὲ τῆς δίψης ἐπιτατικὴ τις καὶ προφανής, καὶ τοῦ φλογμοῦ πᾶσι σημαντική· διὰ τοῦτό φησιν ὁ Θεὸν ποθῶν· Ἐδίψησεν ἡ ψυχὴ μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα. Εἰ πρόσωπον φιλουμένου ἐναργῶς ὅλους ἡμᾶς μεταβάλλει, καὶ φαιδρούς, καὶ ἱλαρούς, καὶ ἄλυπους ἀπεργάζεται· τὶ ἂν καὶ οὐ ποιήσει πρόσωπον Δεσπότου ἐν καθαρᾷ ψυχῇ ἐπιδημίαν ἀοράτως ποιουμένου; Ὁ μὲν φόβος ὅταν αἰσθήσει ψυχῆς γένηται, ἐκτήκειν καὶ κατεσθίειν τὴν ῥυπαρίαν πέφυκε. Καθήλωσον γάρ, φησίν, ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ἡ δὲ ὅσια ἀγάπη ἐνίους μὲν κατεσθίειν εἴωθε, κατὰ τὸν εἰπόντα· «Ἐκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας». Ποτὲ δὲ τινας λαμπρύνειν, καὶ ἀγαλλιᾶσθαι ποιεῖ. Ἐπ’ αὐτῷ γὰρ φησιν· Ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σὰρξ μου· καὶ καρδίας εὐφραινομένης, πρόσωπον θάλλει.

Ὅταν λοιπὸν ὅλος ὁ ἄνθρωπος οἷόν πως συνακραθῇ τῇ τοῦ Θεοῦ ἀγάπῃ, τότε καὶ ἐκτὸς τοῦ ἐν τῷ σώματι ὡς δι’ ἐσόπτρου τινὸς τὴν τῆς ψυχῆς δείκνυσι λαμπρότητα· οὕτως δοξάζεται Μωϋσῆς ὁ θεόπτης ἐκεῖνος. Οἱ τοιοῦτον ἰσάγγελον κατειληφότες, πολλάκις τροφῆς σωματικῆς ἐπιλανθάνονται. Οἶμαι δὲ οὐδὲ συχνότερον ταύτης ὀρέγονται. Καὶ οὐ θαῦμα· εἴπερ καὶ πόθος ἐναντίος πολλάκις τροφὴν διεκρούσατο, οἶμαι τῶν ἀφθάρτων τούτων λοιπόν, μηδέ, ὡς ἔτυχε, τὸ σῶμα νοσηλεύεσθαι· ἡγνίσθη γὰρ καὶ τρόπον τινὰ ἐφθαρτοποιήθη διὰ φλογὸς ἁγνείας διακοψάσης φλόγα. Οἶμαι μηδὲ αὐτὴν βρῶσιν, ἣν προσίενται λοιπὸν μεθ’ ἡδύτητος προσίεσθαι. Ὕδωρ μὲν γὰρ ὑπόγειον ῥίζα φυτοῦ, τούτων δὲ ψυχὴν πῦρ οὐράνιον τρέφειν πέφυκεν· αὔξησις φόβου ἀρχὴ ἀγάπης· τέλος δὲ ἁγνείας ὑπόθεσις θεολογίας. Ὁ Θεῷ τελείως τὰς αἰσθήσεις ἑνώσας τοὺς λόγους αὐτοῦ μυσταγωγεῖται ὑπ’ αὐτοῦ· τούτων γὰρ μὴ συναφθέντων χαλεπὸν περὶ Θεοῦ διαλέγεσθαι. Ἐνούσιος μὲν λόγος τελειοῖ ἁγνείαν, παρουσίᾳ ἑαυτοῦ νεκρώσας τὸν θάνατον· τούτου δὲ νεκρωθέντος, ὁ τῆς θεολογίας μαθητὴς πεφώτισται. Ὁ λόγος Κυρίου ὁ ἐκ Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· ὁ γὰρ Θεὸν μὴ γνοὺς στοχαστικῶς ἀποφθέγγεται· ἁγνεία μαθητὴν θεολόγον εἰργάσατο δι’ ἑαυτοῦ κρατύναντα τῆς τριάδος τῶν τριῶν τὰ δόγματα. Ο ἀγαπῶν τὸν Κύριον, τὸν ἀδελφὸν αὐτοῦ προηγάπησεν. Ἀπόδειξις γὰρ τοῦ προτέρου τὸ δεύτερον. Ὁ ἀγαπῶν τὸν πλησίον οὐδέποτε καταλαλούντων ἀνέξεται· ὡς ἀπὸ πυρὸς μᾶλλον δὲ ἀποφεύξεται. Ὁ λέγων Κύριον ἀγαπᾷν καὶ τῷ ἀδελφῷ αὐτοῦ ὀργιζόμενος, ὅμοιός ἐστι τῷ καθ’ ὕπνους τρέχοντι. Κράτος ἀγάπης ἐλπίς, δι’ αὐτῆς γὰρ τὸν τῆς ἀγάπης μισθὸν ἀπεκδεχόμεθα. Ἐλπὶς ἐστιν ἄδηλου πλούτου πλοῦτος· ἐλπὶς ἐστιν ἀνενδοίαστος πρὸ θησαυροῦ θησαυρός· αὕτη κόπων ἀνάπαυλαι, αὕτη ἀγάπης θύρα, αὕτη κόπων ἀνάπαυλαι, αὕτη ἀγάπης θύρα, αὕτη ἀναιρεῖ ἀπόγνωσιν, αὕτη τῶν ἀπόντων εἰκών· ἐλπίδος ἔλλειψις, ἀγάπης ἀφανισμός, ταύτῃ δέδενται πόνοι, ταύτῃ κρέμανται κόποι· ταύτην κυκλοῖ ἔλεος. Εὔελπις μοναχός, ἀκηδίας σφάκτης, ἐν μαχαίρᾳ ταύτης, ἐκείνην τροπούμενος. Ἐλπίδα τίκτει δώρων Κυρίου πεῖρα· ὁ γὰρ ἄπειρος οὐκ ἀδίστακτος μένει. Ἐλπίδα λύει θυμός· ἡ μὲν γὰρ οὐ καταισχύνει· ἀνὴρ δὲ θυμώδης οὐκ’ εὔσχημων.

Ἀγάπη προφητείας χορηγός· ἀγάπη τεράτων παρεκτική· ἀγάπη ἐλλάμψεως ἄβυσσος. Ἀγάπῃ πηγὴ πυρός· ὅσον ἀναβλύσει, τοσοῦτον τὸν διψῶντα καταφλέξει· ἀγάπη ἀγγέλων στάσις· ἀγάπη προκοπὴ τῶν αἰώνων. Ἀπάγγειλον ἡμῖν, ᾧ καλὴ ἐν ἀρεταῖς, ποῦ ποιμαίνεις τὰ πρόβατά σου, ποῦ κατασκηνοῖς ἐν μεσημβρίᾳ; Φώτισον ἡμᾶς, πότισον ἡμᾶς, ὁδήγησον ἡμᾶς, χειραγώγησον ἡμᾶς, ἐπειδὴ λοιπὸν ἀναβαίνειν πρὸς σὲ βουλόμεθα. Σὺ γὰρ δεσπόζεις πάντων. Νῦν δὲ μου ψυχὴν κεκαρδίωκας, καὶ οὐ δύναμαι κατέχειν σου τὴν φλόγα, ὅθεν ὑμνήσας σε πορεύομαι· Σὺ δὲ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνης, καὶ νεκροῖς· σὺ ταπεινοῖς ὡς τραυματίαν ὑπερήφανον λογισμόν. Ἐν τῷ βραχίονι τῆς δυνάμεως σου διεσκόρπησας τοὺς ἐχθροὺς σου, καὶ ἀπολεμήτους τοὺς σοὺς ἐραστὰς ἀπεργάζῃ. Πῶς δὲ ὁ Ἰακὼβ ἐπὶ τὴν κλίμακά σε ἐστηριγμένην τεθέαται μαθεῖν ἐπείγομαι. Τὶ δὲ ἄρᾳ τὸ εἶδος τῆς τοιαύτης ἀνόδου ἐρωμένῳ φράσον· τὶς δὲ ὁ τρόπος καὶ ὁ ἔρανός σου τῆς τῶν βαθμῶν ἐκείνης συνθέσεως, ἃς ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο ὁ σὸς ἐραστής· τὶς δὲ ὁ ἀριθμὸς τούτων ἐδίψων γνῶναι· ὅσος δὲ ἄρα τοῦ δρόμου χρόνος. Τοὺς γὰρ χειραγωγοὺς ἀπήγγειλεν ὁ μαθὼν σου τὴν πάλην καὶ τὴν ὅρασιν· οὐδὲν δὲ ἕτερον φωτίζειν βεβούληται, μᾶλλον δὲ δεδύνηται, εἰ δέοι μὲ λέγειν οἰκειότερον. Ἡ δὲ ὥσπερ ἐξ οὐρανοῦ μοι φανεῖσα, ἡ βασίλισσα ἔλεγεν· ἐὰν μὴ λυθῇς, ᾧ ἐραστά, τῆς παχύτητος, ἐμὴν ὥραν, ὡς ἐστι, μανθάνειν οὐ δύνασαι. Ἡ δὲ κλῖμαξ τὴν τῶν ἀρετῶν σὲ διδασκέτω πνευματικὴν σύνθεσιν· ἐπ’ αὐτῆς διεστήριγμαι ἐγὼ τῆς κορυφῆς, καθὰ ὁ μέγας μου μύστης ἔφησε. Νῦν δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη.



Ἑπόμενο: Προτροπὴ ἐπίτομος καὶ ἰσοδύναμος τῶν διὰ πλώτους εἰρημένων.
Προηγούμενο: ΛΟΓΟΣ ΚΘ’ – Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπαθείας, καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς πρὸ τῆς κοινῆς ἀναστάσεως.
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος