Κλῖμαξ Ἰωάννου Σιναΐτου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: -
Προηγούμενο: ΛΟΓΟΣ Λ’ – Περὶ τοῦ συνδέσμου τῆς ἐναρέτου τριάδος ἐν ἀρεταῖ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου

Προτροπὴ ἐπίτομος καὶ ἰσοδύναμος τῶν διὰ πλώτους εἰρημένων.

Ἀναβαίνετε, ἀναβαίνετε, ἀναβάσεις προθύμως ἐν καρδίᾳ τιθέμενοι, ἀδελφοί, τοῦ φάσκοντος ἀκούοντες. Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν τοῦ καταρτίζοντος τοὺς πόδας ἡμῶν ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶντος, τοῦ νικῆσαι ἐν τῇ ὁδῷ αὐτοῦ. Δράμετε, δυσωπῶ, μετ’ ἐκείνου τοῦ λέγοντος· Σπουδάσωμεν ἕως οὗ καταντήσωμεν εἰς τὴν ἑνότητα πάντες τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ὃς τριακονταετὴς τῇ ὁρωμένη ἡλικίᾳ βαπτισθείς, τὸν τριακοστὸν βαθμὸν ἐν τῇ νοερᾷ κλίμακι ἐκπληρώσατο· εἴπερ ἡ ἀγάπη ἐστὶν ὁ Θεός· ᾧ ὕμνος, ᾧ κράτος, ᾧ σθένος· ᾧ τὸ πάντων ἀγαθῶν αἴτιον ἔνεστι, καὶ ἦν, καὶ ἔσται εἰς ἀορίστους αἰῶνας.



Ἑπόμενο: -
Προηγούμενο: ΛΟΓΟΣ Λ’ – Περὶ τοῦ συνδέσμου τῆς ἐναρέτου τριάδος ἐν ἀρεταῖ
Πίναξ Περιεχομένων: Κλῖμαξ Ἰωάννου Σιναΐτου
Ἀρχικὴ Σελίδα: Τέρτιος