Συμεὼν Νέου Θεολόγου

ΤΟΜΟΣ ΠΡΩΤΟΣ

Λόγος Α΄. Περί ἀγάπης. Καί ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοί καί αἱ πράξεις. Καί μακαρισμός πρός τούς ἔχοντας τήν ἀγάπην ἐγκάρδιον.

Ἀδελφοί και πατέρες, θέλω πρός ὑμᾶς λαλεῖν τά συντείνοντα πρός ὠφέλειαν ψυχῆς καί αἰδοῦμαι, μάρτυς μου ὁ Χριστός ἡ ἀλήθεια, τήν ἀγάπην ὑμῶν, γινώσκων μου τό ἀνάξιον. Διά τοῦτο γάρ ἀεί σιωπᾶν ἐβουλόμην, ὡς οἶδεν ὁ Κύριος, καί μηδέ ἀνανεύειν τό σύνολον καί πρόσωπον ἀνθρώπου ὁρᾶν, κατακρίνουσαν ἔχων μου τήν συνείδησιν, ὅτι κατετάγην ὅλως ἐγώ προηγεῖσθαι πάντων ὑμῶν ἀναξίως, ὡς τήν ὁδόν ἐπιστάμενος, ὁ μηδέ τά ἐν ποσίν εἰδώς, μηδέ ἀψάμενος ἀκμήν τῆς φερούσης ὁδοῦ πρός τόν Θεόν. Τοίνυν καί λύπη με διά τοῦτο οὐ μικρά καί ἡ τυχοῦσα κατέχει, ὅτι ὁδηγεῖν ὑμᾶς τούς τιμιωτάτους ὁ ταπεινός προκριθείς, οὕς ἔχειν αὐτός ὁδηγούς μᾶλλον ὤφειλον, ὡς πάντων ἔσχατος ὑπάρχων καί χρόνῳ καί ἡλικίᾳ, τόν ἔμπρακτον οὐκ ἔχω καί ἐμμάρτυρον λόγον ἀπό τοῦ βίου εἰς τό παρακαλεῖν ὑμᾶς καί ὑπομιμνήσκειν τά περί τῶν νόμων καί τοῦ θελήματος τοῦ Θεοῦ, ἐπειδή καί περί ὧν λαλεῖν βούλομαι, οἶδα μηδέν ἐξ αὐτῶν διαπραξάμενός ποτε. Οἶδα δέ ἀκριβῶς ὅτι ὁ Κύριος καί Θεός ἡμῶν οὐχί τόν λέγοντα μακαρίζει μόνον, ἀλλά τόν πρό τοῦ εἰπεῖν καί πράξαντα· «Μακάριος γάρ, φησίν, ὁ ποιήσας καί διδάξας· οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·» Τοῦ γάρ τοιούτου διδασκάλου καί οἱ μαθηταί ἀκούοντες, μιμεῖσθαι αὐτόν γίνονται πρόθυμοι καί οὐ τοσοῦτον ἐκ τῶν ἐκείνου λόγων δέχονται τήν ὠφέλειαν, ὅσον ἀπό τῶν καλῶν αὐτοῦ πράξεων διεγείρονται καί τά αὐτά ποιεῖν ἀναγκάζονται, ὅπερ αὐτός ἐγώ ἐν ἐμαυτῷ οὐκ ἐπίσταμαι· οὐδέν γάρ ἀγαθόν ἐμαυτῷ σύνοιδα. Ἀλλά δέομαι καί παρακαλῶ πάντας ὑμᾶς, ἀγαπητοί ἀδελφοί μου, μή εἰς τόν διακεχυμένον μου βίον ὁρᾶν, ἀλλ’ εἰς τά τοῦ Κυρίου προστάγματα καί εἰς τάς τῶν πατέρων ἡμῶν τῶν ἁγίων διδασκαλίας. Οὐδέν γάρ οἱ φωστῆρες ἔγραψαν ἐκεῖνοι, ὅπερ πρότερον οὐκ ἐποίησαν καί ποιήσαντες οὐ κατώρθωσαν.

Τοιγαροῦν καί γενέσθω κοινή μία ἡμῖν ἡ ὁδός, αἱ ἐντολαί τοῦ Χριστοῦ, πρός οὐρανόν ἡμᾶς καί Θεόν ἐπανάγουσαι. Εἰ γάρ καί διαφόρους ὁ λόγος ὁδούς ὑπογράφει, ἀλλ’ οὐ πάντως κατά τήν φύσιν ἐκείνου, κατά δέ τήν ἑκάστου δύναμίν τε καί πρόθεσιν εἰς πολλάς σχίζεσθαι λέγεται. Ἐκ πολλῶν γάρ ἀρχόμενοι καί διαφόρων ἔργων καί πράξεων, ὥσπερ ἐκ τόπων τινῶν καί πολλῶν ἀπαίροντες ἕκαστος πόλεων, εἰς ἕν καταντῆσαι σπουδάζομεν καταγώγιον, τήν βασιλείαν τῶν οὐρανῶν. Πράξεις δέ καί ὁδούς τῶν κατά Θεόν ἀνδρῶν τάς πνευματικάς χρή νοεῖν ἀρετάς, ἐν αἷς οἱ βαδίζειν ἀρξάμενοι πρός ἕνα τρέχειν σκοπόν ὀφείλουσιν, ὅπως ἐκ διαφόρων χωρίων καί τόπων εἰς μίαν συνέλθωσι πόλιν, ὡς εἴρηται, τήν βασιλείαν τῶν οὐρανῶν καί συμβασιλεύειν Χριστῷ ἅμα καταξιωθήσωνται, ὑφ’ ἑνί βασιλεῖ τῷ Θεῷ καί Πατρί γενόμενοι. Πόλιν οὖν ἐνταῦθα μίαν μοι νοήσεις καί οὐ πολλάς, τήν ἁγίαν καί ἀχώριστον τριάδα τῶν ἀρετῶν, μᾶλλον δέ τήν πρώτην τῶν λοιπῶν, ἥν καί λέγουσιν ἐσχάτην, ὡς τέλος τῶν καλῶν οὖσαν καί μείζω πασῶν τυγχάνουσαν, τήν ἀγάπην φημί, ἐξ ἧς καί ἐν ᾗ πίστις πᾶσα τεθεμελίωται καί ἐλπίς ᾠκοδόμηται, καί δίχα ταύτης συνέστη τῶν ὄντων οὐδέν, οὔτε μήν καθόλου συστήσεται. Πολλά δέ ταύτης ὀνόματα, πολλαί αἱ πράξεις αὐτῆς, πλείονα τά γνωρίσματα, τά ἰδιώματα θεῖα καί πλεῖστα, ἡ φύσις δέ μία καί ἐπίσης πάντῃ πᾶσιν ἀπόρρητος, τοῖς τε ἀγγέλοις καί τοῖς ἀνθρώποις καί πάσῃ κτίσει ἑτέρᾳ, τῇ ἴσως ἀγνοουμένῃ ἡμῖν. Ἀκατάληπτος τόν λόγον, τῇ δόξῃ ἀπρόσιτος, ἀνεξιχνίαστος τοῖς βουλεύμασιν, αἰώνιος ὅτι καί ἄχρονος, ἀθεώρητος ὅτι νοεῖται μέν, οὐ καταλαμβάνεται δέ. Πολλά τά κάλλη ταύτης τῆς ἀχειροποιήτου καί καί ἁγίας Σιών, ἅ ὁ βλέπειν ἀρξάμενος οὐκέτι αἰσθηταῖς ἐπευφραίνεται θεωρίαις, οὐκέτι τοῦ κόσμου τούτου τῇ δόξῃ πρόσκειται.

Δότε οὖν μοι ἐκ προοιμίων προσομιλῆσαι αὐτῇ μικρόν καί προσφθέγξασθαι καί τόν πόθον ὡς ἔχω ταύτῃ ἀφοσιώσασθαι. Ἐπειδή, ἀγαπητοί μου πατέρες καί ἀδελφοί, ἐμνήσθην τοῦ κάλλους τῆς ἀμωμήτου ἀγάπης, καί αἴφνης τό φῶς αὐτῆς εὑρέθη ἐν τῇ καρδίᾳ μου καί τῇ γλυκύτητι αὐτῆς συνηρπάγην καί τάς ἔξωθεν αἰσθήσεις ἀπώλεσα, ἔκνους ὅλως τῷ βίῳ γενόμενος, καί τῶν ἐν χερσίν ἐπιλέλησμαι. Μακράν δέ, οὐκ οἶδ’ ὅπως εἰπεῖν, πάλιν ἀπέστη ἀπ’ ἐμοῦ καί τήν ἰδίαν με ἀφῆκε θρηνεῖν ἀσθένειαν. Ὦ ἀγάπη παμπόθητε, μακάριος ὁ σέ ἀσπασάμενος, ὅτι οὐκέτι κάλλος γηγενοῦς ἐμπαθῶς ἐπιθυμήσει ἀσπάσασθαι. Μακάριος ὁ σοί περιπλακείς ἐξ ἔρωτος θείου· ἅπαντα γάρ τόν κόσμον ἀρνήσεται καί παντί πλησιάζων ἀνθρώπῳ οὐδαμῶς μολυνθήσεται. Μακάριος ὁ τά σά κάλλη καταφιλήσας καί κατατρυφήσας αὐτῶν ἐξ ἀπείρου πόθου, ὅτι ψυχικῶς ἁγιασθήσεται ἐκ τοῦ ἀχράντως ἀποστάζοντος ὕδατος καί αἵματος ἀπό σοῦ. Μακάριος ὁ ποθεινῶς σε κατασπασάμενος, ὅτι ἀλλοιωθήσεται τήν καλήν ἀλλοίωσιν πνευματικῶς καί ψυχικῶς εὐφρανθήσεται, ὅτι σύ ὑπάρχεις ἡ χαρά ἡ ἀνεκλάλητος. Μακάριος ὁ σέ κτησάμενος, ὅτι τούς θησαυρούς τοῦ κόσμου εἰς οὐδέν λογισθήσεται, καί γάρ εἶ ὁ πλοῦτος ἀληθῶς ὁ ἀκένωτος. Μακάριος δέ καί τρισμακάριος καί ὅν σύ προσελάβου· ἔσται γάρ ἐν ἀδοξίᾳ τῇ ὁρωμένῃ πάντων ἐνδόξων ἐνδοξότερος καί τιμίων πάντων τιμιώτερος καί σεμνότερος. Ἐπαινετός ὁ καταδιώκων σε, ἐπαινετώτερος ὁ εὑρών σε, μακαριώτερος ὁ ἀγαπηθείς ὑπό σοῦ, ὁ εἰσδεχθείς παρά σοῦ, ὁ διδαχθείς ἀπό σοῦ, ὁ κατοικήσας ἐν σοί, ὁ τραφείς διά σοῦ τροφήν Χριστόν τόν ἀθάνατον, Χριστόν τόν Θεόν ἡμῶν.

Ὦ ἀγάπη θεία, ποῦ Χριστόν περιέχεις; Ποῦ αὐτόν κατακρύπτεις; Τί τόν τοῦ κόσμου Σωτῆρα λαβοῦσα, μακράν γέγονας ἀφ’ ἡμῶν; Ἄνοιξον καί ἡμῖν τοῖς ἀναξίοις μικράν σου θύραν, ἵνα καί ἡμεῖς ἴδωμεν τόν δι’ ἡμᾶς παθόντα Χριστόν καί πιστεύσωμεν τῷ ἐλέει αὐτοῦ ὡς οὐκέτι ἀποθανοῦμεν ἀφ’ οὐ αὐτόν θεασόμεθα. Ἄνοιξον ἡμῖν ἡ θύρα αὐτῷ γενομένη εἰς τήν διά σαρκός αὐτοῦ ἐπιφάνειαν, ἡ βιασαμένη τά ἄφθονα καί ἀβίαστα σπλάχνα τοῦ ἡμετέρου Δεσπότου εἰς τό βαστάσαι τάς ἁμαρτίας καί τάς νόσους ἁπάντων, καί μή ἀπορρίψῃς ἡμᾶς λέγουσα· «Οὐκ οἶδα ὑμᾶς». Γενοῦ μεθ’ ἡμῶν, ἵνα γνωρίσῃς ἡμᾶς· ἀγνώριστοι γάρ σοι τυγχάνομεν. Ἐνοίκησον ἐν ἡμῖν, ἵνα διά σέ καί ἡμᾶς τούς ταπεινούς ὁ Δεσπότης ἐλθών ἐπισκέψηται προϋπαντώμενος παρά σοῦ - ἡμεῖς γάρ εἰς ἅπαν ἀνάξιοι -, ὡς ἄν προσμείνῃ μικρόν ὁμιλῶν σοι καί δέξηται καί ἡμᾶς τούς ἁμαρτωλούς προσπεσεῖν τοῖς ἀχράντοις αὐτοῦ ποσί, καί συλλαλήσῃς περί ἡμῶν ἀγαθά καί πρεσβεύσῃς ἀφεθῆναι τό χρέος ἡμῖν τῶν κακῶν, ὅπως αὐτῷ τῷ Δεσπότῃ δουλεύειν διά σοῦ πάλιν ἐξιωθῶμεν καί ὑπ’ αὐτοῦ προνοώμεθα καί τρεφώμεθα· τό γάρ χρεωστεῖν μέν μηδέν, λιμῷ δέ πτωχείας ἀπόλλυσθαι, παρά μικρόν τῆς ἴσης ἐστί τιμωρίας καί κολάσεως πρόξενον.

Συγχωρηθείημεν παρά σοῦ, ἁγία ἀγάπη, καί διά σοῦ τῶν ἀγαθῶν τοῦ ἡμετέρου Δεσπότου ἐν ἀπολαύσει γενοίμεθα, ὧν οὐδείς, εἰ μή διά σοῦ, γεύσεται τῆς γλυκύτητος. Ὁ γάρ σε ὡς δεῖ μή φιλήσας καί παρά σοῦ μή ἀγαπηθείς ὥσπερ χρή, τρέχει μέν ἴσως, οὐ κατέλαβε δέ ὅμως· πᾶς δέ ὁ τρέχων πρό τοῦ τόν δρόμον τελέσαι ἀμφίβολος. Ὁ δέ καταλαβών σε ἤ καταληφθείς ὑπό σοῦ, πάντως βέβαιος, ἐπειδή τέλος νόμου σύ εἶ, ἡ ἐμέ περικυκλοῦσα, ἡ ἐμέ φλέγουσα καί ἐκ πόνου καρδίας εἰς πόθον ἄπειρόν με Θεοῦ καί τῶν ἐμῶν ἀδελφῶν καί πατέρων ἀνάπτουσα. Σύ γάρ τῶν προφητῶν ἡ διδάσκαλος, τῶν ἀποστόλων ἡ σύνδρομος, τῶν μαρτύρων ἡ δύναμις, τῶν πατέρων καί διδασκάλων ἡ ἔμπνευσις, ἡ πάντων τῶν ἁγίων τελείωσις καί ἡ ἐμή νῦν πρός τήν παροῦσαν διακονίαν προχείρισις.

Ἀλλά σύγγνωτέ μοι, ἀδελφοί, τῆς κατηχήσεως τοῦ λόγου παρακινηθέντι μικρόν, τοῦ πόθου τῆς ἀγάπης τοῦτο ποιήσαντος. Ἐμνήσθην γάρ αὐτῆς καί «ἐφράνθη μου ἡ καρδία» κατά τόν θεῖον Δαυίδ καί εἰς ὕμνον ἐτράπην τῶν θαυμασίων αὐτῆς. Τοιγαροῦν ἀξιῶ καί τήν ὑμετέραν ἀγάπην ὀπίσω καταδιῶξαι αὐτῆς, ὅση δύναμις, καί καταλαβεῖν αὐτήν μετά πίστεως τρέχοντας, καί τῶν ἐλπίδων ὑμῶν οὐδαμῶς διαμάρτητε. Πᾶσα γάρ σπουδή καί πᾶσα ἄσκησις μετά καμάτων πολλῶν ἡ μή καταντῶσα εἰς τήν ἀγάπην ἐν συντετριμμένῳ τῷ πνεύματι, ματαία ἐστί καί εἰς οὐδέν καταλήγουσα χρήσιμον. Οὐδέ γάρ ἐν ἄλλῃ τινί ἀρετῇ ἤ καί πληρώσει κυριακῆς ἐντολῆς δύναταί τις γνωρίζεσθαι Χριστοῦ μαθητής· «Ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοί μαθηταί ἐστε, ἐάν ἀγαπᾶτε ἀλλήλους». Ταύτης ἕνεκα ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν, δι’ ἥν ἐνανθρωπήσας, πάντα ὑπέμεινεν ἑκουσίως τά ζωοποιά πάθη, ἵνα τό οἰκεῖον πλάσμα, τόν ἄνθρωπον, τῶν δεσμῶν ἐλευθερώσῃ τοῦ ᾅδου καί ἀναλαβών εἰς οὐρανούς ἀναγάγῃ. Ταύτης ἕνεκα τόν ἀκατάπαυστον ἐκεῖνον ἔδραμον οἱ ἀπόστολοι δρόμον καί τήν ἅπασαν οἰκουμένην τῷ ἀγκίστρῳ καί τῇ σαγήνῃ τοῦ λόγου σαγηνεύσαντες, ἀπό τοῦ βυθοῦ τῆς εἰδωλομανίας ἀνέσπασαν καί πρός τόν λιμένα τῆς βασιλείας τῶν οὐρανῶν ἀνεσώσαντο. Ταύτης ἕνεκα οἱ μάρτυρες τά αἵματα ἑαυτῶν ἐκένωσαν, ἵνα μή Χριστόν ἀπολέσωσι. Διά ταύτην οἱ θεοφόροι πατέρες ἡμῶν καί τῆς οἰκουμένης διδάσκαλοι τάς ἑαυτῶν ψυχάς ὑπέρ τῆς καθολικῆς καί ἀποστολικῆς Ἐκκλησίας προθύμως ἔθηκαν· καί ἡμεῖς οἱ εὐτελεῖς ὑπεισήλθομεν τήν προστασίαν ὑμῶν τῶν τιμιωτάτων πατέρων καί ἀδελφῶν ἡμῶν, ὡς ἄν πάντα, κατά τόν ἐνόν ἐκείνους ἐκμιμούμενοι, δι’ ὑμᾶς πάθωμέν τε καί ὑπομείνωμεν καί πρός οἰκοδομήν ὑμῶν καί ὠφέλειαν ἐκτελέσωμεν, ἵνα παραστήσωμεν ὑμᾶς θύματα τέλεια, ὁλοκαυτώματα λογικά, τῇ τραπέζῃ Θεοῦ. Ὑμεῖς γάρ ἐστε τά τέκνα τοῦ Θεοῦ, ἅ μοι δέδωκεν ὁ Θεός ὡς παιδία, τά ἐμά σπλάχνα, οἱ ἐμοί ὀφθαλμοί. Ὑμεῖς ἐστε τό ἐμόν, ἀποστολικῶς εἰπεῖν, καύχημα καί ἡ σφραγίς τῆς ἐμῆς διδασκαλίας.

Σπουδάσωμεν οὖν, ἀγαπητοί μου ἐν Χριστῷ ἀδελφοί, ὥσπερ διά πάντων, οὕτω καί διά τῆς εἰς ἀλλήλους ἀγάπης θεραπεύειν τόν Θεόν καί ὅν ᾑρετίσασθε εἰς τύπον ἔχειν πατρός πνευματικοῦ, εἰ καί τῆς ἀξίας πολύ ἀπολείπομαι, ὡς ἄν χαίρῃ μέν Θεός ἐπί τῇ ὁμονοίᾳ καί τελειώσει ὑμῶν, χαίρω δέ κἀγώ ὁ ταπεινός, ἐπεκτεινομένην ὁρῶν ἀεί τήν προκοπήν τοῦ κατά Θεόν ὑμῶν βίου ἐπί τό κρεῖττον ἐν πίστει, ἐν ἁγνεία, ἐν φόβῳ Θεοῦ, ἐν εὐλαβείᾳ, ἐν κατανύξει καί δάκρυσι, δι’ ὧν ὁ ἔσω καθαίρεται ἄνθρωπος καί πληροῦται φωτός θείου καί ὅλος Πνεύματος Ἁγίου γίνεται ἐν συντρετριμμένῳ ψυχῆς καί καταβεβλημένῳ φρονήματι, καί ἡ χαρά ἡ ἐμή γίνεται εἰς εὐλογίαν ὑμῶν καί προσθήκην ἀνωλέθρου καί μακαρίας ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος΄.Β΄. Περί τοῦ φεύγειν τούς λοιμούς καί φθοροποιούς τῶν ἀνθρώπων καί τούς λόγους αὐτῶν ἀποπέμπεσθαι καί πρός τήν ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι. Ἔτι δέ καί περί τοῦ δεῖν σκοπεῖν εἰ τά τῶν μακαρισμῶν τοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἔχομεν. Καί περί δακρύων καί κατανύξεως.

Ἀδελφοί καί πατέρες, πᾶς ὅστις εὑρεῖν βούλεται τόν Θεόν, ἀπαρνησάσθω ἑαυτόν καί τῆς ἰδίας μή φεισάσθω ψυχῆς, ἀλλ’ ἔχθραν θήτω ἀναμέσον αὐτοῦ καί ἀναμέσον πάντων τῶν κατά σάρκα περιπατούντων. Μή ἐπιστραφήτω τινός τούτων τοῖς δῆθεν παρακλητικοῖς λόγοις καί μή καθίσῃ μετ’ αὐτῶν ἐν καθέδρᾳ, μηδέ ὁμιλείτω ὁμιλίας κακάς, δι’ ὧν ἡ ψυχή φαρμακεύεται καί ἀναγκάζεται τοῖς προτέροις ἐνδιατρίβειν πονηροῖς λογισμοῖς τε καί ἐνθυμήμασιν. Ἄνθρωπε, φοβήθητι τό μετά ἀγκίστρου δέλεαρ καί ἄκουσόν μου καί μακράν γενοῦ ἐξ αὐτῶν. Μή πάλιν καταγάγῃς σεαυτοῦ τήν ψυχήν ἐν τῷ ἅδῃ. Στῆσον τόν λογισμόν σου καί μή πλανᾶσθαι αὐτόν συγχωρῆς εἰς τό ἀκούειν τά μάταια. Μή ἐπιστραφῇς εἰς τά ὀπίσω, μή ὀκνήσῃ ἤ βαρυνθῇς ῥᾳθυμίᾳ, μή δώσῃς ὕπνον σοῖς ὀφθαλμοῖς μηδέ γλυκάνῃς σόν φάρυγγα ἡδονῇ τινος βρώματος, μέχρις ἄν ἴδοις τό δι’ οὐ καί δι’ ὅ ἐκλήθης καί πρός ὅ ἐπείγῃ φθάσαι κατά σκοπόν. Μή παραδέξῃ τόν ὑποβάλλοντά σοι λογισμόν· «Τί δεῖ σοι τοῦ πολλοῦ, φησί, κόπου καί τῆς ἀκαίρου ταλαιπωρίας; Χρόνον ἤδη πεπλήρωκας καί δύο καί τρεῖς, καί οὐδέν ἔγνως ὄφελος». Μή, ἀδελφέ μου, μή ἐμπαγῇς τῇ παγίδι ταύτῃ, μηδέ προδῷς τήν σεαυτοῦ σωτηρίαν, ἀλλά χρῆσαι μᾶλλον εὐτονωτέρᾳ σπουδῇ καί ἀνδρείᾳ εἰς τήν ἐργασίαν τῶν ἀρετῶν, μή ἀπιστῶν τοῖς λόγοις καί διδασκαλίαις τῶν κατά Θεόν σου πατέρων. Θές οὖν ἐν τῇ ψυχῇ σου ἀποθανεῖν πρῶτον ἤ ἀποστῆναι τοῦ ζωηφόρου τούτου ζητήματος· εἰ γάρ ἀδιστάκτως τοῦτο πεποίηκας ἐξ ἀρχῆς, οὐκ ἄν σε ὁ ἀγαθός ὑπερεῖδε Θεός, ἀλλ’ ἔδωκεν ἄν σοι τοῦ ποθουμένου σαφῶς τήν ἀπόλαυσιν.

Τοιγαροῦν εἰ θέλεις ἐπιτυχεῖν ὧν ἐφίεσαι καί ποθεῖς, τῶν ἀγαθῶν λέγω τοῦ Θεοῦ, καί ἐξ ἀνθρώπων γενέσθαι ἄγγελος ἐπίγειος, ἀγάπησον, ἀδελφέ, θλῖψιν σώματος, ἄσπασαι κακοπάθειαν, τούς δέ πειρασμούς οὕτω φίλησον ὡς μέλλοντάς σοι γενέσθαι προξένους παντός ἀγαθοῦ. Τί ὡραιότερον, εἰπέ μοι, θλιβομένης ψυχῆς μετά γνώσεως ὅτι ὑπομένουσα τήν πάντων μέλλει κληρονομῆσαι χαράν; Τί ἀνδρειότερον συντετριμμένης καί τεταπεινωμένης καρδίας, ἥ τάς φάλαγγας τῶν δαιμόνων ἀπονητί τρέπουσα εἰς τέλος ἀποδιώκει; Τί ἐνδοξότερον πτωχείας πνευματικῆς τῆς προξένου τῆς βασιλείας τῶν οὐρανῶν, ἧς τί ἄν καί ἔσται ἀντάξιον ἤ νῦν ἤ ἐν τῷ αἰῶνι τῷ μέλλοντι; Τό δέ καί ἑαυτοῦ μή μεριμνᾶν ἕνεκέν τινος τῶν γηῒνων, ἀλλ’ ὅλην ἔχειν τήν διάνοιαν πρός Χριστόν, πόσων τοῦτο οἴει εἶναι πρόξενον ἀγαθῶν αἰωνίων, ὅσης τῆς ἀγγελικῆς καταστάσεως; Τό δέ καί πάντων ὁμοῦ τῶν προσκαίρων καταφρονεῖν καί αὐτῶν εἰπεῖν τῶν τοῦ σώματος ἀναγκαίων χρειῶν, ὡς μή φιλονεικεῖν ὑπέρ τούτων μετά τινος διά τό τήν εἰρήνην καί τήν ἀγάπην ἐν ἀταράχῳ ψυχῆς καταστήματι ἀμείωτον συντηρεῖν, ποίων τῶν ἀμοιβῶν, τίνων δέ τῶν στεφάνων καί τῶν βραβείων οὐκ ἔστιν ἐπάξιον; Ὄντως ὑπέρ φύσιν ἡ ἐντολή καί ὑπέρ λόγον αἱ ἀμοιβαί, Χριστός τά πάντα ἀντί πάντων τούτοις γενήσεται. Χριστόν δέ ἀκούων μή τῇ τοῦ λόγου ἁπλότητι καί τῇ βραχύτητι τῆς λέξεως πρόσεχε, ἀλλά τήν τῆς Θεότητος ἐννόει μοι δόξαν, τήν ὑπέρ νοῦν καί διάνοιαν, τό ταύτης κράτος τό ἄφραστον, τό ἀμέτρητον ἔλεος, τόν ἀκατάληπτον πλοῦτον, ἅ δαψιλῶς τε καί φιλοτίμως αὐτοῖς δίδωσι, καί ταῦτα τούτοις ἀντί πάντων ἀρκεῖ, ὡς δεξαμένοις αὐτόν ἐκεῖνον ἐν ἑαυτοῖς, τόν αἴτιον καί βραβευτήν παντός ἀγαθοῦ· οὐδέ γάρ ἐπεθύμησέ τινος ἑτέρου ὁ αὐτόν ἰδεῖν καί θεάσασθαι καταξιωθείς, οὐδ’ ὁ τῆς ἀγάπης ἔμπλεως γεγονώς τοῦ Θεοῦ ἄλλον τινά ἐπί γῆς ἀγαπῆσαι πλέον ἠνέσχετο.

Τοιγαροῦν σπουδάσωμεν, ἀγαπητοί μου ἀδελφοί, τόν Χριστόν εὑρεῖν καί ἰδεῖν αὐτόν, ὁποῖός ἐστι τό κάλλος καί τήν τερπνότητα, ἐπειδή καί πολλούς ὁρῶμεν τῶν ἀνθρώπων δι’ ἑπιθυμίαν προσκαίρων τινῶν κόπους καί πόνους πολλούς ὑπομένοντας καί μακράς ἀποδημίας ποιουμένους, οὐ μόνον δέ ἀλλά καί γυναικός καί τέκνων καί πάσης ἄλλης δόξης καί τρυφῆς καταφρονοῦντας καί μηδέν ἕτερον τοῦ ἰδίου προτιμωμένους θελήματος, ὥστε μή ἀποτυχεῖν τοῦ ἰδίου σκοποῦ. Καί εἰ διά πρόσκαιρα καί φθαρτά τόν ὅλον ἀγῶνα καί αὐτήν τίθενται τήν ψυχήν τῶν ἀνθρώπων τινές, ἡμεῖς ὑπέρ τοῦ Βασιλέως τῶν βασιλευόντων καί Κυρίου τῶν κυριευόντων καί κτίστου καί ἐξουσιαστοῦ τῶν ἁπάντων τάς ψυχάς ἡμῶν καί τά σώματα εἰς θάνατον οὐ προδώσωμεν; Καί ποῦ ἀπελευσώμεθα ἤ ποῦ φύγωμεν, ἀδελφοί, ἀπό προσώπου αὐτοῦ; Ἐάν γάρ εἰς τόν οὐρανόν ἀναβῶμεν, ἐκεῖ αὐτόν ὄντα εὑρήσομεν· ἐάν εἰς τόν ᾅδην κατέλθωμεν, κἀκεῖ πάρεστιν· ἐάν εἰς τά ἔσχατα τῆς θαλάσσης, οὐ φευξόμεθα τήν χεῖρα αὐτοῦ, ἀλλ’ ἡ δεξιά αὐτοῦ κατάσχῃ τάς ἡμετέρας ψυχάς καί τά σώματα. Μή δυνάμενοι οὖν ἀνθίστασθαι ἀδελφοί, ἤ φυγεῖν ἀπό προσώπου Κυρίου, δεῦτε καί δῶμεν ἑαυτούς δούλους τῷ δι’ ἡμᾶς δούλου μορφήν ἐνδυσαμένῳ Κυρίῳ Θεῷ καί ἀποθανόντι ὑπέρ ἡμῶν, δεῦτε καί ταπεινωθῶμεν ὑπό τήν κραταιάν χεῖρα αὐτοῦ, τήν βλύζουσαν πᾶσι ζωήν τήν αἰώνιον καί τοῖς ζητοῦσι μεταδιδοῦσαν αὐτήν πλουσίως διά τοῦ Πνεύματος.

Ὦ ἀδελφοί μου ἀγαπητοί, πόσης ὀδύνης καί λύπης ἡ ψυχή μου πεπλήρωται, ὅταν ἐγώ μέν ἐξειπεῖν βουληθῶ τῆς χειρός τοῦ Θεοῦ τά θαυμάσια καί τό ἄφραστον κάλλος αὐτῆς, ὡς ἄν εἰδῆτε καί μάθητε τήν μεγαλωσύνην αὐτῆς καί λαβεῖν αὐτόν ἐν ἑαυτοῖς ἐκζητήσητε, οὐχ ὁρῶ δέ τινας ἐξ ὑμῶν μετά πόθου καί θέρμης τοῖς λεγομένοις προσέχοντας ἤ ἐφιεμένους τοιαύτης δόξης ἐπαπολαῦσαι. Διά τοῦτο καί μένω παντάπασιν ἄφωνος, εἰπεῖν ἤ ἐξηγήσασθαί τινι τήν τοῦ Χριστοῦ καί Θεοῦ ἡμῶν δόξαν, ἥν τοῖς ἐξ ὅλης ζητοῦσι ψυχῆς χαρίζεται, μηδόλως δυνάμενος. Ἀλλ’ ὤ τῆς ἐμῆς ἐκπλήξεως καί τῆς μεγαλωσύνης τῶν τοῦ Θεοῦ δωρεῶν, ὅτι τά σοφά τοῦ κόσμου καί τά ἰσχυρά καί τά πλούσια λιπών, τά ἀσθενῆ τούτου καί τά μωρά καί πτωχά ἐξελέξατο διά πολλήν καί ἄφατον ἀγαθότητα. Καί τίς ἱκανός ὑπέρ μόνου τούτου ἀξίως εὐχαριστῆσαι; Ἄνθρωποι μέν γάρ ἅπαντες σχεδόν τούς ἀσθενεῖς καί πτωχούς ὥσπερ ἀποβδελύσσονται καί βασιλεύς ἐπίγειος τούτους ὁρᾶν οὐκ ἀνέχεται, οἱ ἄρχοντες ἀποστρέφονται, ὑπερορῶσιν οἱ πλούσιοι καί ὡς οὐδέν ὄντας αὐτούς καθυπαντῶντες παρέρχονται, καί τό συναναστρέφεσθαι τούτοις οὐδείς ἡγεῖται μακάριον· ὁ δέ Θεός, ὁ ὑπό μυρίων καί ἀναριθμήτων δυνάμεων λειτουργούμενος, ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ἔχων ἄστεκτον τοῖς πᾶσι τήν μεγαλοπρέπειαν αὐτοῦ, οὐ παρῃτήσατο γενέσθαι καί πατήρ καί φίλος καί ἀδελφός τῶν ἀπερριμμένων τούτων, ἀλλά καί σαρκωθῆναι ἠθέλησεν, ἵνα ὅμοιος ἡμῖν κατά πάντα χωρίς ἁμαρτίας χρηματίσῃ καί κοινωνούς ἡμᾶς τῆς δόξης αὐτοῦ καί τῆς βασιλείας ποιήσηται. Βαβαί τοῦ πλούτου τῆς πολλῆς αὐτοῦ ἀγαθότητος! Βαβαί τῆς ἀφάτου συγκαταβάσεως τοῦ Δεσπότου ἡμῶν καί Θεοῦ!

Τί οὐ προστρέχομεν, ἀδελφοί, τῷ οὕτως ἡμᾶς ἀγαπήσαντι εὐσπλάχνῳ Θεῷ; Τί τάς ψυχάς ἡμῶν εἰς θάνατον οὐ προδίδομεν ὑπέρ τοῦ δι’ ἡμᾶς ἀποθανόντος Χριστοῦ καί Θεοῦ; Τί δειλοί ἐσμεν καί τήν ἐκ τοῦ σώματος δειλαινόμεθα ἔξοδον; Μή γάρ ᾅδης μέλλει λαμβάνειν ἤ κατέχειν τάς ψυχάς τῶν εἰς Χριστόν ἠλπικότων; Μή γάρ θάνατος ἐξουσιάζει τῶν ἐσφραγισμένων ψυχῶν τῇ χάριτι τοῦ Παναγίου Πνεύματος καί τῷ αἵματι τοῦ Χριστοῦ; Μή ἀντιβλέψαι τολμᾷ ὁ νοητός λύκος τῇ τοῦ ἀρχιποίμενος Χριστοῦ σφραγῖδι, ᾗ σφραγίζει τά ἴδια πρόβατα; Οὐμενοῦν, ἀδελφοί πιστοί καί θεόφρονες. Ὅσοι τοίνυν ἀσφράγιστοι, δράμετε· ὅσοι ἀσημείωτοι, σπεύσατε τῷ σημείῳ σημειωθῆναι τοῦ Πνεύματος. Τίς δέ ἐστιν ὁ ἀσφράγιστος; Ὁ δειλαινόμενος θάνατον. Τίς ὁ ἀσημείωτος; Ὁ μή ἀκριβῶς τό εἶδος τῆς σφραγῖδος γινώσκων· ὁ γάρ τό θεῖον καταμαθών ἐκτύπωμα, θαρρήσας τῇ πίστει ἐλπίδα ἀκαταίσχυντον κέκτηται. Ζητήσωμεν τοιγαροῦν τόν Χριστόν, ὅν διά τοῦ θείου βαπτίσματος ἐνδυθέντες, διά τῶν πονηρῶν ἐξεδύθημεν πράξεων, ἐπειδή ἀναισθήτως ἁγιασθέντες ἔτι νήπιοι ὄντες καί ταῖς φρεσί καί τῇ ἡλικίᾳ, ἑαυτούς ἐμολύναμεν ἐν νεότητι, ἵνα μή λέγω ὅτι καθ’ ἑκάστην τῇ τῶν ἐντολῶν παραβάσει μολύνομεν τάς ψυχάς ἡμῶν καί τά σώματα. Διά τοῦτο οὖν πάλιν ἑαυτούς διά τῆς σωτηρίου μετανοίας ἀνακαλεσώμεθα, πάντα ποιοῦντες καί πράττοντες ὅσα Χριστῷ ὑπάρχει εὐάρεστα, ἵνα καί παρ’ αὐτοῦ σφραγισθέντες τοῦ λοιποῦ ἄφοβοι βιωσώμεθα· οὐ μόνον δέ ἀλλά καί ἐκ χειρός αὐτοῦ λάβωμεν ἔλεος καί ἄξιοι γενέσθαι ἀξιωθῶμεν τῆς γνώσεως τῶν μυστηρίων Χριστοῦ, γνώσεως δέ λέγω οὐ τῆς ἐν λόγῳ μόνῳ καί ἀκοῇ παραδιδομένης, ἀλλά τῆς ἔργῳ καί πράξει θεωρουμένης. Πῶς οὖν ἔργῳ καί πράξει ἡ γνῶσις ἐν ἡμῖν θεωρεῖται τῶν μυστηρίων Χριστοῦ; Πρόσεχε.

Ὁ Χριστός ἡμῶν καί Θεός οὕτω διαρρήδην βοᾷ καθ’ ἑκάστην διά τοῦ εὐαγγελίου αὐτοῦ· «Μακάριοι οἱ πτωχοί τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». Τοῦτο τοίνυν ἡμεῖς ἀκούοντες σκοπεῖν ὀφείλομεν καί ἑαυτούς ἀκριβῶς ἐξετάζειν, εἰ τοιοῦτοι ἀληθῶς πτωχοί ἐσμέν, ὥστε καί ἡμετέραν εἶναι τήν βασιλείαν τῶν οὐρανῶν τοσοῦτον, ὡς βεβαίαν ἐν αἰσθήσει ψυχῆς τήν κτῆσιν ἔχειν αὐτῆς, καί ἐπί τοσοῦτον κατέχειν αὐτῆς τόν πλοῦτον, ὡς ἐντός αὐτῆς ἀδιστάκτως ὑπάρχειν αἰσθάνεσθαι καί τοῖς ἐκεῖσε καλοῖς ἐντρυφῶντας εὐφραίνεσθαι. Ἐντός γάρ ἡμῶν εἶναι ταύτην ὁ αὐτός ἀπεφήνατο Κύριος· σημεῖα δέ καί ἀποδείξεις τοῦ ταύτης ἐντός εἶναί τινα, τό μηδέν ἐπιθυμεῖν τόν τοιοῦτον τῶν ὁρωμένων καί φθειρομένων, λέγω δή τῶν πραγμάτων καί τῶν τερπνῶν τοῦ κόσμου τούτου, μή πλούτου, μή δόξης, μή τρυφῆς, μή ἄλλης βιωτικῆς ἤ σωματικῆς ἀπολαύσεως, ἀλλ’ οὕτως ἀπέχεσθαι ἐκ τούτων ἁπάντων καί οὕτω πρός ταῦτα ἀηδῶς διακεῖσθαι κατά ψυχήν καί προαίρεσιν, ὅσον οἱ ἐν ἐξουσίᾳ καί βασιλικῇ τιμῇ διαπρέποντες πρός τούς ἐπί σκηνῆς πορνικῆς διατρίβοντας διάκεινται καί ὅσον οἱ καθαρά περιβεβλημένοι ἱμάτια καί μύροις εὐώδεσι ἐπιχριόμενοι τήν δυσωδίαν καί τόν βόρβορον ἀποστρέφονται. Ὁ γάρ πρός ἕν τι τούτων τῶν ὁρωμένων ἐπιστρεφόμενος, τήν βασιλείαν ἐκείνην τῶν οὐρανῶν οὔτε εἶδεν οὔτε ὠσφράνθη οὔτε ἐγεύσατο αὐτῆς τῆς θυμηδίας τε καί γλυκύτητος.

Καί πάλιν· «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοί παρακληθήσονται». Ἴδωμεν οὖν αὖθις καί ἑαυτούς ἐξετάσωμεν, εἰ ἄρα ἔχομεν τό πένθος ἐν ἑαυτοῖς καί ποίαν λέγει παράκλησιν τήν ἐπακολουθοῦσαν τῷ πένθει. Πρῶτον μέν γάρ εἴρηκε τούς τῷ πνεύματι πτωχούς εἶναι μακαρίους, ὡς αὐτῶν οὔσης τῆς βασιλείας τῶν οὐρανῶν. Οἱ δέ πτωχοί τῷ πνεύματι οὐδεμίαν, ὡς εἴρηται, πρός τά παρόντα προσπάθειαν ἔχουσιν, οὔτε τόν λογισμόν πρός αὐτά ἐμπαθῶς συνδυάζονται, κἄν ψιλῶς ἡδυνόμενον. Πῶς οὖν πενθήσει καί διατί ὁ τόν κόσμον ἅπαντα βδελυξάμενος καί ἐπί πλεῖον τῇ διαθέσει τοῦ λογισμοῦ μακρυνθείς ἐξ αὐτοῦ ἤ ὅσον προσεγγίζει τῷ σώματι; Ὁ μή πρός τι τῶν ὁρωμένων ἔχων τήν ἐπιθυμίαν ὑπέρ τίνος ἄρα λυπηθήσεται ἤ χαρήσεται καί πῶς πενθήσει τήν βασιλείαν τῶν οὐρανῶν καί ταύτῃ καθ’ ἑκάστην ἐνεφραινόμενος, - ὅτι τούς πενθοῦντας εἶπε τήν παράκλησιν δέχεσθαι; Ἀλλά προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις καί γνώσεσθε τήν γνῶσιν καί τόν λόγον τοῦ λεγομένου.

Ὁ πιστός ἄνθρωπος, ὁ ταῖς ἐντολαῖς τοῦ Θεοῦ ἀεί μετά ἀκριβείας προσέχων, ὅταν πάντα τά τῶν θείων ἐντολῶν ποιήσῃ καί πρός τό ὕψος τούτων ἤγουν πρός τήν ἄμωμον πολιτείαν καί καθαρότητα τήν ἑαυτοῦ διάνοιαν ἐμβατεύσῃ, τότε ἀνερευνῶν τά ἑαυτοῦ μέτρα, ἀσθενῆ ἑαυτόν εὑρήσει καί πρός τό ὕψος ἐκεῖνο τῶν ἐντολῶν μή ἰσχύοντα ἀφικέσθαι, ἀλλά καί πτωχόν λίαν ἤτοι ἀνάξιον εἰς ὑποδοχήν τοῦ Θεοῦ καί εὐχαριστίαν καί δόξαν, ὡς μήπω μηδέν κεκτημένον ἴδιον ἀγαθόν· ὁ δέ ταῦτα δι’ ἑαυτόν ἐν αἰσθήσει ψυχῆς λογιζόμενος πενθήσει πάντως πένθος τό ὄντως μακαριώτατον, ὅ καί τήν παράκλησιν δέχεται καί πραεῖαν τήν ψυχήν ἀπεργάζεται.

Ἀρραβών γάρ ἐστι τῆς βασιλείας τῶν οὐρανῶν ἡ ἐκ τοῦ πένθους ἐγγινομένη παράκλησις. Πίστις μέν γάρ ἐστιν ἐλπιζομένων ὑπόστασις κατά τόν ἀπόστολον, παράκλησις δέ ἡ ἐκ τῆς ἐλλάμψεως τοῦ Πνεύματος γινομένη ἐν ταῖς πενθούσαις ψυχαῖς ἐπιδημία Θεοῦ, ταπεινοφροσύνην ταύταις βραβεύουσα, ἥτις καί σπόρος καί τάλαντον ὀνομάζεται· αὐξανομένη γάρ καί πολυπλασιαζομένη ἐν ταῖς τῶν ἀγωνιζομένων ψυχαῖς ἐν τριάκοντα καί ἐν ἑξήκοντα καί ἐν ἑκατόν, καρποφορεῖ τῷ Θεῷ καρπόν ἅγιον τῶν χαρισμάτων τοῦ Πνεύματος. Ὅπου γάρ ταπείνωσις ἀψευδής, ἐκεῖ καί ταπεινοφροσύνης βυθός· καί ὅπου ταπεινοφροσύνη, ἐκεῖ καί ἐλλάμψεις τοῦ Πνεύματος. Ὅπου δέ αἱ ἐλλάμψεις τοῦ Πνεύματος, ἐκεῖ φωτοχυσία Θεοῦ καί Θεός ἐν σοφίᾳ καί γνώσει τῶν μυστηρίων αὐτοῦ. Ἔνθα δέ ταῦτα, ἐκεῖ βασιλεία οὐρανῶν καί βασιλείας ἐπίγνωσις καί οἱ ἀποκεκρυμμένοι θησαυροί τῆς γνώσεως τοῦ Θεοῦ, ἐν οἷς καί ἡ φανέρωσίς ἐστι τῆς πτωχείας τῆς πνευματικῆς. Ὅπου δέ πτωχείας πνευματικῆς αἴσθησις, ἐκεῖ καί τό χαρμόσυνον πένθος, ἐκεῖ καί τά ἀεννάως ῥέοντα δάκρυα, τά τήν φιλοῦσαν ταῦτα ψυχήν ἐκκαθαίροντα καί τελείως αὐτήν ἀπεργαζόμενα φωτεινοτάτην.

Διά τούτων οὖν ἀνανεύουσα ἡ ψυχή καί τόν ἑαυτῆς Δεσπότην ἐπιγινώσκουσα, τάς λοιπάς ἀρετάς ἄρχεται σπουδαίως καρποφορεῖν ἑαυτῇ καί Χριστῷ. Καί εἰκότως. Καταρδευομένη γάρ ἀεί καί πιαινομένη τοῖς δάκρυσι καί τό θυμικόν ἑαυτῆς ὅλως ἀποσβεννύουσα, πραεῖα μέν καί ἀκίνητος ὅλη πρός ὀργήν γίνεται, ἐπιθυμεῖ δέ καί ὀρέγεται πεινῶσα ὁμοῦ καί διψῶσα τά τοῦ Θεοῦ μαθεῖν δικαιώματα. Ἐν τούτοις δέ καί ἐλεήμων καί συμπαθής γίνεται, ὡς ἐκ πάντων τούτων καθαράν ἀποτελεῖσθαι τήν καρδίαν αὐτῆς καί ταύτην ἐν ὀπτασίᾳ Θεοῦ γίνεσθαι καί ὁρᾶν καθαρῶς τήν δόξαν αὐτοῦ ὡς ἡ ὑπόσχεσις. Οἱ γοῦν τοιαύτας κτησάμενοι τάς ἑαυτῶν ψυχάς εἰρηνοποιοί εἰσιν ἐν ἀληθείᾳ καί υἱοί Ὑψίστου κατονομάζονται, οἵ καθαρῶς καί τόν ἴδιον Πατέρα καί Δεσπότην ἐπιγινώσκουσι καί ἐξ ὅλης ψυχῆς ἀγαπῶσιν αὐτόν, πάντα δηλαδή πόνον καί πᾶσαν θλῖψιν δι’ αὐτόν ὑπομένοντες, ὑβριζόμενοι, λοιδορούμενοι, στενοχωρούμενοι ἕνεκεν τῆς δικαίας αὐτοῦ ἐντολῆς ἥν καί τηρεῖν ἡμῖν ἐνετείλατο, ὀνειδιζόμενοί τε καί διωκόμενοι καί πᾶν πονηρόν ῥῆμα ψευδῶς λεγόμενον κατ’ αὐτῶν ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ μετά χαρᾶς ὑπομένοντες, ἀγαλλόμενοι ὅτι ὅλως ἠξιώθησαν ὑπέρ τῆς ἀγάπης αὐτοῦ ἐξ ἀνθρώπων ἀτιμασθῆναι.

Καταμάθετε, ἀδελφοί, τῆς σφραγῖδος Χριστοῦ τό ἀληθές ἐκτύπωμα. Ἐπίγνωτε, οἱ πιστοί, τοῦ χαρακτῆρος τά ἰδιώματα. Μία σφραγίς ἀληθῶς ἡ ἔλλαμψις ὑπάρχει τοῦ Πνεύματος, εἰ καί πολλαί τῶν ἐνεργειῶν αὐτῆς αἱ ἰδέαι καί πολλά τῶν ἀρετῶν αὐτῆς τά γνωρίσματα, ὧν πρῶτον καί ἀναγκαιότερόν ἐστιν ἡ ταπείνωσις, ὡς ἀρχή καί θεμέλιος -«Ἐπί τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ’ ἤ ἐπί τόν πρᾶον καί ἡσύχιον καί τρέμοντά μου τούς λόγους»-, δεύτερον τό πένθος καί ἡ τῶν δακρύων πηγή, περί ὧν θέλω λέγειν πολλά καί ἀπορῶ λόγων, δι’ ὧν ἐκφράσαι τά περί τούτων προῄρημαι· θαῦμα γάρ ἀνεκλάλητον, ὅτι διά τῶν ὀφθαλμῶν αἰσθητῶν ῥέοντα τήν ψυχήν νοερῶς τοῦ βορβόρου τῶν ἁμαρτημάτων ἐκπλύνουσι καί εἰς γῆν πίπτοντα τούς δαίμονας φλέγουσι καί καταράσσουσι καί τήν ψυχήν ἐλευθέραν ἐργάζονται τῶν ἀοράτων τῆς ἁμαρτίας δεσμῶν. Ὦ δάκρυα, τά ἐκ θείας ἐλλάμψεως βλύζοντα καί αὐτόν τόν οὐρανόν διανοίγοντα καί προξενοῦντά μοι θείαν παράκλησιν. Πάλιν γάρ καί πολλάκις ὑφ’ ἡδονῆς καί πόθου τά αὐτά φθέγγομαι. Ὅπου δακρύων πληθύς, ἀδελφοί, μετά γνώσεως ἀληθοῦς ἐκεῖ καί θείου φωτός αὔγασις. Ὅπου δέ φωτός αὐγή, πάντων ἐκεῖ τῶν καλῶν χορηγία καί ἡ σφραγίς τοῦ Πνεύματος τοῦ Ἁγίου ἐμπεφυτευμένη ἐν τῇ καρδίᾳ, ἐξ οὗ καί πάντες οἱ καρποί τῆς ζωῆς· ἐντεῦθεν πραότης καρποφορεῖται Χριστῷ, εἰρήνη, ἐλεημοσύνη, συμπάθεια, χρηστότης, ἀγαθωσύνη, πίστις, ἐγκράτεια, ἐντεῦθεν τό ἀγαπᾶν τούς ἐχθρούς καί ὑπέρ αὐτῶν εὔχεσθαι, τό χαίρειν ἐν τοῖς πειρασμοῖς, τό ἐγκαυχᾶσθαι ἐν ταῖς θλίψεσι, τό τά ἀλλότρια πταίσματα ὡς ἴδια λογίζεσθαί τε καί κλαίειν, τό τήν ψυχήν τιθέναι ὑπέρ τῶν ἀδελφῶν προθύμως εἰς θάνατον.

Τοιγαροῦν ἴδωμεν, ἀδελφοί, καί ἀκριβῶς ἑαυτούς ἐξετάσωμεν καί καταμάθωμεν τάς ψυχάς ἡμῶν, εἰ ἐν ἡμῖν ἐστιν αὕτη ἡ σφραγίς. Ἐπιγνωσώμεθα εἰ ἐν ἡμῖν ὁ Χριστός ἐστιν, ἐκ τῶν εἰρημένων σημείων. Ἀκούσατε, παρακαλῶ, χριστιανοί ἀδελφοί, καί ἀνανήψατε καί σκοπήσατε εἰ τό φῶς ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, εἰ φῶς ἐθεάσασθε τό μέγα τῆς ἐπιγνώσεως, εἰ ἐπεσκέψατο ἡμᾶς ἀνατολή ἐξ ὕψους ἐπιφαίνουσα ἐν σκότει καί σκιᾷ θανάτου καθημένοις ἡμῖν, καί δόξαν μετ’ εὐχαριστίας τῷ δωρησαμένῳ ταύτην ἡμῖν ἀγαθῷ Δεσπότῃ διηνεκῶς ἀναπέμπωμεν καί ἀγωνισώμεθα τό θεῖον πῦρ διά τῆς τῶν ἐντολῶν ἐργασίας ἐν ἑαυτοῖς θρέψαι περισσοτέρως, δι’ οὗ τό θεῖον φῶς ἐπί πλεῖον φαίνειν καί μεγαλύνεσθαι εἴωθεν. Εἰ δέ οὔπω τόν Χριστόν ἤ τήν ἐκείνου σφραγῖδα ἐλάβομεν καί τά προειρημένα σημεῖα ἐν ἡμῖν αὐτοῖς οὐ γνωρίζομεν, ἀλλά τοὐναντίον μᾶλλον ἐν ἡμῖν ὁ κόσμος ὁ δόλιος ζῇ καί ἡμεῖς ἐν αὐτῷ δυστυχῶς ζῶμεν μέγα τι εἶναι τά πρόσκαιρα ἡγούμενοι καί καταπίπτομεν ἐν ταῖς θλίψεσι καί ἐπί ταῖς ζημίαις δακνόμεθα καί τῇ τρυφῇ καί τῷ πλούτῳ ἐνεφραινόμεθα, φεῦ τῆς ζημίας, φεῦ τῆς ἀγνοίας καί τῆς σκοτώσεως, φεῦ τῆς ταλαιπωρίας καί τῆς ἀναισθησίας ἡμῶν, ὑφ’ ὧν κρατούμεθα καί ὑφ’ ὧν εἰς τά γήϊνα κατασπώμεθα. Ὄντως ἐλεεινοί καί πανάθλιοι καί αὐτῆς τῆς αἰωνίου ζωῆς καί τῆς τῶν οὐρανῶν βασιλείας ἀλλότριοί ἐσμεν, μηκέτι ἐν ἑαυτοῖς κτησάμενοι τόν Χριστόν, ἀλλά καί τόν κόσμον ζῶντα ἐν ἑαυτοῖς ἔχοντες ὡς ἐν αὐτῷ ζῶντες, καί φρονοῦντες τά γήϊνα. Ὁ δέ οὕτως ἔχων ἐχθρός ἐστιν ἄντικρυς τοῦ Θεοῦ· ἔχθρα γάρ ἐστιν εἰς Θεόν ἡ τοῦ κόσμου προσπάθεια, καθώς φησιν ὁ θεῖος ἀπόστολος·«Μή ἀγαπᾶτε τόν κόσμον, μηδέ τά ἐν κόσμῳ», ὅτι οὐδείς δύναται Θεῷ δουλεύειν καί κατά ἄνθρωπον ζῆν, ἐπειδή πάντα τά τοῦ κόσμου ἐμπόδιά εἰσι τῆς πρός Θεόν ἀγάπης καί εὐαρεστήσεως.

Τίς γάρ, ἀγαπῶν τήν δόξαν καί τήν παρά ἀνθρώπων τιμήν, ἔσχατον πάντων καί εὐτελέστερον ἕξει ποτέ ἑαυτόν καί ταπεινός τῷ πνεύματι ἤ τήν καρδίαν συντετριμμένος γενήσεται ἤ πενθῆσαί ποτε κἄν ὅλως δυνήσεται; Τίς δέ πλοῦτον ἀγαπῶν φιλαργυρίᾳ τε καί φιλοκτημοσύνῃ κρατούμενος, ἐλεήμων γένηται καί συμπαθής καί οὐχί παντός θηρίου ἀγριώτερος ἔσται καί ἀπηνέστερος; Τίς κενοδοξίᾳ κρατούμενος καί οἰήσει κατεχόμενος, φθόνου ποτέ ἤ βασκανίας ἀπαλλαγήσεται; Ὁ δέ καί πρός τά τῆς σαρκός πάθη καμπτόμενος καί τῷ βορβόρῳ τῶν ἡδονῶν καλινδούμενος, πότε καθαρός ἄρα τῇ καρδίᾳ γενήσεται ἤ πότε καί πῶς τόν Θεόν τόν δημιουργήσαντα αὐτόν ὄψεται; Εἰρηνοποιός δέ πῶς ἔσται ὁ ἀπαλλοτριώσας ἑαυτόν τοῦ Θεοῦ καί μή ἀκούων τοῦ λέγοντος· «Ὑπέρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· καταλλάγητε τῷ Θεῷ»; Πᾶς γάρ ὁ διά τῆς τῶν ἐντολῶν παραβάσεως ἀνθιστάμενος καί πολεμῶν τῷ Θεῷ, οὗτος κἄν εἰρηνεύειν ἅπαντας πρός ἀλλήλους ποιῇ ἐχθρός ἐστι τοῦ Θεοῦ, ἐπειδή οὐδέ αὐτούς οὕς εἰρηνεύειν πρός ἀλλήλους ποιεῖ, ὡς ἀρέσκει τῷ Θεῷ ποιεῖ τοῦτο. Ἐχθρός γάρ αὐτός πρῶτος ὤν ἑαυτοῦ καί τοῦ Θεοῦ, ἐχθροί καθεστήκασιν αὐτοῦ καί οἱ διά τῶν τοιούτων εἰρηνεύοντες. Οὐ γάρ ἐπίσταται πάντως ὁ ἐχθρωδῶς πρός τινα διακείμενος τά τῷ ἐχθρῷ δοκοῦντα καί ἀρεστά ἑτέροις συμβουλεύειν ὀρθῶς καί τά ἐκείνου διδάσκειν αὐτούς ποιεῖν θελήματα, ἐπειδή καί αὐτό τοῦτο, τό ἀποκεχωρισμένως διάγειν ἐξ αὐτοῦ, ἄγνοιαν ἐμποιεῖ τῶν ἐκείνου καταθυμίων, οὐ μήν ἀλλά καί, διά τό ἐμπαθῶς καί ἀπεχθῶς διακεῖσθαι πρός αὐτόν μελέτην τε ἀένναον ἔχειν ἐναντίως τῶν ἐκείνου θελημάτων πορεύεσθαι, ἐθισμόν τινα ποιεῖ τοῦ - εἰ καί ποτε θελήσει οὗτος ἑτέροις λαλῆσαι τά πρός θεραπείαν ἐκείνου τελούμενα - μή εὐκόλως δύνασθαι. Καί εἰκότως. Ψυχή γάρ ἀφώτιστος, ὑπό τῶν παθῶν καί μάλιστα ὑπό τοῦ φθόνου κρατηθεῖσα καί φθονεῖν τινι μελετήσασα, οὐδέ ἑτέρου τινος ὑπερλαλοῦντος τοῦ φθονουμένου ἀκοῦσαι ἀνέχεται, μή ὅτι γε πρός θεραπείαν ἐκείνου καί διαπρᾶξαί τι ἤ κἄν ὅλως εἰπεῖν. Φύσεως γάρ ἰσχύν λαμβάνει παλαιωθέν πάθος καί κακοῦ μελέτη χρονίσασα εἰς ψυχήν, ὡς μή δύνασθαι τοῦτο ἐξιαθῆναί ποτε. Ἐκ γάρ φωτός σκότος γίνονται οἱ τοιοῦτοι καί, ἐξ ἀγαθότητος εἰς πονηρίαν μεταπίπτοντες, νοσοῦσιν ἀνίατα.

Ὁ δέ γε Θεῷ συγκραθείς διά πίστεως καί ἐπιγνούς αὐτόν διά πράξεως, καί βλέπειν αὐτόν πάντως διά θεωρίας ἠξίωται. Βλέπει δέ ἅ μή γράφειν ἰσχύω. Ὁρᾷ γάρ ξένα τινά θεάματα ὁ νοῦς καί ὅλος φωτίζεται καί φωτοειδής γίνεται, νοεῖν δέ ἤ λαλεῖν ταῦτα οὐκ ἰσχύει. Αὐτός μέν γάρ ὁ νοῦς φῶς ἐστι καί βλέπει τά πάντα φῶς, καί τό φῶς ζῶν ἐστι καί ζωήν τῷ ὁρῶντι παρέχει. Βλέπει ἑαυτόν καθόλου τῷ φωτί ἡνωμένον, καί ὁρῶν συστέλλεται καί ἔστιν ὡς ἦν. Κατανοεῖ τό φῶς ἐν τῇ ψυχῇ καί ἐξίσταται, καί ἐξιστάμενος βλέπει τοῦτο μακράν, στραφείς δέ μέσον πάλιν εὑρίσκεται τοῦ φωτός. Καί οὕτως τί εἴπῃ ἤ τί ἐν τῷ ὁρωμένῳ κατανοήσῃ, ὅλως ἀπορεῖ καί λόγων καί νοημάτων.

Τίς οὖν ἀκούων ταῦτα δή τά μυστήρια οὐ θαυμάσει καί θαυμάσας προσδράμῃ Χριστῷ; Τίς Θεοῦ τερατουργίας μή ποθήσῃ ἰδεῖν καί ἀγαπήσει τόν δωρεάν διδόντα τά δῶρα ταῦτα καί ξένα χαρίσματα; Ὄντως κρεῖττον οὐδέν, ἀδελφοί, ἐν τῷ κόσμῳ ὡς τό μηδέν ἔχειν τοῦ κόσμου, μηδέ θέλειν τι πλέον τῆς ἀναγκαίας χρείας τοῦ σώματος. Χρείαν δέ ἀναγκαίαν ταύτην οἶδεν ὁ λόγος, ἄρτον καί ὕδωρ, ἱμάτιον καί σκέπην, κατά τόν θεῖον ἀπόστολον· «Ἔχοντες διατροφάς καί σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα». Εἰ δέ καί πλέον τι τούτων χρήζομεν, πάντως ἐκεῖνος παρέξει ἡμῖν, ἐλπίζουσιν εἰς αὐτόν καί πιστεύουσιν, ὁ τά μείζω χαρίσας καί ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας. Μόνον καταλείψωμεν τά ἄλλα πάντα τῆς προσκαίρου ζωῆς, δόξαν φημί τήν κενήν, τόν φθόνον, τήν εἰς ἀλλήλους ἔριν, τόν δόλον, τόν γογγυσμόν, τήν ἐρίθειαν καί πάντα ὅσα τῷ Θεῷ ἀποτρόπαια καί εἰς κίνδυνον φέρει ψυχῆς. Ποθήσωμεν δέ ἐκ ψυχῆς ἅ κελεύει Θεός ἡμῖν κατασπάζεσθαι, φτωχείαν πνευματικήν, ἥν καλεῖ ὁ λόγος ταπείνωσιν, πένθος ἀένναον ἐν νυκτί καί ἡμέρᾳ, ἐξ οὗ πηγάζεται ἡ χαρά τῆς ψυχῆς καί ἡ παράκλησις καθ’ ὥραν τοῖς ἀγαπῶσι τόν Θεόν. Ἐκ τούτου γάρ πᾶσι τοῖς ἀγωνιζομένοις ἐν ἀληθείᾳ καί ἡ πραότης κατορθοῦται, πεινῶσι καί διψῶσι τήν δικαιοσύνην καί ζητοῦσιν ἀεί τήν τοῦ Θεοῦ βασιλείαν, τήν ὑπερέχουσαν πάντα νοῦν ἀνθρώπινον. Οὐ μόνον δέ ἀλλά καί τό γενέσθαι τινά ἐλεήμονα, καθαρόν τήν καρδίαν, εἰρήνης μεστόν καί εἰρηνοποιόν καί ἀνδρεῖον εἰς τούς πειρασμούς, ἐντεῦθέν ἐστιν ἐκ τοῦ πενθεῖν καθ’ ἑκάστην. Ἐντεῦθεν καί τό μισεῖν ἡμῖν ἐπιγίνεται τά κακά, ἐντεῦθεν ὁ θεῖος ζῆλος ἀνάπτεται εἰς τήν ψυχήν, ὅς οὐκ ἐᾷ ἠρεμῆσαι αὐτήν ὅλως ἤ συνεκκλῖναι πρός τά κακά τοῖς κακοῖς, ἀλλά πληροῖ ταύτην ἀνδρείας καί δυνάμεως εἰς τό μέχρι τέλους ἐγκαρτερεῖν τοῖς δεινοῖς.

Φύγωμεν οὖν τόν κόσμον καί τά ἐν κόσμῳ, ἀγαπητοί ἀδελφοί. Τί γάρ ἡμῖν καί τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀνθρώποις; Δράμωμεν, διώξωμεν, ἕως οὗ δραξόμεθά τινος τῶν ἑστώτων καί μή ῥεόντων. Τά γάρ πάντα φθείρεται καί ὡς ὄναρ παρέρχεται καί οὐδέν μόνιμον ἤ βέβαιον ἐν τοῖς ὁρωμένοις. Ὁ ἥλιος, τά ἄστρα, ὁ οὐρανός καί ἡ γῆ πάντα παρέρχονται, μόνος δέ πάντων μένει ὁ ἄνθρωπος. Τί τοίνυν ἐκ τῶν ὁρωμένων δύναται ἡμᾶς ὠφελῆσαι ἐν καιρῷ ἀνάγκης θανάτου, ἡμῶν ἀπερχομένων ἐντεῦθεν πρός τήν ἐκεῖθεν κατάπαυσιν τοῦ αἰῶνος ἐκείνου, αὐτῶν δέ ὄπισθεν καταλιμπανομένων; Εἰ δέ καί οὕτω τά ὁρώμενα παρελεύσεται, τί τό κέρδος ἡμῶν ἀπιόντων καί τό σῶμα καταλιμπανόντων νεκρόν; Ἀφ’ οὗ γάρ ἡ ψυχή καταλίπῃ τό ἴδιον σῶμα, οὔτε βλέπειν δύναται δι’ αὐτοῦ οὔτε βλέπεσθαι παρ’ ἑτέρου, ἀλλ’ ἔκτοτε πρός μόνα τά ἀόρατα ἔχει καί φροντίς οὐδεμία ἐστίν αὐτῇ περί τῶν ὧδε, διπλοῦν ἐκεῖθεν ἐχούσῃ τόν βίον καί τόν ἀγῶνα, ἤ βσιλείας οὐρανῶν καί αἰωνίου δόξης ἤ γεέννης πάλιν καί τιμωρίας πυρός. Ἕν γάρ τούτων εἰς κληρονομίαν αἰώνιον, κατ’ ἀξίαν ὧν ἔπραξεν ἐνταῦθα, ἀπολαμβάνει παρά Θεοῦ.

Τοιγαροῦν φύγωμεν, ἀξιῶ, διά ταῦτα τόν κόσμον. Φύγωμεν τήν ἀπάτην τοῦ βίου καί τήν νομιζομένην εὐφροσύνην αὐτοῦ καί μόνῳ προσδράμωμεν τῷ ψυχοσώστη Χριστῷ. Τοῦτον σπουδάσωμεν εὑρεῖν τόν πανταχοῦ παρόντα, καί εὑρόντες κρατήσωμεν προσπεσόντες τούς πόδας αὐτοῦ, καί αὐτούς ἐν θέρμῃ ψυχῆς ἀσπασώμεθα. Ναί παρακαλῶ, σπουδάσωμεν ἔτι περιόντες ἰδεῖν αὐτόν καί θεάσασθαι. Ἐάν γάρ αὐτόν ἀξιωθῶμεν ἐνταῦθα αἰσθητῶς ἰδεῖν, οὐκ ἀποθανούμεθα, θάνατος οὐ κυριεύσει ἡμῶν. Μή γάρ εἰς τό μέλλον ἐκδεξώμεθα τοῦτον ἰδεῖν, ἀλλά νῦν ἀγωνισώμεθα θεάσασθαι αὐτόν, ἐπεί καί Ἰωάννης ὁ Θεολόγος οὕτω φησίν· «Οἴδαμεν δέ ὅτι ἔχομεν τόν Θεόν ἐν ταῖς καρδίαις ἡμῶν, ἐκ τοῦ Πνεύματος οὗ ἐλάβομεν ἐξ αὐτοῦ». Ὅσοι οὖν τήν πίστιν εἰς αὐτόν ἐκ τῶν ἔργων ἐδείξατε ἀρραγῆ καί βεβαίαν, τά παρ’ ἡμῶν ἄνωθεν ῥηθέντα ἀκριβῶς καί καλῶς διακρίναντες, ὁρᾶτε μή λάθητε ἑαυτούς ἐν τῷ δοκεῖν Χριστόν ἔχειν ἐν ἑαυτοῖς, μηδέν ἔχοντες, καί κεναῖς ταῖς χερσίν ὑπεξέλθητε τόν βίον καί ἀκούσητε, ὅπερ ἀπεύχομαι, τῆς ἀπευκταίας ἐκείνης φωνῆς· «Ἄραντες ὁ δοκεῖ κατέχειν ὁ πονηρός, δότε τῷ πλεῖον ἔχοντι», καί τότε κλαύσετε καί καί πενθήσετε καί λύπην ἕξετε εἰς αἰῶνα ἀπέραντον.

Ἀλλά μή γένοιτο φωνῆς ἀκοῦσαι καί τοιοῦτον παθεῖν τούς ἀπαρνησαμένους ἡμᾶς κόσμον ἅπαντα καί τά ἐν κόσμῳ καί προσδραμόντας Χριστῷ, γένοιτο δέ τάς ἐντολάς τηρήσαντας τοῦ Θεοῦ, διά δακρύων καί μετανοίας καθαρθῆναι τάς καρδίας ἡμῶν, ὡς ἄν καί τό θεῖον φῶς, αὐτόν τόν Χριστόν, ἐντεῦθεν ὀψώμεθα καί μένοντα ἐν ἡμῖν κτησώμεθα, καί διά τοῦ Παναγίου αὐτοῦ Πνεύματος τρέφοντα καί ζωογονοῦντα ἡμῶν τάς ψυχάς, καί ἀπογεύοντα τῆς ἐνηδόνου γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων τῆς βασιλείας αὐτοῦ, ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος Γ΄. Περί τοῦ ὅτι χρή καλῶς ὑποτάσσεσθαι καί μή ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρός Θεόν συνεθέμεθα. Καί ὅτι οὐ δεῖ γογγίζειν ἐπί ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων.

Ἀδελφοί καί πατέρες, ἀναμνησθέντες τῶν τοῦ Θεοῦ προσταγμάτων οὕτω λεγόντων· «Μή κρίνετε καί οὐ μή κριθῆτε», τούς ἀλλοτρίους βίους μηδαμῶς περιεργάζεσθε, ἅ δέ μᾶλλον λέγουσιν ἡμῖν οἱ ἱερεῖς ποιεῖν ποιεῖτε, κατά δέ τά ἔργα αὐτῶν μή ποιεῖτε, ὡς ἀκηκόατε. Διό πείσθητέ μοι ὡς δοῦλοι Χριστοῦ, τῷ ἀναξίῳ, καί τήν ἐμήν ὀλιγοψυχίαν ῥᾳθυμίαν ἐάσαντες, φροντίσατε, παρακαλῶ, τῶν ψυχῶν ὑμῶν καί ἀόκνως τάς ἐντολάς τοῦ Θεοῦ ποιεῖν σπεύσατε· καί κατ’ ἐμοῦ τοῦ ταπεινοῦ μή γογγίζετε, ὡς ἅπαξ τοῦ ἐνιαυτοῦ ἐξεργεθέντες τό μεσονύκτιον, ἀλλά μνησθέντες τοῦ εἰπόντος· «Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπί τά κρίματα τῆς δικαιοσύνης σου», εὐχαριστήσατε τῷ Θεῷ μᾶλλον καί τῷ ὑμᾶς εἰς τήν αὐτοῦ δοξολογίαν διυπνίσαντι καί χάρητε καί σκιρτήσατε, ὅτι μετά τῶν ἁγίων ἀγγέλων ἠξιώθητε ἀνυμνεῖν τόν Θεόν. Ὁ γάρ ἐπί τῇ συνήθει συνάξει ἀγανακτῶν καί ἐπί τῷ μήκει τῶν ἀναπεμπομένων ὕμνων δυσχεραίνων καί κατακλώμενος, οὗτος ἀληθῶς οὐκ οἶδεν ὡς γλυκέα τά λόγια τοῦ Θεοῦ ἐν τῷ λάρυγγι τῶν ἀγαπώντων αὐτόν καί ὑπέρ μέλι καί κηρίον ἐν τῷ στόματι τῶν ἐπιγινωσκόντων αὐτόν, ἀλλ’ ὅλος σάρξ ὤν καί σαρκικόν ἔχων τό φρόνημα καί σαρκικωτέραν τήν αἴσθησιν, πνευματικῶς οὐ δύναται γεύεσθαι τῶν εἰς εὐεργεσίαν ἡμῖν δοθέντων ἀπό Θεοῦ, ἀλλά πάντα πικρά τά κατά Θεόν αὐτῷ φαίνονται, καί τό «Γεύσασθε καί ἴδετε ὅτι χρηστός ὁ Κύριος» οὐκ ἐπίσταται. Ὁ δέ τοῦτο μή ἐναργῶς ἐπιστάμενος, τῆς ἀγάπης καί τῆς γλυκύτητος τοῦ Χριστοῦ ἐναργῶς ἠλλοτρίωται. Ὁ δέ τούτων ἄγευστος καί ἀλλότριος - φεῦ μοι, ἐμόν τό ἀτύχημα, ἰδιοποιεῖσθαι γάρ προστέταγμαι τά ἀλλότρια - ἐχθρός ἐστι τοῦ Θεοῦ καί ξένος τῆς βασιλείας τῶν οὐρανῶν· ποίαν γάρ ἄλλην, εἰπέ μοι, ἕξει ἐλπίδα ἤ τίνος ἄλλου ἀγάπην περιπλακήσεται καί παραμυθίαν εὑρήσει ἤ ἐνταῦθα ἤ μετά θάνατον; Ὁ δέ καί ἀντιλέγων καί καταστενάζων καί ἐπαρώμενος τοῖς αὐτόν διεγείρουσι πρός ὕμνον θεῖον καί δοξολογίαν Θεοῦ, ποίαν ἀπολογίαν εὑρήσει ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καί ἑαυτῷ καί ἑτέροις σκάνδαλον ἀπωλείας γενόμενος;

Πιστεύσατέ μοι, πνευματικοί μου πατέρες καί ἀδελφοί, ὅταν ταῦτα ἀκούσω ἤ θεάσωμαί τινα ἐξ ὑμῶν διά ταῦτα δεινοπαθοῦντα, τοιαύτῃ θλίψει συνέχομαι καί τήν καρδίαν μου δάκνομαι, ὡς αὐτῇ τῇ κολάσει δοκεῖν παραδίδοσθαι, καί χαρᾶς οὐκ ἐπαισθάνομαι οὐδεμιᾶς ἄλλης τοῦ κόσμου, ἀλλά καί αὐτήν ἀπολέγομαι τήν ζωήν· καί κλαίω καί θρηνῶ, ὡς ἤδη κατακρινόμενος, καί τοι παρακαλῶν ὑμᾶς οὐκ ἀκούομαι, ἐπιτιμῶν ἀποπέμπομαι, ἐλέγχων μισοῦμαι καί παιδεύων ἀντιπαιδεύομαι καί ὡς ἐχθρός ἐκδιώκομαι, καί ταῦτα ποιῶν ἀνάπαυσιν οὐ δύναμαι κτήσασθαι. Βουλεύομαι παύσασθαι καί τά ἐμαυτοῦ μόνα σκοπεῖν κακά, ἀλλ’ ὅταν τοῦτο στῆσαι θελήσω, τότε ὡς φλόξ ἀνάπτεται ἡ καρδία μου καί πάλιν ἐν τοῖς αὐτοῖς, ὁ ταπεινός, περιέχομαι καί ὀδυνᾶμαι τά ὑμετέρα τραύματα οὐχ ἧττον ἤ τοῖς ἰδίοις μώλωψιν ἀλγύνεται ἕκαστος, καί ὑπέρ ὑμῶν ἐγώ φλέγομαι, καί τόν βίον ἡγοῦμαι ἀβίωτον, καί θαυμάζειν μοι ἔπεισι πῶς εἰς τοιαύτην κατήλθομεν σκότωσιν καί κατά τῶν ἰδίων ψυχῶν πάντα πράττομεν καί ἑαυτούς κατασφάζοντες ὡς ζῶντες ἀπολακτίζομεν, καί δεσμοῦντες τοῖς ἁμαρτήμασιν ἑαυτούς χαίρομεν καί τούς αἴροντας τά τοιαῦτα δεσμά κατεσθίομεν. Ἐάν κωλυθῶμεν παρά τινος μηδέν κατά τῶν ψυχῶν ἡμῶν διαπράξασθαι, ὡς κύνες μαινόμενοι καθυλακτοῦμεν καί μεμφόμεθα αὐτόν, καί οὐ παυόμεθα μέχρις οὗ τήν πρᾶξιν ποιήσομεν καί τάς ψυχάς ἡμῶν ἀπολέσομεν. Εἶτα καί εἰς τά τοιαῦτα ἐθισθέντες παράνομα, φυσικῶς, εἰπεῖν, κακοί γινόμεθα καί οὐκέτι ἀνανεῦσαι βουλόμεθα. Μοναχοί ἐπηγγειλάμεθα εἶναι καί πλεῖον τῶν κοσμικῶν ἐκακώθημεν. Πεινᾶσαι καί διψῆσαι καί κακοπαθῆσαι συνεταξάμεθα, καί ὑπέρ ἑνός κλάσματος ἄρτου λογομαχεῖν καί βλασφημεῖν οὐκ αἰσχυνόμεθα, καί τότε ἴσως ἐπιζητουμένου παρ’ ἡμῶν παρά τόν ὡρισμένον καιρόν τῆς τροφῆς. Πᾶσι τοῖς ἐν τῷ κόσμῳ, γονεῦσι, λέγω, καί ἀδελφοῖς καί φίλοις, ἤλθομεν ἀποτάξασθαι, καί τρέφειν μᾶλλον αὐτούς ἐκ τῶν τῆς μονῆς ἄρτων οὐ διαλιμπάνομεν. Ὡς ἐχθρόν τόν κόσμον ἐφύγομεν, καί τούς τοῦ κόσμου καί τά τοῦ κόσμου πλέον ἤ αὐτόν τόν Χριστόν ἀγαπῶμεν.

Εἰπέ μοι, ἐρωτῶ σε, ἀδελφέ, πιστεύων εἶναι κρίσιν καί ἀνάστασιν καί ἀνταπόδοσιν τῶν βεβιωμένων, ἦλθες ἐν τῇ μονῇ ὁμολογῶν εἶναι Θεόν μέλλοντα ἀποδοῦναι ἑκάστῳ κατά τάς πράξεις αὐτοῦ, ἤ οὐδέ τινα τούτων διέθου ἐν τῇ καρδίᾳ σου; Τηρῆσαι τάς συνθήκας ἅς συνέθου καί συνετάξω τῷ Χριστῷ ἐπί πολλῶν μαρτύρων ἐλήλυθας, ἤ τοῦτο μέν ὡς δεσμόν ἀδελφότητος δολίως προσεποιήσω, μέλος γενέσθαι τῆς ἐκκλησίας περιδρασσόμενος, τό δέ ὅλον ἦν σοι ἐν μελέτῃ κατεσκευασμένον, ἵνα λαμβάνῃς ἀνελλιπῶς τά πρός χορτασίαν καί γαστριμαργίαν χορτάσματα καί ζῇς βίον ἀμέριμνόν τε καί ἄπονον; Εἰ μέν οὖν παρεγένου δοῦλος γενέσθαι Χριστοῦ καί ἡμέτερος ἀδελφός, φύλασσε, παρακαλῶ, καί τάς αὐτοῦ ἐντολάς, καί θερμῶς δουλεύειν αὐτῷ προθυμήθητι, ἵνα φανῇς χριστανός ἀληθής ἐκ τῶν ἔργων καί ἀδελφός ἡμῶν φιλόθεος χρηματίσῃς, ἡμῖν ἐν πᾶσιν ἐξομοιούμενος· συγκακόπαθησον ὡς καλός στρατιώτης, ἵνα καί στεφανωθῇς καί συνδοξασθῇς, αἰωνίῳ δόξῃ ἐπευφραινόμενος. Εἰ δέ τό πᾶν σχηματιζόμενος μέν κουρεύεσθαι καί μοναχός γίνεσθαι ἦλθες, τρώγειν δέ καί πίνειν μετ’ αὐτῶν ἐμελέτησας μόνον, ἕτοιμα τά πάντα εὑρίσκων δῆθεν ἐξ αὐτομάτου, ἄκουσον καί ἐγώ σοι λέξω ἅ σοι μέλλουσιν ὑπαντῆσαι. Πρῶτον μέν, ὅ καί μέγιστον, ἴσθι ὡς οὐ κατηλλάγης οὐδέ προσῳκειώθης Θεῷ, ἀλλά ἐχθρός λελόγισαι αὐτοῦ καί ἐπίβουλος· καί πῶς δέ οὐκ ἐπίβουλος, ἄλλα μελετῶν ἐν καρδίᾳ καί ἄλλα ἐπί πάντων ἐπαγγελλόμενος καί δοκῶν τόν ἀλάθητον λανθάνειν Θεόν; Ἐκεῖνος· «Μή μεριμνήσητε περί τῆς αὔριον, τί φάγητε ἤ τί πίητε ἤ τί ἐνδύσησθε» διαρρήδην πᾶσιν ἐντέλλεται, σύ δέ διά τοῦτο ἀποκείρῃ, ἵνα μόνον ἀδελφός ὑπάρχῃς καί κοινωνός κτημάτων καί χρημάτων, ὧν ἴσως ἐν τῷ κόσμῳ ὤν οὐκ ἐκυρίευσας. Ὁ ἀπόστολος παραινεῖ λέγων· «Ἔχοντες διατροφάς καί σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα», σύ δέ μηδέ εἰς αὐτήν τήν ἀναγκαίαν χρείαν ἀρκούμενος, κλέπτεις καί νοσφίζῃ τά τῆς μονῆς. Καί ἐν πᾶσι μέν τοῖς πρός σωματικήν ἡδονήν καί θεραπείαν ὑπάρχουσιν ἀδελφόν σεαυτόν εἶναι τῶν ἁπάντων ἀκαινοτόμητον βούλῃ καί τήν ἰσότητα μετά τῶν κοπιώντων εἰς τό ἔργον Κυρίου προσαπαιτεῖς· ἐάν δέ πρός νηστείαν ἤ ἀγρυπνίαν ἤ τῆξιν σώματος, ἔτι δέ πρός πένθος ἤ εὐχήν ἀδιάλειπτον, παννύχους τε στάσεις καί ψαλμωδίας καί ὕμνους πνευματικούς ἴδῃς τινάς τῶν ἀδελφῶν προθύμως ἑαυτούς γυμνάζοντας καί τρέχοντας ὅλῃ τῇ ψυχῇ καί προθέσει, ἀλλότριον σεαυτόν εἶναι λέγεις καί ταῦτα ποιεῖν μή δύνασθαι· οὐ μόνον δέ ἀλλά καί ἀποκρυβόμενος καί μή εὑρισκόμενος εἰς τήν σύναξιν, οἴει σεαυτόν ὠφελεῖν. Ὤ τῆς ἄγαν σκοτώσεως καί ἀγνοίας καί τῆς ἀπάτης τῶν λογισμῶν σου! Καί τό χαλεπώτερον τούτου, ὅτι καί πειρασμῶν ἴχνος ἐάν ἐνώπιόν σου φανήσεται ἤ καί πρός δοκιμήν σου μικράν τινα λύπην λυπήσῃ σε ὁ ἡγούμενος, καί αὐτό ἀπαρνῇ τό ἔνδυμα, καθά πολλούς ἐγώ λέγοντας ἤκουσα· «Μή γάρ δοῦλος γενέσθαι τινός ἐλήλυθα ἤ διά τό ὑβρίζεσθαι παραγέγονα»; Ὤ τῆς παραπληξίας!

Οὐκ ἦλθες κατά τῶν ἀοράτων ἐχθρῶν ἀγωνίσασθαι; Οὐκ ἐλήλυθας ἀναλαβέσθαι τόν κατά τῶν παθῶν πόλεμον; Δι’ ἥν αἰτίαν στρατευθῆναι καί τοῖς Χριστοῦ στρατιώταις καταταγῆναι ἠθέλησας; ἵνα σιτηρέσια ἐπίσης αὐτοῖς λαμβάνων καί ὀψώνια, ἀνάκεισαι ὡς οἱ ἐπί σκηνῆς τρυφῶντες καί μεθυσκόμενοι; Ἐάν ταῦτα λογίζῃ, οὐαί σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅταν ὁ Χριστός ἔλθῃ ἑκάστῳ ἀποδοῦναι κατά τάς πράξεις αὐτοῦ, ὅταν ἐκζητήσῃ ἀπό τῶν μοναχῶν, τῶν συνταξαμένων αὐτῷ ἐπί πολλῶν μαρτύρων, τάς συνθήκας ἅς συνέθεντο ποιῆσαι καί διαφυλάξαι ἐνώπιον τοῦ ἁγίου θυσιαστηρίου καί τῶν ἁγίων ἀγγέλων αὐτοῦ. Τί γάρ καί ἐρωτώμενοι ἀποκρινόμεθα; Οὐχί· τί προσήλθομεν τῷ ἁγίῳ θυσιαστηρίῳ καί τῇ ἁγίᾳ συνοδίᾳ ταύτῃ, ποθοῦντες τόν μοναχικόν βίον καί τήν ἀγγελικήν ἀσπάσασθαι πολιτείαν; Τί οὖν πρός ταῦτα ἀνθυποφέρομεν; οὐχί τό «Ναί, τίμιε πάτερ»; Ὁ δέ ἱερεύς τί πρός ἡμᾶς φησι πάλιν; «Γινώσκετε, ἀδελφοί, ὅτι ἐφ’ ὅσον ἐληλύθατε καταριθμηθῆναι τοῖς δούλοις τοῦ βασιλέως Χριστοῦ, ἑτοιμάσατε ἑαυτούς εἰς πειρασμούς. Ἔσεσθε γάρ εἰδότες ὅτι ἀπό τοῦ νῦν μᾶλλον πᾶσαν μηχανήν ὁ ἐχθρός κινήσει καθ’ ὑμῶν. Δεῖ οὖν ὑμᾶς πεινᾶσαι καί διψῆσαι καί ῥιγᾶσαι, ἀτιμασθῆναί τε καί ἐμπτυσθῆναι, ῥαπισθῆναι τε καί χλευασθῆναι καί πάντα τά κατά Θεόν λυπηρά ὑπομεῖναι». Ἄρα τί πρός ταῦτα ἡμεῖς ἀποκρινόμεθα; Οὐχί πάντα παθεῖν και ὑπομεῖναι ἐπαγγελόμεθα, καί τό «Ναί, τίμιε πάτερ» κατά πᾶσαν ἐρώτησιν τῶν τῆς ὑπομονῆς παθημάτων φθεγγόμεθα; Οὐχί ἐγκράτειαν καί ἀγρυπνίαν καί προσευχήν καί ὑπακοήν μέχρι θανάτου τῷ προεστῶτι καί πάσῃ τῇ ἀδελφότητι φυλάξαι ὁμολογοῦμεν ἐνώπιον Θεοῦ καί ἀγγέλων; Καί νῦν, ὡς οὐδενός ὄντος τοῦ μέλλοντος ἀπαιτῆσαι ἡμᾶς τάς συνθήκας ταύτας ἅς συνεθέμεθα, οὕτω διακείμεθα, ἐν ἀφοβίᾳ Θεοῦ διάγοντες καί καταφρονήσει τῶν αὐτοῦ ἐντολῶν, κατεπαιρόμενοι οὐ μόνον ἁπάσης τῆς λοιπῆς ἀδελφότητος, ἀλλά καί τῶν προεστώτων ἡμῶν, γογγύζοντες, ἀντιλέγοντες, καταρώμενοι, ῥαθυμοῦντες καὶ πάντα ποιοῦντες, ὅσα μισεῖ Θεός καί ὅσα εἰς γέενναν πυρός ἀπολλύουσιν ἡμῶν τάς ψυχάς.

Ποῦ τοιοῦτον ἀπό τοῦ αἰῶνος ἠκούσθη μηχανῆς ἔργον; Ποῖος δαίμων τρόπον ἀπωλείας κατά τῶν ἡμετέρων ψυχῶν ἐπινοήσει μείζονα τούτου; Μᾶλλον δέ τί πλεῖον καθ’ ἡμῶν οἱ δαίμονες μεριμνήσουσιν ἤ φροντίσουσι; Τῷ γάρ θελήματι τῆς σαρκός ὁρῶντες οἱ δαίμονες κατεχομένους ἡμᾶς, τόν θάνατον βλέπουσι περιφέροντας· καί τίνος ἄλλου χάριν καθ’ ἡμῶν αὐτοί ἐκστρατεύουσιν; Ἅπας γάρ ὁ πόλεμος τῶν δαιμόνων διά τοῦτο καθ’ ἡμῶν φέρεται, ὅπως ἐκ τῆς τοῦ Θεοῦ δόξης καί τῆς τοῦ Ἁγίου Πνεύματος ἀλλοτριώσωσι χάριτος τούς πειθομένους αὐτοῖς. Ἀλλ’ ἡμεῖς καί πρό τῆς ἐκείνων πάλης ἑαυτούς ἡμᾶς, ὡς ὁρῶ, τῆς τοιαύτης ἀπεστερήσαμεν δωρεᾶς, καταλιπόντες τάς τοῦ Θεοῦ ἐντολάς καί μηδέ ζητῆσαι αὐτόν ἐξ ὅλης ψυχῆς ποτε προθυμούμενοι. Εἰ γάρ ἐζητοῦμεν αὐτόν, οὐκ ἄν οὕτω ῥᾳθύμως καί ἀμελῶς ἐβιοῦμεν. Ἐάν τά οὐράνια ἐφροντίζομεν, οὐκ ἄν περί τά γήινα τοσαύτην σπουδήν ἐποιοῦμεν. Ἐάν περί τῶν ἀφθάρτων διενοούμεθα, οὐκ ἄν ἐκεχήναμεν εἰς τά ῥέοντα καί φθαρτά. Ἐάν τῶν αἰωνίων ἐφιέμεθα, οὐκ ἄν τῶν προσκαίρων οὕτως ἀντεποιούμεθα. Ἐάν τόν Θεόν ἠγαπῶμεν, οὐκ ἄν τούς πρός αὐτόν ἡμᾶς ὁδηγοῦντας οὕτως ἀπεστρεφόμεθα. Ἐάν τάς ἀρετάς περιεποιούμεθα, οὐκ ἄν τούς διδασκάλους τῶν ἀρετῶν ἐβδελυσσόμεθα. Ἐάν τήν νηστείαν ἄσμενοι ἠσπαζόμεθα, οὐκ ἄν ποτε διά βρωμάτων ἤ πομάτων ἔνδειαν ἐγογγύζομεν. Ἐάν ἐγκρατεῖς τῶν παθῶν εἶναι ἠγωνιζόμεθα, οὐκ ἄν ἀκρατῶς ταῖς ἡδοναῖς ἐνεδίδομεν. Ἐάν πίστιν εἴχομεν ὀρθήν καί βεβαίαν, οὐκ ἄν τά τῶν ἀπίστων ἔργα διεπραττόμεθα. Ἐάν φόβον Θεοῦ εἰς τάς καρδίας ἡμῶν εἴχομεν, οὐκ ἄν τοῖς γνησίοις δούλοις αὐτοῦ εἰς πᾶσαν ἀρετήν θεάρεστον ἀντεπίπτομεν. Ἐάν ταπείνωσιν ἐκτησάμεθα, οὐκ ἄν τῶν τοῦ Θεοῦ δούλων κατεπαιρόμεθα. Ἐάν ἀγάπην ἀληθινήν κτήσασθαι ἠξιώθημεν, καί τόν Θεόν ἄν ἐγνωρίζομεν καὶ οὐ μόνον παιδεύεσθαι, ἀλλά καί ἀτιμάζεσθαι καί τύπτεσθαι καί ἀδικεῖσθαι καί ἐπηρεάζεσθαι καί πάντα πειρασμόν, πᾶσαν θλῖψιν προθύμως ὑπομένειν διά τόν Χριστόν ἠθελήσαμεν.

Νυνί δέ τοσοῦτον τοῖς πάθεσι κατεσχημένοι τελοῦμεν καί ἐν τοσαύτῃ σκοτώσει καί ἀγνοίᾳ τυγχάνομεν, ὅτι οὐδέ ἐν οἷς ἐσμεν αἰσθανόμεθα, οὐδέ ὅτι κακῶς πράττομεν ἐπιστάμεθα. Διά τοι τοῦτο καί ἐάν παρά τινος ὑπομνησθῶμεν περί τινος ἁμαρτίας, ὡς μή ἀκηκοότες ποτέ τάς τῶν χριστιανῶν Γραφάς οὕτως ἀποκρινόμεθα· «Καί ἆρά γε ἁμαρτία ἡ πρᾶξις αὕτη ἐστί; Καί τίνος χάριν ἤ καί διά τί ἁμαρτία λογίζεται; Ματαίως τοῦτο παρά τινων ἁμαρτία ὀνομάζεται. Εἴθε τάς μείζονας ἐφυλαξάμεθα πράξεις· περί γάρ τούτων τῶν μικρῶν τήν πολλήν ὁ Θεός ἀκρίβειαν οὐ μή ἐνδείξηται». Καί ταῦτα τίνες; Οἱ μοναχοί, οἱ δευτέραν ὁμολογίαν καί συνθήκην μετά τοῦ Θεοῦ ποιησάμενοι, οἱ τήν στολήν ὡς ἀρετήν καί τό ὄνομα ἀντί ἁγιότητος περιφέροντες, οἱ κόσμον καί τά ἐν κόσμῳ ἀποβαλέσθαι Χριστῷ συνταξάμενοι, οἱ γονεῦσι καί φίλοις ὁμολογήσαντες ἀποτάξασθαι, οἱ ὡς Θεῷ τῷ πνευματικῷ αὐτῶν πατρί συνταξάμενοι ὑποτάσσεσθαι, οἱ μέχρι καί βλέμματος καί ἀργοῦ ρήματος τήν ἀκρίβειαν καί ἄσκησιν ἐπαγγειλάμενοι, τό φθονεῖν ἤ λοιδορεῖν ἤ γογγύζειν ἤ ἀντιλέγειν ἤ ψεύδεσθαι καί ἰδιορρυθμεῖν καί ὀμνύειν ἤ τι τῆς μονῆς κρυφίως νοσφίζεσθαι ἤ καί διδόναι ἑτέρῳ ἄνευ βουλῆς τοῦ προεστῶτος ἁμαρτίαν οὐ κρίνουσι. Πρός τούτοις, οὐδέ τό κακῶς διοικεῖν τά ἐμπιστευθέντα αὐτοῖς πράγματα, οἷον ἤ προσπαθῶς τι ποιεῖν ἐν αὐτοῖς ἤ ἐμπαθῶς ἤ δολερῶς ἤ φθονερῶς ἤ ἀσυνειδήτως καί κατά πραγματείαν, ἡγοῦνται εἶναι τό σύνολον ἁμαρτίαν.

Οὐ φρίττεις, ἄνθρωπε, τοῦ Θεοῦ ἀκούων καθ’ ἑκάστην σοι λέγοντος διά πάσης τῆς θείας Γραφῆς· «Λόγος σαπρός μή ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Ἀμήν γάρ λέγω ὑμῖν, καί ὑπέρ ἀργοῦ λόγου λόγον δώσετε καί ὑπέρ ψυχροῦ ὕδατος μισθόν λήψεσθε»; Οὐκ ἀκούεις ὅτι καί ἐννοιῶν καί λογισμῶν καρδίας κριτής ἐστιν ὁ Θεός; Τί γάρ φησιν; «Ὁ ἐμβλέψας γυναικί πρός τό ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν ἐν τῇ καρδίᾳ αὐτοῦ». Εἶδες πῶς μοιχός κρίνεται ὁ πρός ἐπιθυμίαν ἐμβλέπων εἰς πρόσωπόν τινος; Οὕτως ἴσθι βεβαίως, ὦ ἄνθρωπε, ὅτι καί ὁ ἐπιθυμίᾳ χρημάτων κρατούμενος φιλάργυρος κρίνεται, εἰ καί μηδέν ἕτερον τό σύνολον κέκτηται, καί ὁ βρωμάτων πολυτελῶν καί πολλῶν ὀρεγόμενος γαστρίμαργός ἐστιν, εἰ καί δι’ ἔνδειαν ἄρτῳ μόνῳ καί ὕδατι τρέφεται, καί πόρνος ὁ τοῖς λογισμοῖς ἐπί πολύ συνδυάζων καί μολυνόμενος, εἰ καί πρόσωπον ἀνθρώπου ποτέ μή θεάσηται. Οὕτω καί ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ· «Κακῶς ἐπράχθη τοῦτο καί παραλόγως ἐκεῖνο γέγονε» καί· «Διά τί τό καί τό γέγονεν; ἵνα τί δέ καί ἐκεῖνο οὐ γέγονε;»- μή πλανηθῇ, καταλαλητής ἔσται καί ὡς κατακρίνων κριθήσεται, κἄν μή ἐκβάλῃ ῥῆμα ἐκ τοῦ στόματος αὐτοῦ, μηδέ ἀκούσῃ τις τήν φωνήν αὐτοῦ.

Μή πλανᾶσθε, ἀδελφοί μου, φιλάνθρωπός ἐστιν ὁ Θεός καί ἐλεήμων καί εὔσπλαχνος, κἀγώ μαρτυρῶν ὁμολογῶ καί τῇ αὐτοῦ εὐσπλαχνίᾳ θαρρῶ σώζεσθαι. Πλήν γινώσκετε ὅτι τούς μή μετανοοῦντας καί μετά πάσης ἀκριβείας καί φόβου πολλοῦ τηροῦντας τάς αὐτοῦ ἐντολάς, οὐδέν ὠφελήσει, ἀλλά καί χεῖρον μᾶλλον τῶν ἀπίστων ἐθνῶν καί ἀβαπτίστων αὐτούς τιμωρήσεται. Μή πλανᾶσθε, ὦ ἀδελφοί, μηδέ μικρά ὑμῖν τινα τῶν ἁμαρτημάτων φαινέσθωσαν καί ὡς μή τοσαύτην βλάβην ἐμποιοῦντα ταῖς ἡμετέραις ψυχαῖς καταφρονείσθωσαν παρ’ ἡμῶν. Μικροῦ γάρ καί μεγάλου ἁμαρτήματος διαφοράν οὐκ ἐπίστανται οἱ εὐγνώμονες δοῦλοι, ἀλλά κἄν μέχρι βλέμματος ἤ ἐννοίας ἤ λόγου πταίσωσιν, ὡς ἐκπεπτωκότες τῆς τοῦ Θεοῦ ἀγάπης διάκεινται, ὅπερ καί ἀληθές εἶναι πείθομαι. Ὁ γάρ ἔξω τοῦ θείου θελήματος μικρόν τι ἐνθυμηθείς καί μή εὐθύς, τήν τοῦ λογισμοῦ προσβολήν ἐκδιώξας, μετάμελος γένηται, ἀλλά καταδεξάμενος κρατήσει τήν ἔννοιαν, εἰς ἁμαρτίαν αὐτοῦ λογίζεται κἄν ἐν ἀγνοίᾳ τοῦ κακόν εἶναι τοῦτο λογίζεται. Ἐλθόντος γάρ τοῦ νόμου, ἤγουν τῆς τῶν ἁγίων Γραφῶν διδασκαλίας, τό μέν ἐν ἀγνοίᾳ κατεχόμενον κακόν ἀνέζησε καί ἡ ἁμαρτία ἐν ἐμοί εὑρέθη οὖσα, ἐγώ δέ νεκρός καί τοῦ καλοῦ ξένος γέγονα.

Χρή τοίνυν πάντας τούς ἐπερχομένους ἡμῖν λογισμούς διακρίνειν καλῶς καί ἀντιπαρατιθέναι αὐτοῖς τάς μαρτυρίας ἐκ τῶν θεοπνεύστων Γραφῶν καί ἀπό τῆς διδασκαλίας τῶν πνευματικῶν καί ἁγίων πατέρων καί, εἰ μέν συνᾴδοντας ταύταις καί ἰσοδυναμοῦντας εὑρίσκομεν αὐτούς, πάσῃ δυνάμει τούτους κρατεῖν καί εἰς ἔργον θαρροῦντας ἐξάγειν· μή συμφωνοῦντας δέ τῷ λόγῳ τῆς ἀληθείας, μετ’ ὀργῆς πολλῆς αὐτούς ἐξ ἑαυτῶν ἀποπέμπεσθαι, καθά γέγραπται· «Ὀργίζεσθε καί μή ἁμαρτάνετε». Ὡς γάρ μίασμα καί θανάτου κέντρον, οὕτως ἐκφεύγειν δεῖ τήν ἐγγινομένην ἐκ τῶν ἐμπαθῶν λογισμῶν εἰσβολήν. Πολλῆς οὖν ἡμῖν χρεία τῆς νήψεως, πολλῆς τῆς σπουδῆς, πολλῆς τῆς τῶν θείων Γραφῶν ἐρεύνης. Τήν γάρ ἐξ αὐτῶν ὠφέλειαν ἐμφαίνων ἡμῖν ὁ Σωτήρ ἔλεγεν· «Ἐρευνᾶτε τάς Γραφάς». Ἐρευνᾶτε καί μετά πολλῆς ἀκριβείας καί πίστεως κατέχετε τά λεγόμενα, ὅπως ἀκριβῶς ἐκ τῶν θείων Γραφῶν ἐπιστάμενοι τό τοῦ Θεοῦ θέλημα, δύνησθε τό καλόν διακρίνειν ἀπταίστως ἀπό τοῦ χείρονος καί μή παντί πνεύματι ὑπακούειν, μηδέ τοῖς βλαβεροῖς συμπεριφέρεσθαι λογισμοῖς. Πληροφορήθητε, ἀδελφοί μου, ὅτι οὐδέν οὕτως εὔκολον εἰς τό σωθῆναι ἡμᾶς ὡς τό ἐπακολουθεῖν τοῖς τοῦ Σωτῆρος θείοις προστάγμασι. Πλήν ὅμως πολλῶν ἡμῖν δεῖ τῶν δακρύων, πολλοῦ τοῦ φόβου, πολλῆς τῆς ὑπομονῆς καί ἐπιμόνου εὐχῆς, ἵνα κἄν ἑνός δεσποτικοῦ ῥήματος δύναμις ἀποκαλυφθῇ ἡμῖν, ὅπως γνῶμεν τό ἐν μικροῖς λόγοις κεκρυμμένον μέγα μυστήριον καί μέχρι θανάτου καί ὑπέρ μιᾶς κεραίας τῶν ἐντολῶν τοῦ Θεοῦ τάς ψυχάς ἡμῶν θήσωμεν. Ὁ γάρ τοῦ Θεοῦ λόγος ὡς μάχαιρα δίστομός ἐστιν, ἀποτέμνουσα καί ἀποχωρίζουσα τήν ψυχήν ἀπό πάσης σωματικῆς ἐπιθυμίας τε καί αἰσθήσεως· οὐ μόνον δέ ἀλλά καί ὡς πῦρ φλέγον γίνεται, διεγείρων ἡμῶν τό πρόθυμον τῆς ψυχῆς καί ποιῶν ἡμᾶς τοῦ καταφρονεῖν πάντων τῶν λυπηρῶν τοῦ βίου καί ἡγεῖσθαι χαράν πάντα πειρασμόν ἐπερχόμενον, καί τόν φοβερόν τοῖς ἄλλοις ἀνθρώποις θάνατον, ὡς ζωήν καί ζωῆς πρόξενον, ἐπιθυμεῖν καί ἀσπάζεσθαι.

Διό, παρακαλῶ, ἀνανήψωμέν ποτε, ἀδελφοί μου, καί ἀλλήλους διεγείροντες, τῇ παρακλήσει τοῦ λόγου, πρός ζῆλον καί μίμησιν τοῦ καλοῦ, δράμωμεν σπουδαίως, σπεύσωμεν προθύμως καί ζεούσῃ τῇ προθυμίᾳ χωρισθῶμεν τῆ ἀπροσπαθείᾳ τοῦ κόσμου, ἑνωθῶμεν τῇ ταπεινώσει τοῖς ἀπ’ αἰῶνος ἁγίοις· ἀποδυσώμεθα τόν παλαιόν ἄνθρωπον τῇ ἐκκοπῇ τοῦ γεώδους θελήματος καί τῇ νεκρώσει τοῦ χοϊκοῦ φρονήματος, ἐνδυσώμεθα τόν νέον Ἀδάμ, Ἰησοῦν Χριστόν, διά τῆς καθαρᾶς καί ἀῢλου προσευχῆς, τοῖς διηνεκέσι δάκρυσιν ἀποσμήξαντες ἑαυτούς. Ὥραν καθ’ ὥραν καί ἡμέραν καθ’ ἡμέραν ἀνακαινίζεσθαι ποιήσωμεν ἑαυτούς διά μετανοίας, ἵνα καί πολεμεῖν διδαχθῶμεν καί παλαίειν τοῖς ἀεί πολεμοῦσιν ἡμῖν ἐχθροῖς δαίμοσιν. Ὁ γάρ τά εἰρημένα ὅπλα μηδέπω κτησάμενος, ἐν καιρῷ πολέμου στῆναι οὐ δύναται, μᾶλλον δέ ἐν πάσῃ ὥρᾳ τιτρώσκεται. Γυμνός γάρ ὑπάρχων τῶν ὅπλων ἐκείνων, ἐν εἰρήνῃ καί ἐλευθερίᾳ διάγειν οὐ δύναται, ἐπειδή οὐχ ὁμοίως τῶν ἔξω πολέμων καί ὅπλων καί ὁ ἐν ἡμῖν αὐτοῖς πόλεμος, ἀλλά πολύ ἐκείνου φρικωδέστερος οὗτος. Ἄνθρωποι γάρ πρός ἀνθρώπους μαχόμενοι, ποτέ μέν πολεμοῦσι μετά τῶν ὅπλων, ποτέ δέ ὑπαναχωροῦσι καί παύονται, καί ἄρματα ῥίπτουσι καί ὕπνου μεταλαμβάνουσι καί τροφῆς μετά ἀδείας ἁπάσης, καί ὀχυρώμασι πολλάκις ἑαυτούς περικλείουσι καί ἄλλοι ἀντ’ ἄλλων τήν φυλακήν ἐμπιστεύονται, ὅθεν καί φυγῇ τις χρησάμενος σέσωσται, καί κρατηθείς ἴσως οὐ τεθανάτωται, ἀλλά τήν ἐλευθερίαν περιδόξῳ δουλείᾳ ἀνταλλαξάμενος, περιφανέστερος ὤφθη καί μᾶλλον ἐπλούτησεν. Ἐνταῦθα δέ οὐχ οὕτως, ἀλλά διηνεκής τυγχάνει ὁ πόλεμος καί διηνεκῶς ἀνάγκη περιβεβλῆσθαι τοῖς τοῦ Χριστοῦ στρατώταις τά ἑαυτῶν ὅπλα. Οὐκ ἔνι γάρ ἐν νυκτί ἤ ἐν ἡμέρᾳ ἤ ἐν μιᾷ καιροῦ ῥοπῇ τοῦτον τόν πόλεμον παύσασθαι, ἀλλά καί ἐσθιόντων ἡμῶν καὶ πινόντων καί κοιμωμένων καί ὁτιοῦν ἐργαζομένων, ἐν τῇ ἀκμῇ τῆς μάχης τυγχάνομεν. Ἀσάρκους γάρ ἔχομεν ἐχθρούς, οἵτινες καί κατά πρόσωπον ἡμῶν διηνεκῶς ἵστανται, εἰ καί μή βλέπονται παρ’ ἡμῶν, καί σκοποῦσιν ἀκριβῶς εἴ που εὑρεῖν δυνηθῶσι μέλος ἡμῶν ἄσκεπον τοῦ ἐμπῆξαι τά αὐτῶν βέλη καί θανατῶσαι ἡμᾶς. Καί οὐδείς ἐστιν ὁ ἀπό τειχῶν αἰσθητῶν καί ὀχυρωμάτων ἑαυτόν περιφυλάξαι δυνάμενος καί κἄν μίαν ὥραν ἀποκρυβῆναι καί μικρόν ἀναπνεῦσαι καθ’ ἑαυτόν ἤ φυγῇ χρήσασθαι καί σωθῆναι, οὐδέ ἄλλον ἀντ’ ἄλλου τοῦτον τόν πόλεμον ἀναδέξασθαι, ἀλλά πᾶσιν ἀνθρώποις ἀνάγκη πᾶσα ἐπίκειται τοῦ πολεμῆσαι τοῦτον τόν πόλεμον, καί ἤ νικήσαντά τινα ζῆσαι ἤ πληγέντα ἀποθανεῖν ἀναμφιβόλως.

Πληγή δέ πρός θάνατόν ἐστι πᾶσα ἀμετανόητος καί ἀνεξαγόρευτος ἁμαρτία καί τό εἰς ἀπόγνωσιν τινά ἐμπεσεῖν, ὅπερ τῆς ἡμετέρας ἐστί προαιρέσεως καί θελήσεως. Εἰ γάρ ἡμεῖς ἑαυτούς οὐ προδώσομεν τῷ τῆς ἀμελείας βόθρῳ καί ἀπογνώσεως, οὐδέν οὐδαμῶς οἱ δαίμονες ἰσχύσουσι καθ’ ἡμῶν. Ἀλλά καί μετά τό πληγῆναι ἡμᾶς, ἐάν θέλωμεν, ἀνδρειότεροι καί ἐμπειρότεροι διά θερμῆς μετανοίας γινόμεθα. Μετά γάρ τό πληγῆναι καί θανεῖν πάλιν ἀναστῆναι καί πολεμεῖν, τῶν γενναιοτάτων καί ἄγαν ἀδρείως ἐστίν, ὅπερ καί πολλοῦ ἄξιόν ἐστι καί θαύματος πλῆρες. Τό μέν γάρ ἀπλήγους ἡμᾶς διατηρηθῆναι οὐκ ἔστι τῶν ἐφ’ ἡμῖν, τό δέ ἀθανάτους εἶναι ἤ θνητούς τῶν ἐφ’ ἡμῖν ἐστι. Μή ἀπογινωσκόντων γάρ ἡμῶν, οὐ τεθνηξόμεθα, θάνατος οὐ κυριεύσει ἡμῶν, ἀλλά ἐσόμεθα ἀεί δυνατοί, τῷ παντοδυνάμῳ καί φιλανθρώπῳ Θεῷ ἡμῶν ἐν μετανοίᾳ προσφεύγοντες.

Διό δή τοῦτο παρακαλῶ ἐμαυτόν τε καί πάντας ὑμᾶς πᾶσαν σπουδήν, πᾶσαν ἀνδρείαν ὑπομονῆς καί καρτερίας διά τῶν ἀγαθῶν ἐπιδείξασθαι πράξεων, ἵνα διά πασῶν τῶν τοῦ Χριστοῦ ἐντολῶν καί προσταγμάτων ὁδεύοντες, ἐν προθυμίᾳ ψυχῆς εἰς τάς αἰωνίους μονάς καταντήσωμεν ἐν ἀγωγίμοις τοῦ Πνεύματος, καί τῇ μιᾷ καί ἀδιαιρέτῳ Τριάδι παραστῆναι καί προσκυνῆσαι καταξιωθῶμεν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος Δ΄. Περί μετανοίας καί κατανύξεως. Καί ἐκ ποίων ταύτην ἔργων κτήσασθαι δυνατόν. Καί ὅτι ἄνευ δακρύων ἀδύνατον εἰς καθαρότητα καί ἀπάθειαν ἐλάσαι τινά.

Ἐπειδήπερ, πατέρες καί ἀδελφοί, τοῦ ἁγίου πατρός ἡμῶν Συμεών τοῦ Στουδιώτου τά θεόπνευστα τῶν ὑψηλῶν αὐτοῦ πράξεων ἀναγινώσκετε συγγράμματα, ἅπερ ἐκεῖνος εἰς πολλῶν ὠφέλειαν ἐξέθετο θείῳ κινούμενος Πνεύματι, μετά τῶν ἄλλων αὐτοῦ ὑπερφυῶν κατορθωμάτων καί τοῦτο ῥητῶς οὕτως, καθώς ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ ἐκεῖνος ἀπαραβάτως ἐφύλαξεν, ἔγραψε καί ἐδίδαξε λέγων· «Ἀδελφέ, ἄνευ δακρύων μή κοινωνήσῃ ποτέ». Τοῦτο οἱ ἀκροαταί ἀκούσαντες - πολλοί γάρ παρῆσαν οὐ μόνον λαϊκοί, ἀλλά καί μοναχοί τῶν ὀνομαστῶν καί περιδόξων ἐπ’ ἀρετῇ -, ἐθαύμασαν ἐπί τῷ λόγῳ καί ἀλλήλοις ἐνατενίσαντες εἶπον, ὡς ὑπομειδιῶντες, ὁμοθυμαδόν μιᾷ τῇ φωνῇ· «Λοιπόν ἡμεῖς οὐδέποτε κοινωνήσωμεν, ἀλλά μείνωμεν ἅπαντες ἀκοινώνητοι!».Τούτων ἀκούσας ὁ ἄθλιος ἐγώ καί ταλαίπωρος, κατ’ ἰδίαν τε μνησθείς ἐκείνων αὐτῶν τῶν ταῦτα εἰπόντων καί τῶν ῥημάτων αὐτῶν καί διαπονηθείς, ἔκλαυσα πικρῶς, ἐν ὀδύνῃ καρδίας μου λέγων οὕτως ἐν ἐμαυτῷ· «Ἆρα γε οὕτω περί τοῦ πράγματος ἀληθῶς διακείμενοι καί ὡς ἀδύνατον εἶναι τοῦτο ἀπό ψυχῆς λογισάμενοι, εἶπον ἅ εἶπον; ἤ ὡς μικρόν τι μᾶλλον κατόρθωμα λογισάμενοι τό κατά τόν καιρόν τῆς κοινωνίας κλαῦσαι μόνον, τοῦ ῥήματος κατεγέλασαν;». Πάντως γάρ εἰ μή καθ’ ἑκάστην ἡμέραν καί νύκτα ἔργον ἔχει τό κλαίειν τις ἐνώπιον Χριστοῦ τοῦ Θεοῦ, οὐδέ ὅτε τῶν θείων μυστηρίων μεταλαβεῖν βουληθῇ, κἄν ὁπωσοῦν πενθῆσαι ἤ κλαῦσαι ἰσχύσει κατά Θεόν καί δακρύων κατενεγκεῖν σταλαγμούς· πῶς γάρ, ἐάν μή κατ’ οἰκονομίαν τινά ἄρρητον ἤ σύμβασιν ἐξ αἰτίας τινός σπανίως ἐπέλθῃ τινί; ὅ οὐδέ θαυμαστόν μοι δοκεῖ, ὅπου γε πολλοί καί ἐν αὐτῇ τῇ ἐξόδῳ τῆς ψυχῆς αὐτῶν ἔκλαυσαν ὁμοῦ καί ἐδάκρυσαν (οἶμαι δέ οὐ πολλοί, ἀλλά λίαν ὀλίγοι καί εὐαρίθμητοι). Εἰ δέ καί τοῦτο ἀδύνατον πάντῃ λογίζονται, τό μετά δακρύων καθ’ ἑκάστην μετέχειν τῶν φρικτῶν μυστηρίων, φεῦ τῆς ἀγνοίας αὐτῶν, βαβαί τῆς ἀναλγησίας, οἴμοι τῆς ἀνοίας τῶν ταῦτα λεγόντων καί ἀμελείας καί τῆς πωρώσεως. Εἰ γάρ ἑαυτούς ἔκρινον, οὐκ ἄν ὑπό τῶν ἰδίων λόγων ἐκρίνοντο· εἰ μετανοίας ἐπεμελοῦντο, οὐκ ἄν ἀδύνατον εἶναί ποτε τοῦτο ἀπηρεύξαντο· εἰ πρᾶξιν μετήρχοντο ἔγκαρπον, οὐκ ἄν ἄγευστοι τοῦ τοιούτου καλοῦ τῆς τοιαύτης δωρεᾶς τοῦ Θεοῦ ὅλως ἐτύγχανον· εἰ φόβον Θεοῦ ἐν καρδίᾳ ἐκτήσαντο, οὐ μόνον ἐν τῷ καιρῷ τῆς μεταλήψεως τῶν θείων μυστηρίων δυνατόν εἶναι τό πενθεῖν καί κλαίειν διεμαρτύραντο, ἀλλά καί ἐν πάσῃ ὥρᾳ εἰ οἷόν τε.

Διό καί τήν ὑμετέραν ἀγάπην περί τούτου πληροφορῆσαι βουλόμενος, ὡς πρός ἐκείνους αὐτούς τούς οὕτως εἰπόντας τόν λόγον ποιούμενος, διερωτῆσαι προῄρημαι· «Εἴπατέ μοι, ὦ βέλτιστοι ἀδελφοί, διά τί τοῦτο ἀδύνατον»; «Ἐπειδή, φησίν, οἱ μέν εὐχερῶς καί ἐξ ἑτοίμου πρός κατάνυξιν ἔχουσιν, οἱ δέ σκληροκάρδιοί τινες καί λιθοκάρδιοι ὄντες, οὐδέ τυπτόμενοι κατανύσσονται. Οἱ οὖν οὕτως ἔχοντες, πῶς κλαίειν καί πενθεῖν δύνανται καί μετά δακρύων ἀεί κοινωνεῖν; Ἀλλά καί οἱ ἱερεῖς αὐτοί τήν θείαν καί ἀναίμακτον λειτουργίαν ἐπιτελοῦντες, πῶς δύνανται κλαίειν; Αὐτό οὖν τοῦτο τό εἶναι σκληρούς, ὥς φατε, καί πρός κατάνυξιν δυσκινήτους, πόθεν αὐτοῖς, εἴπατε εἰ ἐπίστασθε, προσεγένετο; Εἰ δ’ ἀγνοεῖτε, μικρόν τι τοῦ ὕψους ὑμῶν ἀνεπαισχύντες ὑφέντες καί τήν ἀκοήν εὐμενῶς ὑποκλίναντες, μή ἀπαξιώσητε μαθεῖν ἐξ ἐμοῦ τοῦ ἐσχάτου. Γέγραπται γάρ· Ἐάν δέ τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω».

«Πόθεν οὖν, φησίν, ὁ μέν σκληρός, ὁ δέ εὐκατάνυκτος;». Ἄκουσον. Ἐκ προαιρέσεως ὁ μέν ἀγαθῆς, ὁ δέ φαύλης· καί ἐξ ἐννοιῶν ὁ μέν πονηρῶν, ὁ δέ τοιούτων· καί ἐκ πράξεων ὁ μέν ἐναντίων, ὁ δέ φιλοθέων. Καί εἰ δοκεῖ, σκόπησον καί εὑρήσεις ἅπαντας τούς ἐξ αἰῶνος διά μόνων τῶν τριῶν τούτων, ὅτι πολλοί ἐξ ἀγαθῶν ἐγένοντο πονηροί καί ἐκ πονηρῶν ἀγαθοί. Πόθεν γάρ - ἵνα ἄνωθεν αὐτούς ἐπαριθμήσωμαι - , ὁ Ἑωσφόρος ἐξέπεσεν; οὐχί προαιρέσει καί λογισμῷ συγκαταθέμενος πονηρῷ; Πόθεν ὁ Κάϊν ἀδελφοκτόνος ἐγένετο; οὐχί τῇ πονηρᾷ προαιρέσει ἑαυτόν τοῦ Ποιητοῦ προτιμήσας καί λογισμοῖς πονηροῖς ἐξακολουθήσας, τῷ φθόνῳ ἔκδοτος γέγονε καί τόν φόνον εἰργάσατο; Πόθεν δέ ὁ Σαούλ ἐζήτει κρατῆσαι καί ἀποκτεῖναι τόν Δαυίδ, ὅν ὡς ἑαυτόν ἐτίμα τό πρότερον καί ὑπερηγάπα ὡς εὐεργέτην; ἐκ φύσεως ἤ ἐκ πονηρᾶς προαιρέσεως; εὔδηλον ὅτι ἐκ πονηρᾶς προαιρέσεως· ἐκ φύσεως γάρ οὐδείς ἐγένετο πονηρός, ἐπειδή οὐδέ πονηρῶν ἔργων ποιητής ὁ Θεός, ἀλλά λίαν καλῶν, μάλα δή ἀγαθός ὤν καί τοῦτο οὐ θέσει καί προαιρέσει, ἀλλά φύσσει καί ἀληθείᾳ. Πρός τούτοις πόθεν ὁ μέν εἷς ληστής, ὁ συσταυρωθείς τῷ Δεσπότῃ Ἰησοῦ Χριστῷ, ἔλεγεν· «Εἰ Υἱός εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν καί ἡμᾶς», ὁ δέ ἕτερος αὐτῷ ἀνθυπέφερεν· «Οὐδέ φοβῇ σύ τόν Θεόν; ὅτι ἡμεῖς μέν δικαίως, ἄξια γάρ ὧν ἐπράξαμεν ἀπελάβομεν, οὗτος δέ οὐδέν ἄτοπον ἔπραξε»; Πόθεν, εἰπέ μοι, ὁ μέν ταῦτα, ὁ δέ ἐκεῖνα ἐφθέγξατο; καί ὁ μέν ἐδικαιώθη, ὁ δέ κατεκρίθη; Οὐχί ἐκ προαιρέσεως ἕκαστος καί λογισμῶν ὁ μέν ἀγαθῶν, ὁ δέ πονηρῶν; Ἐκ τούτων γάρ καί ὁ μέν ἀπιστίαν, ὁ δέ πίστιν κτησάμενος ἔλεγε· «Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου».

Ἵνα δέ τούς ἄλλους παρήσω πολλούς ὄντας, ἐκ τούτων ὧν εἰπεῖν βούλομαι μάθετε καί διδάχθητε ὅτι προαιρέσεως αὐτεξουσιότητι ἕκαστος, ἤ κατανυκτικός καί ταπεινός, ἤ σκληροκάρδιος καί ὑπερήφανος γίνεται. Καί εἰκότως. Δύο γάρ τινων ἀποτασσομένων τῷ βίῳ ὁμοτέχνων, ὁμογενῶν, συνηλικιωτῶν, ἔσθ’ ὅτε καί ἀδελφῶν, ὁμογνωμόνων, ὁμοτρόπων, πονηρῶν, φημί, καί σκληρῶν, ἀσπλάχνων, ὠμοτάτων, φιλασάρκων καί φιλαργύρων καί πᾶν εἶδος κακίας καί πονηρίας μετελθόντων ἐπίσης, καί εἰσερχομένων αὐτῶν ἅμα εἰς τό τῆς ἀσκήσεως στάδιον, ὁ μέν αὐτῶν κατορθοῖ πᾶσαν ὁμοῦ ἀρετήν, ζέσει πίστεως καί προθέσεως, πάντων ἀποκοπήν ποιούμενος τῶν κακῶν, ὁ δέ χείρων ἤ ὅπερ ἦν πρό τοῦ ἀποτάξασθαι γίνεται. Πόθεν οὖν οὐκ ἐπίσης καί τά τῆς ἀρετῆς αὐτοῖς κατωρθώθη, ὥσπερ καί τά τῆς κακίας ἐκορυφώθη; Οὐχί ὅτι ὁ μέν προθέσει ψυχῆς ἀγαθῆς πάντα τά κατά Θεόν ὑπέμεινε λυπηρά, καί πρός τούτοις προσέχων ἦν ἐξ αὐτῆς εἰσόδου καί ἀποταγῆς νουνεχῶς ταῖς θείαις Γραφαῖς καί οἴκοθεν ἀφ’ ἑαυτοῦ τό ἀγαθόν ποιεῖν ἐξελέξατο, μιμούμενος τούς τῶν εὐλαβεστέρων ἀνδρῶν βίους καί συναμιλλώμενος αὐτοῖς ἐν νηστείαις καί προσευχαῖς, ἐν δεήσεσιν, ἐν σιωπῇ χειλέων, ἐν κατανύξει καί δάκρυσιν, ἐν ἀποχῇ βρωμάτων ἡδέων καί ἀκαίρων ὁμιλιῶν, ἐν ἀποχῇ θυμοῦ καί ὀργῆς καί κραυγῆς, ὑπομένων ἐμπόνως ὕβρεις καί θλίψεις καί στενοχωρίας, καί τά εὐτελῆ καί ἀτιμότερα ἐκλεγόμενος τῶν ἔργων, μή ἀντιλέγων ἤ γογγύζων ἐπιτασσόμενος, ἀλλά προθύμως ἐπιτελῶν πάντα καί τόν ἔσχατον ἀεί μεταδιώκων τόπον καί ἑαυτόν εὐτελέστερον λογιζόμενος πάντων καί, ἁπλῶς εἰπεῖν, πάντα ποιῶν μετά γνώσεως, ὅσα ἡμᾶς αἱ θεῖαι Γραφαί σαφῶς ἐκδιδάσκουσιν, ἵνα τυχών ἐλέους καί συγχωρήσεως τῶν προτέρων κακῶν, εὕρῃ παρρησίαν ἐνώπιον τοῦ Θεοῦ; Ὁ δέ τά ἐναντία τούτων πάντων προθέσει ψυχῆς πονηρᾶς ποιῶν, ἔμεινεν ὅπερ ἦν καί πρό τοῦ ἀποτάξασθαι πονηρός, ἵνα μή λέγω καί χείρων ἤ ὅπερ ἦν.

Οὕτως οὐκ ἐκ φύσεως, ὥσπερ τινές οἴονται, ἀλλ’ ἐκ προαιρέσεως γίνεται πᾶς ἄνθρωπος εἴτε ταπεινός καί εὐκατάνυκτος, εἴτε σκληρός τήν καρδίαν καί πεπωρωμένος καί ἀκατάνυκτος. Πότε γάρ, εἰπέ μοι, κατανυγήσεται τήν ψυχήν καί δάκρυον ἐκ ὀφθαλμῶν σταλάξει ὁ πᾶσαν ἡμέραν σχεδόν ὧδε κἀκεῖσε περιερχόμενος καί μήτε σιωπῆς χειλέων, μήτε εὐχῆς, μήτε ἀναγνώσεως καί ἡσυχίας ἐπιμελούμενος, ἀλλά ποτέ μέν προσομιλῶν τοῖς πλησίον ἐν ταῖς συνάξεσι, καί οὐ μόνον ἑαυτόν ἀλλά καί οἷς προσομιλεῖ τῆς ὠφελείας ἀποστερῶν, ποτέ δέ διασύρων καί λοιδορούμενος τούς εὐλαβεῖς τῶν ἀδελφῶν καί αὐτόν ἔσθ’ ὅτε τόν προηγούμενον; Πότε κατάνυξιν κτήσεται ὁ πάντα περιεργαζόμενος τά τῆς μονῆς, καί οὐ μόνον τά τῆς μονῆς, ἀλλά καί ἑνός ἑκάστου τόν βίον; καί ποτέ μέν λέγων πρός τινας τῶν ἀδελφῶν· «Ἤκουσα χθές τό καί τό» φησί, ποτέ δέ· «Ἔμαθες τί τῷ δεῖνι συνέβη τῷ ταπεινῷ;» καί πάλιν· «Ἠκούσατε τοῦ δεῖνος τήν συμφοράν; ». Ὁ τοιοῦτος ἄρα πότε τῶν οἰκείων ἀναμνημονεύσει κακῶν, ἵνα καί πονέσας δάκρυον καταφέρῃ ἐξ ὀφθαλμῶν αὐτοῦ; Ὁ δέ καί τῆς συνάξεως ἐξερχόμενος ἐν τῷ καιρῷ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν καί ἐγγύς ἤ μακράν καθήμενος καί προσομιλῶν μετά τινων - ποτέ μέν ἐκείνου ποτέ δέ τῶν ἄλλων τάς ἀνωφελεῖς συντυχίας προβαλλομένων καί οὕτω λεγόντων· «Ἠκούσατε, φησί, τί τόν δεῖνα πεποίηκεν ἀδελφόν ὁ ἠγούμενος;» ὁ δέ· «Λοιπόν, ἐάν εἴπω ὑμῖν τί τόν δεῖνα πεποίηκεν τόν ταπεινόν, τί ἔχετε εἰπεῖν»; καί οὕτω τοιαῦτα καί χείρονα τούτων ὁ ὁμιλῶν καί ἀπασχολῶν καί ἀπασχολούμενος εἰς φλυαρίας τοιαύτας, πότε εἰς συναίσθησιν ἔλθῃ τῶν οἰκείων ἁμαρτημάτων καί ἑαυτόν ἀποκλαύσεται;

Ὁ γάρ μή προσέχων τοῖς θεοπνεύστοις λογίοις, μηδέ θύραν τιθέμενος περί τά χείλη αὐτοῦ, μηδέ ἀποστρέφων τό οὖς αὐτοῦ ἐξ ἀκοῆς ματαίας καί μεμνημένος τῆς ἐσχάτης ἀπολογίας καί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, ὅπως γυμνοί καί τετραχηλισμένοι ὀφείλομεν παραστήσεσθαι πάντες αὐτῷ καί δοῦναι λόγον ὑπέρ τῶν βεβιωμένων ἡμῖν, πῶς ἄρα, εἰ πλεῖον τῶν ἑκατόν χρόνων ἐπιζήσει ἐν τῷ μοναχικῷ σχήματι, δάκρυον κτήσεται καί πενθήσει θερμῶς ἑαυτόν; Πῶς ὁ τῶν πρωτείων ἀντιποιούμενος ἐν τῇ στάσει τῆς ἐκκλησίας, ἐν τῇ καθέδρᾳ τῆς τραπέζης, καί ὑπέρ τῶν τοιούτων ἀεί μαχόμενος καί λυπούμενος, λυπηθήσεταί ποτε ὑπέρ τῆς ἰδίας ψυχῆς καί κλαύσει πικρῶς ἐνώπιον τοῦ Θεοῦ; Ὁ δέ καί προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ἀδυναμίαν προβαλλόμενος, δυνατός ὤν καί σφριγῶν καί νέος, ἐν τῇ στάσει τῆς ἐκκλησίας, καί παραμετρῶν ἑαυτόν τοῖς πολλά κοπιάσασι καί χρονίσασι τῇ ἀσκήσει τῶν εὐλαβεστέρων ἀδελφῶν, λέγων· «Μή δεύτερός εἰμι τοῦ δεῖνος ἤ τοῦ δεῖνος ἐγώ; ὅτι ἐκεῖνος ἐπακουμβίζων ἵσταται καί ἀπερχόμενος ἵσταται»- συνεξισάζων ἑαυτόν ἐκείνοις, ὁ ἴσως ἀνάξιος ὤν καί τῆς κάτω χώρας, πότε τῆς ἑαυτοῦ ἀσθενείας ἐπιγνώμων γένηται, ἵνα καί στενάξας ἀπό ψυχῆς κατανυγῇ τήν καρδίαν καί δακρύσῃ τοῖς ὀφθαλμοῖς; Ἡ γάρ κενοδοξία, δοῦλον αὐτόν τῇ ἀκηδίᾳ ἐκδοῦσα, οὐκέτι ἐν οὐδενί καρτερῆσαι ἀφίησιν αὐτόν ἐν ὑπομονῇ· καί διάγει ἔκτοτε ἕκαστος τῶν τοιούτων εἰς πᾶσαν σύναξιν ἐν ῥᾴθυμίᾳ καί ἀμελείᾳ, τοῖς πλησιάζουσιν αὐτῷ καί ἀνεχομένοις ἀκούειν αὐτοῦ προσομιλῶν συνεχῶς μάταια καί γραώδη μυθεύματα. Καί οὕτως ἀναισθήτως ἤ μᾶλλον εἰπεῖν ἀναλγήτως τοῖς πνευματικοῖς καί θεοσεβέσιν ἀνδράσι συνεισερχόμενος ἐν ταῖς θείαις συνάξεσιν, ἀνωφελῶς ἐκεῖθεν ἐξέρχεται, μηδεμίαν ἀλλοίωσιν ὅλως πρός τό κρεῖττον ἐπαισθανόμενος προσγινομένην αὐτῷ, τήν διά τῆς κατανύξεως τοῖς ἀγωνιζομένοις ἀπό Θεοῦ διδομένην, τοῦτο μᾶλλον ἀρκεῖν ἑαυτῷ οἰόμενος, τό μή ἀπολιμπάνεσθαι τῶν τετυπωμένων συνάξεων - ὄρθρου λέγω καί λυχνικοῦ καί τῶν ψαλλομένων ὡρῶν -, οὕτως ἁπλῶς εἰς τήν κατόρθωσιν τῶν ἀρετῶν καί τήν τελείωσιν τῶν τετελειωμένων, εἰς τήν κατά Χριστόν ἡλικίαν. Ἔγνων γάρ τινας ὑπό τῆς τοιαύτης ἀπάτης κατασχεθέντας καί σπουδήν μέν ποιουμένους ὥστε μή περιπεσεῖν εἰς ἁμαρτίαν τινά σαρκικήν μεθ’ ἑτέρων συναφθέντας σωμάτων· ὅπως δέ τά ἐν κρυφῇ γινόμενα ἤ καί ἐν τῷ ἀφανεῖ μελετώμενα τῆς καρδίας μή ἐκφυγεῖν τό καθόλου φροντίζοντας, καί οἰομένους σωθήσεσθαι ἄνευ τινός ἄλλης ἐργασίας, εὐχῆς λέγω καί σιωπῆς χειλέων καί ἀγρυπνίας καί ἐγκρατείας καί πτωχείας πνευματικῆς καί ταπεινώσεως καί ἀγάπης, μετά μόνης τῆς ἁπλῶς οὕτω γινομένοις ἐν ταῖς συνάξεσιν ὑπαντῆς. Ἀλλ’ οὐχ’ οὕτως ἔχει· Θεός γάρ οὐ βλέπει εἰς πρόσωπον, οὐδέ εἰς μόνην τήν ἔξωθεν καταστολήν τῶν ἠθῶν, οὐδέ εἰς τάς κραυγάς ἡμῶν, ἀδελφοί, ἀλλ’ εἰς καρδίαν συντετριμμένην καί τεταπεινωμένην καί ἥσυχον καί τόν φόβον τοῦ Θεοῦ ἐπιφερομένην· «Ἐπί τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ’ ἤ ἐπί τόν πρᾷον καί ἥσυχον καί τρέμοντά μου τούς λόγους».

Τί δέ καί περί τῶν ἀναξίως προσερχομένων καί αἰτήσεις ποιουμένων εἰς τούς προεστῶτας αὐτῶν εἴπω; Καί οἱ μέν ὅσοι εὐλαβείας δῆθεν τῆς ἔξωθεν ἐπιμελόμενοι μόνον ἤ, μᾶλλον εἰπεῖν, ὅσοι πρός τά κέρδη καί τήν δόξαν καί τά παρόντα μόνον κεχήνασιν· «Οὐκ ἐσμέν ἄξιοι, φασί, καί ἡμεῖς, τίμιε πάτερ, διακονῆσαι τῇ μονῇ καί τοῖς ἀδελφοῖς; ἤ μόνος ὁ δεῖνα καί ὁ δεῖνα εἰς τήν δεῖνα καί δεῖνα διακονίαν ἐστίν ἄξιος, καί οἰκονομεῖν οἶδεν ἐκεῖνος κρεῖττον παρ’ ἡμᾶς τά πράγματα; Δοκίμασον, εἰ βούλει, καί ἡμᾶς καί εὑρήσεις ποιοῦντας καί οἰκονομοῦντας κρεῖττον ἤ ὡς ἐκεῖνοι τά τῆς μονῆς πράγματα», οἱ δέ ὅσοι τῇ ἀμελείᾳ καί ῥᾳθυμίᾳ ἐξ αὐτῆς αὐτῶν τῆς ἀποταγῆς ἐκδότους δεδώκασιν ἑαυτούς, ἀδυναμίαν σώματος προβαλλόμενοι, οἱ ἀπό τοῦ κόσμου χθές καί πρώην ἐλθόντες καί μυρίων κακῶν γέμοντες, πρό τοῦ ὑποταγῆναι καί ἱδρῶσαι καί κοπιᾶσαι αὐτούς εἰς τό ἔργον τοῦ Θεοῦ, ἀπερχόμενοι ἵστανται, ὡς εἴρηται, μετά τῶν πολλά κεκοπιασάντων ἐπακουμβίζοντες. Καί ἐάν εἴπῃ ὁ πλησίον αὐτοῦ πρός ἕνα τούτων· «Εἴσελθε, ἀδελφέ, εἰς τόν συνήθη σου τόπον καί στῆθι ψάλλων ἐκεῖ μετά τῶν ἀδελφῶν· δύνασαι γάρ», ἀποκρίνεται λέγων· «Ἀπό τῶν ὧδε μᾶλλον προσεχέστερον ἀκούων, κάλλιον ψάλλω ἤπερ ἀφ’ οὗ ἐκ συνηθείας ἵσταμαι τόπου». Ἐάν δέ πάλιν προσθείς ὁ ἀδελφός εἴπῃ αὐτῷ· «Οὐ δύνασαι ὧδε ἵστασθαι, ἀδελφέ, ἄνευ προστάξεως τοῦ προεστῶτος ἡμῶν», ἀκούσας ἐκεῖνος εὐθύς ἀπελθών αἰτεῖται τόν προεστῶτα, σώματος ἀδυναμίαν προφασιζόμενος καί ἀσθένειαν, ἕως οὗ ἐπιτύχῃ τοῦ ἰδίου σκοποῦ· «Καί ἵνα, φησί, πάτερ, ἀκούω τόν πρῶτον κανονάρχον καί ἵσταμαι εἰς τό πρῶτον στηθέον ἤ εἰς τό δεύτερον τοῦ δεῖνος ἐγγύς», παρισάζων ἑαυτόν τῷ κεκοπιακότι πολλά· καί ὁπηνίκα τοῦ σκοποῦ τύχῃ, ἔκτοτε οὐδέποτε δύναται στῆναι ἐν τῷ χορῷ. Κατά μικρόν δέ καί εἰς πᾶσαν ἄλλην ὑπόθεσιν τοῖς πρώτοις ὁ τοιοῦτος σπουδάζων συναριθμεῖν ἑαυτόν, τήν ἔξωθεν εὐλάβειαν ὑποκρίνεται, προσποιεῖται κοσμίαν καταστολήν, τοῖς ἐρχομένοις ἐν τῇ μονῇ φίλοις τῶν ἄλλων καί ἄρχουσι σπουδάζει προσυπαντᾶν καί ἐν οἷς προσέρχονται ἀδελφοῖς συχνότερον ἀπέρχεται ἐπί τῷ γνώριμος γενέσθαι αὐτῶν, ὠφελεῖσθαι προφασιζόμενος ὑπό τῶν λεγομένων ὑπ’ ἐκείνων συντυχιῶν καί ἑρμηνειῶν τῆς θείας Γραφῆς.

Λοιπόν οὖν περιτρέχειν ἄρχεται τό μοναστήριον ἀπό κέλλης εἰς κέλλαν ἀπερχόμενος καί λέγων ἑνί ἑκάστῳ· «Πίστευσον, ἀδελφέ, οὕτως σε ἀγαπῶ, ὅτι ἐάν μή ἴδω σε, οὐδέ ζῆν νομίζω τήν ἡμέραν ἐκείνην». Εἰ μέν οὖν εὑρέθῃ τις, ἐξ ὧν ἀπερχόμενος ταῦτα λέγει, φοβούμενος τόν Θεόν, ἀποκρίνεται λέγων αὐτῷ· «Μνησθείη σου ὁ Θεός τῆς ἀγάπης, ἀδελφέ μου· τί γάρ καί βλέπεις εἰς ἐμέ ἀγαθόν;». Ὁ δέ· «Καί τί, φησίν, οὐκ ἔχεις σύ τῶν καλῶν; Ποῖος γάρ οὕτω πραῢς, εὐλαβής, σοφός, γνωστικός, ἄπλαστος καί τό μεῖζον πάντων πατρός σπλάχνα κεκτημένος, πρός πάντας φιλάδελφος ὤν;» Ταῦτα δέ λέγων πρός τό γεύσασθαι ἀποβλέπεται μετ’ αὐτοῦ. Ὀ δέ πνευματικός ἀδελφός ὁμιλεῖ αὐτῷ κατά τήν δοθεῖσαν αὐτῷ χάριν τά πρός σωτηρίαν ψυχῆς καί, ὅσον τό ἐφ’ ἑαυτόν τούς ἐπαίνους αὐτοῦ ἀπωθούμενος, διορθοῦται τόν ἀδελφόν. Εἰ δέ μή τοιοῦτος εὑρεθῇ, ἀλλ’ ἀπ’ ἐναντίας σαρκικός καί ἀστήρικτος, εὐθύς φυσιοῦται ἐν ἑαυτῷ ὑπό τῶν ἐπαίνων ἐκείνου καί ἀποκριθείς λέγει πρός αὐτόν· «Καί τί κρεῖσσον τῆς ἀγάπης, ὦ πάτερ καί ἀδελφέ; ὄντως οὐδέν· καί μακάριος ὁ ταύτην κτησάμενος», καί ἄλλα τινά, ὅσα οἶδε τόν κόλακα ἀποδέχεσθαι καί πρός εὐφημίαν αὐτοῦ διερεθίζειν. Εἶτα ὥσπερ τοῖς ἐπιπλάστοις ἐπαίνοις καταθελγόμενος, νοός κουφότητι χαυνωθείς ὁ τοιοῦτος, εἰ μέν τῶν εὐπόρων ἐστίν, αὐτίκα οὐδ’ ὑποχωρῆσαι τοῦτον ἐᾷ, ἀλλ’ ἀξιοῖ συνεστιασθῆναι αὐτόν αὐτῷ, καί βρώμασιν αὐτόν δεξιούμενος κενούς ἐπαίνους ἀντιλαμβάνει, τούς εἰς ἀέρα μέν διαλυομένους, βλάβην δέ οὐ τήν τυχοῦσαν τῇ αὐτοῦ προξενοῦντας ψυχῇ. Εἰ δ’ οὖν ἀλλά μετά τάς πολλάς καί ἀνωφελεῖς ὁμιλίας λέγει αὐτῷ· «Μηδέν μοι μέμψῃ, ἀδελφέ. Οἶδεν ἡ ἀγάπη, οὐδέν ἔχω ἄξιόν σου, ἵνα σύν ἐμοί τροφῆς μεταλάβῃς. Ἀλλ’ ἐπεί τοιαύτην διάθεσιν καί ἀγάπην πρός ἡμᾶς τούς ταπεινούς κέκτησαι, ἔχομεν ἀπό τοῦ νῦν κοινῶς καί φιλικῶς καταπολαύειν ὧν ἄν ἐπιχορηγήσῃ Κύριος ἡμῖν εἰς βρῶσιν, καί συνευφραίνεσθαί σοι». Ἔκτοτε οὖν παρεμπίπτει ἐν ἑκατέροις τούτοις φροντίς ἀνεξάλειπτος, καί οὐ παύονται πόρους ἐπιζητοῦντες, ὅθεν ἄν καί προσγένηται αὐτοῖς διά τῆς τῶν βρωμάτων δαψιλείας τήν δοκοῦσαν ἀγάπην βεβαιότερον ἐμπεδώσασθαι.

Οὕτω τοίνυν μετά πάντων προφάσει ἀγάπης, μᾶλλον δέ ἀπάτης συνδήσας ἑαυτόν τοῖς πᾶσι, ποτέ μέν αὐτός ἄλλον, ποτέ δέ τῶν ἄλλων ὁ καθ’ εἷς αὐτόν προσκαλούμενος, οὐκ ἐπιλείπει αὐτόν τράπεζα καί εὐθηνία τῶν εἰς τρυφήν χορτασμάτων εἰς κόρον, καί οὕτω γίνεται χοῖρος καί δεσμεῖται ταῖς ἡδοναῖς καί θεραπεύει ἐνδελεχῶς τήν γαστέρα, ὀκνῶ γάρ εἰπεῖν καί τά αὐτοῦ ὑπογάστρια. Διό καί μετ’ ἐπιτηδεύσεως ἐκ τῶν ἐράνων γαστριζόμενος καθ’ ἑκάστην τῆς ἑσπέρας ἐρχομένης μετά τήν τῶν ἀποδειπνίων ἀκολουθίαν εἰς τό κελλίον αὐτοῦ ἀπερχόμενος, λέγει τῷ ὑπουργοῦντι αὐτῷ· «Ἴδε, ταπεινέ, τῷ δίψει συνέχομαι. Ἀλλά θερμόν εὐτρεπίσας, δός μοι πιεῖν καί ἀναψῦξαι τῆς δίψης». Ἐκεῖνος οὖν, ὡς ἐξ ἔθους ἔχων, εὔνους εὑρίσκεται παραχρῆμα καί δραστικώτατος ὑπηρέτης, οἷα δή καί αὐτός αὐτῷ συνευωχούμενος καί ζωηρότερον μᾶλλον πίνων τόν οἶνον καί ἐκτροφῶν, τοῦ σκότους αὐτῷ λανθάνειν ἐπιβραβεύοντος. Ὅς καί μετά τό πιεῖν ἅπαξ πρός ὄρεξιν αὖθις διεγείρεται βρωμάτων καί λεληθότως τῇ τῶν βρωμάτων ἡδύτητι ὥσπερ ὑποκλεπτόμενος, ἀνεπαισθήτως κορέννυται καί παχεῖαν ἀπεργάζεται τήν γαστέρα καί δυσμεταχείριστον καί τῇ τῆς ψυχῆς ὁρμῇ μή ὑπείκουσαν. Τότε λέγει αὐτῷ ὁ λογισμός· «Ἀπόλυσόν σου τόν ὑπουργόν καί στῆθι ποίησόν σου τήν συνήθη εὐχήν». Ἀνταποκρίνεται ὁ ἕτερος λογισμός καί λέγει αὐτῷ· «Καί πῶς ἰσχύεις στῆναι ἐμπεπλησμένος ὤν καί κατάγομος; Κοιμήθητι μικρόν καί τῇ φύσει βοήθησον εἰς τό ἐξαναλῶσαι τά βρώματα καί πρό τῆς συνάξεως ἐγέρθητι. Καί τότε μᾶλλον, εὐκίνητον ἔχων τό σῶμα, εὔξῃ καλῶς». Ὑπακούει τῷ λογισμῷ καί πεσών ὑπνοῖ καί ἐάν ἔξυπνος γένηται, οὐκ ἐγείρεται, ἀλλά λέγει· «Ταχύ ἐστιν, ὑπνώσω ἔτι μικρόν». Καί οὕτως ὑπερτιθεμένου, φθάνει ἡ σύναξις τοῦ ὄρθρου, καί τηνικαῦτα ἐγειρόμενος εἰσέρχεται εἰς τήν σύναξιν, τό συνειδός ἔχων ἔλεγχον τῆς ἀμελείας καί ῥᾳθυμίας αὐτοῦ.

Καθώς οὖν προείπομεν, ὡς ἔθος αὐτῷ ἐστι, συχνοτέρως εἰς τάς τῶν φίλων καί ἀγαπητῶν πατέρων κέλλας ἀπερχόμενος ἕως βράδυ κάθηται συνδειπνῶν, συμπίνων, προσομιλῶν αὐτοῖς· καί οὕτως ἐν τῷ κελλίῳ ἐρχόμενος, ἄχρηστος γίνεται οὐ μόνον ἐν τῇ ἑσπερινῇ εὐχῇ, ἀλλά δή καί ἐν τῇ τοῦ ὄρθρου συνάξει, μηδέν ὅλως πνευματικόν ἤ ἐννοῆσαι ἤ διαπράξασθαι δυνάμενος. Ἀλλά καί ἐν τῇ αὐτοῦ κέλλῃ, ἐάν ἕτερος ἐλθών παραβάλῃ, ὁμοίως τήν νύκτα παρέλκει, ἔσθ’ ὅτε λοιδορῶν καί κατακρίνων βίους ἑτέρων, καί μένει οὗτος τόν ὅλον τῆς ζωῆς αὐτοῦ χρόνον προσαπολλύς ἐν κραιπάλῃ καί μέθῃ καί μερίμναις οὐκ ἀγαθαῖς.

Ἀλλά τίνος ἕνεκα ταῦτα πάντα διῆλθον; Ἵνα δείξω ὑμῖν, ἀδελφοί, ὅτι ὁ τοιοῦτον ἕλκων βίον οὐ δύναταί ποτε δάκρυον ἐξ ὀφθαλμῶν αὐτοῦ καταγαγεῖν· πῶς γάρ ὁ ἀεί τήν αὐτοῦ θεραπεύων γαστέρα καί διηνεκῶς φροντίζων ὁμοίως τοῖς ἔθνεσι τί φάγεται αὔριον καί τί πίεται καί ὡς δεσποίνῃ δουλεύων τῇ τοῦ φάρυγγος ἡδονῇ; Δῶμεν δέ καί ἀπέχεσθαι τῶν εἰρημένων αὐτόν καί μήτε πρός ἄλλου τινός κέλλαν χωρεῖν, μήτε ἄλλον αὐτόν ὑποδέχεσθαι ἐν τῇ κέλλῃ αὐτοῦ, μήτε κόρῳ γαστρός καί πότῳ καί ἀργολογίαις προσανέχειν, ἀλλά κλείσαντα τάς θύρας ἔνδον μένειν τῆς κέλλης μονώτατον· τί οὖν ὁ ὄφελος αὐτῷ, ἐάν μή πνευματική ὑπάρχῃ καί μετά γνώσεως ἡ ἐργασία αὐτοῦ, ἀλλά κάθηται ἀναγινώσκων πρός τό ἀποστηθίσαι τι, ἵνα ἔχῃ τοῦτο λέγειν ἐν καιρῷ συνάξεως ἤ καί παρουσίᾳ φίλων, ὥστε φαίνεσθαι αὐτόν γνωστικόν; Θῶμεν δέ ὅτι οὐχ ἕνεκα τούτου, ἀλλά χάριν ὠφελείας καί τοῦ ἀκοῦσαι λόγον Θεοῦ ἐντυγχάνει ταῖς θείαις Γραφαῖς, εἶτα ἐγερθείς ἵσταται εἰς προσευχήν· ἡ δέ προσευχή αὐτοῦ ἔστωσαν, εἰ δοκεῖ, ψαλμοί δύο ἤ τρεῖς ἤ δέκα ἤ ἑκατόν, αἱ προσκυνήσεις ὡσαύτως, ὅσας ἄν καί εἴποις ποιεῖν, εἶθ’ οὕτως ἐκπληρώσας πάντα ἀνακλίνεται καί πλέον οὐδέν· τί οὖν, εἰπέ μοι, ὄφελος αὐτῷ ἐκ τῆς τοιαύτης καί μόνον ἐργασίας, ἐάν μή καί ὁ καρπός τῆς εὐχῆς καί τῆς ἀναγνώσεως ἐπανθήσῃ τῇ ψυχῇ αὐτοῦ διά τῶν δακρύων τῆς μετανοίας, ὅς ἐστιν ἡ ἀπάθεια, ἡ ἐπίκτησις τῆς ταπεινοφροσύνης ὁμοῦ καί πρᾳότητος, καί ἡ γνῶσις μετά σοφίας τοῦ πνεύματος; Παντί γάρ τῷ μετά γνώσεως ἐργαζομένῳ τήν πνευματικήν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ ἀναλόγως δίχα πάσης ἀμφιβολίας ἡ τῶν εἰρημένων ἐπιγίνεται κτῆσις τῆς ἐμπόνου ἐργασίας αὐτοῦ. Εἰ δέ ἐργαζομένῳ κατά τό δοκεῖν καί πονοῦντι οὐκ ἐπανθήσει τά εἰρημένα, οὐκ ἔστιν κατά Θεόν ἡ ἐργασία αὐτοῦ ἀλλά μόνον πρός ἀνθρώπων ἀρέσκειαν, καί εἰκότως τῶν κρειττόνων ἐξαμαρτάνει.

Οὕτω τοίνυν ἀεί τόν ἑαυτοῦ βίον ἕκαστος τῶν προειρημένων διερχόμενος, δυνήσεταί ποτε ἆρα, ὡς ὁ ἀπό τῆς ἀρχῆς τῆς ἀποταγῆς αὐτοῦ δούς ἑαυτόν ὅλον εἰς τό πάντα τά κατά θεόν λυπηρά ὑπομεῖναι καί παθεῖν, καθώς ἄνωθεν προειρήκαμεν, δάκρυον ἤ κατάνυξιν κτήσασθαι ἤ τήν ἐκ τοῦ κόσμου συνοῦσαν αὐτῷ κακίαν καί πονηρίαν καί σκληροκαρδίαν ἀποβαλέσθαι καί ταπείνωσιν κτήσασθαι; Οὐδαμῶς. Πλανᾷ ἑαυτόν ὅστις ἄν ᾖ, ὁ ταῦτα νομίζων ἤ καί νομοθετῶν. Ὡς γάρ οὐκ ἐνδέχεται τόν μή ἐκπυρούμενον σίδηρον τῷ πυρί ὁμοίως τῷ ἐκπυρουμένῳ λαμπρύνεσθαι ἤ εἰς ἁπαλότητα δι’ ἑτέρας τινός μηχανῆς ἔρχεσθαι καί χαλκεύεσθαι καί εἰς ἐργαλεῖον κατασκευάζεσθαί ποτε εὔχρηστον, οὕτως οὐδέ τόν ἀμελῆ καί ῥᾴθυμον καί τοιοῦτον ἕλκοντα βίον ἐπιβλαβῆ, οἷον ὁ λόγος ἐδήλωσε, δυνατόν τῷ ἀναδεξαμένῳ ἐκ πρώτης τύπους ἀγαθούς ἐξ ὑπακοῆς πατέρων πνευματικῶν καί βίον ἐνάρετον ἔχοντι ἐξισωθῆναι καί τῶν αὐτῶν ἐκείνῳ καταπολαῦσαι δωρεῶν καί χαρισμάτων τοῦ Πνεύματος. Καί εἰκότως. Ὁ μέν γάρ ταπεινός ὤν τήν καρδίαν καί ταπεινοτέρας ἔχων τάς ἐννοίας καί συντετριμμένον τόν λογισμόν προαιρούμενός τε σπουδαιότερον ταῖς θείαις Γραφαῖς ἐξακολουθεῖν καί πᾶσαν ὑπομένων θλῖψιν και πάντα πειρασμόν ὑποφέρων, ἔτι δέ καί μετά πάντων τῶν εὐτελεστέρων συναριθμῶν ἑαυτόν, τάς πράξεις αὐτοῦ δηλονότι καί τά κακά ἀναλογιζόμενος καί μεμφόμενος ἑαυτόν καθ’ ἑκάστην καί βλέπων ἁμαρτωλόν ἑαυτόν, προκόπτει συντόμως καί ὑπό τῆς θείας χάριτος, ὅταν μή ἔχῃ ἄνθρωπον, τά πρός σωτηρίαν διδάσκεται, ἐξορίζων κατ’ ὀλίγον ἀπό τῆς αὐτοῦ ψυχῆς τάς ἐνούσας αὐτῷ ἀπό τοῦ κόσμου κακίας καί πονηρίας, ἀντεισάγων δέ ἀντ’ ἐκείνων τάς ἀρετάς. Ὁ δέ γέμων ἀκαθαρσίας ὁμοῦ καί οἰήσεως καί μή βουλόμενος ἐνώπιον τῆς κραταιᾶς χειρός τοῦ Θεοῦ ταπεινωθῆναι καί ἀνακαλύψαι τά τῆς καρδίας αὐτοῦ πατρί πνευματικῷ καί κολληθῆναι αὐτῷ καί πάντα δρᾶσαι καί παθεῖν, ὅσα πρός ἀρετήν καί Θεόν μετά συνέσεως φέρει καί τελεοῖ τόν κατά Θεόν ἄνθρωπον, γίνεται χείρων ἤ ὅπερ ἦν ἐν τῷ κόσμῳ τοῦ ὑλικοῦ πνεύματος ἀντιστραφέντος καί ἐνοικήσαντος εἰς αὐτόν μετά τῶν ἑπτά πνευμάτων τῆς πονηρίας. Καί οὕτως ὁ μέν ὑπερβαίνει τοσοῦτον καί ὑπερνικᾷ τόν συνεισελθόντα αὐτῷ ἀδελφόν, ὅσον ὁ τρέχων ἐλευθερίως τόν ἐν δεσμοῖς καί πέδαις σιδηραῖς κατεχόμενον· ὁ δέ ἡττᾶται καί τοῖς προτέροις ἐναπομένει κακοῖς ἤ καί χείροσι, μή θελήσας οἴκοθεν ἐκλέξασθαι καί ποιῆσαι τό ἀγαθόν ἐν τῷ ὑπεισελθεῖν καί ἀναδέξασθαι τούς ἀγῶνας τῆς ἀρετῆς.

Διά τοῦτο οὖν, ὡς ἔφθην εἰπών, ἐργασίας ἐστί καρπός ἡ κατάνυξις καί καρπῶν πρόξενος, μᾶλλον δέ ποιητική πασῶν τῶν ἀρετῶν καί δημιουργός αὕτη καθέστηκε, καθώς πᾶσα Γραφή θεόπνευστος μαρτυρεῖ. Τοιγαροῦν καί ὁ θέλων κόψαι πάθη ἤ κτήσασθαι ἀρετάς, ταύτην πρό πάντων τῶν καλῶν καί μετά πασῶν τῶν ἀρετῶν ὀφείλει ἐπιμελῶς ἐκζητεῖν. Χωρίς γάρ ταύτης οὐ θεάσεται καθαράν ποτε τήν ἑαυτοῦ ψυχήν· εἰ δέ μή ταύτην, οὐδέ τό σῶμα πάντως κτήσεται καθαρόν. Ἄνευ γάρ ὕδατος ἀμήχανον ἐκπληθῆναι τό ῥερυπωμένον ἱμάτιον, καί δίχα δακρύων ἀμηχανέστερον ἀποπλυθῆναι καί καθαρθῆναι κηλίδων καί μολυσμῶν τήν ψυχήν. Μή προφασιζώμεθα προφάσεις ψυχοβλαβεῖς καί ματαίας, μᾶλλον δέ εἰπεῖν εἰς ἅπαν ψευδεῖς καί τῆς ἀπωλείας προξένους, ἀλλ’ ἐκζητήσωμεν τήν βασιλίδα ταύτων τῶν ἀρετῶν ὁλοψύχως.

Ὁ γάρ ταύτην ὁλοψύχως ἐπιζητῶν, εὑρίσκει αὐτήν· μᾶλλον δέ αὕτη παραγινομένη εὑρίσκει τόν ἐκζητοῦντα ἐπιπόνως αὐτήν, καί κἄν χαλκοῦ κἄν σιδήρου κἄν ἀδάμαντος σκληροτέραν ἔχῃ καρδίαν, ἅμα τῷ παραγενέσθαι κηροῦ παντός μαλακωτέραν ταύτην ἐργάζεται. Πῦρ γάρ ἐστι θεῖον διαλῦον ὄρη καί πέτρας καί λεῖα πάντα ποιοῦν καί μεταποιοῦν εἰς παραδείσους καί ἀλλοιοῦν τάς αὐτό δεχομένας ψυχάς. Μέσον γάρ τούτων πηγή βλύζουσα γίνεται, ὕδωρ ζωῆς ἀεί πηδῶν καί ἁλλόμενον καί καταρδεῦον πλουσίως αὐτάς, καί ὥσπερ ἀπό δεξαμενῆς τινος καταρρέον εἰς τούς ἐγγύς καί μακράν, καί ὑπερεμπιπλοῦν τάς μετά πίστεως δεχομένας τόν λόγον ψυχάς. Ἐκπλύνει μέν γάρ ἐκ πρώτης τοῦ ῥύπου τούς μετόχους αὐτοῦ, εἶτα συνεκπλύνει τά πάθη καί ἀπορρύπτει, ὥσπερ τραυμάτων λεπίδας ταῦτα ἐξανασπῶν, φημί δή πονηρίαν, φθόνον, κενοδοξίαν καί τἆλλα πάντα ἅ τούτοις συνέπεται· οὐ μόνον δε ἀλλά καί ὥσπερ τις φλόξα περιτρέχουσα κατ’ ὀλίγον ἐξαφανίζει ἐκκαίουσα καθ’ ὥραν ὡς ἀκάνθας αὐτάς καί καταφλέγουσα· ἥτις καί πρῶτον μέν πόθον ἐμποιεῖ τῆς τελείας τούτων ἐλευθερίας τε καί καθάρσεως, ἔπειτα καί τῶν ἀποκειμένων καί ἡτοιμασμένων παρά Θεοῦ ἀγαθῶν τοῖς ἀγαπῶσι αὐτόν.

Ταῦτα δέ πάντα μετά δακρύων, μᾶλλον δέ διά τῶν δακρύων, τό τῆς κατανύξεως θεῖον πῦρ ἀπεργάζεται· ἄνευ δέ δακρύων, ὡς ἔφαμεν, οὐδέ ἕν τούτων ἤ ἐν ἡμῖν αὐτοῖς ἤ ἔν τισιν ἑτέροις γέγονέ ποτε ἤ γενήσεται. Οὐδέ γάρ ἀπό τῶν θείων Γραφῶν ἀποδείξει τοῦτό τις, ὅτι δακρύων δίχα καί κατανύξεως διηνεκοῦς ἐκαθάρθη τις ἀνθρώπων ποτέ ἤ ἅγιος γέγονεν ἤ Πνεῦμα Ἅγιον ἔλαβεν ἤ τόν Θεόν ἐθεάσατο ἤ σκηνώσαντα ἔνδον αὐτοῦ ἔγνωκεν ἤ ὅλως τοῦτον ἔσχε ποτέ ἔνοικον ἐν τῇ καρδίᾳ αὐτοῦ, μή προηγησαμένης μετανοίας καί κατανύξεως καί ὡς ἀπό πηγῆς ἀεί βρυόντων δακρύων διηνεκῶν, τῶν κατακλυζόντων δηλονότι καί τήν τῆς ψυχῆς ἐκπλυνόντων οἰκίαν, καί αὐτήν καταδροσιζόντων καί ἀναψυχόντων τήν ὑπό τοῦ ἀπροσίτου πυρός κατεχομένην καί καταφλεγομένην ψυχήν.

Οἱ οὖν λέγοντες μή εἶναι δυνατόν καθ’ ἑκάστην νύκτα καί ἡμέραν πενθεῖν καί κλαίειν, ἑαυτούς πάσης ἀρετῆς γυμνούς εἶναι διαμαρτύρονται. Εἰ γάρ οἱ πατέρες ἡμῶν οἱ ἅγιοι οὕτως ἀποφηνάμενοι λέγουσι· «Ὁ θέλων κόψαι πάθη, κλαυθμῷ κόπτει αὐτά καί ὁ θέλων κτήσασθαι ἀρετάς, κλαυθμῷ κτᾶται αὐτάς», εὔδηλον ὅτι ὁ μή κλαίων καθ’ ἑκάστην, οὔτε τά πάθη κόπτει οὔτε τάς ἀρετάς κατορθοῖ, κἄν, ὡς οἴεται, δοκῇ πάσας μετέρχεσθαι. Τί γάρ ὠφελοῦσιν, εἰπέ μοι, τά ἐργαλεῖα τῆς τέχνης τοῦ τεχνίτου μή παρόντος, τοῦ τήν ὕλην εἰδότος μεταχειρίσασθαι καί ταύτην ποιῆσαι σκεῦος ἁρμόδιον; Τί δέ τόν κηπουρόν ὀνίσησιν, ἐάν ὅλον μέν τόν κῆπον ἐργάσηται καί λαχάνου πᾶν γένος σπείρῃ τε καί φυτεύσῃ ἐν αὐτῷ, μή κατέλθῃ δέ ὑετός ἄνωθεν ἐπ’ αὐτοῖς ἤ μή οὔσης ἀρδείας αὐτῷ ὕδατος; Πάντως οὐδέν. Οὕτως οὐδέ ὁ τάς ἄλλας ἀρετάς μετερχόμενος καί κοπιῶν ἐν αὐταῖς ὀνήσεταί τι χωρίς ταύτης τῆς ἁγίας καί μακαρίας δεσποίνης καί δημιουργοῦ πασῶν τῶν ἀρετῶν.

Ὥσπερ γάρ βασιλεύς δίχα τοῦ ὑπ’ αὐτόν στρατεύματος ἀσθενής καί εὐχείρωτος τοῖς πᾶσι γίνεται καί οὐδέ βασιλεύς φαίνεται, ἀλλ’ ὡς εἷς τῶν λοιπῶν ἀνθρώπων ἐστίν, ὡσαύτως δέ καί τά τοῦ πλήθους στρατεύματα καί στρατόπεδα δίχα βασιλέως ἤ τοῦ ἀρχιστρατήγου αὐτῶν εὐχερῶς διασκορπίζονται καί ὑπό τῶν ἀντιπάλων ἐξαφανίζονται, οὕτως λόγισαι εἶναι τό πένθος πρός τάς λοιπάς ἀρετάς. Στρατόπεδον μέν γάρ ἐπί τό αὐτό συναγόμενον ἁπάσας νόει μοι εἶναι τάς τῶν εἰσαγωγικῶν ἀρετάς, βασιλέα δέ τούτων καί στρατηγάρχην τό μακάριον πένθος καί τόν κλαυθμόν, δι’ οὖ ἐπί παράταξιν ἅπαν διατίθεται καί παρατάσσεται τό στρατόπεδον, προθυμοποιούμενον, ἀλειφόμενον, ἐνισχυόμενον, διδασκόμενον, ὅπλα τε αἵρειν καί ὅπῃ δεῖ καί πῶς καί πότε καί ποταπά καί ἐπί ποίῳ καί ποταπῷ τῷ ἀντιπάλῳ κατά καιρόν καί καιρούς καλῶς ὁριζόμενον, τίνας τε πέμπειν σκοπούς καί ὁποίους ἱστᾷν φύλακας καί τί τοῖς ἀπό τῶν ἀντιπάλων πεμπομένοις προσδιαλέγεσθαι χρή καί ποίοις - ἔστι γάρ καί ἀπό μόνης ὁμιλίας τρέψαι πάντας αὐτούς, ἐνίοτε δέ καί ἐκ τοῦ μηδέ εἰς συντυχίαν αὐτούς προσδέξασθαι -, πῶς δέ καί ἐνέδρας κατ’ αὐτῶν καί λόγους εἴτουν ἐγκρύμματα, καί πότε καί ποίους τοῦ στρατοπέδου εἰς τοῦτο ἐκπέμψαι καί ἐν ποίοις τόποις, αὐτό δή τό πένθος, λέγω, σαφῶς διατάττεται· ἄνευ δέ τούτου ὁ λαός τῶν ἀρετῶν ἅπας εὐχείρωτος.

Καί διά τοῦτο πρό πάντων καί μετά πάντων ἔργον ἔστω πᾶσιν ἡμῖν, ἀδελφοί, ἡ μετάνοια καί ὁ συνημμένος ταύτῃ κλαυθμός· καί τά τῷ κλαυθμῷ συνεπόμενα δάκρυα· οὔτε γάρ δίχα μετανοίας κλαυθμός, οὔτε δίχα κλαυθμοῦ δάκρυα, ἀλλά τά τρία ταῦτα ἀλλήλοις συνδέδενται, καί οὐκ ἔστι δίχα τοῦ ἑτέρου φανῆναι τό ἕτερον. Μή οὖν λέγῃ τις ἀδύνατον εἶναι τό καθ’ ἑκάστην κλαίειν· ὁ γάρ τοῦτο λέγων, ἀδύνατον εἶναι λέγει καί τό καθ’ ἑκάστην μετανοεῖν καί ἀνατρέπει πάσας τάς θείας Γραφάς, ἵνα μή λέγω καί αὐτήν τήν ἐντολήν τοῦ Κυρίου τήν λέγουσαν· «Μετανοεῖτε, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν», καί πάλιν· «Αἰτεῖτε καί λήψεσθε, ζητεῖτε καί εὑρήσετε, κρούετε καί ἀνοιγήσεται ὑμῖν». Εἰ γάρ τό μετανοεῖν καί κλαίειν καί δακρύειν καθ’ ἑκάστην λέγεις ἀδύνατον, τό ταπεινοφρονεῖν καί πάντοτε χαίρειν καί ἀδιαλείπτως προσεύχεσθαι, ἀλλά μήν καί αὐτήν κτήσασθαι καθαράν τήν καρδίαν ἀπό παντοίων παθῶν τε καί λογισμῶν πονηρῶν πρός τό θεάσασθαί τινα τόν Θεόν, πῶς ἐρεῖ ποτε δυνατόν παρά ἀνθρώπων κατορθωθῆναι φθαρτῶν; Οὐδαμῶς· καί οὕτω γενήσεταί σοι τό μετά ἀπίστων καταταγῆναι καί οὐ πιστῶν. Εἰ μέν γάρ ὁ Θεός πάντα ταῦτα ὡς δυνατά παρ’ ἡμῖν γίνεσθαι καί εἶπε καί λέγει καί καθ’ ἑκάστην βοᾷ, σύ δέ ἀντιλέγεις ἀπ᾿ἐναντίας ἐκείνῳ, ἀδύνατα λέγων εἶναι ἡμῖν καί οὐ δυνατά, πάντως τῶν ἀπίστων διαφέρεις οὐδέν.

Θέλεις οὖν μή κοινωνῆσαί ποτε δίχα δακρύων; Ποίησον τά παρά σοῦ καθ’ ἡμέραν ᾀδόμενά τε ὁμοῦ καί ἀναγινωσκόμενα, καί τηνικαῦτα δυνήσῃ καί τοῦτο ἀδιαλείπτως ἐπιτελεῖν. Ποῖα ταῦτα; Καί ὅλως σύ ἀγνοεῖς; Ἄκουε τοῦ λέγοντος· «Οὐ γάρ οἱ ἀκροαταί τοῦ νόμου δίκαιοι οὗτοι παρά τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταί τοῦ νόμου δικαιωθήσονται». Ἀλλ’ ἵνα μή τόν λόγον μηκύνωμεν, αὐτά σοι λέγω, τά τοῦ Δαυίδ ἀναμνήσομαι ῥήματα· «Εἰ ἀναβήσομαι, φησίν, ἐπί κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καί τοῖς βλεφάροις μου νυσταγμόν καί ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ», καί πάλιν· «Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπό προσώπου τῶν ἁμαρτιῶν μου, ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τήν κεφαλήν μου, ὡσεί φορτίον βαρύ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καί ἐσάπησαν οἱ μώλωπές μου ἀπό προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καί κατεκάμφθην ἕως τέλους, ὅλην τήν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ἐκακώθην καί ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπό στεναγμοῦ τῆς καρδίας μου καί ἐγενόμεην ὡς στρουθίον μονάζον ἐπί δώματος, ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ὅτι σποδόν ὡσεί ἄρτον ἔφαγον καί τό πόμα μου μετά κλαυθμοῦ ἐκίρνων. Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τήν κλίνην μου, λούσω καθ’ ἑκάστην τήν κλίνην μου τήν στρωμνήν μου βρέξω». Φησί δέ καί ὁ τῆς Κλίμακος ἅγιος Ἰωάννης· «Δίψα καί ἀγρυπνία ἐξέθλιψαν καρδίαν· καρδίας δέ θλιβείσης ἐξεπήδησαν ὕδατα». Ὁπόσα δέ καί ἄλλα περί τούτων ἡμῖν διαλέγεται, αὐτῇ τῇ βίβλῳ ὁ θελήσας ἐγκῦψαι μαθήσεται.

Εἰ οὖν καί σύ ταῦτα, ἅ καθ’ ἑκάστην ψάλλεις καί ἀναγινώσκεις ἤ ἄλλων ἀναγινωσκόντων ἀκούεις, ἀπαραλείπτως ἐν ὅλῃ καρδίᾳ μετά ταπεινοφροσύνης καί πίστεως διάξεις, ἀμήν εὐαγγελίζομαί σοι χαράν μεγάλην, ὅτι ἐάν ἐπιμείνῃς ταῦτα ποιῶν, διψῶν, ἀγρυπνῶν, μέχρι θανάτου ὑποτασσόμενος καί ὑπακούων ἀδιακρίτως καί ἀνυποκρίτως τῷ προεστῶτί σου, ὑποφέρων τε πᾶσαν θλῖψιν καί ὕβριν καί λοιδορίαν καί διαβολήν, οὐ μήν δέ ἀλλά καί μάστιγας καί αἰκίας παρά τῶν εὐτελεστέρων σου ἀδελφῶν, ἐν πάσῃ εὐχαριστίᾳ διατιθέμενος ἀμνησικάκως πρός αὐτούς καί ὑπέρ αὐτῶν προσευχόμενος, χαῖρε καί ἀγαλλία χαρᾷ ἀνεκλαλήτῳ, ὅτι οὐ μόνον ἐν ἑσπέρᾳ καί πρωῒ καί μεσημβρίᾳ, ἀλλά καί ἐσθίοντί σοι καί πίνοντι καί πολλάκις προσομιλοῦντι, ψάλλοντι καί ἀναγινώσκοντι καί εὐχομένῳ καί ἐπί κλίνης ἀνακειμένῳ σοι, ἡ θεία δωρεά καί ἀνεκλάλητος αὕτη ἐλθοῦσα καταδιώξει σε πάσας τάς ἡμέρας τῆς ζωῆς σου καί συνοδεύσει σοι ἐν ὁδῷ καί συγκαταλύσει σοι καταλύοντι καί διακονοῦντι συνδιακονήσει σοι, παραμυθουμένη καί παρακαλοῦσα τάς ἐκ τοῦ κόπου ὀδύνας σου. Καί τότε γνώσεις, ὡς λίαν πρεπόντως καί καλῶς ὁ ἅγιος εἴρηκε Συμεών μή κοινωνῆσαι ἄνευ δακρύων τινά, καί ὡς δυνατόν τοῦτο καί ἐπ’ ἀληθείας πᾶσιν ἁρμόδιον. Οὐ γάρ ἐκεῖνος, ἀλλά δι’ ἐκείνου τό Ἅγιον Πνεῦμα καί εἶπε καί ἔγραψεν. Εἰ γάρ οὐδείς ἀναμάρτητος, οὐδ’ ἄν ἡμέρα μία ἡ ζωή αὐτοῦ, καί οὐδείς δύναται ἁγνήν ἔχειν τήν καρδίαν, εὔδηλον ὅτι ἄνευ μετανοίας καί δακρύων ὀφείλει ἄνθρωπος διελθεῖν μίαν καί μόνην ἡμέραν ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ· ὅσον τό ἐπ’ αὐτόν. Εἰ γάρ καί μή ἔχει δάκρυα, ἀλλά τέως ζητεῖν ὀφείλει ταῦτα ἐξ ὅλης ἰσχύος τε καί ψυχῆς. Οὐδέ γάρ ἄλλως δύναται γενέσθαι ἀναμάρτητος, οὐδέ τήν καρδίαν ἁγνός.

Εἰ δέ μή χαμευνῆσαι καί ἀγρυπνῆσαι βουληθῇ τις, ἀναλογιζόμενος τό πλῆθος τῶν ἁμαρτημάτων αὐτοῦ καί τό βάρος τῶν αὐτοῦ σφαλμάτων, καί διορθώσασθαι ἀνέξεται τούς προσοζέσαντας καί σαπέντας ὑπό ἀμελείας καί καταφρονήσεως μώλωπας τῆς ἐμπαθοῦς ὀρέξεως καί τῶν προλήψεων αὐτοῦ, τῶν εἰς ἀναισθησίαν αὐτόν ἀγουσῶν - τοῦτο γάρ ἡ ὄντως ἀφροσύνη ἐστί -, πῶς εἰς συναίσθησιν ἔλθῃ τῆς μελλούσης τῶν ἁμαρτωλῶν καταδίκης καί κατακρίσεως καί κλαύσει ἐν ὀδύνῃ τῆς καρδίας αὐτοῦ;

Εἰ οὐ βούλεται κακοπαθῆσαί τις ἐν τῷ ταλαιπωρηθῆναι καί κατακαμφθῆναι ἕως τέλους καί ὅλην τήν ἡμέραν σκυθρωπάζων πορεύεσθαι, ἐν τῷ κακωθῆναί τε καί ταπεινωθῆναι ἕως σφόδρα καί ὠρύεσθαι ἀπό στεναγμοῦ τῆς καρδίας αὐτοῦ καί ὡς στρουθίον μονάζον γενέσθαι ἐπί δώματι καί πελεκᾶνι ἐρημικῷ ὁμοιωθῆναι, ἐν τῷ διαθέσει ψυχῆς ξένον γενέσθαι ἀπό πάντων τῶν ἐν τῇ μονῇ καί τῶν ἐν τῷ κόσμῳ καί ἀπαρρησίαστον ἀπό μεγάλων τε καί μικρῶν, ἐν τῷ κοπιᾶν ἐν στεναγμῷ καί τόν ἄρτον ὡσεί σποδόν ἐσθίειν καί τό κιρνᾶν τό πόμα αὐτοῦ μετά κλαυθμοῦ, πῶς ἰσχύσει ποτέ, ἀδελφοί, ἤ λούειν καθ’ ἑκάστην νύκτα τήν κλίνην αὐτοῦ ἤ ἐν δάκρυσι τήν στρωμνήν αὐτοῦ βρέχειν; Ὄντως οὐδέποτε οὐδαμῶς, οὐ μόνον ταῦτα ἐν ἐαυτῷ γεγονότα οὐ μή θεάσηται, ἀλλ’ οὐδέ ἐν εὐχῆ αὐτοῦ εὑρήσει αὐτά, οὐδέ τόπον ἑτοιμάσαι ἰσχύσει τῷ Κυρίῳ, οὐδέ σκήνωμα ἄξιον τῷ Θεῷ Ἰακώβ, ὅς ἐστι Χριστόν Κύριος, ὁ Σωτήρ καί Θεός ἡμῶν. Εἰ δέ μή ταῦτα προετοιμάσει καλῶς, οὐδέ μετά δακρύων, δηλονότι, οὐδέ ἀξίως καί ὡς δεῖ κοινωνῶν, τόν Βασιλέα καί Θεόν ἐν ἑαυτῷ ὑποδέξεται, κἄν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιήσειε.

«Τά γάρ ἅγια τοῖς ἁγίοις» καθ’ ἑκάστην οἱ μέν λέγουσι καί τοῖς ἄλλοις κηρύττουσι, μέγα ἐκβοῶντες αὐτοῖς - εἴθε δέ καί ἑαυτοῖς-, οἱ δέ λεγόντων ἐκείνων ἀκούετε. Τί οὖν; Ὁ μή ἅγιος καί ἀνάξιος; Οὔ, ἀλλ’ ὁ μή καθ’ ἑκάστην τά κρυπτά τῆς καρδίας αὐτοῦ ἐξαγγέλλων, ὁ μή μετάνοιαν ἀξίαν ὑπέρ τούτων καί ὑπέρ τῶν ἐν ἀγνοίᾳ ἐπιδεικνύμενος, ὁ μή πενθῶν ἀεί καί σκυθρωπάζων πορευόμενος καί τά προειρημένα μή μετερχόμενος ἐν σπουδῇ, οὗτος οὐκ ἄξιος. Ὁ δέ ταῦτα πάντα ποιῶν καί καί ἐν στεναγμοῖς καί δάκρυσι τόν ἑαυτοῦ βίον διανύων, καί σφόδρα ἐστίν ἄξιος οὐκ ἐν ἑορτῇ μόνον, ἀλλά καθ’ ἑκάστην ἡμέραν ἐξ αὐτῆς, εἰ τολμηρόν εἰπεῖν, τῆς ἀρχῆς τῆς μετανοίας καί ἐπιστροφῆς αὐτοῦ τῶν θείων τούτων ἐν μετοχῇ γίνεσθαι μυστηρίων. Συγγνωστός γάρ ἐστιν ὁ τοιοῦτος, ὡς ἐν τούτοις καί τοῖς τοιούτοις ἔργοις μέλλων ἐγκαρτερεῖν μέχρι τέλους, ὁδεύων ἐν ταπεινώσει καί συντετριμμένῃ καρδίᾳ. Οὕτω γάρ ποιῶν καί οὕτως ἔχων, φωτίζεται τήν ψυχήν ὁσημέραι, βοηθούμενος ἐκ τῆς μεταλήψεως τῶν ἁγίων, καί εἰς τελείαν κάθαρσιν καί ἁγιότητα συντόμως μᾶλλον ἀνάγεται.

Ἄλλως δέ πως ἀποπλυθῆναι ἤ καθαρθῆναι τό ῥερυπωμένον ἡμῶν σκεῦος καί τήν μολυνθεῖσαν οἰκίαν ἡμῶν οὐκ ἔνι. Ἐγώ γάρ οὐδέν πλέον οὔτε ἀπό τῶν θείων Γραφῶν μεμάθηκα, οὔτε ἐξ ἐμαυτοῦ γνῶναι ἴσχυσα. Λέγοντος γάρ ἀκούομεν καθ’ ἑκάστην τοῦ ἀποστόλου· «Δοκιμαζέτω γάρ, φησίν, ἕκαστος ἑαυτόν καί οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καί ἐκ τοῦ ποτηρίου πινέστω. Ὁ γάρ ἀναξίως ἐσθίων καί πίνων τό σῶμα τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καί πίνει» καί πάλιν·«Ὁ δέ ἀναξίως ἐσθίων τό σῶμα καί τό αἷμα τοῦ Κυρίου, ἔνοχος ἔσται τοῦ σώματος καί αἵματος τοῦ Κυρίου, μή διακρίνων τό σῶμα τοῦ Κυρίου ». Εἰ δέ ὁ μή ἀξίους τούς καρπούς τῆς μετανοίας ἐπιδειξάμενος, ἀνάξιος εἶναι ὑπό πάσης θεοπνεύστου Γραφῆς ἀπελέγχεται, πῶς, εἰπέ μοι σύ, δίχα δακρύων ποτέ καθαρθῆναί τις δυνηθῇ καί ἀξίως, ὅσον τό ἐπ’ αὐτῷ, τῶν μυστηρίων μεταλαβεῖν; Καρπός γάρ τῆς μετανοίας πρῶτος ταῦτά εἰσι καί, ὥσπερ ἡ βδελυρά τοῦ σώματος ῥύσις καί ἡ τῆς καρδίας πρός πᾶν πάθος οἱονεί ἐνήδονος μίξις τῷ διαβόλῳ οἵα τις θυσία προσάγεται παρ’ ἡμῶν, οὕτω τά ἐξ αὐτῆς χεόμενα πάλιν δάκρυα θυσία εὐπρόσδεκτος τῷ Δεσπότῃ προσφέρονται καί τῆς ἐμπαθοῦς ἐκείνης ἡδονῆς τό αἶσχος ἀποκαθαίρουσι, καί τοῦτο δηλῶν ὁ Δαυίδ ἔλεγε· «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει». Καί εἰκότως· ἐν ἕξει γάρ τοιαύτῃ γενομένη ἡμῶν ἡ ψυχή καί οὕτω καθ’ ἑκάστην ταπεινουμένη, ἡμέραν μίαν οὐ διέρχεταί ποτε ἄνευ δακρύων κατά τόν εἰρηκότα Δαυίδ· «Λούσω καθ’ ἑκάστην νύκτα τήν κλίνην μου, ἐν δάκρυσί μου τήν στρωμνήν μου βρέξω».

Διά τοῦτο οὖν παρακαλῶ καί ὑμᾶς, πατέρες καί ἀδελφοί μου, ἐν σπουδῇ ἕκαστος τήν ἑαυτοῦ ψυχήν ἐν τούτοις καί τοῖς τοιούτοις ἐγγυμνασάτω ἔργοις, ἥτις κατανυγεῖσα καί μεταποιηθεῖσα κατά μικρόν, πηγή γίνεται ποταμούς δακρύων καί κατανύξεως ἀναβλύζουσα. Εἰ δέ μή οὕτω καθαροί γεγονέναι σπουδάσομεν, ἀλλ’ ἐν ἀμελείᾳ καί ῥᾳθυμίᾳ καί χαυνότητι πορεύεσθαι θελήσομεν, ἐγώ μέν οὐδέν ἐρῶ φορτικόν φειδοῖς τῆς ἀγάπης ὑμῶν, πλήν τοῦτο, ἵτι κἄν συμβῇ ποτέ τινα μετά δακρύων ἴσως κοινωνῆσαι, ἤγουν ἤ πρό τῆς λειτουργίας ἤ ἐν τῇ θείᾳ λειτουργίᾳ ἤ καί ἐν αὐτῷ τῷ καιρῷ τῆς τῶν θείων μεταλήψεως κλαῦσαι, τάς δέ λοιπάς ἡμέρας τε καί νύκτας οὐ προθυμεῖται τοῦτο ποιεῖν, οὐδέν αὐτῷ ἐκ τοῦ πρός ἅπαξ κλαῦσαι τό ὄφελος ἔσται. Οὐ γάρ τοῦτο μόνον ἀξίους ἡμᾶς εὐθύς ἀποκαθαῖρον ποιεῖ, ἀλλά τό καθ’ ἑκάστην καί ἀδιαλείπτως μέχρι θανάτου πενθεῖν, ὡς αὐτός ἠμῖν ὁ Δεσπότης ποιεῖν προσέταξε «Μετανοεῖτε, λέγων, αἰτεῖτε καί ζητεῖτε καί κρούετε». Ἕως πότε; «Ἕως οὗ λήψεσθε, φησί, καί εὑρήσετε καί ἀνοιγήσεται ὑμῖν». Τίς; Ἡ βασιλεία τῶν οὐρανῶν, δηλονότι.

Αὕτη γάρ ἡ μετάνοια καί ἡ οὕτως ἀπαραλείπτως, ὡς εἴπομεν, μέχρι θανάτου μετά πόνου καί θλίψεως ἐπιτελουμένη, κατά μικρόν μικρόν δάκρυα προχέειν ἡμᾶς ποιεῖ πικρά, δι’ ὧν ἀποσμήχει καί ἀποκαθαίρει τόν τῆς ψυχῆς ῥύπον καί μολυσμόν· μετά ταῦτα δέ μετάνοιαν ἡμῖν ἐμποιεῖ καθαράν καί εἰς γλυκέα τά πικρά δάκρυα μεταβάλλει καί χαράν ἀένναον ἀπογεννᾷ ἐν ταῖς καρδίαις ἡμῶν καί τό ἄδυτον φέγγος ἰδεῖν προξενεῖ, ὅ εἰ μή πάσῃ σπουδῇ καταλαβεῖν ἀγωνισόμεθα, πνευματικοί πατέρες καί ἀδελφοί, οὐκ ἄν τῶν παθῶν ἁπάντων τελείως ἀπαλλαγῶμεν, οὐ ἄν τάς ἀρετάς κτησώμεθα πάσας, οὐκ ἄν ἀξίως ἤ μετά δακρύων τῶν κατά Θεόν ἰσχύσωμεν ποτε τῶν θείων μυστηρίων καθ’ ἑκάστην μεταλαμβάνειν ἤ τό συνόν αὐτοῖς θεάσασθαι θεῖον φῶς. Ἀλλ’ οὐδέ τήν καρδίαν ἕξομέν ποτε καθαράν, οὐδέ τό Ἅγιον Πνεῦμα ἐνοικήσει γνωστῶς ἐν ἡμῖν, οὐδέ ἰδεῖν ἀξιωθησόμεθα, ὡς οἱ ἅγιοι, τόν Θεόν οὔτε ἐνταῦθα ὄντες οὔτε ἐκεῖ μοί δοκεῖ, τυφλοί ἀπελθόντες, ἀλλ’ ὡς ὁ Θεολόγος λέγει Γρηγόριος, τοσοῦτον τῆς ἐκείνου θέας ἐκπέσομεν «κατά τήν ἀναλογίαν τῆς ἑκάστου ἡμῶν ἀπεντεῦθεν ἀμβλυωπίας», καθ’ ὅσον τοῦ φωτός αὐτοῦ ἑκουσίως ἑαυτούς ὑστερήσαμεν ἐν τῇ παρούσῃ ζωῇ.

Ἀλλά γένοιτο πάντας ἡμᾶς, καθαιρομένους τε καί καθαρθέντας, τοῦτον ἀξιωθήσεσθαι κατιδεῖν. Οἱ γάρ ἐκτός τῶν δύο τούτων τοῦ βίου ὑπεξερχόμενοι, ἄδηλον ἔχουσι τό πέρας τῆς περί αὐτούς ἀποφάσεως. Τό δέ ἄδηλον καί ἀβέβαιον, ἀνέλπιστον καί ἀπληροφόρητον· ὁ γάρ μή χάριτι τήν καρδίαν βεβαιούμενος ἐξ οὐδενός ἑτέρου τήν ἀκαταίσχυντον ἐλπίδα ἀδίστακτόν ποτε, οἶμαι, κτήσεται· ὁ δέ ταύτην μή ἔχων, διά τίνος ἄλλου εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα συναρπαγήσεται τοῖς ἁγίοις; Διά τίνος δέ καί ἡ λαμπάς ἡμῶν τότε ἐξαναφθήσεται, ἐσβεσμένη ἀπό τῶν ὧδε τυγχάνουσα; Ποῦ τοῦ ἐλαίου καί πόθεν εὑρισκομένου καί ποίου τοῦ πυρός, εἰπέ μοι, τοῦ ταύτην ἀνάψαι μέλλοντος, ἤ πόθεν ἤ πῶς, ἵνα τότε ἑτοιμασθέντες φαιδροί φαιδραῖς ταῖς λαμπάσι τῷ νυμφίῳ προσυπαντήσωμεν; Ἐξαναστάντων γάρ ἡμῶν ὡς ἐξ ὕπνου, εὐθύς πρός τήν ἀπάντησιν, ὡς ἀκούετε, τρέχειν μέλλομεν. Εἰ οὖν καθεζομένων καί ἐν τοῖς μνήμασιν οἰκούντων ἡμῶν, ἐκβοήσασα ἡ σάλπιγξ ἐξυπνήσει ἡμᾶς, ἐάν μή ἀπό τῶν ὧδε, ὡς λαμπάδας προαναφθείσας, ἔχωμεν τάς ψυχάς, ἀλλ’ εὑρεθῶσιν ἤ μηδόλως ἤ ὀλίγον τι καί μικρόν φαίνουσαι καί ὅσον οὔπω σβεσθῆναι, κατά τήν εὐαγγελικήν φωνήν, μέλλουσαι, ποῦ τότε εὑρήσομεν ἤ τάς παντελῶς ἐσβεσμένας ἀνάψαι ἤ ταῖς σβεννυμέναις ἀπό τῆς ἐνδείας τοῦ ἐλαίου προσθεῖναί τι μικρόν; Ὄντως οὐδέν οὐδαμοῦ εὑρήσομεν. Διά τοῦτο σπουδάσωμεν ἀπεντεῦθεν ἤδη ταύτας ἀνάψαι διά μετανοίας ὁμοῦ καί δακρύων φαιδρῶς, ἵνα ἐν τῇ ἀναστάσει λαμπροί λαμπρῶς τῷ νυμφίῳ προσυπαντήσωμεν καί συνεισελευσώμεθα αὐτῷ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καί τῶν αἰωνίων κατααπολαύσωμεν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος Ε΄. Περί μετανοίας. Καί ὅτι οὐκ ἀρκεῖ ἡμῖν ἡ τῶν ἐνόντων μόνον διάδοσις καί ἡ ἀπογύμνωσις αὐτή τῶν πραγμάτων εἰς κάθαρσιν ψυχῆς, ἐάν μή καί τό πένθος κτησώμεθα. Καί περί τῆς τοῦ Ἀδάμ ἐξορίας. Καί ὅτι εἰ μετενόησε παραβάς, οὐκ ἄν τοῦ παραδείσου ἐξέπεσε. Καί οἷον ἀγαθόν εἰργάσατο αὐτοῦ ἡ μετά τήν ἔκπτωσιν μετάνοια. Καί περί τῆς δευτέρας τοῦ Κυρίου παρουσίας καί τῆς τῶν ἁμαρτωλῶν κατακρίσεως. Καί πρός τό τέλος, ἔλεγχος τῶν ἐν κακίᾳ καί ὑποκρίσει ζώντων.

Ἀδελφοί καί πατέρες, καλόν ἡ μετάνοια καί ἡ ἐξ αὐτῆς γινομένη ὠφέλεια. Τοῦτο γάρ εἰδώς καί ὁ τά πάντα προειδώς Κύριος Ἰησοῦς Χριστός, ὁ Θεός ἡμῶν, «Μετανοεῖτε, ἔφη, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν». Θέλετε δέ μαθεῖν πῶς δίχα μετανοίας, καί μετανοίας ἀπό ψυχῆς καί οἵαν ὁ λόγος ἐπιζητεῖ παρ’ ἡμῶν, ἀδύνατον σωθῆναι ἡμᾶς; Αὐτοῦ τοῦ ἀποστόλου βοῶντος ἀκούσατε· «Πᾶσα ἁμαρτία ἐκτός τοῦ σώματος ἐστιν· ὁ δέ πορνεύων εἰς τό ἴδιον σῶμα ἁμαρτάνει», καί πάλιν· «Παραστῆναι δεῖ ἡμᾶς ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα ἀπολήψηται ἕκαστος τά διά τοῦ σώματος πρός ἅ ἔπραξεν, εἴτε ἀγαθόν εἴτε φαῦλον». Ἔχει οὖν πολλάκις ἐκ τούτου τις εἰπεῖν· «Εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὐκ ἐμίανα μέλος σώματός μου ἐν οὐδεμιᾷ τινι πονηρᾷ πράξει»- ὅπερ εἰπεῖν οὐκ ἔχω τέως ἐγώ, ὁ πάσης ἀνομίας ἐργάτης! - καί ἔχει δῆθεν παραμυθίαν ἐκ τούτου ὅτι ἐκτός ἐστιν ἁμαρτίας σώματος αὐτοῦ. Ἀλλ’ ἀντιφθέγγεται ὁ Δεσπότης καί λέγει τήν περί τῶν δέκα παρθένων παραβολήν καί δείκνυσι πᾶσιν ἡμῖν καί ἀποφαίνεται μηδέν ὠφελεῖσθαι ἡμᾶς ἐκ τῆς τοῦ σώματος καθαρότητος μή προσουσῶν ἡμῖν καί τῶν λοιπῶν ἀρετῶν. Οὐ μόνον δέ ἀλλά καί αὐτός πάλιν ὁ Παῦλος συνᾴδοντα τῷ Δεσπότῃ βοᾷ λέγων· «Εἰρήνην διώκετε μετά πάντων καί τόν ἁγιασμόν, οὗ χωρίς οὐδείς ὄψεται τόν Κύριον». Διατί δέ εἶπε «Διώκετε»; Διότι οὐ δυνατόν ἐστιν ἐν ὥρᾳ μιᾷ γενέσθαι καί εἶναι ἁγίους ἡμᾶς, δεῖ γάρ ἀπό μικρῶν ἀρξαμένους κατά προκοπήν ἀναχθῆναι εἰς ἁγιωσύνην καί καθαρότητα· καί ὅτι κἄν χίλια ἔτη ἐν τῷ βίῳ τούτῳ ποιήσωμεν, οὐδέποτε τό ταύτης τέλειον καταλαβεῖν δυνησόμεθα, ἀλλά πάντοτε καθ’ ἑκάστην, ὡς ἀρχήν βάλοντες, ὀφείλομεν ἐν αὐτῇ ἀγωνίζεσθαι· καί τοῦτο αὐτός πάλιν ἐδήλωσεν οὕτως εἰπών· «Διώκω δέ εἰ καί καταλάβω, ἐφ’ ᾧ καί κατελήφθην».

Διά τοῦτο, ἀδελφοί μου, προσέχετε, παρακαλῶ, καί ἀκούσατε λόγους ἀδελφοῦ ὑμῶν ἐλαχίστου καί ἁμαρτωλοῦ, καί δεῦτε προσκυνήσωμεν καί προσπέσωμεν τῷ ἀγαθῷ καί φιλανθρώπῳ Θεῷ ἡμῶν. Προφθάσωμεν τό πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καί κλαύσωμεν ἐνώπιον αὐτοῦ τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστι Κύριος ὁ Θεός καί ἡμεῖς λαός αὐτοῦ καί πρόβατα νομῆς αὐτοῦ, καί οὐ μή ἀποστρέψῃ τό πρόσωπον αὐτοῦ ἀφ’ ἡμῶν. Μόνον μετανοήσωμεν ὁλοψύχως καί ἀποβαλώμεθα μή μόνον τάς πράξεις ἡμῶν τάς κακάς, ἀλλά καί αὐτούς ἡμῶν τούς πονηρούς καί ἀκαθάρτους λογισμούς τῆς καρδίας κατά τό γεγραμμένον ἐξαφανίσωμεν· «Διαρρήξατε, φησί, τάς καρδίας ὑμῶν καί μή τά ἱμάτια ὑμῶν». Τί τό ὄφελος, εἰπέ μοι, ἐάν πάντα μέν τά ὑπάρχοντα ἡμῶν πτωχοῖς διανείμωμεν, οὐ ποιησώμεθα δέ τήν ἀποχήν τοῦ κακοῦ οὐδέ τήν ἁμαρτίαν μισήσωμεν; Τί δέ ἐάν πρακτικῶς μέν σωματικήν ἁμαρτίαν οὐ πράττωμεν, νοητῶς δέ αἰσχροῖς καί ἀκαθάρτοις συνδυάζωμεν λογισμοῖς καί ἀφανῶς τήν ἁμαρτίαν πληρῶμεν καί ὑπό παθῶν ἀκαθέκτων ψυχῆς βασιλευώμεθα καί κρατώμεθα; Ἀποβαλώμεθα, παρακαλῶ, μετά τῶν χρημάτων ἡμῶν καί τῶν εἰρημένων κακῶν τήν συνήθη δουλείαν, καί μή στῶμεν μέχρι τούτου, ἀλλά καί δάκρυσι μετανοίας τόν ῥύπον αὐτῶν σπουδαίως ἀπονιψώμεθα.

Ὥσπερ γάρ αὐτός ὁ βασιλεύς, ὁ τό διάδημα καί τήν πορφύραν τῆς βασιλείας περικείμενος, ὁ θησαυρούς ἔχων ἀμετρήτου χρυσίου καί ἀργυρίου καί ἐπί θρόνου ὑψηλοῦ καί μετεώρου καθήμενος, ἐάν βόρβορον καί ἀσβόλην ἑκουσίως λάβοι ποθέν καί σύν αὐταῖς ταῖς χερσί καί ὅλον αὐτοῦ τό πρόσωπον χρίσας ἐφμράξῃ πάσας αὐτοῦ τάς αἰσθήσεις, ὡς μήτε ὁρᾶν αὐτόν δύνασθαι μήτε ἀκούειν μήτε ὀσφραίνεσθαι, εἶτα μεταμεληθείς ἀπαλλαγήν τοῦ κακοῦ τούτου ζητῶν, οὐκ εἰσέλθῆ ταχέως εἰς τόν κοιτῶνα αὐτοῦ καί ὕδασι πολλοῖς ἀπονίψηται τόν βόρβορον ἐκεῖνον καί τήν ἀσβόλην, καί οὕτω πάλιν ὡς τό πρότερον κεκαθαρμένος ἐπί τόν θρόνον τῆς βασιλείας αὐτοῦ καθεσθῇ, ἀλλ’ ἀντί τούτου σκορπίσῃ μόνον πάντας αὐτοῦ τούς θησαυρούς τοῖς πένησι καί πᾶσαν αὐτοῦ κινητήν καί ἀκίνητον περιουσίαν ἀποδῴη αὐτοῖς, οὐδέν ἐκ τούτου ὠφελήσει ἑαυτόν μή ἀπονιψάμενος τήν ἀσβόλην καί τόν βόρβορον ὕδατι, ἀλλά καί γέλως ἔσται τοῖς ὁρῶσιν αὐτόν, ὧδε κἀκεῖσε ὡς μορμολύκιον μέσον τῆς συγκλήτου ἀναστρεφόμενος, οὕτως οὐδέ ἕτερός τις ἑαυτόν ὠφελήσει πάντα μέν τά ὑπάρχοντα αὐτοῦ διανείμας τοῖς πένησι, πᾶσαν δέ φτωχείαν καί ἀκτημοσύνην ἀναλαβόμενος, ἀποχήν δέ μή ποιησάμενος τοῦ κακοῦ, μηδέ διά μετανοίας καί δακρύων ἀποκαθάρας αὐτοῦ τήν ψυχήν.

Πᾶς γάρ ἄνθρωπος, ὁ ἁμαρτήσας ὁμοίως ἐμοί τῷ κατακεκριμένῳ καί βορβόρῳ τῶν ἡδονῶν τάς αἰσθήσεις ἐμφράξας αὐτοῦ τῆς ψυχῆς, εἰ καί πᾶσαν μέν τήν περιουσίαν αὐτοῦ διένειμε τοῖς πτωχοῖς, πᾶσαν δέ δόξαν ἀξιωμάτων περιφάνειάν τε οἴκων καί ἵππων, ποιμνίων καί βουκολίων καί ἀνδραπόδων, αὐτούς τε πάντας τούς ἰδίους καί φίλους καί συγγενεῖς κατέλιπε καί πτωχός καί ἀκτήμων εἰς τό τῶν μοναχῶν σχῆμα ἐλθών ἐγένετο, ἀλλ’ οὖν ὡς ἀναγκαίων τῇ ζωῇ αὐτοῦ δέεται τῶν δακρύων τῆς μετανοίας, ἵνα τόν βόρβορον τῶν ἁμαρτημάτων αὐτοῦ ἀπονίψηται, καί μᾶλλον ἐάν ἔτι καθάπερ ἐγώ τήν ἀσβόλην καί τόν βόρβορον τῶν πολλῶν αὐτοῦ κακῶν οὐκ ἐπί τοῦ προσώπου μόνον καί τῶν χειρῶν, ἀλλά καί ὅλως ἐν ὅλῳ τῷ σώματι περιφέρηται. Οὐ γάρ ἀρκεῖ μόνον ἡμῖν ἡ τῶν ὑπαρχόντων διάδοσις εἰς κάθαρσιν τῆς ψυχῆς, ἐάν μή καί κλαύσωμεν καί θρηνήσωμεν ἀπό ψυχῆς, ἀδελφοί. Οἶμαι γάρ ὅτι ἐάν μή πάσῃ σπουδῇ αὐτός ἑαυτόν διά δακρύων τοῦ μολυσμοῦ τῶν ἁμαρτημάτων μου ἐκκαθάρω, ἀλλά μεμολυσμένος τοῦ βίου ἐξέλθω, δικαίως καί παρά τοῦ Θεοῦ καί παρά τῶν ἀγγέλων αὐτοῦ καταγελασθήσομαι καί σύν τοῖς δαίμοσιν εἰς τό πῦρ τό αἰώνιον ἐκβληθήσομαι. Ναί, ὄντως οὕτως ἐστίν, ἀδελφοί! Οὐδέν γάρ εἰσηνέγκαμεν εἰς τόν κόσμον, ἵνα ἁμαρτήσαντες δῶμεν αὐτό ἀντίλυτρον τῶν ἁμαρτιῶν ἡμῶν τῷ Θεῷ. «Τί γάρ, φησίν ὁ ἀπόστολος, δώσει ἄνθρωπος τῷ Θεῷ, ἵνα ἀνταποδοθῇ αὐτῷ;» Αὕτη κρίσις ὀρθή, αὕτη ταπείνωσις δικαία καί ἀληθής. Φησί γάρ καί ὁ Κύριος· «Μή νομίσητε ὅτι ἦλθον καταλῦσαι τόν νόμον ἤ τούς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλά πληρῶσαι». Τοῦτο δέ ἐστι πλήρωμα νόμου τό μή δικαιολογεῖσθαί τινα ἔν τινι, μηδέ ἑαυτόν ἐκδικεῖν, ἀλλά προκεῖσθαι τοῖς πᾶσι τά πάντα ὡσεί νεκρόν, ἵνα εἴτι δ’ ἄν ποιῶσιν εἰς αὐτόν μή κινῆται ὅλως μηδέ ταρασσόμενος ἀντιλέγῃ αὐτοῖς, ἀλλ’ εἶναι ἐν μόναις ταῖς ἐντολαῖς τοῦ Θεοῦ καί εἰς τό τηρεῖν τά ἐκείνου προστάγματα, ὡς λέοντα ἤ γιγαντιαῖον ἄλλον Σαμψών ἤ εἴ τινα ἕτερον ἤ προγεγονότα ἤ ὄντα καί αὐτοῦ ἀνδρειότερον.

Δυνατόν οὖν ἐστιν, ἀδελφοί, τοῖς πᾶσιν οὐ μόνον τοῖς μοναχοῖς ἀλλά καί τοῖς λαϊκοῖς τό ἀεί καί διηνεκῶς μετανοεῖν καί κλαίειν καί δέεσθαι τοῦ Θεοῦ, καί διά τῶν τοιούτων πράξεων καί τάς λοιπάς πάσας ἀρετάς κτήσασθαι. Καί ὅτι τοῦτο ἀληθές ἐστι συμμαρτυρεῖ μοι καί ὁ χρυσορρήμων Ἰωάννης, ὁ μέγας στῦλος καί διδάσκαλος τῆς ἐκκλησίας, περί τοῦ Δαυίδ λόγοις τόν πεντηκοστόν ψαλμόν ἐξηγούμενος, λέγων δυνατόν εἶναι γυναῖκα ἔχοντα καί παῖδας καί παιδίσκας καί πλῆθος οἰκετῶν καί περιουσίαν πολλήν καί βιωτικοῖς ἐμπρέποντα πράγμασι, μή τοῦτο μόνον δύνασθαι, τό κλαίειν καθ’ ἑκάστην καί εὔχεσθαι καί μετανοεῖν, ἀλλά καί εἰς τό τέλειον φθάσαι τῆς ἀρετῆς τόν βουλόμενον καί Πνεῦμα λαβεῖν Ἅγιον καί φίλον γενέσθαι Θεοῦ καί ἐπαπολαύειν τῆς θέας αὐτοῦ, οἷοι καί πρό τῆς Χριστοῦ παρουσίας ἐγένοντο Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ καί ὁ ἐν Σοδόμοις Λώτ καί - ἵνα τούς ἄλλους παρήσω πολλούς ὄντας - Μωσῆς καί Δαυίδ, ἐν τῇ νέᾳ δέ χάριτι καί ἐπιφανείᾳ τοῦ Θεοῦ καί Σωτῆρος ἡμῶν Πέτρος, ὁ ἁλιεύς καί ἀγράμματος, μετά τῆς πενθερᾶς καί τῶν ἄλλων κηρύσσων τόν ἐπιφανέντα Θεόν. Τούς δ’ ἄλλους τίς ἀριθμήσειεν, ὑπέρ σταγόνας ὄντας τῶν ὑετῶν καί ὑπέρ τούς ἀστέρας τοῦ οὐρανοῦ, βασιλεῖς, ἄρχοντας καί δυνάστας - μή εἴπω πένητας καί τούς τῇ αὐταρκείᾳ συζήσαντας - ὧν αἱ πόλεις καί αἱ οἰκίαι καί τῶν ἐκκλησιῶν οἱ ναοί, οὕς ἐκεῖνοι φιλοτίμως ἀνήγειραν, ὧν τά γηροκομεῖα καί τά ξενοδοχεῖα σῴζονται καί εἰσι μέχρι τοῦ νῦν, ἅπερ καί περιόντες ἐκεῖνοι ἐκέκτηντο καί ἐχρῶντο αὐτοῖς εὐσεβῶς, οὐχ ὡς οἰκείοις, ἀλλ’ ὡς δοῦλοι τοῦ δεσπότου τά παρά τοῦ δεσπότου δοθέντα αὐτοῖς καί ὡς ἐκείνῳ ἐδόκει διέποντες, χρώμενοι μέν τῷ κόσμῳ κατά τήν τοῦ Παύλου φωνήν, οὐ καταχρώμενοι δέ. Διά γάρ τοῦτο καί ἐν τῷ βίῳ τῷ παρόντι περίδοξοι γεγόνασι καί λαμπροί καί νῦν καί εἰς τούς ἀτελευτήτους αἰῶνας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ περιδοξότεροι καί λαμπρότεροι ἄνθρωποι γενήσονται. Καί εἰ μή ὀκνηροί ἦμεν καί ῥᾴθυμοι καί καταφρονηταί τῶν ἐντολῶν τοῦ Θεοῦ, ἀλλά σπουδαῖοι καί διεγηγερμένοι καί νήφοντας, οὐδεμίαν εἴχομεν χρείαν ἀποταγῆς ἤ κουρᾶς ἤ τῆς τοῦ κόσμου φυγῆς. Καί ἵνα τοῦτο πιστώσωμαι, ἄκουσον!

Ὁ Θεός τόν ἄνθρωπον βασιλέα ἐποίησεν ἐξ ἀρχῆς πάντων τῶν ἐπί γῆς, ἀλλά μήν καί αὐτῶν τῶν ὑπό τόν ὄροφον ὄντων τοῦ οὐρανοῦ· ἥλιος γάρ καί σελήνη καί ἄστρα διά τόν ἄνθρωπον πάντως παρήχθησαν. Τί οὖν; Βασιλεύες ὤν τούτων ἁπάντων τῶν ὁρωμένων, ἐβλάπτετο ἆρα ἐκ τούτων πρός ἀρετήν; Οὐμενοῦν οὐδαμῶς, ἀλλά καί μειζόνως, εἰ ἔμεινεν εὐχαριστῶν τῷ ποιήσαντι καί δεδωκότι αὐτῷ τά πάντα Θεῷ, ἔμελλεν εὐδοκιμεῖν. Εἰ μή γάρ παρέβη τήν ἐντολήν τοῦ Δεσπότου, οὐκ ἄν τήν βασιλείαν ταύτην ἀπώλεσεν, οὐκ ἄν τῆς τοῦ Θεοῦ δόξης ἑαυτόν ἀπεστέρησεν· ἐπεί δέ τοῦτο πεποίηκεν, εἰκότως ἐξεβλήθη, ἐξωρίσθη, ἐβίωσε καί ἀπέθανε. Καί λέγω σοι πρᾶγμα ὅπερ σαφῶς, οἶμαι, οὐδείς ἀπεκάλυψε, συνεσκιασμένως δέ τοῦτο εἴρηται. Ποῖον; Ἄκουε τῆς θείας λεγούσης Γραφῆς· «Καί εἶπεν ὁ Θεός τῷ Ἀδάμ» - μετά τό παραβῆναι λέγω -· «'Αδάμ, ποῦ εἶ;» Τί τοῦτο λέγων, ὁ τοῦ παντός Ποιητής; Πάντως εἰς συναίσθησιν αὐτόν ἀγαγεῖν βουλόμενος καί τοῦτον πρός μετάνοιαν ἐκκαλούμενος, «Ἀδάμ, ποῦ εἶ; φησί. Κατανόησον σεαυτόν, κατάμαθέ σου τήν γύμνωσιν! Ἴδε οἵου ἐνδύματος, οἵας δόξης ἐστέρησαι. Ἀδάμ, ποῦ εἶ;» οἱονεί πως τοῦτον παρακαλῶν καί λέγων· «ναί, φρόνησον, ταπεινέ, ναί, ἔξελθε ὅθεν εἶ κεκρυμμένος. Ἐμέ οἴει κρύπτεσθαι; Εἰπέ· Ἥμαρτον! Ἀλλ’ οὐ λέγει τοῦτο, μᾶλλον δέ οὐκ ἐγώ λέγω τοῦτο ὁ ἄθλιος - ἐμόν γάρ τό πάθος ἐστίν! -, ἀλλά τί; Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καί ἔγνων ὅτι γυμνός εἰμι καί ἐκρύβην». Τί οὖν ὁ Θεός; «Καί τίς ἀνήγγειλέ σοι ὅτι γυμνός εἶ, εἰ μή ἀπό τοῦ ξύλου, οὐ ἐνετειλάμην σοι τούτου μόνου μή φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;».

Ὁρᾶς, ἀγαπητέ, μακροθυμίαν Θεοῦ; Εἰπόντος γάρ αὐτοῦ· «Ἀδάμ, ποῦ εἶ»; καί μή ὁμολογήσαντος τήν ἁμαρτίαν εὐθύς, ἀλλ’ εἰπόντος· «Τῆς φωνῆς σου ἤκουσα, Κύριε, καί ἔγνων ὅτι γυμνός εἰμι καί ἐκρύβην», οὐκ ὠργίσθη ὁ Θεός, οὐκ ἀπεστράφη εὐθύς, ἀλλά καί δευτέρας ἀξιοῖ αὐτόν ἀποκρίσεως καί φησι· «Τίς ἀνήγγειλέ σοι ὅτι γυμνός εἶ, εἰ μή ἀπό τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μή φαγεῖν, ἀπ᾿αὐτοῦ ἔφαγες;» Νόει μοι βάθος λόγων σοφίας Θεοῦ. «Τί λέγεις, φησίν, ὅτι ῾Γυμνός εἰμι᾿, τήν δέ ἁμαρτίαν σου κρύβεις; Μή νομίζεις με τό σῶμά σου μόνο ὁρᾶν, τήν δέ καρδίαν καί τάς ἐνθυμήσεις σου μή ὁρᾷν;». Ἤλπιζε γάρ ἀπατηθείς ὁ Ἀδάμ ὅτι οὐκ ᾔδει ὁ Θεός τήν ἁμαρτίαν αὐτοῦ καί ἔλεγεν οὕτω καθ’ ἑαυτόν, οἱονεί ὅτι· «Ἐάν εἴπω ὅτι γυμνός εἰμι, φησίν, ἀγνοῶν ὁ Θεός εἰπεῖν ἔχει· ῾ Καί διατί εἶ γυμνός;᾿. Εἶτα ἀπαρνήσασθαι ἔχω ἐγώ καί εἰπεῖν· ῾Οὐκ οἶδα᾿, καί λαθεῖν ἔχω αὐτόν καί πάλιν ἀπολαβεῖν τήν πρώτην μου στολήν. Εἰ δέ μή, τέως οὐ μή ἐκβάλῃ με, τέως οὐ μή ἐξορίσῃ με! ». Ταῦτα ἐνθυμουμένου αὐτοῦ - ὡς καί νῦν ποιοῦσι πολλοί καί αὐτός ἐγώ πρῶτος, τά ἑαυτῶν κακά κρύπτοντες -, ὁ Θεός μή θέλων πολυπλασιάσαι αὐτῷ τό κρίμα λέγει· «Καί πόθεν ἔγνως ὅτι γυμνός εἶ, εἰ μή ἀπό τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μή φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;», οἱονεί λέγων· Καί ὅλως ἐμέ κρύπτειν οἴεσαι; Οὐ γινώσκω ἐγώ τί πέπραχας; Οὐ λέγεις τό ῾ Ἥμαρτον᾿; Εἰπέ, ταπεινέ· ῾Ναί, ἀλήθεια, Δέσποτα, παρέβην τήν ἐντολήν σου, ἔπταισα ἀκούσας τῆς συμβουλῆς τῆς γυναικός, ἐσφάλην μεγάλως ποιήσας τόν ἐκείνης λόγον καί παρακούσας τόν σόν, ἐλέησόν με!’ Ἀλλ’ οὐ λέγει τοῦτο, οὐ ταπεινοῦται, οὐ κάμπτεται, νεῦρον σιδηροῦν ὁ τῆς καρδίας τράχηλος - οἷος δή καί ὁ ἐμός, τοῦ ἀθλίου, ἐστίν - . Εἰ γάρ εἶπε τοῦτο, ἔμεινε ἄν ἐν τῷ παραδείσῳ καί τόν κύκλον ὅλον ἐκεῖνον τῶν μυρίων κακῶν, ὅν ὑπέστη ἐξορισθείς καί εἰς τόν ᾅδην τοσούτους αἰῶνας ποιήσας κείμενος, κερδᾶναι ἄν εἶχε ἀπό μιᾶς τῆς τότε φωνῆς.

Τοῦτο οὖν ἐστιν ὅ ὑπεσχόμην εἰπεῖν. Καί ἄκουσον τῶν ἑξῆς καί γνῶθι ὅτι ἀληθής ἐστιν ὁ λόγος καί οὐκ ἔστι ψεῦδος τό οἱονοῦν ἐν αὐτῷ. Εἶπεν ὁ Θεός τῷ Ἀδάμ· «Ἥν ὥραν φάγεσθε ἀπό τοῦ ξύλου, οὗ ἐνετειλάμην ὑμῖν τούτου μόνου μή φαγεῖν, θανάτῳ ἀποθανεῖσθε», δηλονότι τῷ ψυχικῷ, ὅ καί αὐτῇ τῇ ὥρᾳ ἐγένετο, δι’ ὅ καί τῆς ἀθανάτου στολῆς ἐγυμνώθη· οὐδέν δέ πλέον προεῖπεν ὁ Θεός καί οὐδέν πλέον ἐγένετο. Προγινώσκων γάρ ὁ Θεός ὅτι ἁμαρτῆσαι ἔχει ὁ Ἀδάμ καί βουλόμενος μετανοοῦντα συγχωρῆσαι αὐτόν, οὐδέν, ὡς εἴρηται, πλέον προαπεφήνατο κατ’ αὐτοῦ· ἐπεί δέ ἠρνήσατο τήν ἁμαρτίαν αὐτοῦ καί οὐδέ ἐλεγχόμενος ὑπό τοῦ Θεοῦ μετενόησεν, (ἔφη γάρ· «Ἡ γυνή, ἥν δέδωκάς μοι, αὕτη με ἠπάτησεν». - «Ἥν δέδωκάς μοι!» ὤ ψυχῆς ἀπροσέκτου, οἱονεί τῷ Θεῷ λεγούσης· «Σύ, φησίν, ἔπταισας· ἡ γυνή, ἥν δέδωκάς μοι, αὕτη με ἠπάτησεν»- οἷα καί νῦν ἐγώ πάσχω, ὁ ταπεινός καί ταλαίπωρος, καί οὐ θέλω ταπεινωθῆναί ποτε καί εἰπεῖν ἀπό ψυχῆς ὅτι ἐγώ εἰμι αἴτιος τῆς ἐμῆς ἀπωλείας, ἀλλ’ «Ὁ δεῖνά με, λέγω, παρώτρυνε ποιῆσαι καί εἰπεῖν τά καί τά, ὁ δεῖνά μοι συνεβούλευσεν ἐργάσασθαι τό καί τό», ὤ ἀθλίας ψυχῆς προϊεμένης ῥήματα ἁμαρτίας μεστά! ὤ ψυχῆς ἀναιδοῦς καί μιαρᾶς ἀναιδέστεροι λόγοι καί μιαροί !) - τοίνυν καί οὕτω τοῦ Ἀδάμ εἰπόντος, τότε λέγει αὐτῷ ὁ Θεός· «ἐν κόπῳ καί ἱδρῶτι φάγῃ τόν ἄρτονσου, καί ἀκάνθας καί τριβόλους ἀνατελεῖ σοι ἡ γῆ», καί τελευταῖον ὅτι· «Γῆ εἶ καί εἰς γῆν ἀπελεύσῃ»- «Ἔλεγον, φησί, μετανοῆσαί σε καί εἶναι πάλιν ἐν τῇ προτέρᾳ σου διαγωγῇ. Ἐπειδή δέ σκληρός οὕτως εἶ, ἄπελθε τοῦ λοιποῦ ἀπ’ ἐμοῦ καί ἀρκέσει σοι εἰς παίδευσιν ἡ ἀποστασία σου, ὅτι γῆ εἶ καί εἰς γῆν ἀπελεύσῆ».

Ἤδη οὖν ἔγνως ὅτι μετά τήν παράβασιν διά τό μή μετανοῆσαι καί εἰπεῖν «Ἥμαρτον», καί ἐξορίζεται καί ἐν κόπῳ καί ἱδρῶτι διάγειν κελεύεται καί εἰς τήν γῆν, ἐξ ἧς ἐλήφθη, διά τοῦτο κατεκρίθη; Τοῦτο δέ δῆλον ἐκ τῶν ἑξῆς. Τοιγαροῦν καί ἀφείς αὐτόν ἔρχεται πρός τήν Εὔαν, θέλων δεῖξαι ὅτι δικαίως καί αὕτη συνεκβληθήσεται, μετανοῆσαι μή θέλουσα, καί φησι· «Τί τοῦτο ἐποίησας;» ἵνα κἄν αὕτη εἴπῃ τό «Ἥμαρτον». Ποίαν γάρ καί ἄλλην χρείαν εἶχειν, εἰπέ μοι, ὁ Θεός λαλεῖν πρός αὐτήν ταῦτα τά ῥήματα, εἰ μή πάντως ἵνα εἴπῃ ὅτι· «Ἐν ἀφροσύνῃ μου, Δέσποτα, τοῦτο ἔπραξα, ἡ ταπεινή καί ἀθλία, σοῦ τοῦ Δεσπότου μου παρακούσασα. Ἐλέησόν με! ». Ἀλλ’ οὐκ εἶπε τοῦτο. Τί δέ; «Ὁ ὄφις ἐξηπάτησέ με». Ὤ τῆς ἀναισθησίας! Καί ὅλως ὄφει, κατά τοῦ Δεσπότου λέγοντί σοι, συνέτυχες καί τοῦτον ἀντί τοῦ ποιήσαντός σε Θεοῦ προετίμησας, κἀκείνου τήν συμβουλήν ὑπέρ τήν ἐντολήν τοῦ Δεσπότου προτιμοτέραν καί ἀληθεστέραν πεποίηκας; Ὡς δέ οὐδέ αὕτη εὗρεν εἰπεῖν «Ἥμαρτον», ἐκβάλλονται τῆς τρυφῆς, ἐξορίζονται τοῦ παραδείσου καί τοῦ Θεοῦ.

Ἀλλά σκόπει μοι τό βάθος τῶν μυστηρίων τοῦ φιλανθρώπου Θεοῦ καί μάθε καί διδάχθητι ἐντεῦθεν ὅτι εἰ μετενόησαν, οὐκ ἄν ἐξεβλήθησαν, οὐκ ἄν κατεκρίθησαν, οὐκ ἄν εἰς τήν γῆν, ἐξ ἧς ἐλήφθησαν, ἀποστραφῆναι καί κατεδικάσθησαν. Πῶς; Ἄκουσον!

Ἐπεί ἐξεβλήθησαν καί ἤδη ἐξαὐτῆς ἐνέπεσον εἰς τούς ἱδρῶτας καί εἰς τούς σωματικούς κόπους, πεινᾶν δέ ἤρξαντο καί διψᾶν, ῥιγᾶν τε ὁμοῦ καί τρέμειν καί πάσχειν τοιαῦτα, οἷα καί ἡμεῖς αὐτοί πάσχομεν σήμερον, πλείονα δηλονότι λαβόντες τῆς δυστυχίας ταύτης καί τῆς ἐκπτώσεως αἴσθησιν, οὐ μόνον δέ ἀλλά καί αὐτῆς ἑαυτῶν τῆς κακοφροσύνης καί τῆς ἀφάτου τοῦ Θεοῦ εὐσπλαχνίας, ἔξω οὖν τοῦ παραδείσου περιπατοῦντες καί καθεζόμενοι, μετεμέλοντο, ἔκλαιον, ἐθρήνουν, τό πρόσωπον ἔτυπτον, ἔτιλλον σύροντες ἑαυτῶν τάς τρίχας, τήν ἑαυτῶν σκληροκαρδίαν ἀποκλαιόμενοι, τοῦτο δέ οὐ μίαν ἡμέραν οὐδέ δύο ἤ δέκα, ἀλλ’ ἐν πάσῃ, πιστεύσατε, τῇ ζωῇ αὐτῶν. Πῶς γάρ καί μή κλαίειν ἀεί καί διηνεκῶς τόν Δεσπότην ἐκεῖνον τόν ἥμερον ἐνθυμούμενοι, τήν τρυφήν ἐκείνην τήν ἄφραστον, τά κάλλη τῶν ἀνθέων ἐκείνων τά ἄρρητα, τόν ἀμέριμνον βίον καί ἄμοχθον, τάς τῶν ἀγγέλων ἀνόδους καί καθόδους, τάς πρός αὐτούς; Καθάπερ γάρ οἱ παρά τινος τῶν ἀρχόντων τοῦ παρόντος αἰῶνος ἐκλεχθέντες εἰς ὑπηρεσίαν αὐτοῦ δοῦλοι, τήν κατά πρόσωπον, ἕως μέν τήν αἰδῶ καί τήν τιμήν καί τήν δουλείαν ἀνόθευτον φυλάττουσι πρός τόν ἑαυτῶν δεσπότην καί ἀγαπῶσιν αὐτόν τε καί τούς ὁμοδούλους αὐτῶν, ἀπολαύουσι καί τῆς παρρησίας τῆς πρός αὐτόν καί τῆς εὐνοίας καί τῆς ἀγάπης αὐτοῦ ἐν ἀνέσει πολλῇ καί τρυφῇ καί σπατάλῃ, ἐπάν δέ εἰς ἀπόνοιαν τραπέντες κατά τοῦ οἰκείου δεσπότου τραχηλιάσωσι καί κατεπαρθῶσι τῶν συνδούλων αὐτῶν, ἐκπίπτουσι τῆς παρρησίας τῆς πρός αὐτόν καί τῆς ἀγάπης καί τῆς εὐνοίας, ὑπ’ ἐκείνου εἰς μακράν χώραν ἐξορισθέντες καί μυρίοις τῇ προστάξει αὐτοῦ καθυποβαλλόμενοι πειρασμοῖς, ἐν τῷ κοπιᾷν καί κατατρύχεσθαι ἐπί πλεῖον καί πλεῖον ἐπαισθάνονται τῆς ἀνέσεως ἧς ἀπέλαυον καί τῶν ἀγαθῶν ὧν ἐξέπεσον τῆς ζημίας, τόν αὐτόν τρόπον πεπόνθασι καί οἱ πρωτόπλαστοι ἐν τῷ παραδείσῳ ὄντες καί ἀπολαύοντες ἐκείνων τῶν ἀγαθῶν, εἶτα ἐκπεσόντες αὐτῶν καί ἐξορισθέντες. Ἐπεί ᾔσθοντο τῆς ἐκπτώσεως, πάντοτε ἐθρήνουν, πάντοτε ἔκλαιον, τοῦ Δεσπότου αὐτῶν τήν εὐσπλαγχνίαν ἐπικαλούμενοι.

Ἀλλά τί ὁ πολύς ἐν ἐλέει καί βραδύς ἐν κολάσει; Ἐπειδή γάρ εἶδε ταπεινωθέντας αὐτούς, τήν μέν ἐξενεχθεῖσαν ψῆφον οὐ λύει τέως - πρός σωφρονισμόν ἡμῶν τοῦτο ποιήσας καί ἴνα μηδείς κατά τοῦ πάντων Ποιητοῦ κατεπαίρηται -, προειδώς δέ ὡς Θεός καί τήν ἔκπτωσιν τούτου τήν μετάνοιαν, προώρισε πάντως πρό τοῦ ποιῆσαι τά πάντα καί τόν καιρόν καί τόν χρόνον καί ὅπως καί πότε ἀπό τῆς ἐξορίας τοῦτον ἀνακαλέσεται ἀπορρήτοις κρίμασι καί ἀνεξιχνίαστοις πάσῃ πνοῇ. Εἰ γάρ καί ἀποκαλυφθῶσί τισι καί γράψαι ταῦτα θελήσουσιν, οὐ χρόνος οὐ χάρτης οὐ μέλαν ἀρκέσειεν, οὐ κόσμος ὅλος αὐτά τά βιβλία χωρήσειεν. Ὡς οὖν σπλαχνισθείς προώρισε καί προεῖπεν, οὕτω δή καί ἐποίησε. Καί οὕς ἐκ τοῦ παραδείσου διά τήν ἀναίδειαν καί ἀμεταμέλητον καρδίαν καί γνώμην ἐξέβαλε, πρεπόντως μετανοήσαντας καί ἀξίως ταπεινωθέντας καί κλαύσαντας καί θρηνήσαντας, αὐτός ἐκεῖνος, ὁ μόνος ἐκ μόνου Μονογενής Υἱός καί Λόγος, τοῦ προανάρχου Πατρός αὐτοῦ κατελθών - ὡς ἵστε πάντες -, οὐ μόνον ὁμοίως ἐκείνοις ἄνθρωπος γέγονεν, ἀλλά καί ἀποθανεῖν, ὡς αὐτοί, κατεδέξατο, βιαστόν ἑλόμενος καί ἐπονείδιστον θάνατον, καί κατελθών εἰς τόν ᾅδην, κἀκεῖθεν αὐτούς ἀνέστησεν. Ὁ οὖν τοσαῦτα, ὅσα καθ’ ἑκάστην ἀκούεις, παθών δι᾿αὐτούς, ἵνα αὐτούς ἀπό τῆς μακρᾶς ἐκείνης ἐξορίας ἀνακαλέσηται, εἰ μετενόησαν ἐν τῷ παραδείσῳ, οὐκ ἄν αὐτούς συνεπάθησε; Καί πῶς οὐχί ὁ φύσει φιλάνθρωπος καί διά τοῦτο ποιήσας αὐτόν, ἵνα τῶν ἀγαθῶν αὐτοῦ τῶν ἐν τῷ παραδείσῳ ἀπολαύῃ καί δοξάζῃ τόν εὐεργέτην αὐτοῦ; Ναί ὄντως, ἀδελφοί, τοῦτο ἄν, ὡς οἶμαι, ἐγένετο. Ἵνα δέ μάθῃς καί τά λοιπά καί ἐπί πλεῖον τῷ λόγῳ πιστεύσῃς, ἄκουσον τῶν ἑξῆς!

Εἰ μετενεόησαν ἔνδον ὄντες τοῦ παραδείσου, αὐτόν ἐκεῖνον ἀπελάμβανον τόν παράδεισον καί πλέον οὐδέν. Ἐπεί δέ ἐξεβλήθησαν διά τό ἀμετανόητον αὐτῶν, μετά δέ ταῦτα μετανοήσαντες ἔκλαυσαν, ἐθλίβησαν - ἅπερ, ὡς εἶπον, οὐ μή ἔπαθον, εἰ ἐν τῷ παραδείσῳ μετανόησαν -, ὑπέρ τῶν πόνων τούτων καί ἱδρώτων καί κόπων καί τῆς καλῆς μετανοίας αὐτῶν θέλων ὁ Δεσπότης Θεός τιμῆσαι καί δοξάσαι αὐτούς, οὐ μόνον δέ ἀλλά καί ποιῆσαι αὐτούς ἅπαντα ἐκεῖνα τά δεινά ἐπιλαθέσθαι, τί ποιεῖ; Καί σκόπει μοι τῆς φιλανθρωπίας τό μέγεθος! Κατελθών εἰς τόν ᾅδην καί ἀναστήσας αὐτούς, οὐχί εἰς τόν παράδεισον, ὅθεν ἐξέπεσον, ἀποκατέστησε πάλιν αὐτούς, ἀλλ’ εἰς ἐκεῖνον αὐτόν ἀνήγαγε τόν οὐρανόν τοῦ οὐρανοῦ· καί καθίσας ὁ Δεσπότης ἐκ δεξιῶν τοῦ Θεοῦ καί προανάρχου Πατρός αὐτοῦ, τί λέγεις ποιῆσαι αὐτόν, τόν δοῦλον μέν αὐτοῦ κατά φύσιν, πατέρα δέ αὐτοῦ χρηματίσαντα κατά χάριν; Εἶδες εἰς οἷον ὕψος αὐτόν διά τήν μετάνοιαν αὐτοῦ καί ταπείνωσιν καί τούς θρήνους αὐτοῦ καί τά δάρκυα ὁ Δεσπότης ἀνήγαγεν;

Ὤ μετανοίας ἰσχύς καί δακρύων! Ὤ φιλανθρωπίας ἀφάτου καί ἀνεξιχνιάστου ἐλέους πέλαγος, ἀδελφοί! Ὅτι οὐ μόνον ἐκεῖνον, ἀλλά καί ἅπαν τό σπέρμα αὐτοῦ, ἡμᾶς δηλονότι τούς υἱούς αὐτοῦ, τούς μιμουμένους ἐκείνου τήν ἐξομολόγησιν, τήν μετάνοιαν, τόν θρῆνον, τά δάκρυα καί τἆλλα ἅπερ προείπομεν, οὕτως ὡς ἐκεῖνον καί ἐτίμησε καί ἐδόξασε, καί τούς οὕτω ποιοῦντας ἕως τοῦ νῦν καί ἀπό τοῦ νῦν ποιήσοντας, εἴτε κοσμικοί εἶεν εἴτε μονάζοντες· «Ἀμήν, εἶπεν ὁ ἀληθής Θεός, οὐκ ἐγκαταλείψω αὐτούς ποτε, ἀλλ’ ὡς ἀδελφούς μου καί φίλους, πατέρας τε καί μητέρας καί συγγενεῖς καί συγκληρονόμους μου ἀναδείξω αὐτούς, καί ἐδόξασα καί δοξάσω καί ἐν τῷ οὐρανῷ ἄνω καί ἐπί τῆς γῆς κάτω, καί τῆς ζωῆς αὐτῶν καί εὐφροσύνης καί δόξης οὐκ ἔσται τέλος ποτέ».

Τί οὖν, εἰπέ μοι, τούς πρωτοπλάστους ὠφέλησεν ἡ ἐν τῷ παραδείσῳ ἄπονος διαγωγή καί ἀμέριμνος, ἀδελφέ, ῥαθυμήσαντας καί τῇ πρός Θεόν ἀπιστίᾳ καταφρονήσαντας καί τήν ἐντολήν παραβάντας αὐτοῦ; Εἰ γάρ ἐπίστευσαν αὐτῷ, οὐκ ἄν τόν ὄφιν ἡ Εὔα πιστότερον, τήν δέ Εὔαν ὁ Ἀδάμ πιστοτέραν ἐκείνου ἡγήσατο, ἀλλά φυλάξαι εἶχον τοῦ μή φαγεῖν τοῦ φυτοῦ· φαγόντες δέ καί ή μετανοήσαντες, ἐξεβλήθησαν. Οὐδέν δέ πάλιν ἐκ τῆς ἐξορίας ἐβλάβησαν, ἀλλά καί τά μέγιστα ὠφελήθησαν καί εἰς σωτηρίαν ἡμῶν πάντων τοῦτο ἐγένετο. Κατελθών γάρ ἄνωθεν ὁ Δεσπότης ἡμῶν τῷ ἰδίῳ θανάτῳ τόν καθ’ ἡμῶν ἔλυσε θάνατον, τό ἐκ τῆς τοῦ προπάτορος παραβάσεως κατάκριμα παντελῶς ἀνελών καί διά τοῦ ἁγίου βαπτίσματος ἀναγεννῶν καί ἀναπλάττων καί ἀπαλλάττων ταύτης τελείως ἡμᾶς, τίθησιν ἐν τῷδε τῷ κόσμῳ ἐλευθέρους πάντῃ καί μή ἐνεργουμένους τυραννικῶς ὑπό τοῦ ἐχθροῦ, ἀλλά τῷ ἐξ ἀρχῆς αὐτεξουσίῳ τιμῶν ἡμᾶς, ἰσχύν μᾶλλον δίδωσι κατ’ αὐτοῦ, ἵνα οἱ βουλόμενοι νικῶσιν αὐτόν εὐχερῶς ὑπέρ πάντας τούς πρό τῆς Χριστοῦ παρουσίας ἁγίους, ἀποθνῄσκοντες δέ μή καθάπερ ἐκεῖνοι καί οὗτοι εἰς τόν ᾅδην καταβιβάζωνται, ἀλλ’ εἰς τόν οὐρανόν καί εἰς τήν ἐκεῖσε τρυφήν καί ἀπόλαυσιν, νῦν μέν μετρίως, μετά δέ τήν ἐκ νεκρῶν ἐξανάστασιν ὅλης ὅλως ἐπαπολαύειν καταξιῶνται τῆς αἰωνίου χαρᾶς.

Οἱ οὖν βουλόμενοι προφάσεις μή προφασίζωνται, μηδέ λεγέτωσαν ἐκ τῆς τοῦ Ἀδάμ ἡμᾶς παραβάσεως ὅλως ἐνεργεῖσθαι καί πρός τήν ἁμαρτίαν καθέλκεσθαι. Οἱ γάρ τοῦτο ἐννοοῦντες καί λέγοντες τήν τοῦ Δεσπότου ἡμῶν καί Θεοῦ παρουσίαν ἀνωφελῶς γεγενῆσθαι καί διακενῶς νομίζουσιν, ὅπερ αἱρετικῶν καί οὐ πιστῶν ἐστι τό λεγόμενον. Διά τί γάρ κατῆλθεν ἤ τίνος ἕνεκα θανάτου ἐγεύσατο, εἰ μή ὅτι πάντως διά τό λῦσαι τό ἐκ τῆς ἁμαρτίας κατάκριμα καί ἐλευθερῶσαι τό γένος ἡμῶν ἀπό τῆς δουλείας καί ἐνεργείας τοῦ ἀντικειμένου ἐχθροῦ; Τοῦτο γάρ ἡ ὄντως αὐτεξουσιότης, τό μή ὑφ’ ἑτέρου τινός τῷ οἱῳνδήποτε τρόπῳ δεσπόζεσθαι. Ἡμεῖς μέν γάρ ἀπό τοῦ ἁμαρτήσαντος ἦμεν ἁμαρτωλοί, ἀπό τοῦ παραβάντος παραβάται, ἀπό τοῦ δούλου τῆς ἁμαρτίας δοῦλοι καί αὐτοί γενόμενοι ἁμαρτίας, ἀπό τοῦ κεκατηραμένου καί νεκροῦ κατάρατοι καί νεκροί, ἀπό τοῦ τῇ συμβουλίᾳ ἐνεργηθέντος τοῦ πονηροῦ καί δουλωθέντος αὐτῷ καί τό αὐτεξούσιον ἀπολέσαντος, ὡς τέκνα αὐτοῦ ἐνεργούμενοι καί καταδυναστευόμενοι τυραννικῶς ἐδεσποζόμεθα. Ὁ δέ Θεός κατελθών ἐσαρκώθη καί ἐγεννήθη καθώς καί ἡμεῖς ἄνθρωπος, χωρίς ἁμαρτίας, καί ἔλυσε τήν ἁμαρτίαν, σύλληψίν τε καί γέννησιν ἁγιάσας καί ἀνατραφείς κατά μικρόν πᾶσαν ἡλικίαν εὐλόγησε· τέλειος δέ ἀνήρ γεγονώς τότε ἤρξατο τοῦ κηρύγματος, διδάσκων ἡμᾶς μή ἔν τινι προπηδᾶν καί προλαμβάνειν τούς πολιούς ἐν συνέσει καί ἀρετῇ, οἱ νέοι μάλιστα καί οὐκ ἄνδρες τήν φρόνησιν. Ἀνεδέξατο τά ὑπέρ ὑμῶν καί φυλάξας πάσας τάς ἐντολάς τοῦ ἰδίου Θεοῦ καί Πατρός, τήν παράβασιν ἔλυσε καί τούς παραβάτας τοῦ κατακρίματος ἠλευθέρωσε. Δοῦλος ἐγένετο, μορφήν ἀναλαβόμενος δούλου, καί τούς δούλους ἡμᾶς εἰς τό δεσποτικόν ἀξίωμα ἐπανήγαγε, τοῦ πρῴην τυράννου δεσπότας ἀποκαταστήσας ἡμᾶς - καί μαρτυροῦσιν οἱ ἅγιοι οἱ καί μετά θάνατον ὡς ἀσθενῆ αὐτόν καί τούς αὐτοῦ ὑπουργούς ἀπελαύνοντες. Κατάρα ἐγένετο σταυρωθείς - «Ἐπικατάρατος γάρ, φησί, πᾶς ὁ ἐπί ξύλου κρεμάμενος»-, καί ὅλην τήν κατάραν ἔλυσε τοῦ Ἀδάμ. Ἀπέθανε καί τῷ ἑαυτοῦ θανάτῳ ἀνεῖλε τόν θάνατον. Ἀνέστη καί τήν δύναμιν καί ἐνέργειαν ἠφάνισε τοῦ ἐχθροῦ, τοῦ διά θανάτου καί τῆς ἁμαρτίας τήν ἐξουσίαν ἔχοντος καθ’ ἡμῶν. Ἐμβαλών γάρ ἐν τῷ θανατηφόρῳ ἰῷ καί φαρμάκῳ τῆς ἁμαρτίας τήν ἄρρητον τῆς Θεότητος αὐτοῦ καί τῆς σαρκός ζωοποιόν ἐνέργειαν, ὅλως ὅλον τό γένος ἡμῶν τῆς ἐνεργείας τοῦ ἐχθροῦ ἐλυτρώσατο, διά δέ τοῦ ἁγίου βαπτίσμτος καί τῆς κοινωνίας τῶν ἀχράντων αὐτοῦ μυστηρίων, τοῦ σώματος καί τοῦ αἵματος αὐτοῦ τοῦ τιμίου, ἀποκαθαίρων ἡμᾶς καί ζωοποιῶν, ἁγίους καί ἀναμαρτήτους ἀποκαθίστησιν, ἀλλά καί εὐθύς τῷ αὐτεξουσίῳ τιμᾶσθαι ἀφίησιν, ἵνα μή βίᾳ ἀλλά προαιρέσει φανῶμεν τῷ Δεσπότῃ δουλεύοντες. Καί ὥσπερ ἐξ ἀρχῆς ἦν ὁ Ἀδάμ ἐν τῷ παραδείσῳ ἐλεύθερος καί ἁμαρτίας καί βίας ἐκτός, τῷ αὐτεξουσίῳ δέ θελήματι ὑπήκουσε τῷ ἐχθρῷ καί ἀπατηθείς παρέβη τήν ἐντολήν τοῦ Θεοῦ, οὕτω καί ἡμεῖς ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναγεννώμενοι τῆς δουλείας ἀπολυόμεθα καί γινόμεθα αὐτεξούσιοι, καί εἰ μή τῷ οἰκείῳ θελήματι τῷ ἐχθρῷ ὑπακούσομεν, ἄλλως πως οὐ δύναται καθ’ ἡμῶν ἐνεργεῖν τι. Εἰ γάρ πρό τοῦ νόμου καί τῆς Χριστοῦ παρουσίας, τῶν βοηθημάτων τούτων ἁπάντων χωρίς, πολλοί καί ἀναρίθμητοι τῷ Θεῷ εὐηρέστησαν καί ἄμεπτοι ἀπεδείχθησαν, ἐξ ὧν τόν δίκαιον μέν Ἐνώχ μετέθετο καί τῇ μεταθέσει τοῦτον τετίμηκεν, Ἠλίαν δέ πυρίνῳ ἅρματι εἰς οὐρανόν ἀνελάβετο, τί ἀπολογησόμεθα ἡμεῖς, οἱ μετά τήν χάριν καί τήν τοσαύτην καί τηλικαύτην εὐεργεσίαν, μετά τήν τοῦ θανάτου καί τῆς ἁμαρτίας ἀναίρεσιν, μετά τήν τοῦ βαπτίσματος ἀναγέννησιν καί τήν τῶν ἁγίων ἀγγέλων παραφυλακήν καί αὐτήν τήν ἐπισκίασιν καί ἐπέλευσιν τοῦ Ἁγίου Πνεύματος, μηδέ ἴσοι τοῖς πρό τῆς χάριτος εὑρισκόμενοι, ἀλλά ῥᾳθυμοῦντες καί τῶν ἐντολῶν τοῦ Θεοῦ καταφρονοῦντες καί αὐτάς παραβαίνοντες; Ὁτι δέ μειζόνως ὑπέρ τούς ἐν τῷ νόμῳ ἁμαρτήσαντας κολασθησόμεθα τοῖς κακοῖς ἐπιμένοντες, ὁ ἅγιος Παῦλος ἐδήλωσεν εἰπών· «Εἰ γάρ ὁ δι’ ἀγγέλων λαληθείς λόγος ἐγένετο βέβαιος καί πᾶσα παράβασις καί παρακοή ἔλαβε ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας;»

Μή οὖν τόν Ἀδάμ ἀλλ’ ἑαυτόν αἰτιάτω καί μεμφέσθω ἡμῶν ἕκαστος, τῶν ἐν οἱᾳδηποτοῦν περιπιπτόντων ἁμαρτίᾳ, καί μετάνοιαν ἐξίαν ἕκαστος ἡμῶν ὡς ἐκεῖνος ἐπιδεικνύσθω, εἰ ἄρα καί βούλεται τῆς αἰωνίου ζωῆς ἐν Κυρίῳ ἐπιτυχεῖν. Εἰ δέ μή θελήσετε μηδέ παντί τρόπῳ σπουδάσετε, ἤ ἀναμαρτήτους ἑαυτούς ἐν τῷ τάς ἐντολάς τηρεῖν πάσας φυλάξαι, ἤ παραβαίνοντες ἔν τινι μέχρι θανάτου μετανοεῖν καί τήν ἑαυτοῦ ἕκαστος ἁμαρτίαν σφοδρῶς ἀποκλαίεσθαι, ἀλλ’ ἐμμένετε ἐπί τῇ σκληρότητι καί ἀμετανοήτῳ γνώμῃ ὑμῶν, τάδε λέγει Κύριος· «Συντρομάξει ἡ γῆ ἐπί τούς μετά τοσαῦτα καί τηλικαῦτα θαύματα, μετά τήν ἐν τῷ κόσμῳ φανέρωσιν, μετά τήν τοσαύτην διδασκαλίαν ἥν ἐν τῷ κόσμῳ ἐφήπλωσα, ἔτι ἀναβαλλομένους καί δυσπιστοῦντας καί ἀπειθοῦντας τοῖς λόγοις μου· καί διαρραγήσεται εἰς πολλά, μή φέρουσα τούς ἀγνώμονας καί σκληροτραχήλους καί παρηκόους μου φέρειν ἐπί τοῦ νώτου αὐτῆς, καί ἴδωσι τήν πτῶσιν αὐτῶν ἐγγίσασαν πρό τῶν ποδῶν αὐτῶν καί τρομάξουσι. Τῆς γάρ γῆς τρεμούσης, τοῦ οὐρανοῦ κλονουμένου καί ῥοιζηδόν ὡς βιβλίου ἑλισσομένου, ἐκ τῶν φοβερῶν δειμάτων ἐκείνων πτοηθῶσιν αἱ ἀκαμπεῖς καί ἀμείλικτοι καρδίαι αὐτῶν, ὡς λαγωοῦ ἐν ὥρᾳ σφαγῆς. Καί συσκοτάσει τό φῶς, πεσοῦνται τά ἄστρα, ὁ ἥλιος καί ἡ σελήνη σβεσθήσονται ἐπ’ αὐτούς, ἀπό δέ τῶν σχισμάτων τῆς γῆς ἀναβήσεται πῦρ ὑπερεκβλύζον ὡς τά πελάγη τῶν θαλασσῶν. Καί ὥσπερ ἐπί τοῦ κατακλυσμοῦ ἀνεῴχθησαν οἱ καταρράκται τοῦ οὐρανοῦ καί κατῆλθε τό ὕδωρ καί κατ’ ὀλίγον ἐκάλυψε τούς λαούς, οὕτω καί τότε ἀνοιχθήσεται ἀπό τῶν θεμελίων αὐτῆς ἡ γῆ, καί ἀναδοθήσεται οὐ κατά μικρόν ἀλλά ἀθρόον τό πῦρ καί ἐπικαλύψει πᾶσαν τήν γῆν, καί γενήσεται ἅπασα ποταμός πυρός».

Τί οὖν ποιήσουσι τότε οἱ λέγοντες ὅτι· «Εἴθε με ἠφίεσαν ὧδε καί τήν βασιλείαν τῶν οὐρανῶν ἐγώ οὐκ ἤθελον»; Τί γενήσονται οἱ νῦν γελῶντες καί οὕτω λέγοντες· «Τί οὖν κελεύεις κλαίειν ἡμᾶς καθ’ ἑκάστην;» Οἱ δέ καί ἀντιλογίας ἤ γογγυσμούς ἤ καί τά χείρω τούτων ἀπεργαζόμενοι, τί τότε ἀπολογήσονται; Μή ἐροῦσιν ὅτι· «Οὐκ ἠκούσαμεν»; μή ὅτι· «Οὐδείς ἡμᾶς ἐνουθέτησε»; μή ὅτι· «Ἠγνοήσαμέν σου τοῦ Δεσπότου τό ὄνομα, τό κράτος, τήν ἰσχύν, τήν δύναμιν»; - «Πόσα γάρ ὑμᾶς, ὦ ἄθλιοι, εἰκότως πρός ἡμᾶς εἴπῃ, διά προφητῶν, δι’ ἀποστόλων, διά πάντων ὁμοῦ τῶν δούλων καί δι᾿ἐμοῦ αὐτοῦ προεῖπον καί παρήγγειλα; Οὐκ ἠκούετε τῶν εὐαγγελίων μου λεγόντων· Μετανοεῖτε»; Οὐκ ἠκούετε λεγόντων· «Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται»; Οὐκ ἠκούετε βοῶντός μου· «Μακάριοι οἱ πενθοῦντες»; Ὑμεῖς δέ ἐγελᾶτε ἀνακαγχάζοντες, ἀλλήλοις ὁμιλοῦντες καί καταμακρύνοντες ὑμῶν τάς ἀργολογίας, ἀλλήλους πρός τά ἄριστα προσκαλούμενοι καί θεραπεύοντες ὑμῶν τάς γαστέρας. Οὐκ ἐμοῦ λέγοντος· «Τί στενή ἡ πύλη καί τεθλιμμένη ἡ ὁδός ἡ ἀπάγουσα εἰς τήν ζωήν» καί ὅτι «Βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καί βιασταί ἁρπάζουσιν αὐτήν», ὑμεῖς ἀνέκεισθε ἐπί στρωμνῶν ἁπαλῶν καί διά πάντων τήν ἄνεσιν ἐδιώκετε; Οὐκ ἐμοῦ λέγοντος· «Ὁ θέλων εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος καί πάντων δοῦλος καί πάντων διάκονος», ὑμεῖς τάς πρωτοκλισίας καί πρωτοκαθεδρίας, ἀρχάς τε καί ἡγεμονίας καί διακονίας καί μεγέθη ἀξιωμάτων προετιμήσασθε, καί ὑποταγῆναι ἤ δουλεῦσαι ἐν ταπεινώσει ψυχῆς εὐτελεῖ καί πτωχῷ καί ἀπερριμένῳ οὐκ ἠθελήσατε; Οὐχί ἐμοῦ λέγοντος· «Ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καί ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς», ὑμεῖς τάς ἑαυτῶν θεραπείας μόνας καί τά θελήματα καί τάς ἐπιθυμίας ἐξεπληρώσατε, πλεονεκτοῦντες, ἁρπάζοντες, ἀδικοῦντες καί ἑαυτούς μόνους ἐθεραπεύσατε; Οὐχί ἐμοῦ λέγοντος· «Ἐάν τίς σε ῥαπίσῃ εἰς τήν δεξιάν σου σιαγόνα, στρέψον αὐτῷ καί τήν ἄλλην», οἱ μέν ἐγελᾶτε, οἱ δέ οὐδέ ἀκοῦσαι τοῦτο ἠνείχεσθε, ἀλλά κακῶς με τοῦτο καί ἀδίκως προστάξαις ἐλέγχετε; Οὐχί δέ ἐμοῦ λέγοντος. «Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο», οὐ μόνον οὐδείς ἐξ ὑμῶν τοῦτο πεποίηκεν, ἀλλ’ οἱ πλείονες καί τούς ἀδελφούς ἠγγαρεύσατε; Οὐκ ἐμοῦ λέγοντος· «Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καί διώξωσι καί εἴπωσι πᾶν πονηρόν ρῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ», ὑμεῖς οὐδέ λόγον σκληρόν ἀκοῦσαι ἠνείχεσθε οὐ μόνον ἐκ τῶν ὁμοίων ὑμῶν, ἀλλ’ οὐδέ ὑπό τῶν προεχόντων; Οὐκ ἐμοῦ λέγοντος· «Χαίρετε καί ἀγαλλιᾶσθε ἐπί τοῖς διωγμοῖς καί ταῖς θλίψεσιν», ὑμεῖς τούς ἐπαίνους μᾶλλον καί τήν τιμήν καί τήν δόξαν ἠσπάσασθε, ἐπί δέ τοῖς τοιούτοις ἀπελέγεσθε καί αὐτήν ὑμῶν τήν ζωήν; Οὐχί ἐμοῦ μακαρίζοντος τούς φτωχούς, ὑμεῖς οὐκ ἐποθήσατέ ποτε ἀπό ψυχῆς γενέσθαι πτωχοί; Οὐκ ἐμοῦ τούς πραεῖς τήν βασιλείαν τῶν οὐρανῶν κληρονομεῖν λέγοντος, ὑμεῖς ὡς θῆρες ἄγριοι διέκεισθε εἰς τούς μή τάχιον ποιοῦντας ὑμῶν τά θελήματα; Οὐχ ὁρῶντες πάλιν αὐτούς παραβαίνοντάς μου τάς ἐντολάς, συμπαθεῖς ἐγίνεσθε τότε καί μέτριοι καί «Ἄφες, ἐλέγετε, εἶπεν ὁ Κύριος· Μή ὀργίζου κατά τινος»; Οὐχί ὑμεῖς ἐλέγετε, ὁπόταν ἔλεγον· «Εὔχεσθε ὑπέρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν καί καλῶς ποιεῖτε τούς μισοῦντας ὑμᾶς», - «Αὐτό τῶν ἀποστόλων ἐστίν, αὐτό τῶν μεγάλων ἁγίων! Ἐπεί τίς τοῦτο ἄλλος ποιῆσαι δύναται;» - Ἄθλιοι, καί ὑμεῖς διατί οὐκ ἐγίνεσθε ἅγιοι; Οὐκ ἠκούετε λέγοντός μου· «Γίνεσθε ἅγιοι, ὅτι ἐγώ ἅγιός εἰμι», ὑμεῖς δέ ἐν τῇ ἀκαθαρσίᾳ τῶν μολυσμῶν ὑμῶν καί ἀνομιῶν ἐμείνατε.

Καί πρός μέν τάς γυναῖκας ἐρεῖ· «Οὐκ ἠκούετε ἐν ταῖς ἐκκλησίαις ἀναγινωσκόντων καί λεγόντων· Βίος τῆς ἁγίας Πελαγίας, τῆς ποτε πόρνης, Βίος τῆς ὁσίας Μαρίας τῆς Αἰγυπτίας, τῆς ἀσώτου ποτέ, Θεοδώρας τῆς μοιχαλίδος καί μετά ταῦτα θαυματουργοῦ», καί πάλιν · «Εὐφροσύνης τῆς παρθένου καί μετονομασθείσης Σμαράγδου», καί· «Ξένης, τῆς ὄντως ξένης καί θαυμαστῆς;» Οὐκ ἠκούσατε ὅπως καί γονεῖς καί πλοῦτον καί μνηστῆρας αὐτούς κατέλιπον καί ἐν εὐτελείᾳ καί ταπεινώσει ἐδούλευσάν μοι καί ἐγένοντο ἅγιαι; Διά τί οὖν καί ὑμεῖς ταύτας καί τάς τοιαύτας, αἱ μέν πόρναι τάς πόρνας, αἱ δέ ἄσωτοι τάς ἀσώτους, αἱ δέ ὕπανδροι τάς ἁμαρτησάσας ὑπάνδρους, αἱ δέ παρθένοι τάς παρθένους καί ὁμοίας ὑμῶν οὐκ ἐμιμήσασθε;

Πρός δέ τούς ἄνδρας βασιλεῖς τε καί ἄρχοντας ὁμοίως ἐρεῖ· «Οὐκ ἠκούετε πῶς ὁ Δαυίδ ἁμαρτήσας, καί εἰσελθόντος πρός αὐτόν τοῦ προφήτου Νάθαν καί ἐλέγξαντος αὐτόν περί τῆς ἁμαρτίας αὐτοῦ, οὐκ ἀντεῖπεν, οὐκ ὠργίσθη, οὐκ ἔκρυψε τό ἁμάρτημα αὐτοῦ, ἀλλά τοῦ θρόνου ἀξαναστάς προσέπεσεν ἐνώπιον παντός τοῦ λαοῦ ἐπί τήν γῆν καί εἶπεν· Ἡμάρτηκα τῷ Κυρίῳ μου! καί οὐκ ἐπαύσατο ἡμέρας τε καί νυκτός κλαίων ὁμοῦ καί θρηνῶν»; Οὐκ ἠκούετε τούτου λέγοντος· «Ὅτι σποδόν ὡσεί ἄρτον ἔφαγον καί τό πόμα μου μετά κλαυθμοῦ ἐκίρνων, ἀπό φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τό ὀστοῦν μου τῇ σαρκί μου, ὡμοιώθην πελεκᾶνι ἐρημικῷ», καί πάλιν· «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τήν κλίνην μου, ἐν δάκρυσί μου τήν στρωμνήν μου βρέξω;» Οὐκ ἠκούετε λέγοντος αὐτοῦ· «Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικίας ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μι κακά, ἀποπέσοιμι ἄρα ἀπό τῶν ἐχθρῶν μου κενός, καταδιώξαι ἄρα ὁ ἐχθρός τήν ψυχήν μου καί καταλάβοι καί καταπατήσαι εἰς γῆν τήν ζωήν μου καί τήν δόξαν μου εἰς χοῦν κατασκηνώσαι;». Διά τί οὖν καί ὑμεῖς τοῦτον καί τούς ὁμοίους αὐτοῦ μή ἐμιμήσασθε; Μή τούτου ὑμεῖς περιδοξότεροι εἶναι ἐδοκεῖτε ἤ πλουσιώτεροι, καί διά τοῦτο ταπεινωθῆναί μοι οὐκ ἠβουλήθητε; Ἄθλιοι καί ταλαίπωροι, ὑμεῖς φθαρτοί καί θνητοί ὄντες, μονοκράτορες καί κοσμοκράτορες εἶναι ἐβούλεσθε καί, εἴπου ἦν τις ἐν ἑτέρᾳ χώρᾳ μή θέλων ὑμῖν ὑποτάσσεσθαι, ὡς κατά εὐτελοῦς ὑμῶν δούλου κατεπαίρεσθε αὐτοῦ καί οὐκ ἐφέρετε ὑπομεῖναι τήν ἀνυποταξίαν αὐτοῦ, καί τοι συνδούλου ὑμῶν ὄντος καί μηδέν πλέον ἐκείνου ἐχόντων ὑμῶν· ἐμοί δέ τῷ Ποιητῇ καί Δεσπότῃ ὑμῶν πῶς ὑμεῖς οὐκ ἠθελήσατε ὑποταγῆναι καί δουλεῦσαι ἐν φόβῳ καί τρόμῳ; Ἀνταποδιδόντες δέ τοῖς ἁμαρτάνουσιν εἰς ὑμᾶς, τί ἐν ἑαυτοῖς ἄρα διελογίζεσθε περί ὧν ὑμεῖς εἰς ἐμέ ἡμαρτάνετε; ὅτι οὐκ ἔστιν ὁ ἐκζητῶν τῶν ἀδικουμένων τά αἵματα; ὅτι οὐκ ἔστιν ὁ βλέπων τά παρ’ ἡμῶν κρυφίως πραττόμενα; ἤ ὅτι ἐπελάθεσθέ μου καί μή ἔχειν ὑπελαμβάνετε τόν ἐπάνω ὑμῶν ὄντα, οὐδέ ἠλπίσατέ ποτε γυμνοί με καί τετραχηλισμένοι παρασταθήσεσθαι; Οὐκ ἠκούετέ μου ἀεί λέγοντος· «Ὁ θέλων εἶναι πάντων πρῶτος, ἔστω πάντων ἔσχατος καί πάντων δοῦλος καί πάντων διάκονος;» Πῶς οὐκ ἐφρίσσετε καί ἐν ἑαυτοῖς ὑμῖν ἐθρηνεῖτε καί συνετρίβεσθε, φοβούμενοι μή εἰς ἔπαρσιν ὑπό τῆς ματαίας ἐκείνης καί διακένου ἐλθόντες, παραβάται ταύτης μου τῆς ἐντολῆς γενόμενοι, τῷ πυρί τούτῳ παραδοθήσεσθε; Οὐκ ἠκούετε πῶς ὁ Δαυίδ ὑπό τοῦ στρατηγοῦ αὐτοῦ Σεμεῒ ὑβριζόμενος καί ἀνήρ αἱμάτων καλούμενος, εὐτελέστερον ἑαυτόν ἐκείνου ἔχων ἀπό ψυχῆς, οὐκ ὠργίζετο, ἀλλά καί τούς ἐκεῖνον ἀνελεῖν βουλομένους ἐκώλυσεν; Ἰδοῦ οὖν καί Μωυσῆς καί Ἰησοῦς τοῦ Ναυῆ καί Δαβίδ καί ἄλλοι πλεῖστοι πρό τῆς ἐπιφανείας μου καί νυνί μετά τήν παρουσίαν μου πλείονες, οὕς βλέπετε συνδοξαζομένους μοι, καί βασιλεῖς γεγόνασιν, ὡς ἡμεῖς, καί ἄρχοντες καί στρατηγοί, καί διά τόν ἐμόν φόβον ἐν ταπεινώσει καί δικαιοσύνῃ βιώσαντες, κακόν ἀντί κακοῦ τινι οὐκ ἀνταπέδωκαν, ἀλλά καί παρά τῶν ὁμοίων καί ὑπό χεῖρα πολλάκις ἀτιμασθέντες, ἐμοί ἀνέθεντο τήν περί τούτου ἐκδίκησιν καί ὑπέρ ὧν εἰς ἐμέ ἥμαρτον ἐν πάσῃ τῇ ζωῇ αὐτῶν, ἀπό ψυχῆς ἐν φόβῳ καί πόθῳ μετενόουν καί ἔκλαιον, ταύτην τήν ἡμέραν τῆς ἐμῆς ἐλεύσεως καί παρουσίας καί κρίσεως ἀκούοντες καί πιστεύοντες, ὑμεῖς δέ κατεφρονήσατέ μου τῶν ἐντολῶν, ὥς τινος ἑνός τῶν ἀπερριμμένων καί ἀσθενῶν. Λοιπόν οὖν μεθ’ οὗ συνεῖναι ᾑρετίσασθε καί ὧν τούς λόγους καί τάς πράξεις ποιοῦντες, αὐτούς ἐμιμήσασθε, μετά τούτων αὐτῶν, καί τῶν ἐκείνοις ἡτοιμασμένων ἐπαπολαύσατε!

Οὕτω καί τοῖς πατριάρχαις τούς ἁγίους ἀντιπαραθῇ πατριάρχας, Ἰωάννην τόν Χρυσορρήμονα, Ἰωάννην τόν Ἐλεήμονα, Γρηγόριον τόν Θεολόγον, Ἰγνάτιον, Ταράσιον, Μεθόδιον καί τούς λοιπούς οἵτινες οὐ λόγῳ μόνῳ ἀλλά καί ἔργῳ τοῦ ἀληθινοῦ Θεοῦ γεγόνασιν ἀπεικόνισμα· τοῖς μητροπολίταις τούς ἁγίους μητροπολίτας, Βασίλειον, Γρηγόριον, τόν ἀδελφόν αὐτοῦ, καί τόν τούτου ὁμώνυμον καί θαυματουργόν, Ἀμβρόσιον καί Νικόλαον. Καί ἁπλῶς εἰπεῖν, ἕκαστον πατριάρχην καί ἕκαστον μητροπολίτην καί ἕκαστον ἐπίσκοπον μετά τῶν πρό αὐτοῦ διαπρεψάντων ἀποστόλων τε καί πατέρων ἁγίων ἐν ἑκάστῃ μητροπόλει καί ἐπισκοπῇ κρινεῖ ὁ Θεός, καί ἐξ ἐναντίας ἀλλήλων στήσας πάντας αὐτούς - καθώς ἀκούεις αὐτοῦ λέγοντος· «Τά μέν πρόβατα ἐκ δεξιῶν, τά δέ ἐρίφια ἐξ εὐωνύμων»-, ἐρεῖ· «Οὐχί ἔνθα οὗτοι ἐθεράπευσαν καί ἐδούλευσάν μοι, ἐκεῖ καί ὑμεῖς ἐβιώσατε καί εἰς τούς θρόνους αὐτῶν ἐκαθίσατε; Διά τί μή καί τόν βίον καί τήν πολιτείαν αὐτῶν ἐμιμήσασθε; Διά τί ἀκαθάρτοις χερσί καί ἀκαθαρτοτέραις ψυχαῖς τόν ἄχραντον ἐμέ καί ἀμόλυντον κρατεῖν καί ἐσθίειν οὐκ ἐφοβήθητε; Οὐκ ἐφρίξατε ὅλως, οὐκ ἐτρομάξατε; Διά τί τά τῶν πενήτων εἰς τάς ὑμετέρας ἡδονάς καί εἰς τούς ἰδίους καί συγγενεῖς ὑμῶν ἀναλώσατε; Διά τί με χρυσίῳ καί ἀργυρίῳ, ὡς ὁ Ἰούδας, ἀπεμπολήσατε; Διά τί με καί ὡς δοῦλον ἀχρεῖον ἐξαγοράσαντες, εἰς τά τῆς σαρκός με θελήματα διακονεῖν ἀπεχρήσασθε; Ὡς οὖν ὑμεῖς με οὐκ ἐπιμήσατε, οὐδέ ἐγώ φείσομαι ὑμῶν. Ἀπέλθατε ἀπ’ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας, ἀπέλθατε!».

Οὕτω τοίνυν πατέρες παρά πατέρων, φίλοι καί συγγενεῖς παρά φίλων καί συγγενῶν, ἀδελφοί παρά ἀδελφῶν, δοῦλοι καί ἐλεύθεροι παρά δούλων καί ἐλευθέρων, πλούσιοι καί πένητες ὑπό πλουσίων καί πενήτων, οἱ ἐν γάμῳ παρά τῶν ἐν γάμῳ διαπρεψάντων, οἱ ἐν ἐλευθερίᾳ παρά τῶν ἐν ἐλευθερίᾳ βιωσάντων, καί ἁπλῶς πᾶς ἄνθρωπος ἁμαρτωλός ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως ἀπεναντίας αὐτοῦ εἰς τήν εἰς τήν αἰωνίαν ζωήν καί εἰς τό ἀνεκλάλητον ἐκεῖνο φῶς ὄψεται τόν ὅμοιον αὐτοῦ καί κριθήσεται παρ’ αὐτοῦ. Οἷόν τι λέγω; Ἀπιδών ἕκαστος τῶν ἁμαρτωλῶν πρός τόν ὅμοιον αὐτοῦ, βασιλεύς πρός βασιλέα, ἄρχων πρός ἄρχοντα καί πόρνος μή μετανοήσας πρός πόρνον μετανοήσαντα, φτωχός πρός φτωχόν καί δοῦλος πρός δοῦλον, καί μνησθείς ὅτι καί αὐτός ἐκεῖνος ἄνθρωπος ἦν, τήν αὐτήν ψυχήν ἔχων, τάς αὐτάς χεῖρας, τούς αὐτούς ὀφθαλμούς καί ἁπλῶς τἆλλα πάντα ἐξ ἴσης καί συνῆν αὐτῷ ἐν τῷ βίῳ καί ὅμοιον εἶχε τό ἀξίωμα, τήν τέχνην, τό ἐπιτήδευμα, μιμήσασθαι δέ αὐτόν οὐκ ἠθέλησεν, εὐθύς ἐμφράσσεται τό στόμα αὐτοῦ καί μένει ἀναπολόγητος, μή ἔχων ὅλως τι φθέγξασθαι.Ὅταν οὖν οἱ κοσμικοί κοσμικούς ἴδωσι καί οἱ ἁμαρτωλοί βασιλεῖς βασιλεῖς ἁγίους ἐκ δεξιῶν, πλουσίους τε καί ὑπό ζυγόν ἁγίους οἱ ὑπό ζυγόν βίου, καί οἱ ἐν βασάνοις πάντες ὁμοίους αὐτῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καί τηνικαῦτα αἰσχυνθῶσι καί ἀναπολόγητοι εὑρεθῶσιν, ὥσπερ ὁ πλούσιος ἐκεῖνος ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ τόν Λάζαρον, ἐκεῖνος ἀποτηγανιζόμενος ἐν τῷ πυρί.

Τί ποιήσωμεν ἡμεῖς ἄρα οἱ μοναχοί, οἱ κατ’ ἐμέ, λέγω, ῥάθυμοι καί ἁμαρτωλοί, ποία ἄρα αἰσχύνη ἡμᾶς καί βάσανος λήψεται, ὅταν τούς ἐν βίῳ καί γυναῖκας καί οἰκέτιδας ἔχοντας καί οἰκέτας, μετά γυναικῶν ὁμοῦ καί τέκνων θεασώμεθα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁμοθυμαδόν συγχορεύοντας; ὅταν τούς ἐν ἀξιώμασι καί πλούτῳ εὐαρεστήσαντας, ὅταν ἁπλῶς ἐκ πάντων ἴδωμεν τῶν ἐν τῷ βίῳ πᾶσαν κατορθωκότων ἀρετήν καί ἐν μετανοίᾳ καί δάκρυσι πολιτευσαμένων διά τόν φόβον τοῦ Κυρίου καί ἱσταμένους ἐν τῇ χαρᾷ καί φαιδρότητι τῶν δικαίων; ὅταν γάρ ἐννοήσωμεν ὅτι πατέρας καί μητέρας καί ἀδελφούς καί ἀδελφάς καί κόσμον ὅλον διά τό σῶσαι ἡμῶν τάς ψυχάς κατελείψαμεν, οἱ δέ καί γυναῖκας καί τέκνα, ἄλλοι σύν τούτοις καί πλοῦτον καί ἀξιώματα καί ἄλλα ὅσα ὁ βίος ἔχει τερπνά, καί ἀναχωρήσαντες ἐπτωχεύσαμεν καί ἀποκειράμενοι γεγόναμεν μοναχοί διά τήν βασιλείαν τῶν οὐρανῶν, διά δέ μικράν ῥᾳθυμίαν καί πονηρίαν καί διά τάς πονηράς ἡμῶν ἐπιθυμίας κατετάξαμεν ἡμᾶς ἑαυτούς μετά κοσμικῶν καί πόρνων καί μοιχῶν καί βιωσάντων ἀσώτως κατά τόν κόσμον, ὁποῖος τότε φόβος καί τρόμος καί αἰσχύνη καλύψει ἡμᾶς! Πιστεύσατέ μοι λέγοντι, ἀδελφοί, ὅτι χείρων βάσανος ἡ ἐντροπή ἡμῶν ἔσται ὑπέρ τήν τῶν κοσμικῶν αἰωνίαν κόλασιν. Ὅταν γάρ ἐμέ τόν ἀποταξάμενον πάσῃ ψυχῇ, μετά κοσμικῶν, φέρε εἰπεῖν, νῦν τέκνα ἐχόντων, καί δημοσίοις πράγμασιν ἐμπεπλεγμένων ἤ καί στρατιᾷ ἐκδουλευόντων, ἵστασθαι καί τήν ἴσην ἐκείνοις κόλασιν λήψεσθαι μέλλοντα, στραφέντες οὗτοι καί ἰδόντες με, εἴπωσι πρός με· «Καί σύ, μοναχέ, ὁ τόν κόσμον ἀφείς, ὧδε μεθ’ ἡμῶν τῶν κοσμικῶν ἵστασαι; Κἄν σύ διά τί;» Τὶ ἄρα ἀπολογήσομαι, τί ἐρῶ πρός αὐτούς; Τίς γάρ, ἀδελφοί, τό μέγεθος τῆς τότε μελλούσης μοι γενέσθαι θλίψεως δυνήσεται ἀξίως, διά λόγου ἐκδιηγήσασθαι; Πάντως οὐδείς! Τί γάρ καί ἐροῦμεν ἤ τί ὅλως δυνηθῶμεν ἀπολογήσασθαι; ὅτι τόν κόσμον καί τά ἐν κόσμῳ κατελίπομεν; ἀλλά ταῦτα οὐκ ἐβδελυξάμεθα ἀπό ψυχῆς· τοῦτο γάρ ἐστιν ἡ ἀληθής τοῦ κόσμου καί τῶν ἐν κόσμῳ ἀναχώρησις, τό μετά τό φυγεῖν τόν κόσμον μισῆσαι τά αὐτοῦ καί βδελύξασθαι.

Τί δέ ὁ κόσμος καί τί τά ἐν τῷ κόσμῳ εἰσίν; Ἄκουσον! Οὐ χρυσίον ἐστίν, οὐκ ἄργυρος, οὐχ ἵπποι, ἀλλ’ οὐδέ ἡμίονοι· ταῦτα γάρ πάντα, ὅσα καί ἡμῖν λειτουργοῦσιν εἰς χρείαν τοῦ σώματος, καί ἡμεῖς κεκτήμεθα. Οὐ κρέας, οὐκ ἄρτος, οὐκ οἶνος· μεταλαμβάνομεν γάρ καί ἡμεῖς ἐκ τούτων καί ἐσθίομεν αὐτάρκως. Οὐκ οἶκοι, οὐ λουτρά, οὐ χωρία ἤ ἀμπελῶνες καί προάστεια· αἱ λαῦραι γάρ καί τά μοναστήρια ἐκ τῶν τοιούτων συνίστανται. Ἀλλά τίς ὁ κόσμος; Ἡ ἁμαρτία καί ἡ πρός τά πράγματα σχέσις ἐστίν, ἀδελφοί, καί τά πάθη. Τά δέ ἐν τῷ κόσμῳ Ἰωάννης ὁ Θεολόγος εἰπάτω, ὁ ἠγαπημένος τοῦ Χριστοῦ μαθητής· «Μή ἀγαπᾶτε γάρ, φησί, τόν κόσμον μηδέ τά ἐν τῷ κόσμῳ· ὅτι πᾶν τό ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκός καί ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καί ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστίν». Εἰ οὖν ἡμεῖς τόν κόσμον ὅλον καταλιπόντες καί ἀποφυγόντες καί γεγονότες γυμνοί, ταῦτα οὐκ ἐφυλαξάμεθα, τί ἡμῖν τό ὄφελος ἐκ μόνης τῆς ἀναχωρήσεως γένοιτ’ ἄν; Καί γάρ ὅθεν ἄν ἐξέλθωμεν καί ἐν οἷς ἄν καταντήσωμεν, τά αὐτά πράγματα πάλιν εὑρήσομεν· πανταχοῦ γάρ ἄνθρωποι μόνοι ζῆν οὐ δυνάμεθα, πανταχοῦ τά πρός τήν σύστασιν τοῦ σώματος χρήζομεν ἐπιτήδεια, πανταχοῦ καί γυναῖκες καί παῖδες καί οἶνος καί παντοίων ἐστίν εἶδος καρπῶν· ἐκ τούτων γάρ καί τῶν τοιούτων ἐστίν ἡ τῆς ζωῆς ἡμῶν σύστασις. Ἐάν τήν ἐπιθυμίαν ἔχωμεν τῆς σαρκός καί τήν ἐπιθυμίαν τῶν ὀφθαλμῶν καί τήν ἀλαζονείαν τῶν λογισμῶν, πῶς δυνησόμεθα ἐν μέσῳ αὐτῶν τῆς καθόλου ἁμαρτίας ἀποσχέσθαι καί μηδόλως τῷ ταύτης κέντρῳ πληγῆναι; Ὅπερ πολλοί τῶν πάλαι καί τῶν νῦν ἁγίων, εὖ οἶδα, ἐφυλάξαντο καί φυλάττουσι, μέσον τῶν τοῦ βίου πραγμάτων καί φροντίδων καί μεριμνῶν διατρίβοντες καί ἐν ἁγιότητι τελείᾳ τόν βίον αὐτῶν διανύοντες, καθώς ὁ Παῦλος μαρτυρεῖ περί τούτων καί τῶν τοιούτων λέγων· «Παράγει γάρ τό σχῆμα τοῦ κόσμου τούτου, ἵνα καί οἱ ἔχοντες γυναῖκας ὡς μή ἔχοντες ὦσι καί οἱ ἀγοράζοντες ὡς μή κατέχοντες καί οἱ χρώμενοι τῷ κόσμῳ ὡς μή καταχρώμενοι». Ἔξεστιν οὖν καί τά λοιπά ἐξ τούτων καταμαθεῖν· οἷον, τόν θυμούμενον μή ὀργίζεσθαι, τόν δικαιολογούμενον μηδόλως τῇ καρδίᾳ τοῖς λαλουμένοις προστίθεσθαι, τόν ἑαυτόν ἐκδικοῦντα ὡς νεκρόν εἶναι τῷ κόσμῳ τῇ τῆς ψυχῆς διαθέσει, τόν ἅπαξ τοιοῦτον γενόμενον ζητεῖν τε καί προθυμεῖσθαι μηδέ τοῦ ἰδίου φείδεσθαι σώματος. Τοιοῦτοι γάρ καί ἐγένοντο καί καθ’ ἑκάστην γενεάν οἱ ἀγωνιζόμενοι γίνονται.

Εἰ δέ μή τοιοῦτοι γενέσθαι σπουδάσομεν καί οὕτω τόν βίον ἡμῶν ἀνύομεν, τί ἐροῦμεν; ὅτι «Δόξης καί πλούτου κατεφρονήσαμεν;» Ἀλλά πάντως ἐρεῖ ἡμῖν ὅτι· «Φθόνον καί ἔριν καί ζῆλον οὐ κατελείψατε». Ὅτι δέ ταῦτα ἀλλοτριοῦσιν ἡμᾶς καί χωρίζουσιν ἀπό τοῦ Θεοῦ, λέγει ὁ θεῖος Ἰάκωβος, ὁ ἀπόστολος τοῦ Χριστοῦ· «Εἰ δέ ζῆλον πικρόν ἔχετε - ἔστι γάρ καί ἐπί καλῷ καί ζηλῶσαί τινα! - καί ἐριθείαν ἐν τῇ καρδίᾶ ὑμῶν, μή κατακαυχᾶσθε καί ψεύδεσθε κατά τῆς ἀληθείας, οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλά ἐπίγειος, ψυχική, δαιμονιώδης· ὅπου γάρ ζῆλος καί ἐρίθεια, ἐκεῖ καί ἀκαταστασία καί πᾶν φαῦλον πρᾶγμα», καί μετ’ ὀλίγα· «Αἰτεῖτε καί οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσετε», καί ἐπιφέρει· «Μοιχοί καί μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὅς ἄν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρός τοῦ Θεοῦ καθίσταται». Σκόπει δέ ὅτι οὐκ εἶπε μόνον· «Ὁ κόσμος ἐχθρός ἐστι τοῦ Θεοῦ», ἀλλά καί ἡ πρός τόν κόσμον φιλία· δι’ αὐτῆς γάρ μοιχοί καί μοιχαλίδες γινόμεθα. Καί ὅτι ἀληθές ἐστι τοῦτο, ἄκουσον αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Πᾶς ὁ ἐμβλέψας πρός τό ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ» καί πάλιν· «Οὐκ ἐπιθυμήσεις τι τοῦ πλησίον σου». Δείκνυσι δέ διά τούτων ἡμῖν τῶν ῥημάτων, ὅτι οὐχ ὁ ποιῶν τήν ἁμαρτίαν αὐτός μόνος χωρίζεται τοῦ Θεοῦ καί ἐχθρός αὐτοῦ γίνεται, ἀλλά καί ὁ αὐτήν ἀγαπῶν καί ὁ ἐπιθυμῶν τινος, ἤτοι σχετικῶς τῇ καρδίᾳ πρός τι τῶν ἐπί γῆς διακείμενος, τοῦτο γάρ ἡ φιλία τοῦ κόσμου ἐστίν· ὥστε φανερῶς ἀποδέδεικται ὅτι, εἰ καί γυμνός πάντων ὑπάρχει τις καί μή πράττει ἔργῳ τήν οἱανοῦν ἁμαρτίαν, μόνον δέ ἀγαπῶν καί φιλῶν αὐτήν οἱονεί σχετικῶς πρός αὐτήν διακείμενος, ἐχθρός ἐστι τοῦ Θεοῦ, καθώς καί Ἰωάννης φησίν· «Ἐάν τις ἀγαπᾷ τόν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρός ἐν αὐτῷ», ἀλλά καί ὁ Κύριος· «Ἀγαπήσεις Κύριον τόν Θεόν σου ἐξ ὅλης τῆς διανοίας σου καί ἐξ ὅλης τῆς ἰσχύος σου καί ἐξ ὅλης τῆς ψυχῆς σου», ὥστε ὁ πρός ἕτερόν τι ἐπιθυμητικῶς ἤ σχετικῶς διακείμενος τῆς ἐντολῆς ταύτης ἐκτός ἐστιν. Ἡμεῖς δέ, οἱ ἄθλιοι καί ταλαίπωροι, τά μεγάλα καί περίδοξα καί ὑψηλά τοῦ κόσμου καταλιπόντες καί εἰς τό μοναστήριον ἐλθόντες, ἀγαπῶμεν οἱ μέν παλλία ἐκστίλβοντα, οἱ δέ ἱμάτια καλόχρυσα, οἱ δέ λώρους καί ἀναλάβους, ἄλλοι σανδάλια καί ὑποδήματα, ἄλλοι βρώματα ἡδέα καί πόματα, ἕτεροι σμίλας καί ῥαφίδας καί μαχαίρας ἤ καί τά τούτων εὐτελέστερα, δι’ ὧν τῆς ἀγάπης ἐκπίποντες τοῦ ἐπί πάντων βασιλέως Χριστοῦ καί ἐχθροί αὐτοῦ γενόμενοι, οὐκ αἰσθανόμεθα, ὦ ἀδελφοί! δι’ ἅ καί μέλλομεν ἄρα, εἰ μή προλαβόντες μετανοήσομεν καί πᾶσαν ἐπιθυμίαν κακήν καί πονηράν καί ἔριν καί ζῆλον καί ἀλαζονείαν ἐκ τῆς ψυχῆς ἡμῶν ἕκαστος ἐξορίσομεν, εἰς τό πῦρ τό αἰώνιον μετά τελωνῶν κα΄ἁμαρτωλῶν καί πλουσίων, τῶν ἐν ἀσωτίᾳ βιωσάντων, κατακριθήσεσθαι.

Διά τοῦτο οὖν σπουδάσωμεν, ἀδελφοί, πᾶσαν ἀρετήν ἐπιδείξασθαι, πᾶσαν δέ κακίαν καί πᾶν πάθος βδελύξασθαι ἀπό ψυχῆς καί μισῆσαι πᾶν πρᾶγμα μικρόν ἤ μέγα, ὅ φέρει ταῖς ψυχαῖς ἡμῶν κίνδυνον· μόνοις δέ τούτοις χρησώμεθα ἐν οἷς ὁ μέν νοῦς οὐ τέρπεται, ἡ καρδία δέ ἡμῶν οὐχ ἡδύνεται, ἵνα μή εἰς τά ἀριστερά διά τῶν δοκούντων εὐτελῶν μετά τῶν κοσμικῶν, ὡς εἴρηται, ἡμᾶς αὐτούς κατατάξαντες, βλέψωμεν εἰς τά δεξιά τοῦ Θεοῦ παρισταμένους τούς ἀδελφούς ἡμῶν καί πατέρας καί κατακρίνοντας ἡμᾶς, - οἱ ἡγούμενοι ἑκάστου, λέγω, μοναστηρίου τούς ἐν τοῖς αὐτοῖς μοναστηρίοις εὐαρεστήσαντας τῷ Κυρίῳ, οἱ ἐν διακονίαις τούς ἐν ταῖς αὐταῖς διακονίαις λάμψαντας ὡς φωστῆρας, οἱ ἐν ὑποταγῇ καί ἐργοχείροις τούς ἐν τοῖς ὁμοίοις διαπρέψαντας ἔργοις καί ἐν ταῖς αὐταῖς ἐλαχίσταις ἤ καί προτιμοτέραις δουλείαις, ἐστεφανωμένους ὄντας μετά τῶν ἁγίων μαρτύρων, οἱ τήν νεότητα μολύναντες τούς τήν νεότητα χαλιναγωγήσαντας, οἱ ἐν τελειότητι ἡλικίας ἐκ ῥᾳθυμίας πεσόντες τούς ἀπό νεότητος μέχρι γήρως ἐγκαρτερήσαντας τῷ τῆς σαρκός πολέμῳ καί φυλάξαντας τήν ἑαυτῶν σωφροσύνην, οἱ ἐν γήρᾳ καί μέχρι τέλους τά τῶν παίδων τῶν ἀναισθήτων διαπραττόμενοι τούς ἐν γήρᾳ ἀποκειραμένους καί πᾶσαν κακήν συνήθειαν ἥν ἀπό νεότητος προσελάβοντο διά τόν τοῦ Θεοῦ φόβον ἐν μικρῷ χρόνῳ ἐγκόψαντας, οἱ γελῶντες τούς νυνί κλαίοντας, οἱ τρυφῶντες καί πρός τῆς τετυπωμένης ὥρας ἐσθίοντες τούς μηδέ ἐν τῷ καιρῷ τοῦ ἀρίστου κορεννυμένους, οἱ παίζοντες τούς ἐν στυγνότητι καί ὠχρότητι ὄντας διηνεκεῖ ἀπό τῆς μνήμης τῆς φοβερᾶς ἐκείνης καί τῶν ἰδίων ἁμαρτημάτων αὐτῶν, οἱ ἀπό πλούτου καί δόξης ἐλθόντες εἰς τό μοναχικόν καί ταπεινωθῆναι καί μικρόν μή θελήσαντες τούς ἀπό πτωχείας ἐσχάτης ἐλθόντας καί σύν ἡμῖν βιοτεύσαντας, διά δέ τήν ταπείνωσιν αὐτῶν ὑπέρ πολλούς τῶν μετ’ αὐτῶν ἱσταμένων εἰς τά δεξιά - βασιλέων, λέγω, καί πατριαρχῶν - ἐνδοξοτέρους ὑπάρχοντας, τῇ ταπεινώσει αὐτῶν ὄντως κεκοσμημένους.

Ἆρα οὖν, ἀδελφοί μου ἀγαπητοί, ἔγνωτε τί εἶπον; Ἆρα οἴδατε ὁποία αἰσχύνη τότε ἡμῖν ἔσται; Ἆρα ἐλάβετε εἰς νοῦν; Ἤλθετε εἰς αἴσθησιν τῆς ὥρας ἐκείνης, ἤ ἵνα τά αὐτά καί πάλιν ἐρῶ εἰς ὠφέλειαν ἐμοῦ καί τῶν ὁμοίων μου ἀμελῶν; Τοιγαροῦν καί ἐν ἡμῖν αὐτοῖς οὕτως ἔσται ἐν τῇ φοβερᾷ ἡμέρᾳ ἐκείνῃ καί πολλοί τῶν ἡμετέρων ἀδελφῶν εὑρεθῶσιν ἐν δεξιᾷ ἱστάμενοι τοῦ Θεοῦ μετά δόξης, πολλοί δέ ἐξ εὐωνύμων κατακρινόμενοι ὑπ’ αὐτῶν. Καί πῶς οὐχί, ὁπηνίκα δύο ἐπί τό αὐτό ἀποταξάμενοι, ὁμότεχνοι, λιθοξόοι τυχόν ἤ τέκτονες, αἱ δύο νέοι καί καθαροί ἀπό πάσης σωματικῆς ἁμαρτίας καί ἐκ πενήτων ὄντες, ὁ μέν εἷς γένηται ἐκ προαιρέσεως πάσης ἀρετῆς ἐργάτης, ὁ δέ ἕτερος πάσης κακίας καί πονηρίας; Ἤ οὐχί τοῦτο καθ’ ἑκάστην ὁρῶμεν γινόμενον μέσον ἡμῶν; Καί τόν μέν ὁρῶμεν τῶν δύο τούτων ταπεινόν, εὐπειθῆ, ὑπήκοον, ὡς δοῦλον Θεοῦ καί οὐκ ἀνθρώπων συναναστρεφόμενον ἡμῖν καί διακονοῦντα μετά πίστεως πάσης τοῖς ἀδελφοῖς, τό φρόνημα ταπεινόν ἔχοντα καί συντετριμμένον, καί οὕτω πως καθ’ ἑαυτόν λογιζόμενον καί λέγοντα - τοῦτο μεμαθηκότες ἀπό τῆς ἐξομολογήσεως αὐτοῦ τῆς καθ’ ἡμέραν καί ἀπό τῶν πολλάκις διερωτώντων αὐτόν καί οὕτως ἀποκρινομένου αὐτοῖς -· «Ἐγώ, φησί, τίμιε πάτερ, καί ἐν τῷ κόσμῳ ὤν, μόλις ἐν στενότητι ἠδυνάμην πορίζεσθαι μετά κόπου πολλοῦ τήν ἐμαυτοῦ τροφήν. Καί ὧδε ἐλθών, πῶς ἀμελήσω τοῦ ἔργου καί φάγω ἄρτον τῆς μονῆς δωρεάν καί ἀπαιτηθήσομαι αὐτόν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως; Ἀλλ’ ἐπεί τῷ Θεῷ ἦλθον δουλεύειν, ἀγωνίσομαι καί ὑπερπερισσεῦσαι τό ἔργον τῆς τροφῆς μου, ὅσον εἰς δύναμιν, καί ὑποταγῶ τῷ προεστῶτι καί πᾶσι τοῖς ἀδελφοῖς μου μέχρι θανάτου ἀγογγύστως, ὡς αὐτῷ τῷ Χριστῷ, εἰς μηδέν τό σύνολον παρακούων αὐτῶν», τόν δέ κενόδοξον, ἀνυπότακτον, ἀπειθῆ, καί οὕτω καί αὐτόν ἐξ ἐναντίας ἐκείνου λογιζόμενον καθ’ ἑαυτόν καί λέγοντα· «Ἰδού δή ἔπεμψέ μοι ὁ Θεός οἶκον, ἄρτον καί οἶνον καί ἀφθόνους τροφάς. Ἐγενόμην συναρίθμιος τοῖς πρώτοις, καί πρῶτος τοῖς μετ’ ἐμέ ἐρχομένοις, καί ἀδελφός εἰμι τούτων πάντων, θελόντων καί μή θελόντων αὐτῶν. Τοῦ λοιποῦ φάγομαι καί πίομαι καί ὑπνώσω εἰς κόρον. Τί γάρ μοι καί χρεία τοῦ ἐργάζεσθαι ἀπό τοῦ νῦν, ἵνα ἐγώ κοπιῶ καί τόν κόπον μου ἀποκερδαίνωσιν ἄλλοι; Ἐάν γάρ καί εἰς δουλείας τινάς μοι ἐπιτάξωσι, προβαλοῦμαι πρῶτον ἀδυναμίαν· ἐάν δέ καί ἀναγκάσωσί με, εἴπω πρός αὐτούς· Καί ἐάν μή δύνωμαι τοῦτο ποιῆσαι, ἵνα με ἀποπνίξητε, ἵνα με διώξητε, ἐάν μή ἰσχύω». Καί οὕτω προσποιήσομαι κλαίειν, κραυγάσω, ἔκλυσιν προβαλοῦμαι γονάτων, σκοτοῦσθαι προφασίσομαι, τήν κεφαλήν μου ἀπό χολῆς ὀχλεῖσθαι εἴπω, καί τούτου γε ἕνεκα δυνήσομαι εὐλόγως δῆθεν καί ἀπό πρωῒας ἐσθίειν, ἀναθεματίζειν ἄρξομαι καί βλασφημεῖν καί ἐπί πᾶσι τοῖς ἐπιταττομένοις μοι ἀντιλογήσομαι ὁμοῦ καί γογγύσω· καί πάντως περικακήσαντες ἐάσουσί με καί μή βουλόμενοι. Εἰ δέ καί δώσουσί μοι ἔργα τινά εὐτελῆ καί διακονίαν ὡσαύτως ποτέ, καταφρονήσω αὐτῆς. Οἷον, εἰ μέν τοῖς ἡμιόνοις προστάξουσί μοι δουλεύειν, προφασίσομαι μή εἰδέναι τήν δουλείαν αὐτῶν καί ἐάσω αὐτά ἀφιλοκάλητα καί ἀνεπιμέλητα μετά πάντων τῶν στρωμάτων αὐτῶν· καί ἤ ἐάσουσί με ἀναγκασθέντες ἤ ἕτερον δώσουσιν εἰς βοήθειάν μου, κἀκείνου πάσας ἐπιτελοῦντος τάς χρείας, ὀλίγον ἐγώ τι ποιῶν, ἀναπαύομαι. Εἰ δέ ἀρτοποιόν προστάξουσί με γενέσθαι, προμαρτύρομαι μεθ’ ὑποκρίσεως, ὡς ἄν μή καταγνωσθῶ ὡς παρήκοος, λέγων αὐτοῖς· «Ἐγώ, πατέρες, οὐδέποτε ἐθεασάμην ἄρτον πῶς γίνεται, καί οὕτως ἀπελθών ποιήσω αὐτοῖς τόν ἄρτον πηλόν, αὐτοί δέ μή ὑποφέροντες τοῦτον φαγεῖν, οὐκέτι με εἰς τήν τοιαύτην καταναγκάσουσι διακονίαν». Εἰ δέ καί εἰς τό μαγειρεῖον διακονεῖν τάξουσιν αὐτόν, οὐκ οἶδε ταπεινωθῆναι τῷ προεστῶτι αὐτοῦ καί βαλεῖν μετάνοιαν, ἀλλά λέγει αὐθαδῶς πρός αὐτόν· «Κύριε ἐλέησον! Πάτερ, ἐκ πάντων μόνον ἐμέ ἐξελέξω εἰς τάς ἀτίμους δουλείας; Οὐκ εἰσί καί ἄλλοι ἐν τῇ μονῇ ἀδελφοί;» καί ταῦτα μέν λέγει, ὥστε παρακρούσασθαι τήν προστασσομένην αὐτῷ διακονίαν· ἐάν δέ ἴδῃ τήν ἔνστασιν τοῦ ἡγουμένου, τέως ἀπέρχεται οὐ διά τόν Θεόν ἀλλά φοβούμενος τήν παιδείαν καί τάς μάστιγας, ἀπερχόμενος δέ καί γογγύζων λέγει ἐν ἑαυτῷ· «Τέλεια καί καλά ἔχουσι φαγεῖν ἐξ ὧν μαγειρεύσω ἐγώ! Ἐάν μή ποιήσω αὐτούς νήστεις ἐκ τῆς τραπέζης ἐξαναστῆναι ἤ ἐξεμέσαι ὅσα ἄν φάγωσιν, οὐκ εἰμί ἐγώ!» καί ἁπλῶς οὕτω πάντα ποιεῖ μετά μανίας πολλῆς ὁ ἄθλιος. Καί τήν μέν μαγειρίαν τῶν ἀδελφῶν ὡσαύτως καί τό ὄσπριον αὐτῶν καπνίζει καί παρακαίει αὐτά, ἐμβάλλων πάντα ἄπλυτα καί ἀκαθάριστα εἰς τάς χύτρας, καί ἅλας ἐν αὐτοῖς ὑπέρ τό μέτρον βάλλει ποιῶν ἅλμην αὐτά, τό δέ θερμόν αὐτῶν χλιαρόν εἶναι ἐᾷ ἵνα ἀηδεσθέντες ἐκταραχθῶσιν ἐμέσαι τά βρώματα· ἐάν δέ εἴπῃ αὐτῷ ἀδελφός ἤ καί ἀποστείλῃ τι πρός τό ἑψῆσαι καί εὐτρεπίσαι αὐτό, λέγει ἀναισχύντως· «Οὐ φείδεται; Ἐκέλευσε τίνα κῦρι τόν δοῦλον αὐτοῦ! Οὐά, ἕως τότε μή φάγῃ, ἕως οὗ ἐγώ ἐγγίσω ἤ εὐτρεπίσω αὐτά!». Καί οὕτως ἐπί πᾶσι ποιοῦντος αὐτοῦ, εἰς μόνας ἐκείνας εὑρίσκεται προπηδῶν καί ἐπιτρέχων διακονίας ὁμοῦ καί δουλείας, ἔνθα γινώσκει ὁδόν ἔχειν αὐτόν κλέψαι τι ἤ νοσφίσασθαι· καί ἐάν μή μᾶλλον παρά πάντας προτιμηθῇ, φανερῶς λυπεῖται καί κρυπτῶς πρός τούς ὁμοίους αὐτοῦ καταγογγύζει θλιβόμενος· ὅταν δέ ἐπί τοῖς τοιούτοις ἐπιταγῇ, ὡς ἀπό νεκρῶν καί ὡς ἀπό τοῦ ᾅδου ἐγείρεται καί εὐθύς γάνυται τῷ προσώπῳ καί οἱ ὀφθαλμοί αὐτοῦ χαροποιοί γίνονται. Κἄν ἀπό πολλῆς πονηρίας ὑποκρίνεσθαι βουληθῇ διά τό μή καταγνωσθῆναι, ἀλλ’ οὐδ’ οὕτω λαθεῖν τούς ὁρῶντας δύναται· ὅταν γάρ ἄλλοθεν οὐδαμόθεν ἀλλ’ ἐκ τοῦ μή γογγύσαι ἤ ἀναβαλέσθαι μικρόν, ὡς ἐν πάσαις διακονίαις ποιεῖν ἔθος ἦν αὐτῷ, διαγινώσκεται. Φοβεῖται γάρ ὅλως ἐν ταύτῃ εἰπεῖν τι, ἵνα μή ἄλλος ἀντ’ ἐκείνου ἀπολυθῇ καί καταλειφθῇ οὗτος ἄπρακτος.

Τούτων οὖν οὕτως ἐχόντων τῶν ἀμφοτέρων καί τοῦ μέν ὑποτασσομένου ἐν ὑπακοῇ ψυχῆς ἀγαθῆς καί τεταπεινωμένῃ καρδίᾳ ἀόκνως, ἀγογγύστως, ἀδόλως, ἀκλόπως, ἀσκανδαλίστως, τοῦ δέ τά ἐναντία τούτων ποιοῦντος, ὡς γέγραπται, ἐάν ἐλθών ὁ θάνατος ἁρπάσῃ ἀμφοτέρους αὐτούς, καί ἐν τῇ φοβερᾷ ἡμέρᾳ ἐκείνῃ γυμνός καί κατῃσχυμένος ἐξ ἀριστερῶν ἱστάμενος - ὁ πονηρός ἐκεῖνος λέγω -, ἀποβλεψάμενος ἴδῃ ἐν τοῖς δεξιοῖς τόν ποτε μετ’ αὐτοῦ συναποκαρέντα καί συνεσθίοντα καί συμπίνοντα, τόν ὁμοήλικα, τόν ὁμότεχνον, ὅλον ὡς ἐκεῖνον αὐτόν τόν Χριστόν ἐν μεγάλῃ δόξᾳ ὑπάρχοντα, τί τότε ὅλως ἰσχύσει εἰπεῖν ἤ φθέγξασθαι; Ὄντως, ἀδελφοί μου, οὐδέν! Ἀλλἀ στένων καί τρέμων καί τούς ὀδόντας βρύχων ἀπελεύσεται εἰς τό αἰώνιον πῦρ. Οὕτως οὖν ἕκαστος ἡμῶν τῶν ἁμαρτωλῶν ὑπό ἑκάστου τῶν ἁγίων κατακριθήσεται, ὥσπερ οἱ ἄπιστοι ὑπό τῶν πιστῶν καί οἱ ἁμαρτήσαντες μέν, μή μετανοήσαντες δέ, ὑπό τῶν πλείονα ἴσως ἁμαρτησάντων καί θερμῶς μετανοησάντων κατακριθήσονται.

Διά τοῦτο παρακαλῶ καί δέομαι ὑμῶν πάντων, ἵνα εἰ ἐπίστασθε ἑαυτούς πονηρόν τι ποιεῖν και ἐξαμαρτάνειν καί τάς ἰδίας ὑμῶν τιτρώσκειν καί ἀπολύειν ψυχάς, κἄν ἀπό τοῦ νῦν διορθώσησθε καί μετάνοιαν ἀξίαν τῶν ἁμαρτημάτων αὐτοῦ ἕκαστος ὑμῶν ἐπιδείξησθε καί παντί τρόπῳ σπουδάσητε ἐκ δεξιῶν στῆναι τοῦ Σωτῆρος ἡμῶν καί Θεοῦ. Ὅσοι δέ μικρά τινα σφάλλεσθαι ἑαυτούς συγγινώσκετε, μετά σφοδρᾶς καί ταῦτα τῆς ταχύτητος ἀπορρίψατε ἀφ’ ἑαυτῶν, ἵνα μή διά τά μικρά ταῦτα ἐξ ἀριστερῶν καί ὑμεῖς, ὡς πᾶσα Γραφή διαμαρτυρουμένη λέγει, σταθήσησθε, καί μή ὡς μηδαμινά καί μικρά, ἀλλ’ ὡς μεγάλα ταῦτα καί ἔχετε καί λογίζεσθε. Ὁ γάρ εἰς τά μικρά σφάλλων ἑκουσίως, τῶν δέ μεγάλων ἁμαρτημάτων ἀπεχόμενος, περισσοτέρως κατακριθήσεται, ὅτι τῶν μειζόνων κρατήσας ὑπό τῶν ἐλαττόνων ἐκυριεύθη. Ἀρκεῖ γάρ εἰς ἀπώλειαν καί ἕν μόνον ἡμῖν πάθος, καθώς ἀνωτέρω εἶπον καί αὐτούς ὑμῖν τούς ἁγίους ἀποστόλους, Ἰωάννην φημί καί Ἰάκωβον, εἰς μαρτυρίαν παρήγαγον. Ἵνα δέ καί διά παραδείγματος ὑμῖν δείξω τό τοῦ λόγου πιστόν, τοῦτο ὑμᾶς ἐρωτήσω.

Ὁ πρός δέκα ἄνδρας ἔχων τήν μάχην ἤ καί πρός δώδεκα, ἀδελφοί, ἐν τῷ συμβαλεῖν πόλεμον μετ’ αὐτῶν, ἐάν τούς προμάχους μέν καί ἀνδρειοτέρους αὐτῶν ἀθρόως ἐκ πρώτης προσβολῆς ἅπαντας τρέψῃ καί τρώσας καταβάλῃ, ἕνα δέ ἤ καί δύο ἐκ τούτων ταλαιπωροτέρους ἤ καί ἀσθενεστέρους ὕστερον καταλειφθέντας ἰδών καί μετά φόβου καί κολακείας ἐπερχομένους αὐτῷ ἀπό μακρόθεν, οὐ σπεύσας κρατήσει καί ἐξαγκωνίσας δεσμεύσει ἤ καί κατασφάξει αὐτούς, οὐ δεινῶς ἀναιρεθήσεται ὑπ’ αὐτῶν; Εἰ γάρ ἐξ ὑπερηφανίας καί ἀλαζονείας ῥίψας τά ὅπλα, ἀνακλιθείς καί ἀναπεσών ὑπνώσει καταφρονήσας αὐτῶν, οὐχί ἑκουσίως ἑαυτόν εἰς δουλείαν τῶν ταλαιπώρων ἐκείνων ἐξέδωκεν; Οὐχί ἐπελθόντες οἱ δύο ἤ καί εἷς ἐξ αὐτῶν δεσμήσας αὐτόν, ὑπόσπονδον ἑαυτοῦ τοῦτον ἕξει καί δοῦλον ἄρας οἰχήσεται ἤ καί ἀνελών αὐτόν μαχαίρᾳ, ποιήσει πᾶσιν ἀνθρώποις γενέσθαι τοῦτον εἰς καταγέλωτα; Οὐχί δέ πάντες ἐροῦσι δικαίαν γενέσθαι τοῦ ἀμελοῦς ἐκείνου καί ἀλαζόνος, μᾶλλον δέ ἄφρονος καί ἀναισθήτου σφαγήν; Οὐ γάρ τοσοῦτον πάντως ἐπαινετός ἔσται τῆς πρός τούς ἰσχυροτέρους πάλης καί νίκης ἕνεκα, ὅσον ψεκτός καί βδελυκτός καί ἀπόβλητος, ἵν’ εἴπω, καί δοῦλος ἤ νεκρός, διά τήν ἐκ τοῦ ἑνός ἐκείνυ γενομένην ἦτταν αὐτῷ.

Οὕτως οὖν, ἀδελφοί μου ἀγαπητοί, οὐδέν ἡμᾶς οὐ μή ὠφελήσῃ τῶν μεγάλων παθῶν κρατήσαντας, ἐάν ὑπό τῶν ἐλασσόνων κυριευώμεθα. Οἷόν τι λέγω; Τά γάρ αὐτά καί πάλιν ἐρῶ καί λέγων οὐ παύσομαι. Ἐάν τόν τῆς σαρκός μολυσμόν φυλαξώμεθα, ἐάν ἀπό φθόνου καί μεγάλης ὀργῆς καί κλοπῆς ἀποσχώμεθα, ἐάν ἀρσενοκοιτίας, παιδοφθορίας, μαλακίας καί πάσης ἀσελγείας κρατήσωμεν, γαστριμαργίᾳ δέ ἤ πολλῷ οἴνῳ ἤ ὕπνῳ ἤ ὀκνηρίᾳ ἤ ῥᾳθυμίᾳ, ἀντιλογίᾳ τε καί ἀνηκοῒᾳ καί γογγυσμῷ, οἷα δή δοῦλοι καί μαστιγίαι δουλούμεθα, τί ἡμῖν ἔσται τό ὄφελος ἐκ τῆς τῶν πονηρῶν ἔργων καί μόνων ἀποχῆς; Εἰ δέ καί λάθρα ἄρτου τεμάχια αἵρομεν καί ἐσθίομεν ἤ ἄλλο τί ποθεν ἐπιλαβόμενοι καί ταῦτα ἄνευ εὐχῆς τοῦ προεστῶτος ἡμῶν, τίς ἄν εἴπῃ ἐλευθέρους ἡμᾶς ἁμαρτίας; Εἰ δέ καί τῶν συνάξεων, δίχα μεγάλης ἀσθενείας ἤ ἀναγκαίας χρείας τινός, ἑκουσίως ἀπολιμπανόμεθα, εἰ δέ καί τους καρπούς φυλάσσοντες ἐξ αὐτῶν οὐκ ἐγκρατευόμεθα - καί γάρ τί ἄλλο ἦν ὅ τόν Ἀδάμ ἐκ τοῦ παραδείσου ἐξέβαλε καί τῷ θανάτῳ παρέδωκε; - τί κερδανοῦμεν ἐκ τῆς τῶν εἰρημένων ἀποφυγῆς; Οὐδέ γάρ εἰ ὁλόσωμόν τις πληγήν ἔχων, εἶτα διά φαρμάκων πολλῶν ἰαθείς παρά μικρόν τήν πληγήν, δύναται ὑγιής λέγεσθαι, εἰ μικράν ὀπήν ἴσην ῥαφίδος ἐπιφέρεται τραύματος, ἀλλ’ ὁ καί τούς μώλωπας, εἰ δυνατόν, τοῦ τραύματος ἐξαφανίσας, ἐκεῖνος παρά πάντων εἰκότως λεχθήσεται ὑγιής. Μή οὖν ταῦτα μικρά λογιζώμεθα, ἀλλά διά ταῦτα τιμωρηθέντας ἄλλους ἀκούοντες καί καταδικασθέντας σφοδρῶς, ἡμεῖς τήν ἐξ αὐτῶν βλάβην πάσῃ δυνάμει ἐκφύγωμεν. Καί μηδείς, ἀγαπητοί, ἔν τινι τούτων ἤ πάθει ἑτέρῳ τοῦ λοιποῦ ἐπιμείνῃ, ἀλλ’ ἀπό τοῦ νῦν ἀποσχόμενος μετανοησάτω βαλών ἀρχήν, καί μή ἀποστῇ ἐξαγγέλλων τήν ἧτταν ἑαυτοῦ, ἕως ἄν αἰσχυνθείς ὁ ὑποβάλλων αὐτῷ ἐχθρός παύσηται τοῦ αὐτόν πολεμεῖν. Μή φθόνος κυριεύσῃ ἡμῶν, μή ὀργή ἤ θυμός καί κραυγή, ἐξ ὧν αἰσχρολογίαι καί ὕβρεις εἰώθασι τίκτεσθαι, μή κενοδοξία καί ὑπερηφανία καί οἴησις κατασχοῦσαι ἡμᾶς εἰς βυθόν ᾅδου καθέλξωσιν, ἀλλά ταῦτα πάντα πόρρω ἐξορίσαντες ἑαυτῶν, κτησώμεθα τάς ἀρετάς ἀντ’ αὐτῶν.

Ἴσως δέ τις ἐρεῖ ὅτι· «Τοσούτων ὄντων καί ἀναριθμήτων παρά μικρόν τῶν εἰρημένων παθῶν, τίς δύναται ταῦτα ἐρευνᾶν πάντα καί ἐκ τούτων πάντων ἀπέχεσθαι, ἵνα μή ὑπ’ οὐδενός τούτων κυριευθῇ τις; ». Ἐγώ χάριτι Χριστοῦ διδάξω ὑμᾶς. Ὁ ἀεί ἐννοῶν τάς ἑαυτοῦ ἁμαρτίας καί τήν μέλλουσαν κρίσιν διηνεκῶς προορῶν καί μετανοῶν καί κλαίων θερμῶς, οὗτος ὑπεραίνει πάντα ὁμοῦ καί ὑπερνικᾷ ὑπό τῆς μετανοίας ὑψούμενος, ὡς μή δύνασθαι ἕν καί μόνον τῶν εἰρημένων φθάσαι καί καθάψασθαι αὐτοῦ τῆς ἀεροβατούσης ψυχῆς. Εἰ δέ μή ἡ διάνοια ἡμῶν ὑπό τῆς μετανοίας και τῶν δακρύων καί ὑπό τῆς ἐγγινομένης ἐκ τούτων πνευματικῆς ταπεινώσεως πτερωθεῖσα εἰς ὕψος ἀπαθείας ἀρθῇ, οὐκ ἄν ἐλεύθεροι τῶν εἰρημένων ἁπάντων γενέσθαι ἰσχύσωμεν, ἀλλά ποτέ μέν ὑπό τοῦδε τοῦ πάθους, ποτέ δέ ὑφ’ ἑτέρου κεντᾶσθαι καί ὡς ὑπό θηρίων ἀγρίων κατεσθίεσθαι οὐ παυσόμεθα, καί μετά θάνατον διά ταῦτα τῆς τῶν οὐρανῶν βασιλείας ἐκπεσόντες, ὑπό τῶν τοιούτων πάλιν αἰωνίως κολασθησόμεθα.

Διά τοῦτο παρακαλῶ πάντας ὑμᾶς, πνευματικοί μου πατέρες καί ἀδελφοί, καί παρακαλῶν οὐδέποτε παύσομαι τήν ὑμετέραν ἀγάπην, μή ἀμελῆσαι ἕκαστον τῆς ἑαυτοῦ σωτηρίας, ἀλλά παντί τρόπῳ σπουδάσαι ἀρθῆναι μικρόν ἀπό τῆς γῆς. Εἰ γάρ τοῦτο γενήσεται τό θαῦμα καταπλῆξαν ὑμᾶς, τό ἀπό τῆς γῆς εἰς ἀέρα λέγω κρέμασθαι, οὐκέτι πρός τήν γῆν κατελθεῖν καί στῆναι κἄν ὅλως θελήσετε· «γῆν» δέ τό σαρκικόν καί «ἀέρα» τό πνευματικόν λέγω φρόνημα. Εἰ γάρ ὁ νοῦς τῶν πονηρῶν λογισμῶν καί παθῶν ἐλευθερωθῇ καί θεασόμεθα δι’ αὐτοῦ τήν ἐλευθερίαν, ἥν ἡμῖν ὁ Χριστός καί Θεός ἐχαρίσατο, οὐκέτι καταδεξόμεθα πρός τήν προτέραν δουλείαν τῆς ἁμαρτίας καί τοῦ σαρκικοῦ φρονήματος κατελθεῖν, ἀλλά κατά τήν τοῦ Κυρίου φωνήν γρηγορεῖν καί προσεύχεσθαι οὐ παυσόμεθα, ἕως ἄν πρός τήν ἐκεῖθεν μεταβῶμεν μακαριότητα καί τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος στ΄. Περί ἐργασίας πνευματικῆς. Καί τίς ἦν ἡ ἐργασία τῶν παλαιῶν ἁγίων. Καί πῶς ταύτην κατορθῶσαι δυνάμεθα, ἵνα καί μέτοχοι, ὥσπερ ἐκεῖνοι, τοῦ Παναγίου γενώμεθα Πνεύματος.

Ἀδελφοί καί πατέρες, ἐπειδήπερ μεγάλα τινές οἰόμενοι περί ἑαυτῶν, ὡς οὐκ ὤφελεν, ἴσους ἑαυτούς ἡγοῦνται κατά τε πρᾶξιν καί γνῶσιν καί τελειότητα τῶν πάλαι ἁγίων θεοφόρων πατέρων ἡμῶν καί τοῦ αὐτοῦ πνεύματος, ᾧ ἔζων καί ἐκινοῦντο ἐκεῖνοι, συνιστάνοντες ἑαυτούς ἐκ λόγων μόνων καί δίχα τῶν ἔργων, πνεύματι ἀποπλανηθέντες οἰήσεως, ᾠήθην διά βραχέων οὕτω πως ἐν ἁπλότητι καί ὑπτιότητι λόγου πρός αὐτούς εἰπεῖν ὡς πρός ἕνα, διά τε τόν εἰρηκότα Θεόν· «Καί σύ στραφείς, τούς ἀδελφούς σου διόρθωσαι», καί διά τήν κοινήν ἀγάπην ἥν ἐντελλόμεθα ἔχειν πρός τούς πλησίον ἡμῶν. Ἄρξομαι δέ ἐντεῦθεν τοῦ λέγειν ἐν ἀφελότητι καί παρακαλεῖν τήν ἀγάπην ὑμῶν.

Βούλῃ τοιγαροῦν ἀκοῦσαι τί ἐποίουν οἱ πατέρες ἡμῶν οἱ ἅγιοι, ἐν τοῖς ἑαυτῶν κελλίοις καθήμενοι; Ἀνάγνωθι τούς βίους αὐτῶν καί μάθε σύ πρῶτον τήν σωματικήν τέως πρᾶξιν αὐτῶν, εἶτα ἐγώ σοι ἀναγγελῶ τήν πνευματικήν ἐργασίαν ἥν ἐκεῖνοι εἰργάζοντο. Οἱ γάρ τούς βίους συγγραψάμενοι τῶν ἁγίων, τάς πράξεις αὐτῶν ἐδήλωσαν τάς σωματικάς, τήν ἀκτημοσύνην, τήν νηστείαν, τήν ἀγρυπνίαν, τήν ἐγκράτειαν, τήν ὑπομονήν καί καθεξῆς τά λοιπά, ἵνα μή πάντα ἀπαριθμοῦντες τόν λόγον μηκύνωμεν, τήν δέ πνευματικήν αὐτῶν ἐργασίαν μικρόν τε καί ὡς ἐν ἐσόπτρῳ διά τῶν τοιούτων ἐδήλωσαν, ἵνα οἱ τούς κόπους ἐκείνων καί τήν πίστιν ἐκ τῶν ἔργων ἐπιδεικνύμενοι, ἔργοις αὐτοῖς καί τῶν πνευματικῶν χαρισμάτων αὐτῶν ἐν γνώσει καί μετοχῇ γένωνται, οἱ δέ γε λοιποί μηδέ ἀκοῦσαι περί τῶν τοιούτων ἀξιωθήσωνται. Ἐπεί δέ εἰς τοσοῦτον ἀνοίας βόθρον κατήχθημεν, ὡς καί δίχα τῶν ἔργων, ὧν ἐκεῖνοι εἰργάσαντο, ἴσως ἐκείνοις τήν χάριν ἔχειν καί ἡμᾶς οἴεσθαι, φέρε τόν περί ἐκείνων γυμνάσωμεν λόγον καί ἀπό τῶν μεμαρτυρημένων πραγμάτων τήν πληροφορίαν λαβόντες, σπουδάσωμεν τέως κατά πόδας ἐκείνων βαδίσαι, εἰ καί μή φθάσαι δυνηθῶμεν αὐτούς. Ἄνωθεν δέ τόν λόγον ἀρξάμενοι, κατ’ ὀλίγον ἕως ἡμῶν καταβαίνοντες ἔλθωμεν.

Τί οὖν ὁ μέγας Ἀντώνιος ἐν τῷ μνήματι καθεζόμενος ἔπραττε, καί τοι μήπω πνευματικήν ἐργασίαν ὅλως εἰδώς; Οὐχί ὡς νεκρόν ἑαυτόν ἐν τῷ μνήματι ἔκλεισε, μηδέν τῶν τοῦ κόσμου ἐπιφερόμενος, μηδέ μέριμναν ἔχων τήν οἱανοῦν ἐν αὐτῷ; Οὐχί ὅλος ἦν νεκρός ἐκ τοῦ κόσμου, καί κείμενος ἐν τῷ μνημείῳ τόν ζωῶσαι καί ἀναστῆσαι δυνάμενον ἐζήτει Θεόν; Οὐχί ἄρτῳ μόνῳ ἠρκεῖτο καί ὕδατι; Οὐχί πολλά παρά τῶν δαιμόνων ὑπέστη κακά καί ἠμιθανής ἔκειτο ἐκ τοῦ ἀφορήτου δαρμοῦ; Οὐχί ἐν τῇ ἐκκλησίᾳ ὡς νεκροῦ ἀπενεχθέντος αὐτοῦ, ἡνίκα ἦλθεν εἰς ἑαυτόν, πάλιν αὐθόρμητος πρός τούς ἀντιπάλους ἀπῆλθεν; Εἰ μή γάρ πρός ἐκείνους ὑπέστρεψεν, ἀλλ’ ἐνέμεινε τῷ κόσμῳ καί εἰ μή μέχρι τέλους ἐνεκαρτέρησεν, εἰς θάνατον ἐκδεδωκώς ἑαυτόν τῇ προθυμίᾳ καί προαιρέσει, οὐκ ἄν τῆς πολυποθήτου θέας τοῦ Δεσπότου αὐτοῦ ἠξιώθη, οὐκ ἄν τῆς γλυκείας ἐκείνου φωνῆς ἀκήκοεν. Ἀλλά ἐζήτησεν ὁλοψύχως, ἔκρουσεν ἀόκνως, ὑπέμεινεν εἰς τέλος καί ἔλαβεν ἐπάξιον τόν μισθόν. Ἀποθανών γάρ, ὡς εἴρηται, τῇ προαιρέσει ὑπέρ Χριστοῦ, ἔκειτο ὡσεί νεκρός, ἕως οὗ ἦλθεν ὁ ζωογονῶν τούς νεκρούς καί ἀνέστησεν αὐτόν ἐκ τοῦ ᾅδου, τοῦ σκότους φημί τοῦ ψυχικοῦ, καί ἐξήγαγεν αὐτόν εἰς τό θαυμαστόν φῶς τοῦ προσώπου αὐτοῦ. Ὁπερ θεασάμενος καί τῶν λυπηρῶν ἐκείνων ἀπαλλαγείς καί περιχαρής γεγονώς ἔλεγε· «Κύριε, ποῦ ᾗς ἕως ἄρτι»; Τό μέν οὖν εἰπεῖν «Ποῦ ᾗς;» ἀγνοοῦντος πάντως ἐστίν ὅπου καί ἦν· τό δέ εἰπεῖν «Ἕως ἄρτι» τήν θεωρίαν καί αἴσθησιν καί γνῶσιν τῆς τοῦ Δεσπότου παρουσίας ἐδήλωσεν. Εἰ τοίνυν οὕτως ἀποτάξασθαι ἡμεῖς οὐ βουλόμεθα καί καρτερῆσαι ὁμοίως ἐκείνῳ καί ὑπομεῖναι οὐ προαιρούμεθα, πῶς τόν Θεόν ἐν Ἁγίῳ Πνεύματι ὡς ἐκεῖνος ἰδεῖν ἀξιωθῶμεν καί πληρωθῆναι ἀγαλλιάσεως; Οὐδαμῶς.

Ἀλλά γάρ καί πρός ἕτερον, εἰ δοκεῖ, τόν λόγον ἰθύνωμεν. Τί ὁ μέγας Ἀρσένιος διεπράξατο ἐξ αὐτῆς ἀρχῆς τῆς ἀποταγῆς αὐτοῦ; Οὐχί τά βασίλεια καταλιπών καί τούς βασιλεῖς, τού σηρικοφόρους οἰκέτας καί πάντα τόν πλοῦτον αὐτοῦ, μόνος ὡς φτωχός καί πένης ἐν τῷ μοναστηρίῳ ἀφίκετο, ὅστις ποτέ ἦν σπουδάσας λαθεῖν, φεύγων τήν δόξαν καί τόν ἀνθρώπινον ἔπαινον, ἵνα παρά Θεῷ δοξασθῇ; Τί οὖν ἄρα τούτοις μόνοις ἔμεινεν ἀρκεσθείς; μή γένοιτο· ἀλλά τί; Οὐδέ ὡς εὐτελής μετά εὐτελῶν ἀνθρώπων ἑαυτόν κατατάξαι ἠνέσχετο, ἀλλ’ ὡς κύνα ἐλογίσατο ἑαυτόν. Ῥιφέντος γάρ αὐτῷ παρά τοῦ ἡγουμένου τοῦ ἄρτου καί πεσόντος τούτου ἐπί τῆς γῆς, αὐτός τετραποδίσας, οὐ τῇ χειρί ἀλλά τῷ στόματι, ὡς κύων ἄρας τόν ἄρτον, οὕτως αὐτόν ἔφαγεν. Ἐν δέ τῷ κελλίῳ καθήμενος, οὐ μόνον εἰργάζετο, ἀλλά καί πολύ ἔλαττον τοῦ ἐργοχείρου αὐτοῦ εἰς τήν ἑαυτοῦ χρείαν ἀνήλισκεν, ὕδωρ πίνων βορβόρου ὄζοντος ὅμοιον. Διά τοῦτο καί ἐργαζόμενος καί εὐχόμενος διηνεκῶς ἔκλαιε καί τοῖς ἑαυτοῦ δάκρυσι κατεβρέχετο, ἀλλά καί ἀφ’ ἑσπέρας εὐχόμενος ἵστατο μέχρι πρωΐας καί τῇ πτωχείᾳ καί εὐτελείᾳ μέχρι τέλους ἐνεκαρτέρησε. Διά τί ; Διά τό παθεῖν πάντως καί ἰδεῖν καί αὐτόν, ὅπερ ὁ μέγας Ἀντώνιος ἰδεῖν καί παθεῖν ἠξιώθη. Πῶς οὖν οὐ γέγραπται καί ἐπί τούτου, ὅτι εἶδε τόν Κύριον; Μή τούς μέν κόπους αὐτός κατεβάλετο, ἐκεῖνον δέ ἰδεῖν οὐκ ἠξίωται; Οὐχί, ἀλλά καί αὐτός οὕτως ἰδεῖν τόν Θεόν ἠξιώθη, εἰ καί μή ὁ συγγραψάμενος τοῦτο οὕτως ἐδήλωσε φανερῶς· καί εἰ βούλει τοῦτο μαθεῖν ἀκριβῶς, τά παρ’ ἐκείνου αὐτοῦ, φημί τοῦ ἁγίου Ἀρσενίου, ἐκτεθέντα κεφάλαια δίελθε καί γνώσει ἐξ αὐτῶν ὅτι καί οὗτος θεόπτης ἐστίν ἀληθῶς.

Ὁ οὖν αὐτούς ἐκμιμούμενος ἔργῳ καί πόνοις τῆς αὐτῆς ὄντως καταξιωθήσεται χάριτος· εἰ δέ μή βούλεταί τις τήν ταπείνωσιν τούτων καί τήν ὑπομονήν ἐκμιμήσασθαι, τί καί λέγει τό πρᾶγμα ἀδύνατον; Εὐθυμίου δέ καί Σάβα καί τῶν καθεξῆς ἁγίων τάς πράξεις, τάς ὑπέρ ἄνθρωπον, τίς διηγήσεται; Εἴτε γάρ πρό τοῦ τήν χάριν λαβεῖν τοῦ Πνεύματος, εἴτε καί μετά τό ταύτην λαβεῖν, τέως ἄνευ κόπων καί πόνων πολλῶν καί ἱδρώτων βίας τε καί στενοχωρίας καί θλίψεως οὐδείς διῆλθε τόν σκοτασμόν τῆς ψυχῆς, οὐδέ τό φῶς τοῦ Παναγίου Πνεύματος ἐθεάσατο. Βιαστή γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καί βιασταί ἁρπάζουσιν αὐτήν, ἐπειδή καί διά πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν. Ἡ δέ βασιλεία τῶν οὐρανῶν ἡ μετοχή ὑπάρχει τοῦ Πνεύματος τοῦ Ἁγίου· τοῦτο γάρ ἐστι τό εἰρημένον ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ἐντός ἡμῶν ἐστιν, ἵνα τό Πνεῦμα τό Ἅγιον ἐντός ἡμῶν λαβεῖν καί ἔχειν σπουδάσωμεν. Μή οὖν λεγέτωσαν οἱ ἐκτός ὄντες διηνεκοῦς βίας καί στενοχωρίας καί εὐτελείας καί θλίψεως, ὅτι ἐντός ἡμῶν ἔχομεν τό Πνεῦμα τό Ἅγιον· ἄνευ γάρ ἔργων καί ἱδρώτων καί πόνων τῆς ἀρετῆς ὁ μισθός οὗτος οὐ δίδοταί τισι. Διό μοι καλῶς ἔχειν δοκεῖ καί τό παρά πολλοῖς οὕτω λεγόμενον· «Δεῖξον, φησίν, ἔργα καί ἀπαίτει μισθούς».

Ἐγώ γάρ οἶδα ἄνθρωπον πρό τοῦ κόπους καταβαλέσθαι καί πρό τοῦ βιάσασθαι ἑαυτόν, εὐθύτητι διαλογισμῶν καί ψυχῆς ἁπλότητι ταῖς θείαις Γραφαῖς ἐγκύψαντα καί ὀλίγας ἡμέρας καί νύκτας ἀκόπως, ἵν’ εἴπω, ἀγρυπνήσαντα καί εὐξάμενον καί ἐπί τοσοῦτον ἐλλαμφέντα ὑπό τῆς ἄνωθεν χάριτος, ὡς ἔξω δόξαι αὐτόν γενέσθαι τοῦ σώματος καί τοῦ οἰκήματος καί τοῦ κόσμου παντός - νύξ γάρ ἦν καί ὡς ἡμέρα τελεία ἐγένετο -, ἀλλ’ ἐπεί ἀπόνως πλοῦτον ἔλαβε, συντόμως αὐτοῦ καί κατεφρόνησε. Διό καί ἀμελήσας, ὅλον ὁμοῦ τόν πλοῦτον ἀπώλεσε καί ἐπί τοσοῦτον, ὡς μηδέν μνημονεύειν ὅλως αὐτόν, ὅτι ποτέ τοιαύτην δόξαν τεθέαται.

Πῶς οὖν οἱ μηδέ λαβεῖν ἀξιωθέντες ποτέ ἤ κατιδεῖν τήν δόξαν ταύτην ποσῶς, λέγουσιν ἔχειν ταύτην ὅλην ἐν ἑαυτοῖς, ἀπορῶ. Ἀλλ’ ὤ τῆς πωρώσεως, ὤ τοῦ σκοτασμοῦ, ὤ τῆς ἀγνοίας καί τῆς ματαίας οἰήσεως, ποῦ ποτε τοῦτο ἤ διά ποίων γραφῶν μεμαθήκασιν; Ὄντως ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καί ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία καί ἔμειναν ἐν Αἰγύπτῳ, τουτέστιν ἐν τῷ σκότει τῶν παθῶν αὐτῶν καί τῶν ἡδονῶν.

Οἱ γάρ τήν γῆν τῆς ἐπαγγελίας ἰδεῖν ποθήσαντες, ἥν πραέων ὀφθαλμοί καί ταπεινῶν καί πτωχῶν βλέπειν καταξιοῦνται, πᾶσαν στενοχωρίαν καί πᾶσαν θλῖψιν καί εὐτέλειαν καταδέχονται καί ἀπό πάσης καί παντοίας σωματικῆς ἡδονῆς καί τιμῆς καί ἀνέσεως σφοδρῶς ἀπέχονται. Οὐ μόνον δέ ἀλλά καί ἀπό παντός ἀνθρώπου μικροῦ τε καί μεγάλου χωρίζονται, φεύγοντες αὐτούς ἀμίσως, ἵνα ταύτης καταξιωθῶσιν ἐπιβῆναι πρό τοῦ ἐκκοπῆναι τόν δρόμον αὐτῶν ἀπό τῆς ὁδοῦ τῆς παρούσης ζωῆς. Ταπεινούμενοι γάρ καί ὡς πονηροί καί προσκεκρουκότες πολλά ἐπ’ ἀληθῶς διακείμενοι, οὐ μήν ἀλλά γάρ καί ὡς ἐχθροί καί παραβάται τῶν ἐντολῶν τοῦ Θεοῦ στυγνοί καί λελυπημένοι διάγουσιν, ἐπιποθοῦντες μαθεῖν τό τί ἄν δέοι αὐτούς διαπράξασθαι πρός τό καταλλαγῆναι τῷ Δεσπότῃ Χριστῷ. Διά τοῦτο τοίνυν χαρίζεται αὐτοῖς ὁ Κύριος οὐ μόνον τό γνῶναι ὅ τι δέοι ποιῆσαι, ἀλλά καί ἰσχύς δίδοται αὐτοῖς παρ’ αὐτοῦ καί ὑπομονή εἰς τό ἐκπληρώσαντας πάντα ἅ δεῖ, αὐτόν ἐκεῖνον ἰδέσθαι καί κτήσασθαι τόν ἐπί πάντων καί ἐπί πᾶσι Θεόν καί τηνικαῦτα ὡς ἐν οὐρανῷ διάγειν καί ἐκεῖσε τό πολίτευμα ἔχειν, κἄν ἐν σπηλαίοις κἄν ἐν ὄρεσι κἄν ἐν κελλίοις διάγωσι, κἄν ἐν μέσαις ἀναστρέφωνται πόλεσι, καί οὕτως ἀεί ἐν χαρᾷ καί εὐφροσύνῃ καί ἀγαλλιάσει ἀρρήτῳ δουλεύειν αὐτῷ.

Αὕτη τοιγαροῦν ἡ ἐργασία τῶν ἁγίων ἐστίν, αὕτη ἡ πρᾶξις τῶν ἐν Πνεύματι ἀγομένων Θεοῦ. Οἷος γέγονε καί ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ ὁ ἅγιος καί μακαριώτατος εὐλαβής Συμεών, ὁ λάμψας δίκην ἡλίου μέσον τῆς περιωνύμου μονῆς τῶν Στουδίου, ὁ ἐν μέσῳ τοῦ κόσμου ποτέ ὤν καί τοῖς τοῦ κόσμου πράγμασι καί φίλοις καί συγγενέσιν, οὐ μόνον δέ ἀλλά καί ταῖς φροντίσι καί μερίμναις καί ἡδοναῖς τοῦ βίου ἐπί τοσοῦτον ἀποταξάμενος, ὡς μηδέ τήν μνήμην ὅλως ἔχειν αὐτῶν, ἀλλά καί ταύτην ἀφ’ ἑαυτοῦ ἐξορίσαι μακράν, ὁ ἀναστραφείς μέσον τοῦ πλήθους τῶν μοναχῶν καί τήν μακαρίαν ἐκείνην τότε λέξας φωνήν, «Ὀφείλει λέγων εἶναι ὁ μοναχός ἐν τῷ μοναστηρίῳ ὡς ὤν καί μή ὤν καί μή φαινόμενος, μᾶλλον δέ μηδέ γνωριζόμενος», ἥν καί ἑρμηνεύων ἔλεγεν· «Ὡς ὤν μέν τῷ σώματι, μή ὤν δέ τῷ πνεύματι, μή φαινόμενος δέ εἰ μή μόνοις διά τοῦ Ἁγίου Πνεύματος τοῖς καθαροῖς τῇ καρδίᾳ, μή γνωριζόμενος δέ διά τό μή ἔχειν μετά τινός τι». Ὤ μακαρίων ῥημάτων, δι’ ὧν ἡ ὑπέρ ἄνθρωπον ἀγγελική πολιτεία αὐτοῦ κηρύττεται, δι’ ὧν κεκτῆσθαι ἐν οὐρανοῖς τό πολίτευμα αὐτός ἑαυτῷ διά τοῦ Ἁγίου Πνεύματος μεμαρτύρηκεν, δι’ ὧν τήν μετά Θεοῦ ἡμῶν διαγωγήν ὑπέφηνε, μή ἔχειν εἰπών μετά τινός τι. Ὅπερ οὐδείς κατορθῶσαι ἤ ἐπ’ ἀληθῶς εἰπεῖν δύναται, εἰ μή ὅλως ὅλῳ ἑνωθῇ τῷ Θεῷ· εἰ δέ καί εἴπῃ, πλανᾷ ἑαυτόν. Ὁ γάρ λέγων μή ἁμαρτάνειν τυφλός ἐστι μυωπάζων, τόν Θεόν δέ ὁ ἔχων ἁμαρτάνειν οὐ δύναται, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καθώς φησιν ὁ Ἰωάννης ἡ θεολογικωτάτη τῶν ἀποστόλων βροντή. Ὅτι δέ ἐκεῖνος τόν Θεόν ὅλον εἶχεν ἐν ἑαυτῷ καί ζῶν ἔλεγε καί ἀποθανών διά τῆς οἰκειοχείρου αὐτοῦ γραφῆς μεγάλῃ βοᾷ τῇ φωνῇ· «Θεόν κτῆσαι σεαυτῷ φίλον καί ἀνθρώπου βοηθείας οὐ δεηθήσῃ». Καί πάλιν· «Θεόν κτῆσαι καί οὐ δεηθήσῃ βιβλίου», καί τοῦτο ἐδήλωσεν ἐξ ἔργων αὐτῶν, βιβλίον ἐκ τοῦ ἰδίου κόπου, μᾶλλον δέ ἐκ τοῦ ἐνοικήσαντος αὐτῷ Πνεύματος συγγραψάμενος, μαθήσεως γραμμάτων ὑπάρχων ἀμύητος, ὁμολογοῦμεν δέ καί ἡμεῖς, συμμαρτυροῦντες τῷ ἁγίῳ ἡμῶν πατρί καί μή κρύπτονες τήν εὐεργεσίαν φειδοῖ τοῦ μή νομισθῆναι ἀλαζόνας ἡμᾶς παρά τισιν, ὅτι ὥσπερ δεξαμενή τις ἀπορρέοντος ὕδατος, οὕτως ὁ ἅγιος πατήρ ἡμῶν ἐκ τοῦ πληρώματος μετέλαβε τοῦ Δεσπότου ἡμῶν Χριστοῦ καί ἐπλήσθη τῆς χάριτος τοῦ Πνεύματος αὐτοῦ, ὅπερ ἐστίν ὕδωρ ζῶν· ὥσπερ δέ πάλιν ἀπό τῆς δεξαμενῆς τό ὑπερπλεονάσαν καί ἔξωθεν ὑπερεκχυνόμενον ὕδωρ λαμβάνει τις εἰς κόρον, οὕτω καί ἡμεῖς ἐκ τοῦ πατρός ἡμῶν τοῦ ἁγίου τήν ὑπερπλεονάσασαν καί ὑπερεκχυνομένην ἀεί ἐξ αὐτοῦ χάριν εἴδομεν καί ἐλάβομεν καί ἐπίομεν καί τάς ὄψεις ἐξ αὐτοῦ ἐνιψάμεθα, τάς χεῖρας καί τούς πόδας αὐτούς, εἶτα καί ὅλοι ὅλῳ τῷ σώματι ἐλουσάμεθα καί αὐτήν τήν ψυχήν μετά τοῦ ἀθανάτου ὕδατος ἐκείνου. Ὤ μυστηρίου ξένου καί θαυμαστοῦ, ἀδελφοί.

Καί μή ἀπιστήσητε τοῦτο· οὐ γάρ ἐμοῦ μόνου ὁ λόγος ἤ ἐπ’ ἐμοί μόνῳ γέγονε, ἀλλ’ ἄκουε τοῦ εὐγγελιστοῦ Ἰωάννου, τί περί τοῦ ὕδατος τούτου φησί, μᾶλλον δέ αὐτοῦ τοῦ Υἱοῦ καί Λόγου τοῦ ζῶντος Θεοῦ, παρ’ οὗ καί Ἰωάννης τόν λόγον πεπλούτηκεν· «Ὁ πίνων γάρ, φησίν, ἐκ τοῦ ὕδατος τούτου - τοῦ αἰσθητοῦ δηλονότι- , διψήσει πάλιν· ὅστις δέ πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγώ δώσω αὐτῷ, οὐ μή διψήσῃ πώποτε, ἀλλά γενήσεται ἐν αὐτῷ πηγή ὕδατος ἁλλομένου εἰς ζωήν αἰώνιον». Καί ἑρμηνεύων τοῦτο ὁ εὐαγγελιστής φησι· «Τοῦτο δέ ἔλεγε περί τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν». Διά τοῦ τοιούτου γάρ ὕδατος ὥσπερ ῥύπος ἡ πονηρία ἐκπλύνεται ἀπό τῆς ψυχῆς· ἄνευ δέ τούτου πολλά πονήσας ὠφελήσει οὐδέν. Διά δέ τοῦτο καί μή δυνάμενοι ὅλως ἡμεῖς τό τάλαντον τοῦ Δεσπότου ἡμῶν κρύπτειν καί τήν γινομένην εἰς ἡμᾶς τοῦ Θεοῦ δωρεάν μή ἀναγγέλλειν, φανερῶς ὁμολογοῦμεν τό ἔλεος τοῦ Θεοῦ, ὅτι ἐνεπλήσθημεν ἀπλήστως οἱ ἀνάξιοι ἐκ τοῦ ὕδατος οὗ ἐλάβομεν διά τοῦ πατρός ἡμῶν ἀπό τοῦ Θεοῦ καί ἐκορέσθημεν ἀκορέστως εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ τοῦ ἁγίου, καί κατά τόν ἐνόν ἡμῖν τῆς δυνάμεως, ὡς ἔσχατοι καί ἀχρεῖοι, ἐδοξάσαμεν καί νῦν δοξάζομεν τόν Θεόν, τόν δοξάσαντα τόν πατέρα ἡμῶν τόν ἅγιον καί διά τοῦ πατρός ἡμῶν τούς ταπεινούς καί ἀναξίους ἡμᾶς. Μή οὖν οἰηθείη μέ τις ψεύδεσθαι καί κατά τῆς ἐμῆς ψυχῆς καί κατά τοῦ ἐμοῦ πατρός φθέγγεσθαι, κομπολόγον με καί τορνολόγον ἡγούμενος· εἰδώς γάρ εἰμι ὅτι ἀπολεῖ ὁ Θεός πάντας τούς λαλοῦντας τό ψεῦδος, καί τοῦτο ποιεῖν με Παῦλος ὁ θεῖος διδάσκει, «Εὐλογητός ὁ Θεός» λέγων, «καί Πατήρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὤν εὐλογητός εἰς τούς αἰῶνας, ἀλήθειαν λέγω καί οὐ ψεύδομαι. Οἶδα ἄνθρωπον πρό ἐτῶν δεκατεσσάρων» καί τά ἑξῆς, καί πάλιν· «Ἡμεῖς δέ οὐ τό πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλά τό Πνεῦμα τό ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τά ὑπό τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἅ καί λαλοῦμεν». Τί δέ καί ἐμαυτόν ὠφελήσαιμι ἤ τόν ἐμόν πατέρα τόν ἅγιον ἐκ τῶν ἐπαίνων κἄν ὅλως; Πάντως οὐδέν. Ἀλλά καθάπερ περί τῶν λοιπῶν ἁγίων ἄνωθεν εἰρηκώς, ἐκείνους μέν ἐκ τῶν λόγων οὐδέν ὠφέλησα, τούς δέ ἀκροατάς πρός ζῆλον διήγειρα καί πρός τήν ἐκείνων παρώτρυνα μίμησιν, οὕτω καί περί τοῦ ἁγίου Συμεών καί λέγων οὐ παύσομαι, ἀνάγκης δέ μοι ἐπικειμένης μή βουλόμενος λέγω καί περί ἡμῶν αὐτῶν τῶν ἀναξίων. Ἡ γάρ τῶν πολλῶν ἀπιστία τῶν λεγόντων εἰς βλάβην τῶν ἀκουόντων, μή δύνασθαι εἶναί τινα τοιοῦτον ἄρτι μήτε τοῖς ἔργοις εἰς τάς τῶν ἐκείνοις δοθέντων χαρισμάτων καταξιούμενον, ἀναγκάζει με καί ἄκοντα λέγειν ἅ λέγειν οὐ ἐβουλόμην οὐδέποτε καί δημοσιεύειν ὄντως τοῦ Θεοῦ τό φιλάνθρωπον, ἵνα τῶν ταῦτα λεγόντων τό ὀκνηρόν καί ῥᾴθυμον ἀπελέγχηται.

Ἐκοπίασεν ὁ μακάριος πατήρ ἡμῶν καί ἅγιος Συμεών, ὡς πολλούς τῶν πάλαι ἁγίων πατέρων ὑπερβαλέσθαι, θλίψεις δέ πειρασμούς τοσούτους ὑπέμεινε, ὡς ἐξισωθῆναι πολλοῖς τῶν περιφανεστέρων ἐν μάρτυσι. Διά ταῦτα οὖν ἐδοξάσθη ἀπό Θεοῦ καί ἐγένετο ἀπαθής καί ἅγιος, λαβών ἐν ἑαυτῷ ὅλον, ὡς εἰπεῖν, τόν Παράκλητον· καί τότε, ὥσπερ προῖκα πατήρ υἱῷ κλῆρον δίδωσι, οὕτω κἀμέ τόν ἀνάξιον δοῦλον αὐτοῦ Πνεύματος Ἁγίου ἀκαματί καί δωρεάν ἔπλησε. Ποῖος γάρ, εἰπέ μοι, ἐξ ὑμῶν, μή ὅτι γε εἴπω διεπράξατο, ἀλλ’ ἔτι τά παρ’ ἐκείνου πραχθέντα καί ὡς δυνατόν ῥηθέντα, νοῆσαι καλῶς δύναται;

Πρῶτον γάρ πάντων τοῦτο ἔγραψεν, ὡς ἐν τάξει διδασκαλίας οὕτως εἰπών· «Ἀδελφέ, ταύτην ἡγοῦ λέγεσθαι ἀναχώρησιν τελείαν τοῦ κόσμου, τήν παντελῆ τοῦ ἰδίου θελήματος ἀπονέκρωσιν». Ὤ μακαρίας φωνῆς, μᾶλλον δέ ψυχῆς τῆς οὕτω γενέσθαι ἀξιωθείσης καί τοῦ κόσμου παντός χωρισθείσης. Πρός γοῦν τούτους καί τούς τοιούτους ὁ Δεσπότης λέγει Χριστός· «Ὑμεῖς οὐκ ἐστέ ἐκ τοῦ κόσμου, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου. Δεῦτε προς με κἀγώ ἀναπαύσω ὑμᾶς». Οἱ γάρ ἄλλως πως ἐν τοῖς ἑαυτῶν θελήμασι κἄν ὁπωσοῦν ἤ ἔν τισι καλοῖς τό δοκεῖν πορευόμενοι, οὐ μή ἴδωσι τήν ζωήν, ἥν οἱ ἀποτμηθέντες τοῦ κόσμου καί τῷ ἑαυτῶν ἀποθανόντες θελήματι βλέπουσιν.

Εἰ οὖν σύ ταπεινωθῆναι καί ὑποταγῆναι, θλιβῆναί τε καί ἀτιμασθῆναι, ἐξουδενωθῆναι καί λοιδορηθῆναι καί ὡς εἷς τῶν ἀφανῶν καί ἀφρόνων καί εὐτελῶν καί παραπεσόντων, ἀδελφέ, οὐ καταδέχῃ γενέσθαι, ἀλλ’ οὐδέ καταφρονηθῆναι παρά παντός ἀνθρώπου καί ὡς εἷς τῶν ἐπιλήπτων καί προσαιτούντων εἰς τάς πλατείας καί ῥύμας τῆς πόλεως λογισθῆναι, πῶς, εἰπέ, γένῃ ξένος τοῦ ἰδίου θελήματος; Εἰ γάρ ταῦτα πρός δοκιμήν καί πεῖραν ἐπερχόμενα φέρειν ἐν ὑπομονῇ πᾶσιν ἡμῖν ὁ Θεός ἐνετείλατο, μᾶλλον δέ οὐ πρός δοκιμήν καί πεῖραν, ἀλλά πρός κάθαρσιν τῶν ψυχῶν ἡμῶν ἐπαγόμενα, ἡμεῖς ὑπομεῖναι ταῦτα οὐ θέλομεν, ἀλλά ζῇ ἐν ἡμῖν τό μή θέλειν ταῦτα παθεῖν, ὅπερ ἐστί τό γεῶδες φρόνημα τῆς σαρκός, πῶς νεκροί γενησόμεθα; Οὐδαμῶς. Εἰ δέ μή νεκροί τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ γενοίμεθα, πῶς οἱ μή γεγονότες διά Θεόν νεκροί ζήσομεν τήν ἐν Χριστῷ κεκρυμμένην ζωήν; Πῶς, ὡς ὁ ἅγιος εἶπε Συμεών, θεασόμεθα τόν Θεόν ἐνοικήσαντα ὡς φῶς ἐν ἡμῖν; Οὐδαμῶς, ἀδελφοί, μηδείς πλανάτω ὑμᾶς.

Ἀλλά μωρόν ἡγῇ τόν μακάριον Συμεών καί αἰσχύνῃ μιμήσασθαι τάς πράξεις αὐτοῦ; Μίμησαι Χριστόν τόν Θεόν. Πάθε καί αὐτός διά τήν σεαυτοῦ σωτηρίαν, ὡς ἐκεῖνος ἔπαθε διά σέ. Ἐκάλουν γάρ αὐτόν, ὡς ἀκούεις, διαμονῶντα, πλάνον, φάγον καί οἰνοπότην. Ἔλεγον γάρ· «Δαιμόνιον ἔχεις», καί πάλιν· «Ἰδού ἄνθρωπος φάγος καί οἰνοπότης, φίλος τελωνῶν καί ἁμαρτωλῶν». Ταῦτα δέ καί ὁ μακάριος πατήρ ἡμῶν, ὁ ἅγιος Συμεών, ὑπέρ ἡμῶν, μᾶλλον δέ δι’ ἡμᾶς ἤκουσε. Σύν τούτοις ἀκούεις πάλιν ὡς φονέα καί κακοῦργον δεδεμένον συρόμενον τόν Κύριον καί ὡς ἕνα τῶν εὐτελῶν παριστάμενον τῷ Πιλάτῳ, ῥάπισμα καταδεχόμενον ὑπό δούλου, εἰς φυλακήν ἐμβαλλόμενον καί ἀπό φυλακῆς ἐκβαλλόμενον, ὑπό στρατιωτῶν ῥαβδούχων ἀγόμενον, τῷ λαῷ ὑπό Πιλάτου παραδιδόμενον, «Λάβετε αὐτον» φάσκοντος «ὑμεῖς καί σταυρώσατε». Ἐννόησον οὖν πῶς ἦν ἀποδοθείς μέσον αὐτῶν, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν καί τά πάντα διακρατῶν τῇ χειρί αὐτοῦ, ὠθούμενος, ἀντωθούμενος, πυγμιζόμενος, ῥαπιζόμενος, ἐγγελώμενος, φραγγελόμενος, εἰς τό πραιτώριον εἰσαγόμενος, ὁ πάσῃ κτίσει καί αὐτοῖς τοῖς Σεραφείμ ἀθεώρητος, ἐκδυόμενος, τῷ κίονι προσδεσμούμενος, τεσσαράκοντα πλήρεις λαμβάνων πληγάς, τήν ἐπιθάνατον δηλούσας ἀπόφασιν. Εἶτα τί; Πορφύραν κοκκίνην παικτικῶς ἐνδυόμενον, κατά κεφαλῆς ῥαπιζόμενον καί «Τίς ἐστιν ὁ πταίσας σε;» ἐρωτώμενον ἀκάνθαις στεφανούμενον, προσκυνούμενόν τε καί ἐμπαιζόμενον, ἐμπτυόμενον καί εἰρωνικῶς ἀκούοντα· «Ἴδε ὁ βασιλεύς τῶν Ἰουδαίων», ἐνδυόμενον πάλιν τά ἑαυτοῦ ἱμάτια, τόν τράχηλον σχοινίῳ δεσμούμενον καί ἐπί τόν θάνατον ἀπαγόμενον, εἶθ’ οὕτω τόν ἑαυτοῦ σταυρόν ἐπιφορτιζόμενον καί ἐπί τοῦ τόπου γινόμενον καί τοῦτον ὁρῶντα πηγνύμενον καί μόνον ὑπό τῶν φίλων καί μαθητῶν ἐγκαταλειπόμενον, μετά ταῦτα πάλιν ἀποδυόμενον, ἀναρτώμενον, τάς χεῖρας καί τούς πόδας ὑπό τῶν στρατιωτῶν καθηλούμενον καί κρέμασθαι ἀφιέμενον, χολήν ποτιζόμενον, λόγχῃ νυττόμενον, ὑπό ληστοῦ βλασφημούμενον, χλευαζόμενον καί ἀκούοντα· «Ὁ καταλύων τόν ναόν καί ἐν τρισίν ἡμέραις ἐγείρων, σῶσον σεαυτόν καί κατάβηθι ἀπό τοῦ σταυροῦ», καί αὖθις· «Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπό τοῦ σταυροῦ καί πιστεύσομεν εἰς αὐτόν», καί οὕτω μετά τό ταῦτα πάντα παθεῖν, εὐχαριστοῦντα καί εὐχόμενον ὑπέρ τῶν φονευσάντων αὐτόν καί τήν ψυχήν εἰς χεῖρας παρατιθέντα τοῦ Πατρός αὐτοῦ.

Οὐκ ἀρκοῦσι ταῦτά σοι πάντα εἰς μίμησιν, ἀδελφέ, ἀλλ’ αἰσχύνῃ οὕτω ταῦτα παθεῖν; Διά ποίων δέ ἄλλων ἔργων ἤ πῶς συνδοξασθήσῃ αὐτῷ; «Ὅστις γάρ, φησίν, ἐπαισχυνθῇ με καί τούς ἐμούς λόγους, ἐπαισχυνθήσομαι κἀγώ αὐτόν ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν τοῖς οὐρανοῖς». Διό καί ὁ Παῦλός φησιν· «Εἰ συμπάσχομεν καί συνδοξασθησόμεθα». Εἰ δέ τά παθήματα αὐτοῦ, ἅ ὑπέστη ὑπέρ ἡμῶν, αἰσχυνόμεθα μιμήσασθαι καί παθεῖν, ὡς ἐκεῖνος ἔπαθεν, εὔδηλον ὅτι οὐδέ τῆς δόξης αὐτοῦ συμμέτοχοι γενησόμεθα· οὐ γάρ ἔργῳ ἀλλά λόγῳ μόνῳ ἐσμέν, οὕτως ἔχοντες, πιστοί· ἔργων δέ μή προσόντως, νεκρά ὑπάρχει ἡ πίστις ἡμῶν.

Διά τοῦτο τοιγαροῦν λέγω καί λέγων οὐ παύσομαι, ὅτι οἱ μή τά πάθη Χριστοῦ διά μετανοίας καί ὑπακοῆς μιμησάμενοι καί τοῦ θανάτου αὐτοῦ μέτοχοι γεγονότες, καθώς ἀνωτέρω λεπτομερῶς ἐδηλώσαμεν, οὔτε τῆς πνευματικῆς αὐτοῦ ἀναστάσεως συμμέτοχοι γενήσωνται, οὔτε Πνεῦμα λάβωσιν Ἅγιον. Διά γάρ τοῦ Ἁγίου Πνεύματος ἡ ἀνάστασις πάντων γίνεται· καί οὐ λέγω τήν ἐπί συντελείᾳ τῶν σωμάτων ἀνάστασιν - σαλπίσει γάρ τότε ὁ ἄγγελος καί τά νεκρά σώματα ἀναστήσονται -, ἀλλά τήν καθ’ ἑκάστην γινομένην τῶν νεκρῶν ψυχῶν πνευματικῶς πνευματικήν ἀναγέννησιν καί ἀνάστασιν, ἥν ὁ ἅπαξ ἀποθανών καί ἐγερθείς καί διά πάντων καί εἰς πάντας τούς ἀξίως βιοῦντας ἀνιστάμενος καί τάς συναποθανούσας αὐτῷ τῇ προθέσει καί τῇ πίστει ψυχάς συνεγείρων, δίδωσι διά τοῦ Παναγίου αὐτοῦ Πνεύματος, δωρούμενος αὐταῖς ἀπεντεῦθεν ἤδη τήν βασιλείαν τῶν οὐρανῶν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος Ζ΄. Περί προσπαθείας τῆς εἰς τούς συγγενεῖς. Καί τίς ἡ ἀπάτη αὐτῆς καί εἰς οἷον βόθρον καί δεσμόν κατάγει τούς κρατουμένους ὑπ’ αὐτῆς. Καί περί ἀπογνώσεως καί τῆς ἐν ταύτῃ διαφορᾶς. Καί τί ἐστι τό «Ὁ πιστεύσας καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται».

Ἀδελφοί καί πατέρες, ὡς ὤφελόν γε ἀεί σιωπᾶν, ἠδυνάμην καί τά ἐμαυτοῦ κακά ἀποκλαίεσθαι καί μηδέποτε διδασκάλου ἔργῳ ἐπιχειρεῖν ἤ κατηχεῖν τήν ὑμετέραν ἀγάπην ἤ κἄν ὅλως ἄλλοις ὑποδεικνύειν τάς τῆς σωτηρίας ὁδούς, οὐχ ὡς ἐναντίου ὄντος τοῦ πράγματος τῇ τοῦ Θεοῦ ἐντολῇ, μᾶλλον μέν οὖν καί εὐπροσδέκτου ὑπάρχοντος αὐτῷ, ἀλλ’ ὅμως ἐμοῦ ἀναξίου τυγχάνοντος τοῦ τοιούτου πνευματικοῦ ἐγχειρήματος, διό καί δέδοικα, ὁ ταπεινός, μή καί ἐπ’ ἐμοί τό Δαυιτικόν ἐκεῖνο προσφορώτατα λεχθήσεται ῥῆμα· «Τῷ δέ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σύ ἐκδιηγῇ τά δικαιώματά μου καί ἀναλαμβάνεις τήν διαθήκην μου διά στόματός σου; σύ δέ ἐμίσησας παιδείαν καί ἐξέβαλες τούς λόγους μου εἰς τά ὀπίσω».

Ἀλλ’ ἴδωμεν, εἰ δοκεῖ, τίς ἐστιν ὁ μισῶν παιδείαν καί τίς ὁ ἐκβάλλων τούς λόγους αὐτοῦ εἰς τά ὀπίσω. Ὁ μή πειθόμενος τοῖς τοῦ Θεοῦ νόμοις μισεῖ τήν ἐκ τῶν λόγων τοῦ Κυρίου παιδείαν καί βύει τά ὦτα αὐτοῦ τοῦ μή ἀκοῦσαι λόγον τῆς ἐσχάτης ἀνταποδόσεως τῶν ἁμαρτωλῶν ἤ τοῦ πυρός ἐκείνου τοῦ αἰωνίου καί τῶν κολάσεων τοῦ ᾅδου καί τῆς κατακρίσεως τῆς αἰωνίου ἐκείνης, ἀφ’ ἧς οὐκ ἔνι διαδρᾶσαι τόν ἅπαξ ἐμπεσόντα εἰς τάς τιμωρίας αὐτῆς. Ὁ δέ μή πάσῃ ἰσχύϊ καί δυνάμει ψυχῆς τάς ἐντολάς τοῦ Θεοῦ πρό τῶν ὀφθαλμῶν αὐτοῦ ἔχων ἀεί καί φυλάττων αὐτάς, ἀλλά καταφρονῶν μέν αὐτῶν, προτιμῶν δέ τά ἐναντία τούτων καί ποιῶν αὐτά, ἔστιν ὁ ἐκβάλλων τούς λόγους εἰς τά ὀπίσω. Καί ἵνα ἐξ ἑνός σαφές ὑμῖν ποιήσω τό τοῦ λόγου προκείμενον, ὅταν ὁ μέν Θεός προστάσσῃ καί διαρρήδην βοᾷ· «Μετανοεῖτε, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν» καί πάλιν· «Σπουδάσατε εἰσελθεῖν διά τῆς πύλης τῆς στενῆς», ὁ δέ ταῦτα ἀκούων οὐ μόνον οὐ προαιρεῖται μετανοεῖν καί βιάσασθαι ἑαυτόν εἰσελθεῖν διά τῆς στενῆς πύλης, ἀλλά διερχόμενος πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ ἐν μετεωρισμῷ καί διαχύσει ψυχῆς, προστιθείς τοῖς ἑαυτοῦ κακοῖς καθ’ ὥραν κακά καί ἄνεσιν σώματος καί θεραπείαν ὑπέρ τήν δέουσαν χρείαν ἐπιζητῶν, ὅπερ τῆς πλατείας μᾶλλον καί εὐρυχώρου ὁδοῦ σημεῖόν ἐστι καί οὐχί τῆς στενῆς καί τεθλιμμένης, τῆς φερούσης εἰς τήν ζωήν τήν αἰώνιον, οὕτω τοίνυν καί ὁ τοιοῦτος ἐκβάλλει τοῦ Θεοῦ τούς λόγους εἰς τά ὀπίσω καί τά ἑαυτοῦ θελήματα, μᾶλλον δέ τά τοῦ διαβόλου, ποιεῖ.

Ἅ κἀγώ πρῶτος, ὁ ταλαίπωρος, ἐκπληρῶν καί ἐν λάκκῳ βορβόρου κείμενος καί ἐν αἰσθήσει ὑπάρχων τῶν ἰδίων κακῶν, βοῶ κάτωθεν κράζων καί τούς ἔξωθεν παριόντας ἅπαντας προσφωνῶν· «Πόρρω που τοῦ δεινοτάτου τούτου λάκκου γίνεσθε, ἀδελφοί, καί τήν εὐθεῖαν ὁδόν, ἥτις ἐστίν ὁ Χριστός, πορεύεσθε! Καί μηδείς ἐκκλίνῃ δεξιᾷ ἤ ἀριστερᾷ καί ὧδε σύν ἐμοί τῷ παναθλίῳ καί δυστυχεῖ ἐμπεσεῖται καί στερηθείη μετά τῶν ἐπιγείων καί τά ἐπουράνια ἀγαθά». Ἐπειδή δέ διά πολλῶν τῶν ἑαυτοῦ μηχανημάτων ὁ παμπόνηρος διάβολος καί ἐχθρός τῶν ψυχῶν ἡμῶν εἰς τό τοιοῦτον βάραθρον τούς πλείονας ἤ καί σχεδόν ἅπαντας ὁμοῦ, οἱονεί συμφορήσας, κατά καιρούς ἀπορρίπτει, ἔστι δέ καί διά μιᾶς ταύτης, τῆς πρός τούς συγγενεῖς λέγω προσπαθείας, ᾗ καί ὡς σχοινίῳ χρώμενος, ὁ ἐχθρός ἐφ’ ἑνός ἑκάστου τραχήλῳ ἀποδεσμῶν ἄγει καί συνπεριάγει πάντας τούς τόν τοιοῦτον καταδεξαμένους δεσμόν, εἰς κρημνούς φρικτούς τε καί βάραθρα ἁμαρτημάτων χαλεπά καί ἀσύγγνωστα καί εἰς αὐτόν καταποντίζει τόν τῆς ἀπογνώσεως λάκκον, καί ἐν πυθμένι ᾅδου καταβιβάσας καί ἐνδεσμήσας ἀφίησι, φύγωμεν, ἀγαπητοί, τόν ὄλεθρον τοῦτον, παρακαλῶ.

Πανούργως γάρ ἐνριζοῖ ἐν τοῖς τοιούτοις καί σεσοφισμένως ἐμποιεῖ τήν ἀπόγνωσιν ἐπί τοσοῦτον, ὡς μήτε νομίζειν τούτους ἐν ἀπογνώσει γενέσθαι, μήτε πείθεσθαι ταῖς θείαις Γραφαῖς, μήτε μήν πιστούς ἡγεῖσθαι τούς περί τοιούτων λέγοντας πρός αὐτούς, πάντα δέ δεύτερα τῆς ἑαυτῶ τιθέναι φρονήσεως ἤ μᾶλλον εἰπεῖν ἀφροσύνης καί ἀναισθησίας, καί δεδεμένους ὄντας ἀπό τοῦ τραχήλου ἀναλγήτους διακεῖσθαι, ὅπερ χεῖρον πάσης ἐστίν ἀπογνώσεως. Ἄλλο γάρ τό εἰς πλῆθος ἐμπεσόντα κακῶν τῆς ἑαυτοῦ σωτηρίας ἀπογινώσκειν τινά, καί ἕτερον τό ὡς καλῷ τῷ κακῷ χρᾶσθαι καί ἐν πλήροφορίᾳ εἶναι ὅτι καλόν τι ποιεῖ. Ὁ μέν γάρ πρότερος, εἰ περί μετανοίας καί τῆς τοῦ Θεοῦ φιλανθρωπίας διδαχθῇ καί μάθῃ ὅτι οὐκ ἔστι πλῆθος ἁμαρτιῶν ὅ μή ἐξαλείφει ἡ μετάνοια καί ὅτι «ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις» καί ὅτι «χαρά μᾶλλον γίνεται ἐν τῷ οὐρανῷ ἐπί ἑνί ἁμαρτωλῷ μετανοοῦντι», ἴσως ἑαυτοῦ γενόμενος καί κατανυγείς, ἐπιθυμήσειέ ποτέ τῶν πολλῶν ἐκείνων ἀπαλλαγῆναι κακῶν καί τοῦ δυσβαστάκτου φορτίου κουφισθῆναι τό αὐτοῦ συνειδός, διαναστήσεται καί πάντα ἄλλα - τά βιωτικά λέγω - εἰς οὐδέν λογισθήσεται καί τῇ μετανοίᾳ θερμῶς προσέλθῃ· ὁ δέ δεύτερος, δυσανακλητότερος ὤν, εἰς ἅπαν ἀπαναίνεται τοῖς τοιούτοις φαρμάκοις ἰατρευθῆναι. Πῶς γάρ καί ἰατρευθῆναι καταδέξεται, ὁ μηδέ ὅτι ἐν νόσῳ ἤ πτώματι κεῖται ὅλως πειθόμενος; Οὐδαμῶς!

Ἀλλά δέον ἡμᾶς λόγοις πρότερον, καθ’ ὅσον οἷοί τε ὦμεν, πνευματικοῖς, ἔκ τε τοῦ θείου Εὐαγγελίου καί τῶν λοιπῶν ἁγίων Γραφῶν ἀναλεξαμένους, πληροφορῆσαι καί δεῖξαι αὐτοῖς, πῶς μέν τῆς εὐθείας ὁδοῦ ἀπαρξάμενοι, ἐκκλίναντες ἠπατήθησαν, πῶς δέ ὁ ἐχθρός αὐτούς μεμονωμένους εὑρών τό τῆς προσπαθείας σχοινίον ἀπατηλῶς τοῖς ἑαυτῶν τραχήλοις ἐμπεριέδησεν, ἔπειτα καί πῶς αὐτούς εἰς κρημνούς καί βάραθρα ἁμαρτημάτων ἐμπεριήγαγε· καί μετά ταῦτα δείξομεν αὐτοῖς καί πῶς τῷ βαθυτάτῳ λάκκῳ ἐναπέρριψε, καί ποῦ καί πῶς ἐν τῷ ᾅδῃ καταβιβάσας, τό ἐπί τοῦ τραχήλου αὐτῶν σχοινίον ἐναπέδησε, καί ὡς οὐκέτι δυναμένους ἐλευθερωθῆναι καί πρός τήν γῆν ἀνελθεῖν, ἀφείς αὐτούς ὑπεχώρησε. Καί οὕτω τούς πειθομένους τοῖς λόγοις τῆς θείας Γραφῆς καί εἰς συναίσθησιν τῶν οἰκείων ἐρχομένους κακῶν καί συνομολογοῦντας καί οὕτως ἔχειν συντιθεμένους τά κατ’ αὐτούς, τηνικαῦτα καί τά φάρμακα τοῖς τραύμασιν ἁρμόζοντα διά τῶν λόγων αὐτῶν ἐπιδώσομεν.

Μέλλοντί μοι δέ πρός τάς ἀποδείξεις τῶν πραγμάτων ἐλθεῖν καί τόν ἀγῶνα τοῦ λόγου τῷ ἀλόγῳ καί ἀμαθεῖ ἐπειγομένῳ ἀναδέξασθαι, συνεύξασθαι δέομαι πάντων ὑμῶν, ἵνα ἡ χάρις τοῦ Παναγίου Πνεύματος φαιδρότερον ἐπιλάμψασα ὅλην μου καταφωτίσῃ τήν διάνοιαν καί τόν νοῦν καί δῴη ἀξίως εἰπεῖν τι, οὐχί διά τήν ἐμήν ἀξίαν, ἀλλά διά τήν ὑμετέραν ὠφέλειαν, ἐνηχοῦσα οἷον αὐτήν τούς λόγους ἅμα τε τῷ ταύτης φωτί φαίνουσα καί ὑποδεικνύουσα πάντα ἅπερ προείπομεν, καί οἱονεί πως λέγουσα πρός ἡμᾶς· «Ἴδε ἡ ὁδός, ἴδε ἡ ἔκπτωσις αὐτῆς, ἴδε ὁ ἐχθρός, τό σχοινίον. Ἴδε ὁ ἀδελφός, πῶς μετά χαρᾶς τόν δεσμόν καταδέχεται. Ἴδε ποῦ σύρων ὁ διάβολος αὐτόν ἀποφέρει», καί πάντα καθεξῆς ἀνελλιπῶς ὑποδείξασα καί πῶς τούς ἐκείνου βρόχους δυνηθῶμεν διαφυγεῖν ἐκδιδάξασα, πρός τούς οὐρανούς ἐλευθέρους ἡμᾶς συμπαραλαβοῦσα ἀνέλθῃ. Τοῦτο δέ οὐκ ἄλλως ἄν γένηται ἡμῖν δυνατόν, εἰ μή ἄνωθεν καί ἐξ ἀρχῆς τοῦ βίου καί τῆς εἰς τό μοναχικόν στάδιον εἰσόδου ἡμῶν τόν λόγον ἀναγαγόντες, ἐκεῖθεν τήν ἀρχήν ποιησόμεθα. Οὕτω γάρ καί ὡς ἐν ὁδῷ βαδίζων ὁ λόγος, ἅπερ ὑπέσχετο διά τῆς τοῦ Πνεύματος χάριτος καθαρῶς τοῖς προσέχουσιν ἀποδείξειεν. Ἀλλά μή ἀποκάμητε, ὠφέλιμος γάρ ὁ λόγος, καθ’ ὅσον ἐστί καί θεόπνευστος, ἐπειδή καί ἡμεῖς καί οἱ λόγοι ἡμῶν, κατά τόν εἰρηκότα σοφόν, καί αὐτή ἡμῶν ἡ πνοή ἐν χειρί Θεοῦ τοῦ πεποιηκότος ἡμᾶς.

Ὁ Κύριος καί Θεός ἡμῶν Ἰησοῦς Χριστός, Υἱός ὤν γνήσιος τοῦ Θεοῦ καί Πατρός, ὁμοούσιός τε καί ὁμοφυής καί ὁμόδοξος, σύνθρονός τε καί ὁμόθρονος, ἐν τῷ Πατρί μένων καί ὁ Πατήρ ἐν αὐτῷ, πρός τήν ἡμετέραν ταλαιπωρίαν καί κάκωσιν, ἀλλά μήν καί αὐτήν ἡμῶν τήν δουλείαν ἥν διά τῆς ἁμαρτίας τῷ ἀπατήσαντι ἡμᾶς ἐχθρῷ ἐδουλεύσαμεν ἀπιδών καί κατελεήσας ἡμᾶς τῇ ἀφάτῳ φιλανθρωπίᾳ αὐτοῦ βουληθείς ἐξελέσθαι τῆς δουλείας καί αἰσχίστης πλάνης ἡμᾶς, κατῆλθεν ἐκεῖθεν ὅλως τούς πατρῴους κόλπους μή λιπών, ὡς οἶδεν αὐτός, καί γενόμενος ἐπί τῆς γῆς, ἐμπεριπατήσας τε καί συναναστραφείς ἡμῖν τοῖς ἀνθρώποις οὖσιν ἁμαρτωλοῖς, καί προστάγματα δούς σωτηρίας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καί ἀποστόλοις, ἀνῆλθεν αὖθις πρός τόν ἑαυτοῦ Πατέρα μετά δόξης, παραγγείλας αὐτοῖς καί εἰπών· «Πορευθέντες, κηρύξατε τό εὐαγγέλιον πάσῃ τῇ κτίσει διδάσκοντες» πάντας, οὐχί τόδε «τηρεῖν» ἤ τόδε, ἀλλά «πάντα ὅσα ἐνετειλάμην ὑμῖν». «Πάντα» δέ εἰπών οὐδέν ἀφῆκεν ὅ μή φυλάξαι προσέταξεν. Εἶτα τί; «Ὁ πιστεύσας, φησί, καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται».

Ἆρα οὖν, ἀγαπητοί ἀδελφοί, ἔγνωτε τί ἐστι τοῦτο ὅ λέγει· «Ὁ πιστεύσας καί βαπτισθείς», εἶτα πάλιν· «Ὁ ἀπιστήσας», ἤ καί περί τούτου εἴπω πρός τήν ὑμετέραν ἀγάπην; Δοκεῖ γάρ εὔληπτον εἶναι καί ἁπλοῦν τό λεγόμενον, ἔχει δέ ἐγκεκρυμμένα εἰς βάθος αὐτοῦ τά νοήματα.

Πίστιν ἐνταῦθα οὐ ταύτην λέγει ὅτι Θεός ἐστιν ὁ Χριστός μόνον, ἀλλά τήν περί πασῶν τῶν παρ’ αὐτοῦ λεχθεισῶν ἁγίων ἐντολῶν περιεκτικωτάτην πίστιν τήν συνέχουσάν πως ἐν ἑαυτῇ πάσας τάς θείας αὐτοῦ ἐντολάς καί πιστεύουσαν μηδέν εἶναι ἀργόν μέχρι καί μιᾶς κεραίας ἐν αὐτοῖς, ἀλλά πάντα ἕως ἑνός ἰῶτα ζωή καί ζωῆς αἰωνίου πρόξενα· ὡς ἄν ὁ πιστεύων οὕτως ἔχειν αὐτάς καί διά τοῦ ἁγίου βαπτίσματος συνταξάμενος ταῦτα πάντα φυλάσσειν καί ἀπαραλείπτως ποιεῖν σωθήσεται, ὁ δέ ἀπιστήσας ἔν τινι τοῖς λόγοις αὐτοῦ μέχρι καί μιᾶς, ὡς εἴρηται, κεραίας ἤ ἑνός ἰῶτα, ὡς αὐτόν ἐκεῖνον ὅλον ἀπαρνησάμενος, κατακριθῇ. Καί εἰκότως· ὁ γάρ εἰς τά μεγάλα πιστεύσας αὐτῷ - οἷον ὅτι Θεός ὤν ἀτρέπτως ἐγένετο ἄνθρωπος, ὅτι ἐσταυρώθη καί ἀπέθανε καί ἀνέστη, ὅτι ἀναστάς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθε καί ὤφθη τοῖς ἑαυτοῦ μαθηταῖς, ὅτι ἀνελήφθη καί κάθηται ἐν δεξιᾷ τοῦ Θεοῦ καί Πατρός, ὅτι μέλλει ἔρχεσθαι κρῖναι ζῶντας καί νεκρούς καί ἀποδοῦναι ἑκάστῳ κατά τά ἔργα αὐτοῦ πρότερον δηλονότι ἐξαναστήσας πάντας ἡμᾶς, τούς ἀπό Ἀδάμ καί μέχρι τῆς ἐσχάτης ἡμέρας τεχθήσεσθαι μέλλοντας - , λέγοντι δέ αὐτῷ «Ἀμήν λέγω ὑμῖν, ὅτι καί ὑπέρ ἀργοῦ λόγου λόγον δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως» ἀπιστῶν, πῶς ἄρα πιστός ἔσται καί μετά πιστῶν συγκαταριθμηθῇ;

Ὁ τοίνυν ἐπ’ ἐκείνοις τοῖς φρικτοῖς καί ὑπέρ νοῦν καί ὑπέρ πᾶσαν ἀνθρωπίνην διάνοιαν πιστεύων Χριστῷ καί τοῖς γεγονόσι καί μέλλουσι γενέσθαι παρ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πειθαρχοῦσαν ἔχων καί συντιθεμένην αὐτοῦ τήν ψυχήν, ἀπιστῶν δέ αὐτός ὁπηνίκα λέγοντος ἀκούει· «Ὁ θέλων ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ καί ἀκολουθείτω μοι» καί· «Ὁ φιλῶν πατέρα ἤ μετέρα ὑπέρ ἐμέ οὐκ ἔστι μου ἄξιος» καί ὅτι «Ὁ ἐρχόμενος πρός με καί οὐ μισεῖ τόν πατέρα αὐτοῦ καί τήν μετέρα καί τούς ἀδελφούς καί τάς ἀδελφάς καί τήν γυναῖκα καί τά τέκνα, ἔτι δέ καί τήν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής» καί ὅτι «Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», πῶς ὁ τοιοῦτος πιστός καί οὐχί μᾶλλον ὡς ἄπιστος ἤ καί χείρων ἀπίστου κατακριθήσεται; Ὅτι ἐν μέν τοῖς μείζοσιν ὁμολογεῖ πιστεύειν Χριστῷ, ἐν δέ τοῖς ἐλαχίστοις ὡς ψευδομένου καταφρονεῖ αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ καί Δεσπότου· καί πιστεύειν λέγων ἐν τοῖς ἄλλοις αὐτῷ ὡς Θεῷ, ὡς τῷ τυχόντι ἀνθρώπῳ διαπιστεῖ λέγοντι ὅτι καί ὑπέρ ἀργοῦ λόγου λόγον δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ τῆς κρίσεως· καί οἴεται γελῶν καί αἰσχρολογῶν καί ματαιολογῶν σωθῆναι, ταλανίζοντος ἐκείνου τούς γελῶντας καί μακαρίζοντος τούς πενθοῦντας· ἀλλά καί ἑαυτόν μή ἀπαρνούμενος μηδέ τόν σταυρόν βαστάζων, ἀκολουθεῖν νομίζει τῷ δι’ αὐτόν σταυρωθέντι Χριστῷ· καί πλεῖον φιλῶν τούς ἑαυτοῦ γονεῖς, ἄξιον εἶναι αὐτόν τοῦ Χριστοῦ ἀπό ψυχῆς ἔχει. Οὕτως ἄρα καί αὐτοί οἱ ἐρχόμενοι δῆθεν πρός αὐτόν διά τῆς ἀποταγῆς καί οὐ μισοῦντες ἅπαντας τούς ἑαυτῶν συγγενεῖς, ἔτι δέ καί τήν ἑαυτῶν ψυχήν ἀπαρνούμενοι, ἀλλ’ ἐξ ἐναντίας καί ἀγαπῶντες αὐτούς μᾶλλον, μαθηταί εἶναι τοῦ Χριστοῦ ματαίως νομίζουσι· καί λύοντες καθ’ ὥραν οὐχί μίαν καί τήν ἐλαχίστην τῶν ἐντολῶν ἀλλά πολλάς καί μεγάλας, οὐδέν ὅλως ἐναντίον ποιεῖν τι νομίζουσι, μᾶλλον μέν οὖν καί μεγάλους ἑαυτούς ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ οὕτως ἔχοντες ὑπολαμβάνουσιν ἔσεσθαι· καί τό μεῖζον ἁπάντων κακῶν, ὅτι οὐχί παράβασιν ὅλως ταῦτα ἐντολῆς εἶναι λέγουσιν, ἀλλά καί ἡμᾶς αὐτούς, ἀντιποιουμένους τοῦ λόγου τῆς ἀληθείας, πείθειν ἀσυνέτως ἐπιχειροῦσιν. Ἀλλ’ ἐπί τό προκείμενον ἐπανέλθωμεν.

Πάντα τοίνυν ὅσα τοῖς ἀποστόλοις ὁ Χριστός καί Θεός ἐνετείλατο, ὁμοίως καί ἡμᾶς φυλάττειν προσέταξεν, ἅπερ ἐν τῷ κόσμῳ φυλάξαι δυνάμεθα μέν, οὐ προαιρούμεθα δέ διά τό ἀσθενεῖν ἡμᾶς τῇ πίστει καί τῇ ἀγάπῃ τῇ εἰς Χριστόν. Καί ὅτι τοῦτο ἀληθές ἐστι μαρτυροῦσι πάντες οἱ πρό νόμου καί ἐν νόμῳ καί μετά τήν τοῦ Σωτῆρος παρουσίαν μετά παίδων καί γυναικῶν καί τῶν ἐν ἅπασι βιωτικοῖς μεριμνῶν καί φροντίδων εὐαρεστήσαντες τῷ Κυρίῳ, κεχωρισμένοι τούτων ἁπάντων τῇ ἀπροσπαθεῖ προαιρέσει γενόμενοι καί ὑπέρ τούς ἐν ὄρεσι καί σπηλαίοις λαμπρότεροι τῇ πίστει καί τῷ βίῳ ἀναφανέντες. Διά τοῦτο τοιγαροῦν τῇ ἐντολῇ τοῦ Κυρίου χρώμενοι βοηθῷ - ὡς δι’ ἡμᾶς καί τήν ἡμετέραν ἀσθένειαν λεχθείσῃ -, πᾶσιν ἀποτασσόμεθα καί τῇ στενῇ καί τεθλιμμένῃ ὁδῷ προσερχόμεθα καί οἱονεί πως τοῦ κόσμου σωματικῶς καί τῶν τοῦ κόσμου ἀποτεμνόμεθα, καί οὕτως ἀπ’ ἄλλης χώρας καί τόπου καί πόλεως πρός ἑτέραν ἀπαίροντες κατοικίαν καί μονήν ἀφικνούμεθα, εἰς τό στάδιον τῆς γυμνασίας τῶν ἀρετῶν διά πολιτείας οἱονεί καί ἀσκήσεως κατά τήν ἑαυτοῦ προαίρεσιν ἕκαστος βαδίζοντες ἤ καί ὀξυποδοῦντες καί τρέχοντες. Τί τοῦτο; Ἵνα τήν ἀπροσπάθειαν τῶν εἰρημένων κτησώμεθα. Διά τοῦτο γάρ καί ἀπό τοῦ κόσμου ἀπαίροντες, αὐτίκα ταῖς ἐντολαῖς ἑπόμενοι τοῦ Κυρίου καί τοῖς προστάγμασιν αὐτοῦ πειθαρχοῦντες, ἀπαρχόμεθα τῆς εἰς οὐρανούς φερούσης ὁδοῦ.

Σκόπει μοι δέ ἐντεῦθεν ἄρτι καλῶς τῶν λεγομένων τήν δύναμιν. Ὑποζωγράφει μοι τῷ νοΐ ὁδόν τετριμμένην ὅλην τοῖς ποσί τῶν προλαβόντων καλῶς. Ἔνθεν τε κἀκεῖθεν ὄρη μοι νόει καί ὕλας καί κρημνούς καί σκοπέλους καί φάραγγας, σύν τούτοις δέ πεδία και παραδείσους τόπους τε τερπνούς καί συσκίους καί ὡραιοτάτους καί παντοδαπούς καρπούς ἐν αὐτοῖς, εἶτα θηρίων πλῆθος πολύ καί ληστῶν καί ἀνδροφόνων κατά τόπους ἐγκεκρυμμένα συστήματα. Τούτων οὕτως ἐχόντων οὐδεν ἡμᾶς ἐκ τῶν εἰρημένων ἤ δελεάσαι καί τήν αἴσθησιν ἡμῶν κατασεῖσαι ἤ παραβλάψαι δυνήσεται, ἑπομένους τοῖς προλαβοῦσιν ἁγίοις καί τήν αὐτήν ὁδόν πορευομένους ἥν κἀκεῖνοι ἐβάδισαν. Πορευομένων γάρ ἡμῶν ἐν τῇ ὁδῷ τοῦ Κυρίου και Θεοῦ ἡμῶν ἐντολῶν καί διερχομένων ἀμεταστρεπτί μέσον ἁπάντων τῶν εἰρημένων, οὐδείς οὔτε τῶν ληστῶν ἐκείνων οὔτε τῶν θηρίων φανερῶς καί ἀναιδῶς ἡμῖν ὲπιβαίνει ἤ τολμᾷ προσεγγῖσαι ἡμῖν, καί μάλιστα ἐάν ὁδηγῷ ἐπακολουθῶμεν καί συνοδοιπόροις συμπορευώμεθα ἀγαθοῖς. Πλήν ὅμως ποτέ μέν μακρόθεν, ποτέ δέ ἔγγιστα γεγονότες, οἵ μέν ἀπειλαῖς χρῶνται καί φονίῳ πρός ἡμᾶς βλέπουσιν ὄμματι, οἵ δέ δελεασμοῖς τισι καί καλακείαις καί φιλικαῖς ὁμιλίαις. Ἀλλά μήν ὑποδεικνύουσιν ἡμῖν καί τά τῶν τόπων τερπνότητας κατά χώραν καί τήν ὡραιότητα τῶν καρπῶν καί παραινοῦσι μικρόν ἀναπαύσασθαι εἰς παραμυθίαν τῶν πόνων τῆς ὁδοιπορίας καί φαγεῖν ὑποτίθενται ἀπό τῶν καρπῶν τό ἡδύ πλέον ἐπιφερομένων τῆς ἐνούσης αὐτοῖς θεωρίας, καί πολλάς ἑτέρας ἐπινοοῦσι τάς πάγας ἡμῖν καί ποικίλας τάς ἀφορμάς· οὐκ ἐν ἡμέρᾳ δέ μόνον ἀλλά καί ἐν αὐταῖς ταῖς νυξί, καί οὐδέ ἐγρηγορότων μόνον ἀλλά καί καθευδόντων, ἡμῖν ἐπανίστανται, ποτέ μέν γαργαλισμοῖς καί ἐκκρίσεσι, ποτέ δέ βρωμάτων ἀπηγορευμένων γεύσεσιν, ἄλλοτε δέ καί μετά φανῶν καί λαμπάδων ὡσεί ξιφήρεις λησταί ληστρικῶς ἐπερχόμενοι θάνατον ἡμῖν ἐπισείουσιν, ἐκταράσσειν ἡμᾶς οἰόμενοι καί τῆς εὐθείας παρατρέψαι ὁδοῦ. Καί οἵ μέν αὐτῶν ἀδύνατον ἡμῖν ὑποτίθενται τό μέχρι τέλους ὑπενεγκεῖν τά ἐν τῇ ὁδῷ δυσχερῇ, οἵ δέ καί ἀνόνητα ταῦτα καί μηδέν τούς κοπιῶντας ὠφελεῖν δυνάμενα. Ἄλλοι ὅτι οὐδέ ἔστι ποτέ τέλος τῆς ὁδοῦ ταύτης οὐδέ ἔσεται λέγουσι, δεικνύοντες ἐκ τῶν μή κατορθωκότων τινάς καί μάλιστα τούς ἐγχρονίσαντας εἰς τήν ἄσκησιν καί μηδεμίαν ἐκ τοῦ χρόνου εὑρόντας ὠφέλειαν διά τό μή ἐν γνώσει καί εὐσεβεῖ λογισμῷ τρέχειν αὐτούς ἐν τῷ δοκεῖν τόν δρόμον τῶν ἐντολῶν, ἀλλ’ ἰδιορρυθμίᾳ καί οἰήσει τοῦτο ποιεῖν, οἷς εἰκότως καί τά κατά Θεόν αὐτῶν διαβήματα περικόπτεται, δειλαινομένοις καί ὑποστρέφουσιν εἰς τά ὀπίσω καί ἑαυτούς διά τῆς ἀμελείας τῷ πονηρῷ ἐμπαρέχουσιν εἰς τό ἐργάσασθαι εἰς αὐτούς τά δοκοῦντα αὐτῷ.

Ἀλλά τί θέλω πάντα ὑμῖν ἐξηγήσασθαι τοῖς πνευματικοῖς μου ἀδελφοῖς, καί ἰδού εἰσιν ἀριθμῷ μή καθυποβαλλόμενα, τά τοῦ ἀντικειμένου ἡμῖν διαβόλου καί τῶν αὐτοῦ πονηρῶν πνευμάτων ἔνεδρά τε καί δεινά πανουργεύματα! Ἀλλά τά πλεῖστα παρά τοῖς σπουδαίοις διερευνᾶσθαι ἐάσας καί παρασχών αὐτοῖς ἐκ τῶν ὀλίγων τούτων τάς ἀφερμάς, ὅ ἐπηγγειλάμην ὑμῶν τῇ ἀγάπῃ ἀποδεῖξαι πειράσομαι· τί δέ ἐστι τοῦτο; Ὁ δεσμός τῆς πρός τούς συγγενεῖς ἡμῶν προσπαθείας καί ὅπως δεσμεῖ ἡμᾶς δι’ αὐτῆς ὁ διάβολος, καί μάλιστα τούς κατά τῶν ἄλλων παθῶν τήν ἀνδρείαν ἐπιδειξαμένους καί τόν στέφανον ἄραντας, καί δι’ ἧς ἡμᾶς τῷ σκότει καί τῇ ἀπωλείᾳ δυστυχῶς ὁ πονηρός παραπέμπει.

Καί σκόπει μοι πάλιν ἀκριβῶς τοῦ λεγομένου τήν δύναμιν. Κατανόησον σεαυτόν ἐν τῇ εἰρημένῃ ὁδῷ ἤ ἐπιβάντα ἀρτίως αὐτῆς ἤ ἐπ’ αὐτῇ ἐπί χρόνους βαδίσαντα καί παρά πάντων ἐκείνων τῶν εἰρημένων θηρίων τε καί ληστῶν πολλά μέν παθόντα ἐξ ὧν προειρήκαμεν, τῇ χάριτι δέ Χριστοῦ μήτε κολακείαις ἀπατηθέντα, μήτε τῇ ὡραιότητι τῶν φαινομένων κλαπέντα πρός ἡδονήν, μήτε φόβῳ καμφθέντα ἤ ἀπειλαῖς πρός τό ἐκκλῖναι τῆς εὐθείας ὁδοῦ ἤ παύσασθαι τοῦ πρόσω βαίνειν, μήτε μήν εἰς τά ὀπίσω στραφέντα, ἀλλά μᾶλλον καί εὐτονώτερον τρέχοντα. Ἆρα οὖν οὕτως τρέχοντός σου ἠρέμησε τοῦ μηκέτι πολεμεῖν σε ὁ Σατανᾶς ἤ ποτέ ἠρεμήσει; Οὐμενοῦν οὐδαμῶς! Ἀλλ’ εἰδώς ὅτι ἐντολήν ἡμῖν δέδωκεν ὁ Θεός ἀπαρνήσασθαι πατέρα καί μητέρα καί πᾶσαν ἁπλῶς συγγένειαν σαρκικήν, ἔτι δέ καί ὅλους ἡμᾶς αὐτους· οὐ μόνον δέ ἀλλ’ ὅτι συνεθέμεθα τῷ Θεῷ, ὅτε τῇ μοναδικῇ πολιτείᾳ προσήλθομεν, καί ταύτην μετά τῶν ἄλλων ἁπάντων φυλάξασθαι, ἐπειδή οὐκ ἴσχυσεν ἐκ τῶν εἰρημένων ἁπάντων τι κατά σοῦ, τί ποιεῖ; Πρῶτον τήν τῶν ἰδίων μνήμην ἀνακινεῖ καί ἀνανεοῖ ἐν ἡμῖν, ἔπειτα καί ἀπό τῶν θείων Γραφῶν τά περί ἄλλων καί πρός ἄλλους εἰρημένα ἐπί ἀνατροπῇ θολερᾷ καί παραβάσει τῆς ἐντολῆς ἡμῖν ὑποτίθησι λέγων· «Τίμα τόν πατέρα σου, φησίν ἡ θεία Γραφή, καί τήν μητέρα, καί ἀπό τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει· ὁ γάρ μή προϊστάμενος τῶν οἰκείων, κατά τόν θεῖον ἀπόστολον, τήν πίστιν ἤρνηται», ἀγνοῶν ὁ δόλιος, ὡς εἰκός, ὅτι ταῦτα εἴρηται οὐχ ἵνα πλέον τοῦ Θεοῦ τούς γεννήσαντας ἡμᾶς ἤ τούς συγγενεῖς ἀγαπῶμεν καί προτιμῶμεν αὐτούς τῆς ἀγάπης ἐκείνου, ἀλλ’ ἵνα ὑπακοήν παιδευθῶμεν καί μάθωμεν ὅτι, εἰ πρός τούς γεννήσαντας ἡμᾶς ἀναγκαία ἐστίν ἡ ὑποταγή καί τιμή, πόσῳ μᾶλλον ἡ πρός αὐτόν, τόν αὐτούς καί ἡμᾶς πεποιηκότα Θεόν; Οἰκεῖοι δέ τοῦ σπέρματος ἡμῶν, ὦ ἀπατεών - καλόν γάρ πρός αὐτόν ἀντιστρέψαι τόν λόγον- , οὐχ οἱ συγγενεῖς ἀλλ’ οἱ οἰκεῖοί εἰσι τῆς πίστεως, οὕς, ὡς εἰκός, ἀγνοεῖς καί δολίως ὑποσπείρεις ἡμῖν τήν κατά σάρκα συγγένειαν, σπουδάζων κατάγειν ἡμᾶς εἰς τήν φιλίαν αὐτῶν καί προσπάθειαν.

Τοιγαροῦν καί ὅτε τῆς ἀπάτης αἰσθανθῶμεν καί ἐν γνώσει γενώμεθα, εἴτε ἀφ’ ἡμῶν αὐτῶν εἴτε ἀπ’ ἄλλων τῶν ὁδηγούντων ἤ συμπορευομένων ἐν τῇ ὁδῷ τοῦ Κυρίου ἡμῖν, τί πάλιν πρός ἡμᾶς ἐν τῷ ἀφανεῖ κινήματι τῆς καρδίας ὑποψιθυρίζει; «Σύ, φησίν, ἀπό γε τοῦ παρόντος εἰς ἄλλα μέτρα καί εἰς ἄλλην ἔφθασας προκοπήν, ἥν οὐδείς τῶν συνόντων σοι ἐπίσταται ἀδελφῶν, ἀπροσπάθειάν τε ἐκτήσω καί ἀπάθειαν παντελῆ. Διό καί εἰ θέλεις, ὑπερορᾷς καί καταφρονεῖς τῶν συγγενῶν σου, καί οὐδέν σοι ὅλως μέλλει περί αὐτῶν». Ταῦτα ὑποτιθέμενος ἐν τῷ κρυπτῷ, παριστᾷ ἴσως καί αὐτόν ἐκεῖνον τόν συγγενῆ ἤ κατά διάνοιαν ἤ καί σωματικῶς ἐνώπιον αὐτοῦ, καί τοιαῦτα ὑποβάλλει λέγων αὐτῷ· «Πῶς τό τοῦ Θεοῦ πλάσμα ἀπολέσθαι ἐάσεις, ἵνα παρομοιωθῇ τοῖς κτήνεσι καί ὑπό ἀγνωσίας εἰς τήν τῶν ἀλόγων τάξιν καταπέσῃ; Οὐκ ὀρέξεις χεῖρα, οὐ διανοίξεις αὐτοῦ τόν νοῦν, οὐ ποιήσεις αὐτόν τόν πεποιηκότα γνωρίσαι Θεόν; Καί ποίαν ἄρα τήν ἀπολογίαν ἕξεις ἤ τί ἐρεῖς ποιεῖ τοῦτον ἐν τῇ εὐχῇ καί ὡσανεί συμπαθείας δάκρυα χέειν καί οἱονεί ἐνώπιον τοῦ Θεοῦ προσφέρειν αὐτόν ὡς δῶρον εὐπρόσδεκτον ἐν τῷ λέγειν ἐν ἑαυτῷ· Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται», καί· «Ἐφ’ ὅσον πάλιν ἐποιήσατε ἑνί τούτων τῶν ἐλαχίστων, ἐμοί ἐποιήσατε», καί πάλιν· «Ὅς ἐγένετο πατήρ ὀρφανῶν» καί τά ἑξῆς. Ταῦτα δέ πάντα πλάνη σαφής καί ἀπάτη τοῦ πονηροῦ.

Ὅτε δέ καί ἐπί πᾶσι τούτοις μή πεισθῇ τις, ἀλλ’ ἔτι δή ἀναβάλλεται καί τῷ πονηρῷ ἀντιλέγει· «Πάντως, φησίν, ὅ ὀφείλω ποιῆσαι τῷ συγγενεῖ μου, τοῦτο ποιήσω εἰς ξένον, τόν κατά Θεόν μᾶλλον συγγενῆ μου ὄντα ἤ κατά σάρκα», ἀποκρίνεται ὁ δόλιος ἐχθρός καί λέγει αὐτῷ· «Καί πάντως οὕτω φροντίζει τῶν πάντων ὁ Θεός καί οὕτως οἱ πάντες εἰς γνῶσιν καί πίστιν αὐτοῦ ἐνάγονται· σύ μέν διά τῶν σῶν συγγενῶν εἴτε καί ἀλλοτρίων, αὐτός δέ πάλιν διά σοῦ καί δι’ αὐτοῦ ἕτεροι. Τίς δέ ἄρτι ἐν ταῖς ἡμέραις ταύταις ὡς σύ; Ἤ καί ποῦ ἐάσεις αὐτόν ἀπελθεῖν, ἵνα μή εὐθύς λύκου κατάβρωμα γένηται καί ἀπολέσει αὐτοῦ τήν ψυχήν, ἥν αὐτός ζημιωθήσει, ἐάν καταλείψῃς πάντως αὐτόν; ». Τότε δή τότε καί ὁ ἀδελφός ἀπατηθείς ἵσταται καί εὐλόγως καταδέχεται δεσμευθείς παρά τοῦ Σατανᾶ οὐκέτι ἀντιλέγει, πειθαρχήσας τοῖς λόγοις αὐτοῦ.

Καί ὅρα μοι πανουργίαν τοῦ δεινοῦ τούτου καί ψυχοφθόρου ληστοῦ! Δεσμέυσας οὖν αὐτόν τῇ προσπαθείᾳ οὐκέτι ἐν τῇ ὁδῷ συμπεριπατεῖ μετ’ αὐτοῦ, οὐδέ ὀχλεῖ, τό γε νῦν ἔχον, περί τούτου αὐτόν, ὡς ἄν μή γνωσθῇ αὐτοῦ ἡ ἐπιβουλή. Ἀλλά τί; Τό ἄκρον οἱονεί τοῦ σχοινίου λαβόμενος καί μακράν γεγονώς, ἀποκρύπτεται ἀπ’ αὐτοῦ ἐν τῷ σκότει, ὁ τοῦ σκότους ἀληθῶς ἀρχηγός, ἀφείς αὐτῷ τήν περί τοῦ συγγενοῦς φροντίδα καί μέριμναν. Οἶδε γάρ ὅτι ἐκεῖνος ἀντ’ αὐτοῦ διηνεκῶς ὀχλεῖ καί νύσσει αὐτόν. Τούτου οὖν γενομένου, ἐπάν πρός μέριμναν τήν οἱανοῦν χωρήσῃ τοῦ συγγενοῦς ἕνεκα, ἐκκλίνει τῆς βασιλικῆς καί εὐθείας ὁδοῦ ἧς ἀπήρξατο· καί ὅσον ἐκκλίνει, ὁ ἐχθρός εἰς βάθος που τῆς αὐτοῦ σκαιωρίας μεθίσταται καί ἐνδότερον ὑπεισερχόμενος κρύπτεται, ἔχων ἐν ταῖς αὐτοῦ χερσί τό δῆθεν σχοινίον τῆς προσπαθείας καί κρατῶν αὐτό ἀσφαλῶς καί σπουδάζων ὅλως μή γνωσθῆναι αὐτῷ.

Τῆς οὖν ὁδοῦ ὁ ἀδελφός ἐκπεσών, πρόσεχε τί ἄρχεται λέγειν ἐν ἑαυτῷ· «Ψυχήν ὁ σώσας, ὡς ὁ κτήσας». Καί οὕτω πείθει ἑαυτόν ὅτι χριστομίμητον ἔργον ἐπεχείρησε ἐπιτελέσαι. Καί εἰ μέν ἐστι γνώριμος τῶν κατά κόσμον τισίν, ἀπέρχεται πρός αὐτούς καί ποτέ μέν παρ’ ἀξίαν αὐτούς κολακεύει καί ἐπαινεῖ, ποτέ δέ ἀποτόμως ἐπιπλήττειν ἐπιχειρεῖ. Ἄλλοτε γαστρίμαργον ἑαυτόν ἀποδείκνυσι καί ἀδιάφορον καί τινας λόγους λαλεῖ, ἵνα εἰς γέλωτας πάντας κινήσῃ. Καί ἁπλῶς ἑνί ἑκάστῳ συμπεριφέρεται κατά τό θέλημα αὐτοῦ, ἵνα ἀποδεξάμενος δόσῃ χρῆμά τι. Ἐάν δέ μηδέν ἴδῃ διδόντα αὐτῷ, ἀναιδῶς οὐ παραιτεῖται ζητεῖν πανταχοῦ τήν μνείαν περιφέρων τοῦ συγγενοῦς. Οἰ δέ ἀκούοντες, σαρκικοί ὄντες καί τοῖς αὐτοῖς κακοῖς ἐμπεριεχόμενοι, ἐπαινοῦσι μᾶλλον τόν δυστυχῆ καί «Μισθόν ἔχεις μέγα» λέγουσι πρός αὐτόν. Ἐξ ὧν ἡ προσπάθεια αὐξομένη ῥιζοῖ, μᾶλλον δέ συνουλοῖ τῇ τραχήλου νοητῶς σαρκί τό ταύτης πάθος ὥσπερ σχοινίον καί ἰσχυροποιεῖται καί ἀδιάλυτον γίνεται. Ὅθεν ἐκ τοῦ κατ’ ὀλίγον ἀποσπᾷ αὐτόν τῆς καθαρᾶς προσευχῆς καί τά κατά Θεόν δάκρυα εἰς ἐναντία ἀγνώστως μεταποιεῖ καί τηνικαῦτα εἰς μῖσος καί φθόνον ἐνάγει τῶν ἐχόντων πλέον ὑπέρ αὐτόν καί μή διδόντων ἀφθόνως αὐτῷ· οὐ μόνον δέ ἀλλά καί πρός πᾶσαν ὑπακοήν ῥᾴθυμον αὐτόν καί παρήκοον ἀπεργάζεται. Εἶτα ψεύδεται καί οἰκονομίαν τό πρᾶγμα ἡγεῖται, ὡς τῷ Θεῷ δῆθεν διδούς τά εἰς τόν συγγενῆ ἐξοδιαζόμενα, καί οὐ τοῦτο μόνον, ἀλλά καί κλέπτειν ἀπό μικρῶν ἄρχεται καί οὐδέ ὅτι κλέμμα ἐστί πείθεται, ἀλλ’ ἀποβουκοληθείς τάς φρένας ὑπό τοῦ πάθους, εἴ τι δ’ ἄν καί ποιῇ ὑπερασπιζόμενος τῶν ἰδίων καί συγγενῶν, οὐκ ἔχει καταγινώσκουσαν αὐτοῦ τήν συνείδησιν. Τοιγαροῦν καί ὅταν εἰς ταῦτα πάντα καταβιβάσῃ τόν ταπεινόν μοναχόν ὁ ἐχθρός ἡμῶν διάβολος, τότε καί αὐτό τό ἄκρον δῆθεν τοῦ σχοινίου ἐν τῇ ποιωθείσῃ καί ῥιζωθείσῃ ἁμαρτίᾳ τοῦ πάθους τῆς προσπαθείας, ὡς ἐν στυλῳ τινί πεπηγμένῳ ἐν ᾅδου μυχοῖς ἐμπειριειλήσας, ἀφίησι, πληροφορίαν ἔχων ὡς οὐκέτι ἐκεῖθεν ἀνασπασθήσεται.

Ταῦτα οὖν ὡς ἐκ πολλῶν ὀλίγα περί τῶν ἀγωνιζομένων εἰρήκαμεν. Περί γάρ τῶν ἀδιαφόρως καί καταφρονητικῶς ταύτῃ τῇ ὁδῷ προσερχομένων καί πολιτείᾳ, τί δεῖ καί λέγειν ὅση τούτων ἡ πρός τούς συγγενεῖς ὑπάρχει προσπάθεια, ὅπου γε δίκην ἀναισθήτων ὀρνέων πρός πᾶσαν παγίδα τοῦ διαβόλου ἐμπίπτουσιν οἱ τοιοῦτοι, ἐκδότους ἑαυτούς πρός πᾶν πάθος ποιήσαντες, οἵ καί κατάβρωμα ἀεί τοῦ πονηροῦ γίνονται, τοῦ περιπατοῦντος καί ὠρυομένου ὡς λέοντος, τίνα καταπίῃ, καί προαιροῦνται μᾶλλον ἀποθανεῖν ἤ τῶν ἐκείνου ὀδόντων καί τοῦ δεινοτάτου φάρυγγος ἐκσπασθῆναι; Ἀλλ’ εὐξώμεθα ἡμεῖς ἐξ ὅλης προθέσεως καί διανοίας, οἱ μετά πίστεως τόν λόγον ἀκούοντες, μή ἀπατηθῆναί ποτε μηδέ δελεασθῆναι, μηδέ διά μιᾶς τινος μικρᾶς ἤ μεγάλης παραβάσεως ἐκπεσεῖν τῆς ὁδοῦ τῆς φερούσης εἰς οὐρανούς, μηδέ πάθει τινί δεσμευθῆναι, ἀλλά βαδίσαντες ἀμεταστρεπτί ἐν αὐτῇ σπεύσωμεν πορευόμενον ἔμπροσθεν ἡμῶν φθάσαι τόν Ἰησοῦν· καί γεγονότες αὐτοῦ ἐγκρατεῖς προσπέσωμεν αὐτῷ καί κλαύσωμεν ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος καί θερμῶς αἰτησώμεθα μή χωρισθῆναι αὐτόν ὅλως ποτέ ἀφ’ ἡμῶν, μηδέ ἐᾶσαι ἔξω πεσεῖν ἡμᾶς τῆς ὁδοῦ, ἥτις αὐτός ἐστιν ἐκεῖνος εἰρηκώς· «Ἐγώ εἰμι ἡ ὁδός καί ἡ ἀνάστασις καί ἡ ζωή». Τοῦτον οὖν ἐκζητήσωμεν, τοῦτον φθάσαι σπουδάσωμεν, ἵνα καί κατάσχωμεν αὐτόν, καί ἐάν τοῦτο γένηται καί συμβιοτεύσωμεν αὐτῷ καί συμπολιτευσώμεθα, οὐ μόνον ἐν τῇ ἐξόδῳ τοῦ βίου ἀλλά καί νῦν εἰς οὐρανούς αὐτῷ συνανέλθωμεν καί συναναληφθῶμεν, μᾶλλον δέ αὐτός ἡμᾶς συνανενέγκῃ καί συνδοξάσῃ καί τῶν αἰωνίων ἀγαθῶν δωρήσηται τήν ἀπόλαυσιν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καί τό κράτος νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος Η΄. Περί τελείας ἀγάπης καί τίς ἡ ταύτης ἐνέργεια. Καί ὅτι ἐὰν μή διά σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδέ πιστοί καί χριστιανοί δυνάμεθα εἶναι, ἀλλ’ οὐδέ υἱοί καί τέκνα Θεοῦ χρηματίσωμεν.

Ἀδελφοί καί πατέρες, εἰ ὁ τήν ἀρετήν ὑποκρινόμενος πρός ἀπάτην πολλῶν καί ἀπώλειαν, ἄθλιος ὄντως ἐστί καί παρά Θεῷ καί ἀνθρώποις κατακεκριμένος ὑπάρχει καί βδελυκτός, εὔδηλον ὅτι ὁ ἐμπάθειάν τινα, ἀπαθής ὤν, πρός σωτηρίαν πολλῶν καί ὠφέλειαν ἐν προσποιήσει κατά τούς παλαιούς πατέρας σχηματιζόμενος, ἐπαινετός καί μακάριος. Ὥσπερ γάρ ὁ διάβολος ἐν προσχήματι ὄφεως καί συμβουλῆς, τῷ δοκεῖν μέν χρηστῆς καί ἐπωφελοῦς, τῇ δέ ἀληθείᾳ θανασίμου τυγχανούσης καί τοῦ Θεοῦ και πάντων τῶν ἐν τῷ παραδείςῳ καρπῶν ἀποστερούσης τόν ἄνθρωπον, θεομάχος καί ἀνθρωποκτόνος ἐδείχθη, οὕτω καί ὁ ἐν προσχήματι κακίας πονηρούς τινας λόγους κατά τό φαινόμενον ἐκφέρων, ἵνα τά τελούμενα τῷ διαβόλῳ ὑπό τῶν ὑποκρινομένων τήν ἀρετήν καί εὐλάβειαν ἀναμαθών ἐπιστρέψῃ τούς δρῶντας τά κακά πρός μετάνοιαν και σωτηρίαν καί ἐξομολόγησιν, χρηστομίμητος ὄντως καί συνεργός Θεοῦ καί σωτήρ ἀνθρώπων προφανῶς γίνεται.Τοῦτο δέ μόνων ἐκείνων ἔργον ἐστίν, ὧν ἡ αἴσθησις ἀναίσθητός ἐστι τοῦ ἀέρος τούτου καί τοῦ κόσμου καί τῶν πραγμάτων αὐτοῦ τῆς αἰσθήσεως, ὧν ἡ διάνοια οὐ προσπάσχει τοῖς ὁρωμένοις ἀλλ’ ἐξέστη τῆς τοῦ σώματος ταπεινώσεως, τῶν ἰσαγγέλων λέγω, τῶν τελείως τῷ Θεῷ ἑνωθέντων καί ὅλον Χριστόν ἐν ἑαυτοῖς ὁλοτελῶς κτησαμένων ἔργῳ καί πείρᾳ, αἰσθήσει καί γνώσει καί θεωρίᾳ.

Κακόν τοιγαροῦν τό ἐπακροᾶσθαι ἤ παρατηρεῖν λάθρᾳ τί ὁ πλησίον προσομιλεῖ ἤ διαπράττεται, ἀλλ’ ἐάν πρός τό ὀνειδίσαι ἤ ἐκφαυλίσαι ἤ λοιδορῆσαι ἤ ἐκπομπεῦσαι ἐν καιρῷ ἅπερ εἶδεν ἤ ἤκουσεν· εἰ δέ πρός τό συμπαθῶς καί σοφῶς ἐν φρονήσει τά τοῦ πλησίον ἐπιδιορθώσασθαι καί ἀπό ψυχῆς ὑπέρ αὐτοῦ μετά δακρύων προσεύξασθαι τοῦτο ποιεῖ, οὐκ ἔστιν πονηρόν τό τοιοῦτον. Εἶδον γάρ ἐγώ ἄνθρωπον πολλά ἐπιτηδεύματα καί πολλούς τρόπους ποιοῦντα, ὅπως μηδέν αὐτόν τῶν γινομένων ἤ λεγομένων ὑπό τῶν συνόντων αὐτῷ διαλανθάνῃ· οὐκ ἐποίει δέ τοῦτο πρός βλάβην, μή γένοιτο, ἀλλ’ ὅπως τόν μέν λόγῳ, τόν δέ δώροις, τόν δέ ἑτέρᾳ τινί προφάσει τῶν ἐναντίων πράξεων καί λογισμῶν ἀποστήσῃ. Καί εἶδον τόν τοιοῦτον ποτέ μέν κλαίοντα διά τόν δεῖνα, ποτέ δέ θρηνοῦντα ὑπέρ τοῦ δεῖνος, ποτέ δέ καί τάς ἑαυτοῦ ὄψεις καί τό στῆθος αὐτοῦ τύπτονα ὑπέρ ἄλλου, τό τοῦ ἁμαρτήσαντος ἐν λόγῳ ἤ ἐν ἔργῳ ἀναδεχόμενον πρόσωπον δηλονότι, καί ὡς ἐκεῖνον αὐτόν εἶναι τόν τό κακόν ποιήσαντα λογιζόμενον ἑαυτόν καί τῷ Θεῷ ἐξομολογούμενον καί προσπίπτοντα καί πενθοῦντα σφοδρῶς. Καί εἶδον ἕτερον ἐπί τοῖς κατορθοῦσι καί ἀγωνιζομένοις τοσοῦτον χαίροντα καί τήν ἐκείνων προκοπήν ἀποδεχόμενον, ὡς δοκεῖν ἐκεῖνον αὐτόν μᾶλλον ἤ ἐκείνους τῶν ἀρετῶν καί πόνων μέλλειν ἀπολήψεσθαι τούς μισθούς· ἐπί δέ τοῖς ἐν λόγῳ ἤ ἔργῳ καταπίπτουσι καί τοῖς κακοῖς ἐπιμένουσι τοσοῦτον ἐλυπεῖτο καί ἔστενεν, ὡς δοκεῖν αὐτόν μόνον ἐν ἀληθείᾳ ὑπέρ ἐκείνων πάντων λόγον ἀποδοῦναι προσαπαιτούμενον καί τῇ κολάσει παραδοθῆναι. Καί εἶδον ἕτερον οὕτω τήν σωτηρίαν τῶν ἀδελφῶν αὐτοῦ παραζηλοῦντα καί θέλοντα, ὡς πολλάκις μετά δακρύων θερμῶν ἐξ ὅλης ψυχῆς δέεσθαι τοῦ φιλανθρώπου Θεοῦ ἤ κἀκείνους σωθῆναι ἤ καί αὐτόν σύν ἐκείνοις κατακριθῆναι, ἀπό διαθέσεως θεομιμήτου καί Μωσαϊκῆς ὅλως σωθῆναι μόνον ἑαυτόν θέλοντα. Τῇ ἁγίᾳ γάρ ἀγάπῃ ἐν Ἁγίῳ Πνεύματι πνευματικῶς αὐτοῖς συνδεθείς, οὐδέ εἰς αὐτήν τήν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν προῃρεῖτο καί χωρισθῆναι αὐτῶν. Ὤ δεσμός ἅγιος, ὤ δύναμις ἄφατος, ὤ ψυχῆς οὐρανόφρονος, μᾶλλον δέ εἰπεῖν θεοφορουμένης καί ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ καί τῇ τοῦ πλησίον σφόδρα τετελειωμένης!

Ὁ τοίνυν εἰς ταύτην οὔπω πεφθακώς τήν ἀγάπην, μηδέ ἴχνος αὐτῆς ἐν τῇ ἑαυτοῦ ψυχῇ θεασάμενος μηδέ τήν παρουσίαν αὐτῆς ὅλως ἐπαισθανθείς, ἔτι τῇ γῇ καί τοῖς ἐν τῇ γῇ μᾶλλον δέ ὑπό γῆν κρύπτεσθαι πέφυκεν, ὥσπερ ὁ λεγόμενος ἀσπάλαξ, τυφλός δηλαδή ὤν καί αὐτός ὡς ἐκεῖνος καί μόνῃ τῇ ἀκοῇ τῶν ἐπί γῆς λαλούντων ἐπακρουώμενος. Ὤ τῆς συμφορᾶς, ὅτι ἐκ Θεοῦ γεννηθέντες καί ἀπαθανατισθέντες ἐπουρανίου τε κλήσεως μέτοχοι καί κληρονόμοι Θεοῦ καί συγκληρονόμοι Χριστοῦ καί πολῖται τῶν οὐρανῶν γενόμενοι, αἴσθησιν οὔπω τῶν τοσούτων ἐλάβομεν ἀγαθῶν· ἀλλ’ ἀναισθήτως, ἵν’ οὕτως εἴπω, ὥσπερ σίδηρος ἐμβάλλεται τῷ πυρί ἤ ὡς ἄψυχον δέρμα ἐμβάπτεται ἀνεπαισθήτως κοκκίνῃ βαφῇ, οὕτω καί ἡμεῖς ἔτι ἐν τοῖς τοσούτοις ἀγαθοῖς τοῦ Θεοῦ μέσον ὄντες διακείμεθα, μηδεμίαν αἴσθησιν ἐν ἑαυτοῖς ἔχειν ὁμολογοῦντες. Καί ὡς ἤδη σεσωσμένοι καί τοῖς ἁγίοις κατειλεγμένοι ἐνσεμνυνόμεθα, σχηματιζόμενοί τε καί κοσμούμενοι καί τήν ἁγιωσύνην ὑποκρινόμενοι, ὡς ἐπί ὀρχήστρας ἤ σκηνῆς ἀθλίως βοιοῦντες, τοῖς μίμοις καί ταῖς πόρναις ἐξομοιούμεθα, αἵ τό φυσικόν οὐκ ἔχουσαι κάλλος ἐπιτρίμμασι καί βαφαῖς ξέναις ἑαυτάς κοσμεῖν ἀφρόνως οἴονται. Ἀλλ’ οὐχί καί τῶν ἁγίων τῶν ἄνωθεν γεννωμένων οἱ χαρακτῆρες τοιοῦτοι.

Χρεών δέ εἰδέναι, ὅτι ὥσπερ τό βρέφος ὅταν τῆς μητρικῆς νηδύος προέλθοι, τοῦ ἀέρος τούτου ἀνεπαισθήτως αἰσθάνεται καί εὐθέως πρός κλαυθμόν καί θρῆνον αὐτομάτως κινεῖται, οὕτω καί ὁ γεννηθείς ἄνωθεν καί ἐκ τοῦ κόσμου μέν τούτου ὡς ἐκ νηδύος σκοτεινῆς προελθών, εἰσελθών δέ εἰς τό νοητόν καί οὐράνιον φῶς καί οἱονεί προκύψας ἔνδον τούτου μικρόν, εὐθύς χαρᾶς ἀφάτου πληροῦται καί δάκρυα ἀνωδύνως προχέει, ἐννοῶν, τό εἰκός, ὅθεν ἐρρύσθη καί ἐν οἵῳ γενέσθαι κατηξιώθη φωτί· ἀρχή γάρ τοῦ εἰς χριστιανούς καταλεγῆναί τινα τοῦτό ἐστιν. Οἱ δέ γε τοῦ τοιούτου καλοῦ ἐν γνώσει καί θεωρίᾳ μήπω γενόμενοι, μηδέ ζητήσαντες αὐτό ἐν ἐπιμονῇ πολλῇ καί θρήνοις καί δάκρυσιν, ἵνα διά τῶν τοιούτων πράξεων καθαρθέντες τύχωσιν αὐτοῦ καί τέλεον ἑνωθέντες αὐτῷ κοινωνίαν σχῶσι μετ’ αὐτοῦ, εἰπέ, χριστιανοί καθόλου κληθῶσιν; Οὐκ εἰσί γάρ ὡς χρή. Εἰ γάρ τό γεννώμενον ἐκ τῆς σαρκός σάρξ ἐστι καί τό γεννώμενον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν, ὁ σωματικῶς γεννηθείς καί ἀνήρ γεγονώς, πνευματικῶς δέ μηδέ ὅτι γε ὀφείλει γεννηθῆναι ἐννοήσας ἤ πιστεύσας ἤ σπουδάσας ποτέ, πῶς ἄρα πνευματικός γένηται καί πνευματικοῖς ἀνδράσιν ἑαυτόν συναριθμήσειεν, εἰ μή λάθρᾳ, ὡς ὁ τά ῥυπαρά ἱμάτια ἐνδεδυμένος, ἑαυτόν παρενείρει τοῖς λαμπροφοροῦσιν ἁγίοις, καί ἐπί τῆς βασιλικῆς τραπέζης μετ’ αὐτῶν συνανακλιθείς ἔξω βληθείη χεῖρας καί πόδας δεθείς, ὡς μή φωτός υἱός ἀλλά σαρκός καί αἵματος, καί παραπεμφθείη τῷ αἰωνίῳ πυρί, τῷ ἡτοιμασμένῳ τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ; Ὁ γάρ λαβών ἐξουσίαν υἱός γενέσθαι Θεοῦ βασιλείας τε οὐρανῶν καί αἰωνίων ἀγαθῶν κληρονόμος, ὁ μαθών πολυτρόπως διά ποίων ἔργων και ἐντολῶν ὀφείλει εἰς ταύτην τήν τιμήν καί τήν δόξαν ἀναχθῆναι, καί τούτων μέν ἁπάντων καταφρονήσας, προτιμήσας δέ τά ἐπίγεια καί φθειρόμενα καί τόν χοιρώδη βίον προκρίνας καί τήν πρόσκαιρον δόξαν τῆς αἰωνίου δόξης κρείττονα ἡγησάμενος, πῶς οὐχί δικαίως πάντων τῶν πιστῶν χωρισθήσεται καί μετά τῶν ἀπίστων σύν αὐτῷ τῷ διαβόλῳ κατακριθήσεται;

Διό παρακαλῶ πάντας ὑμᾶς, ἀδελφοί καί πατέρες, σπουδάσατε ἕως καιρός ἐστι καί ἐν τοῖς ζῶσίν ἐσμεν, ἀγωνίσασθε ἵνα υἱοί Θεοῦ γένησθε, ἵνα φωτός χρηματίσητε τέκνα - ταῦτα γάρ ἡ ἄνωθεν ἡμῖν γέννησις δίδωσι -, μισήσατε τόν κόσμον καί τά ἐν κόσμῳ, μισήσατε τήν σάρκα καί τά ἐξ αὐτῆς τικτόμενα πάθη, μισήσατε πᾶσαν ἐπιθυμίαν κακήν καί τήν πλεονεξίαν μέχρι ἐλαχίστου εἴδους καί πράγματος. Τοῦτο δέ ποιῆσαι δυνησόμεθα, ἐάν τό μέγεθος τῆς μελλούσης ἡμᾶς διαδέξασθαι δόξης καί χαρᾶς καί τρυφῆς ἐννοήσωμεν. Τί γάρ, εἰπέ μοι, τοσοῦτον μεῖζον ἐν οὐρανῷ ἤ ἐπί τῆς γῆς ὡς τό γενέσθαι τινά υἱόν Θεοῦ καί κληρονόμον αὐτοῦ καί συγκληρονόμον Χριστοῦ; Πάντως οὐδέν! Ἀλλά διά τό προτιμᾶν ἡμᾶς τά ἐπίγεια καί τά ἐν χερσί καί διά τό μή ζητεῖν τά ἐν οὐρανοῖς ἀποκείμενα ἀγαθά μηδέ τῷ πόθῳ τούτων ἐκκρέμασθαι, σαφῆ παρέχομεν τοῖς ὁρῶσιν ἀπόδειξιν ὅτι πρῶτον μέν ἀπιστίας νόσῳ κρατούμεθα, καθώς γέγραπται· «Πῶς δύνασθε πιστεύειν δόξαν παρά ἀνθρώπων λαμβάνοντες, τήν δέ δόξαν τήν παρά τοῦ μόνου Θεοῦ μή ἐπιζητοῦντες;» - ἔπειτα καί δοῦλοι παθῶν γεγονότες τῇ γῇ καί τοῖς ἐν αὐτῇ προσηλούμεθα μηδ’ ὅλως ἀνανεῦσαι βουλόμενοι πρός οὐρανούς καί Θεόν, ἀλλ’ ἐν ἀφροσύνῃ ψυχῆς παρακρουόμενοι τάς τοῦ Θεοῦ ἐντολάς ἐκπίπτομεν τῆς υἱοθεσίας αὐτοῦ.

Τί γάρ ἀφρονέστερον, εἰπέ μοι, τοῦ παρακούοντος τοῦ Θεοῦ καί μή σπουδάζοντος ἐπιτυχεῖν τῆς υἱοθεσίας αὐτοῦ; Ὁ γάρ πιστεύων ὅτι ἔστι Θεός, μεγάλα τινά φαντάζεται περί αὐτοῦ. Οἶδε γάρ ὅτι μόνος Δεσπότης καί Κτίστης καί Κύριος αὐτός ἐστι τῶν ἀπάντων, καί ὅτι ἀθάνατος, ἀῒδιος, ἀκατάληπτος, ἄφραστος, ἄφθαρτος, καί τῆς βασιλείας αὐτοῦ τέλος οὐκ ἔσται. Ὁ γοῦν τοιοῦτον εἰδώς τόν Θεόν, πῶς οὐ ποθήσει αὐτόν; Πῶς οὐ σπουδάσει καί αὐτήν τήν ψυχήν αὐτοῦ εἰς θάνατον ὑπέρ τῆς ἀγάπης αὐτοῦ θεῖναι, ἵνα καταξιωθῇ, μή εἴπω υἱός αὐτοῦ καί κληρονόμος γενέσθαι, ἀλλά κἄν τῶν γνησίων αὐτοῦ δούλων εἷς, τῶν ἱσταμένων πλησίον αὐτοῦ; Εἰ δέ πᾶς μέν ὁ ἀγωνιζόμεος καί φυλάττων ἀπαρατρώτως πάσας τάς ἐντολάς τοῦ Θεοῦ, καί τέκνον Θεοῦ καί υἱός Θεοῦ γεννηθείς ἄνωθεν γίνεται, καί πιστός ὄντως καί χριστιανός τοῖς πᾶσι γνωρίζεται, ἡμεῖς δέ τῶν τοῦ Θεοῦ ἐντολῶν καταφρονοῦμεν καί ἀθετοῦμεν τούς νόμους αὐτοῦ, οὕς ἐκδικήσει ἐκεῖνος ἐλθών μετά δόξης αὖθις καί δυνάμεως φοβερᾶς, καί δεικνύομεν ἑαυτούς ἐν μέν τῇ πίστει τοῖς ἔργοις αὐτοῖς ἀπίστους, ἐν δέ τῇ ἀπιστίᾳ διά τῶν λόγων μόνον πιστούς. Ἄνευ γάρ ἔργων, μή πλανᾶσθε, οὐδέν ἡμᾶς ἡ πίστις μόνη ὠφελήσει· νεκρά γάρ ἐστι, νεκροί δέ ζωῆς οὐ γίνονται μέτοχοι, εἰ μή πρότερον διά τῆς τῶν ἐντολῶν ἐργασίας ταύτην ζητήσουσιν. Ἐν γάρ τῇ ἐργασίᾳ τούτῃ ἀναφύεται ὥσπερ τις πολύχους καρπός ἐντός ἡμῶν ἡ ἀγάπη, ἡ ἐλεημοσύνη, ἡ πρός τόν πλησίον συμπάθεια, ἡ πραότης, ἡ ταπείνωσις, ἡ ὑπομονή τῶν πειρασμῶν, ἡ ἁγνεία, ἡ καθαρότης τῆς καρδίας, δι’ ἧς καταξιούμεθα ὁρᾶν τόν Θεόν καί ἐν ᾗ ἡ τοῦ Ἁγίου Πνεύματος παρουσία καί ἔλλαμψις γίνεται, ἥτις καί ἄνωθεν ἡμᾶς γεννᾷ καί υἱούς Θεοῦ ἀποτελεῖ καί τόν Χριστόν ἐπενδύει καί τήν λαμπάδα ἀνάπτει καί τέκνα φωτός ἀποδεικνύει καί τοῦ σκότους τάς ψυχάς ἐλεθεροῖ καί τῆς αἰωνίου ζωῆς κοινωνούς ἡμᾶς ἀπ’ ἐντεῦθεν ἤδη γνωστῶς ἀπεργάζεται.

Μή οὖν ἐπί μόναις ἄλλαις τισίν ἐργασίαις καί ἀρεταῖς θαρρήσαντες, νηστείαις λέγω ἤ ἀγρυπνίαις ἤ χαμευνίαις καί ποικίλαις ἄλλαις κακοπαθείαις, ταύτης τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ Κυρίου καταφρονήσωμεν, ὡς δι’ ἐκείνων καί χωρίς ταύτης σωθῆναι δυνάμενοι. Ἀδύνατον γάρ τοῦτο, ἀδύνατον! Καί πειθέτωσάν σε καί αἱ πέντε μωραί παρθένοι καί οἱ πολλά σημεῖα καί θαύματα ἐν τῷ τοῦ Χριστοῦ ὀνόματι πεποιηκότες, οἵ διά τό μή ἔχειν ἐν ἑαυτοῖς τήν ἀγάπην καί τήν τοῦ Παναγίου Πνεύματος χάριν ἤκουσαν ἀπό τοῦ Κυρίου· «Ἀπέλθατε ἀπ’ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας! Οὐ γάρ οἶδα ὑμᾶς πόθεν ἐστέ», καί οὐ μόνον οὗτοι ἀλλά μετά τούτων καί πολλοί ἕτεροι, οἵτινες παρά μέν τῶν ἁγίων ἐβαπτίσθησαν ἀποστόλων καί τῶν μετά ταῦτα ἁγίων, τῆς δέ χάριτος τοῦ Ἁγίου Πνεύματος μή καταξιωθέντες διά πονηρίας ὑπερβολήν, οὔτε βίον ἄξιον τῆς κλήσεως ἧς ἐκλήθησαν ἐπεδείξαντο, οὔτε τέκνα Θεοῦ ἐχρημάτισαν, ἀλλ’ ἔμειναν σάρκες ὄντες καί αἵματα, μηδέ ὅτι ἐστι Πνεῦμα πιστεύσαντες ἤ ζητήσαντες ἤ λαβεῖν προσδοκήσαντες.Ὅθεν οἱ τοιοῦτοι οὐδέ τῶν τῆς σαρκός ἐπιθυμιῶν οὐδέ τῶν ψυχικῶν παθῶν δεσπόται ποτέ γενέσθαι ἰσχύσουσιν, οὔτε τι γενναῖον ἐν ἀρεταῖς ἐπιδείξονται, φησί γάρ ὁ Κύριος· «Οὐ δύνασθε χωρίς ἐμοῦ ποιεῖν οὐδεν». Ἀλλά παρακαλῶ, πατέρες καί ἀδελφοί, σπουδάσωμεν ἡμεῖς ὅση δύναμις, ἵνα μέτοχοι ἔνθεν ἤδη τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς καταξιωθῶμεν γενέσθαι, ὅπως καί τῶν παρόντων καί τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος Θ΄. Περί ἐλεημοσύνης. Καί τίς ἐστιν ὁ πεινῶντα τόν Θεόν τρέφων καί διψῶντα ποτίζων καί καθεξῆς. Καί πῶς τοῦτό τινι κατορθωθήσεται. Καί ὅτι εἰ μή τις καί ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καί θρέψει καί ποτίσει Χριστόν, οὐδέν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τούς πένητας, ἑαυτόν δέ ἄτροφον παρορᾶν καί γυμνόν τῆς δικαιοσύνης τοῦ Θεοῦ.

Ἀδελφοί καί πατέρες, ἔδει μέν μή τολμᾶν με πρός ὑμᾶς ὅλως φθέγγεσθαι, μηδέ διδασκάλου τάξιν ἐπέχειν ἐνώπιον τῆς ἀγάπης ὑμῶν· ἀλλ’ ἐπεί περ ἐπίστασθε ὅτι, ὥσπερ τό ὑπό τοῦ τεχνίτου κατασκευασθέν ὄργανον οὐχ ὅταν ἐκεῖνο βούληται, ἀλλ’ ὅταν ὑπό τοῦ πνεύματος οἱ αὐλοί μέν πληρωθῶσιν, ὑπό δέ τῶν δακτύλων τοῦ τεχνίτου εὐρύθμως κρούηται, τότε καί τόν ἦχον ἀποτελεῖ καί τάς ἀκοάς τῶν πάντων ἡδυτάτου μέλους ἀποπληροῖ, οὕτω δέ καί ἐπ’ ἐμοί συμβαίνειν ἐννοεῖν ὑμᾶς χρή καί μή, τῇ ὀργάνου εὐτελείᾳ ἀποβλέποντας, ἀηδῶς πρός τά ῥηθήσεσθαι μέλλοντα διατεθῆναι. Ἀλλά πρός τήν τοῦ Πνεύματος χάριν, τήν ἄνωθεν ἐμπνέουσαν καί πληροῦσαν τῶν πιστῶν τάς ψυχάς, καί πρός αὐτόν τόν δάκτυλον τοῦ Θεοῦ, τόν τάς νευράς τοῦ νοός κρούοντα καί πρός τό λαλεῖν ἡμᾶς διεγείροντα ἀφορῶντες, ὡς σάλπιγγος ἠχούσης δεσποτικῆς ἤ, ἀληθέστερον εἰπεῖν, τοῦ Βασιλέως τῶν ὅλων ὡς δι’ ὀργάνου λαλοῦντος ἡμῖν, μετά φόβου καί τρόμου ἐν συνέσει καί ἡσυχίᾳ πολλῇ ἀκούσατε.

Πάντες μέν ἄνθρωποι σκοπεῖν καί ἑαυτοῖς προσέχειν ὀφείλομεν, πιστοί τε καί ἄπιστοι, μικροί τε καί μεγάλοι, ἵνα οἱ μέν ἄπιστοι πρός ἐπίγνωσιν καί πίστιν τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ γενώμεθα, οἱ δέ πιστοί ἵνα καλῶς πολιτευσάμενοι εὐάρεστοι αὐτῷ ἐν παντί ἔργῳ ἀγαθῷ ἀναφανῶμεν· οἱ δέ μικροί ὅπως τοῖς μεγάλοις ὑποταγῶμεν διά τόν Κύριον, οἱ μεγάλοι δέ ὡς πρός τέκνα γνήσια τούς μικρούς διατεθῶμεν διά τήν λέγουσαν ἐντολήν τοῦ Κυρίου· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνί ἑκάστῳ τούτων τῶν ἐλαχίστων, ἐμοί ἐποιήσατε». Οὐ γάρ περί τῶν πενομένων μόνον, ὥς τινες οἴονται, καί τῶν τῆς σωματικῆς τροφῆς ἀπορούτων τοῦτο ὁ Κύριος εἴρηκεν, ἀλλά καί περί πάντων τῶν ἄλλων ἡμῶν ἀδελφῶν, τῶν οὐ λιμῷ τηκομένων ἄρτου καί ὕδατος, ἀλλά λιμῷ ἀργίας καί ὑπακοῆς τῶν ἔντολῶν τοῦ Κυρίου - ὅσῳ γάρ ἡ ψυχή τιμιωτέρα ὑπάρχει τοῦ σώματος, τοσοῦτον καί ἡ πνευματική τροφή τῆς σωματικῆς ἀναγκαιοτέρα καθέστηκεν, - οἶμαι δέ ὅτι καί περί ταύτης μᾶλλον λέγειν τόν Κύριον· «Ἐπείνασα καί οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καί οὐκ ἐποτίσατέ με», ἤ περί τῆς σωματικῆς καί φθειρομένης τροφῆς. Διψᾷ γάρ ἀληθῶς τήν σωτηρίαν ἑνός ἑκάστου ἡμῶν καί πεινᾷ, ἡ δέ σωτηρία ἡμῶν ἡ ἀποχή πάσης ἁμαρτίας ἐστίν· ἀποχήν δέ πάσης ἁμαρτίας δίχα τῆς τῶν ἀρετῶν ἐργασίας καί τῆς ἐκπληρώσεως πασῶν τῶν ἐντολῶν κατορθωθῆναι ἀδύνατον. Διά γάρ τῆς τῶν ἐντολῶν ἐκπληρώσεως τρέφεσθαι εἴωθε παρ’ ἡμῶν ὁ Δεσπότης ἡμῶν καί Θεός καί Κύριος τοῦ παντός. Λέγουσι γάρ οἱ πατέρες ἡμῶν οἱ ἅγιοι ὅτι καθάπερ ἐκ τῶν πονηρῶν ἡμῶν πράξεων οἱ δαίμονες τρέφονται καί ἰσχύουσι καθ’ ἡμῶν, ἐπάν δέ ἡμεῖς τῶν κακῶν ἀφιστάμεθα, λιμοκτονοῦνται ἐκεῖνοι καί ἐκνευρίζονται, οὕτω λογίζομαι καί τόν διά τήν ἡμετέραν σωτηρίαν πτωχεύσαντα τρέφεσθαι παρ’ ἡμῶν καί παρορᾶσθαι πάλιν λιμώττοντα. Καί τοῦτο ἐξ αὐτοῦ τοῦ βίου τῶν ἁγίων ἔστι γνῶναι καί πληροφορηθῆναι ἡμᾶς καί, ἵνα τούς ἄλλους παρήσω πολλούς ὄντας καί ὑπέρ ἀριθμόν ψάμμου πέλοντας, ἐξ ἑνός ἤ μιᾶς ἁγίας πληροφορήσω τήν ὑμετέραν ἀγάπην.

Οἶδα ὅτι Μαρίας τῆς Αἰγυπτίας τόν βίον ἀκούετε, οὐκ ἄλλου τινός διηγουμένου αὐτόν, ἀλλ’ αὐτῆς ἐκείνης τῆς ἰσαγγέλου ὡς ἐν τάξει ἐξαγορεύσεως τήν πτωχείαν αὐτῆς δηλούσης ἐν τῷ εἰπεῖν ὅτι· «Οὐδέ διδόντων μοι πολλάκις τινῶν τῆς ἁμαρτίας μισθόν ἐλάμβανον. Τοῦτο δέ, φησίν, ἐποίουν οὐχ ὡς εὐποροῦσα τῶν ἀναγκαίων - στυππεῖον γάρ νήθουσα ἐτρεφόμην -, ἀλλ’ ὅπως πολλούς ἐραστάς σχῶ ἐν ἑτοίμῳ τοῦ πάθους μου». Καί ὅτε ἐν τῷ πλοίῳ εἰσελθεῖν ἔμελλε καί εἰς Ἀλεξάνδρειαν ἀπελθεῖν, ἐπί τοσοῦτον ὑπῆρχε πτωχή, ὡς μηδέ ναῦλον, μηδέ δαπάνην κεκτῆσθαι αὐτήν. Ὅτε δέ τῇ παναμώμῳ Θεοτόκῳ συνταξαμένη ἐπί τήν ἔρημον ὥρμησε, δύο παρά τινος φόλλεις λαβοῦσα ἄρτους ὠνήσατο, καί οὕτω τόν Ἰορδάνην διαπεράσασα μέχρι τέλους αὐτῆς ἐν τῇ ἐρήμῳ ἐνεκαρτέρησε, μηδέ ἀνθρώπου πρόσωπον ἰδοῦσα, εἰ μή μόνον τοῦ Ζωσιμᾶ, μή τοί γε πεινῶντα πτωχόν θρέψασα ἤ διψῶντα ποτίσασα ἤ γυμνόν ἐπενδύσασα ἤ τούς ἐν φυλακῇ ἐπισκεψαμένη ἤ ξένους συναγαγοῦσα· τοὐναντίον μᾶλλον μέν οὖν καί πρός ἀπωλείας βάραθρον πολλούς συνελάσασα, ἐν τῷ καταγωγίῳ τῆς ἁμαρτίας αὐτούς ὑπεδέχετο. Πῶς οὖν, εἰπέ μοι, σωθήσεται αὕτη καί μετά τῶν ἐλεημόνων εἰς τήν τῶν οὐρανῶν βασιλείαν συνεισελεύσεται, ἡ μήτε πλοῦτον καταλιποῦσα, μήτε ὑπάρχοντα δοῦσα πένησι, μήτε ἐλεημοσύνην ποτέ ὅλως ποιήσασα, χρηματίσασα δέ μᾶλλον ἄλλοις μυρίοις πρόξενος ἀπωλείας; Ὁρᾷς πῶς ἐάν διά χρημάτων καί σωματικῆς τροφῆς μόνης τήν ἐλεημοσύνην εἴπωμεν γίνεσθαι καί διά ταύτης παρ’ ἡμῶν τόν Κύριον τρέφεσθαι καί μόνους τούς οὕτω τρέφοντας αὐτόν καί ποτίζοντας καί ἁπλῶς θεραπεύοντας σῴζεσθαι, τούς δέ μή τοῦτο ποιοῦντας ἀπόλλυσθαι, ἄτοπον εἶναι δόξει τοῦτο, ὡς καί πολλούς τῶν ἁγίων τῆς βασιλείας ἐκβάλλεσθαι. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι!

Τά γάρ ἐν τῷ κόσμῳ πράγματά τε καί χρήματα κοινά τῶν πάντων ἐστίν, ὥσπερ τό φῶς καί ὁ ἀήρ οὗτος ὅν ἀναπνεύομεν, καί αὐτή ἡ βοσκή τοῖς ἀλόγοις ζῴοις ἔν τε τοῖς πεδίοις ἔν τε τοῖς ὄρεσι. Πᾶσι μέν οὖν τά πάντα κοινά τῇ χρήσει μόνῃ τῆς ἀπολαύσεως καθεστήκασι, κατά δεσποτείαν δέ οὐδενός· ἡ δέ πλεονεξία, ὥσπερ τύραννος εἰσελθοῦσα τῷ βίῳ, τά κοινῶς τοῖς πᾶσιν ὑπό τοῦ Δεσπότου δοθέντα ἄλλοθεν ἄλλως ὑπό τῶν αὐτῆς δούλων καί ὑπηρετῶν κατεμερίσατο, φραγμοῖς περικλείσασα καί πύργοις καί μοχλοῖς καί θύραις κατασφαλισαμένη, πάντας ἄλλους ἀνθρώπους τῆς ἀπολαύσεως τῶν τοῦ Δεσπότου ἀγαθῶν ἀπεστέρησε, δεσπότης εἶναι τούτων ἡ ἀναιδής λέγουσα καί μηδένα ἀδικεῖν τῶν ἁπάντων φιλονεικοῦσα. Οἱ δέ ὑπηρέται καί δοῦλοι τῆς τυράννους ταύτης, κατά διαδοχήν ἕκαστος αὐτῶν οὐ δεσπότης τῶν ἀποκειμένων πραγμάτων καί χρημάτων, ἀλλά πονηρός τις δοῦλος καί φύλαξ γίνεται. Πῶς οὖν, εἰ ἐκ τῶν τοιούτων χρημάτων ἤ φόβῳ τῶν ἀπειλουμένων τιμωριῶν ἤ ἐλπίδι τοῦ ἑκατονταπλασίονα λήψεσθαι ἤ συμφοραῖς ἀνθρώπων ἐπικαμφθέντες, ὀλίγα τινά ἤ και πάντα ἐξενεγκόντες, τοῖς ἐν στενοχωρίᾳ καί ὑστερήσει μέχρι τότε παρεωραμένοις δώσουσιν, ἐλεήμονες λογισθήσονται, ἤ ὡς Χριστόν θρέψαντες ἤ ὡς ποιήσαντες ἔργον μισθοῦ ἄξιον; Οὐδαμῶς, ἀλλ’ ὡς ἐγώ φημι, καί μετάνοιαν χρεωστοῦσι μέχρι θανάτου, ὑπέρ ὧν ἐπί χρόνοις ταῦτα κατέσχον καί τούς ἀδελφούς τήν χρῆσιν αὐτῶν ἀπεστέρησαν.

Πῶς δέ καί οἱ κατά τό δοκεῖν πτωχοί γεγονότες - ὥσπερ Χριστός ὁ Θεός, πλούσιος ὤν, ἐπτώχευσε δι’ ἡμᾶς- , αὐτούς ἡμᾶς ἐλεοῦντες τόν δι’ ἡμᾶς γενόμενον ὡς ἡμεῖς ἐλεεῖν λογιζόμεθα; Νόει μοι καλῶς τό λεγόμενον. Ἐγένετο ὁ Θεός διά σέ πτωχός ἄνθρωπος, γενέσθαι χρεωστεῖς καί σύ, ὁ πιστεύων εἰς αὐτόν, ὅμοιος ἐκείνῳ πτωχός. Πτωχός ἐκεῖνος κατά τήν ἀνθρωπότητα, πτωχός σύ κατά τήν Θεότητα. Σκόπησον τοίνυν πῶς θρέψεις αὐτόν, πρόσεχε ἀκριβῶς. Ἐπτώχευσεν ἵνα σύ πλουτήσῃς, ἵνα σοί μεταδῷ τοῦ πλούτου τῆς χάριτος αὐτοῦ· διά τοῦτο σάρκα ἀνέλαβεν ἐκεῖνος, ἵνα μεταλάβῃς σύ τῆς ἐκείνου Θεότητος. Ὅταν γοῦν σεαυτόν πρός ὑποδοχήν αὐτοῦ εὐτρεπίσῃς, τότε ὑποδεχθήσεσθαι αὐτόν ὑπό σοῦ λέγεται. Ὅταν δέ δι’ ἐκεῖνον πεινᾷς σύ καί διψᾷς, τροφή ἐκείνῳ καί πόσις ταῦτα λογίζεται. Πῶς; Ὅτι διά τούτων καί τῶν τοιούτων ἔργων καί πράξεων καθαίρεις σου τήν ψυχήν καί τοῦ λιμοῦ καί τοῦ ῥύπου τῶν παθῶν ἀπαλλάττεις σαυτόν· καί ὁ ἀναδεξάμενός σε οὕτω καί ἰδιοποιησάμενος τά κατά σέ πάντα Θεός καί θεόν σε ποιῆσαι ἐπιποθῶν, ὡς ἐκεῖνος ἐγένετο ἄνθρωπος, ἅπερ ποιεῖς σεαυτῷ, ἐκεῖνος ταῦτα πανθάνειν λογίζεται καί λέγει· «Ἐφ’ ὅσον ἐποίησας τῇ ἐλαχίστῃ ψυχῇ σου, ἐμοί ἐποίησας».

Διά ποίων γάρ ἄλλων ἔργων οἱ ἐν σπηλαίοις καί ὄρεσι τῷ Θεῷ εὐηρέστησαν, εἰ μή δι’ ἀγάπης πάντως καί μετανοίας καί πίστεως - πάντα γάρ τόν κόσμον ἀφέντες καί αὐτῷ μόνῳ ἀκολουθήσαντες, διά μετανοίας καί δακρύων ἐδέξαντό τε αὐτόν καί ἐξένισαν, ἔθρεψάν τε καί διψῶντα ἐπότισαν -, ἄλλως δέ πάντες πάντως οἵ ἐκ τοῦ ἁγίου βαπτίσματος υἱοί Θεοῦ χρηματίζουσιν, ἐλάχιστοι δέ καί κατά κόσμον εἰσί καί πτωχοί; Οἱ οὖν γνόντες ἐν αἰσθήσει ψυχῆς ὅτι υἱοί γεγόνασι τοῦ Θεοῦ, οὐκέτι ἀνέχονται κόσμῳ καλλωπισθῆναι φθαρτῷ, ἐνδεδυμένοι γάρ εἰσι τόν Χριστόν. Τίς δέ ἀνθρώπων καταδέξεταί ποτε, πορφύρᾳ βασιλικῇ ἐστολισμένος, ῥυπῶντα και διερρωγότα χιτῶνα ἐπάνω ταύτης ἐνδύσασθαι; Οἱ δέ μή τοῦτο εἰδότες καί γυμνοί τοῦ βασιλικοῦ ὄντες ἐνδύματος, σπουδάσαντες δέ διά μετανοίας καί τῶν ἄλλων, ὡς εἴπομεν, ἀγαθοεργιῶν καί ἐνδυσάμενοι οὕτω τόν Χριστόν, αὐτόν ἐκεῖνον ἐνδύουσι τόν Χριστόν· χριστοί γάρ καί αὐτοί, ὡς υἱοί Θεοῦ ἀπό τοῦ θείου βαπτίσματος, πέλουσιν. Εἰ δέ μή τοῦτο ποιήσουσιν, ἀλλά τούς γυμνούς μέν ἅπαντας, τούς ἐν τῷ κόσμῳ, ἐνδύσουσιν, ἑαυτούς δέ γυμνούς καταλείψουσι, τί ὠφέλησαν; Εἶτα πάλιν, ἀδελφοί Χριστοῦ οἱ βαπτισθέντες εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος λεγόμεθα· καί οὐ τοῦτο μόνον, ἀλλά καί μέλη ἐσμέν αὐτοῦ. Ἀδελφός οὖν ὑπάρχων αὐτοῦ καί μέλος, ἐάν πάντας μέν ἄλλους τιμήσῃς, ξενίσῃς, θεραπεύσῃς, σεαυτόν δέ παρίδῃς καί διά πάντων οὐκ ἀγωνίσῃ εἰς τό ἀκρότατον τῆς κατά Θεόν πολιτείας καί τιμῆς ἀνελθεῖν, ἀλλά λιμῷ ὀκνηρίας ἤ δίψει ῥᾳθυμίας ἤ φυλακῇ στενωτάτῃ τοῦδε τοῦ ῥυπαροῦ σώματος διά γαστριμαργίας ἤ φιληδονίας τήν σεαυτοῦ ψυχήν καταλείψῃς ῥυπῶσαν, αὐχμῶσαν, ἐν βαθυτάτῳ σκότει κειμένην ὡσεί νεκράν, οὐχί τόν τοῦ Χριστοῦ ἐνύβρισας ἀδελφόν; Οὐχί πεινῶντα αὐτόν καί διψῶντα κατέλιπες; Οὐχί φυλακῇ ὄντα οὐκ ἐπεσκέψω αὐτόν; Τοιγαροῦν καί διά τοῦτο ἀκούσεις· «Σεαυτόν οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ».

Εἰ δέ λέγει τις· «Καί ἐπειδή, φησί, τοιοῦτόν ἐστι καί μισθόν τῶν παρ’ ἡμῶν διδομένων χρημάτων ἤ πραγμάτων οὐκ ἔχομεν, τίς καί διδόναι τοῖς πένησι χρεία ἐστίν;» ἀκουσάτω τοῦ μέλλοντος αὐτόν κρῖναι καί ἀποδοῦναι ἑκάστῳ κατά τά ἔργα αὐτοῦ, οἱονεί λέγοντος πρός αὐτόν· «Ἄφρων, τί εἰσήνεγκες εἰς τόν κόσμον ἤ τί τό ὁρώμενον αὐτός ἐποίησας; Οὐχί γυμνός ἐκ κοιλίας μητρός σου προῆλθες, γυμνός δέ ἐξελεύσῃ τοῦ βίου καί τετραχηλισμένος τῷ ἐμῷ βήματι παραστήσῃ; Καί ὑπέρ ποίων σου χρημάτων μισθούς μοι προσαπαιτεῖς; Διά ποίων δέ σῶν πραγμάτων ἐλεεῖν λέγεις τούς ἀδελφούς σου καί διά τούτων ἐμέ, τόν πάντα ταῦτα οὐχί σοί μόνῳ, ἀλλά κοινά τοῖς πᾶσι προθέμενον; Ἤ ἐπιθυμεῖν με ὑπολαμβάνεις τινός καί δωροδοκεῖσθαι ὁμοίως τοῖς φιλαργύροις τῶν κρινόντων ἀνθρώπων οἴει κἀμέ; ἔστι γάρ καί τοῦτο ἐξ ἀγνοίας λογίσασθαί σε. Οὐχί χρημάτων ὅλως ἐπιθυμῶν, ἀλλά ὑμᾶς ἐλεῶν, οὐχί τά ὑμέτερα θέλων λαβεῖν, ἀλλά τοῦ ἐπ’ αὐτοῖς κρίματος ἐλευθερῶσαι ὑμᾶς βουλόμενος, ταῦτα νομοθετῶ καί δι’ ἕτερόν τι οὐδέν».

Ἀλλά γάρ μή δοκῇς, ἀδελφέ, ὅτι ἀπορεῖ ὁ Θεός καί οὐ δύναται θρέψαι τούς πένητας καί διά τοῦτο προστάσσει ἡμῖν ἐλεεῖν αὐτούς καί περί πολλοῦ ποιεῖσθαι τήν ἐντολήν ταύτην. Μή γένοιτο! Ἀλλ’ ὅπερ διά πλεονεξίας καθ’ ἡμῶν καί εἰς ἀπώλειαν ἡμῶν ἐποίησεν ὁ διάβολος, τοῦτο διά τῆς ἐλεημοσύνης ὑπέρ ἡμῶν κατεσκεύασε καί εἰς σωτηρίαν ἡμῶν ἐποίησε γίνεσθαι ὁ Χριστός. Οἷόν τι λέγω; Ὑπέθετο ἡμῖν ὁ διάβολος τά εἰς κοινήν προτεθέντα χρείαν ἰδιοποιήσασθαι καί ἀποθησαυρίσαι αὐτά, ὅπως διά τῆς πλεονεξίας ταύτης δύο ἡμῖν ἐγκλήματα περιάψῃ καί τῆς αἰωνίου τιμωρίας καί κατακρίσεως ὑπαιτίους ποιήσῃ, ἕν μέν τό τῆς ἀνελεημοσύνης, ἕτερον δέ τῆς ἐπί τά ἀποκείμενα χρήματα καί οὐκ ἐπί τόν Θεόν ἐλπίδος.Ὁ γάρ ὑποκείμενα χρήματα ἔχων ἐπί τόν Θεόν ἐλπίζειν οὐ δύναται· καί τοῦτο δῆλον ἐξ ὧν ὁ Χριστός καί Θεός ἡμῶν εἶπεν· «Ὅπου, φησίν, ὁ θησαυρός ὑμῶν, ἐκεῖ καί ἡ καρδία ὑμῶν ἔσται». Ὁ οὖν μεταδιδούς τοῖς πᾶσιν ἐκ τῶν ἀποκειμένων αὐτῷ χρημάτων, μισθόν ὑπέρ αὐτῶν οὐ χρεωστεῖται λαβεῖν, ἀλλά καί ὑπόδικος μᾶλλόν ἐστι τῆς ἕως τότε ἀδίκου ἀποστερήσεως· οὐ μήν ἀλλά καί ὑπεύθυνος τῶν κατά καιρούς λιμῷ καί δίψει τόν βίον ἀπολειπόντων, οὕς αὐτός τότε δυνάμενος θρέψαι οὐκ ἔθρεψε, κατορύξας τά τῶν πενήτων καί ἐάσας αὐτούς τῷ κρύει καί τῷ λιμῶ βιαίως ἀποθανεῖν, ὡς φονεύς τοσούτων ἀποδειχθείς, ὅσους θρέψαι ἠδύνατο.

Τούτων τοίνυν ἁπάντων τῶν ἐγκλημάτων τό κρίμα ἡμῖν ἀφείς ὁ ἀγαθός Δεσπότης καί εὔσπλαγχνος, οὐχ ὡς ἀλλότρια κατέχοντας ἡμᾶς, ἀλλ’ ὡς οἰκεῖα ἡμῶν λογίζεται ταῦτα καί οὐ δεκαπλασίονα μόνον, ἀλλ’ ἑκατονταπλασίονα δοῦναι ἡμῖν ἐπαγγέλλεται, τοῖς ἐν ἱλαρότητι ταῦτα τοῖς ἀδελφοῖς διανέμουσιν. Ἱλαρότης δέ ἐστι τό μή ὡς οἰκεῖα λογίζεσθαι ταῦτα, ἀλλ’ ὡς ὑπό τοῦ Θεοῦ ἐγχειρισθέντα αὐτῷ εἰς οἰκονομίαν τῶν συνδούλων αὐτοῦ, καί ἀφθόνως ταῦτα μετά χαρᾶς καί μεγαλοψύχως σκορπίζειν, μή ἐκ λύπης ἤ ἐξ ἀνάγκης, ἄλλως τε δέ καί ἵνα μετά χαρᾶς τά ἀποθησαυρισθέντα κενώσωμεν ἐπ’ ἐλπίδι τῆς ἀληθινῆς ἐπαγγελίας, ἧς ἡμῖν ὁ Θεός ἐπηγγείλατο, ἑκατονταπλασίονα δοῦναι τόν μισθόν ὑπέρ τούτου. Εἰδώς γάρ ὁ Θεός ὅτι ὅλως ὅλοι τῇ τῶν χρημάτων ἐπιθυμίᾳ καί τῇ τοῦ πλούτου μανίᾳ κρατούμεθα καί δυσαποσπάστως ἔχομεν πρός αὐτά, καί οἱ τούτων πολυτρόπως ἀποστερούμενοι αὐτήν τήν ἑαυτῶν ζωήν ἀπολέγονται, τῷ καταλλήλῳ φαρμάκῳ ἐχρήσατο, ἐπαγγειλάμενος δοῦναι ἡμῖν, ὥσπερ εἴρηται, ὑπέρ ὧν κατακενοῦμεν εἰς τούς πένητας, ἑκατονταπλασίονα τόν μισθόν, ἵνα καί τοῦ ἐπ’ αὐτοῖς κρίματος τῆς πλεονεξίας ἐν πρώτοις ἀπαλλαγῶμεν, ἔπειτα καί τοῦ ἐπ’ αὐτά ἔχειν τήν πεποίθησιν καί ἐλπίδα παυσώμεθα καί τάς καρδίας ἡμῶν ἐλευθέρους κτησώμεθα ἀπό τῶν τοιούτων δεσμῶν· ἵνα ἐλεύθεροι γεγονότες πρότερον, τότε ἐπί τάς πράξεις τῶν ἐντολῶν αὐτοῦ ἀκωλύτως βαδίσωμεν καί δουλεύσωμεν αὐτῷ ἐν φόβῳ καί τρόμῳ, οὐχ ὡς ἐκείνῳ τι χαριζόμενοι, ἀλλ’ ὡς ἡμεῖς διά τῆς δουλείας εὐεργετούμενοι. Ἄλλως δέ οὐκ ἔνι σωθῆναι ἡμᾶς. Οἱ γάρ πλούσιοι τήν τῶν χρημάτων ἀπόθεσιν, ὡς οἷά τινος φορτίου καί ἐμποδίου πρός τόν κατά Θεόν βίον, πρότερον ἐνεργεῖν ἐκελεύθησαν καί οὕτω τόν σταυρόν ἐπί ὤμων αἴρειν καί τῷ Δεσπότῃ κατ’ ἴχνος ἀκολουθεῖν· τά γάρ ἀμφότερα ἐπιφέρεσθαι ἡμᾶς πάντῃ ἀδύνατον. Οἱ δέ γε τούτων ὄντες ἐκτός καί ἐν αὐταρκείᾳ ζῶντες ἤ καί ὑστερήσει τῶν ἀναγκαίων διάγοντες, οὐδέν τό ἐμποδίζον αὐτούς ἔχουσιν, ἐάν τῇ στενῇ καί τεθλιμμένῃ ὁδῷ βαδίζειν ἐθέλωσιν· ἀλλ’ οἱ μέν προθέσεως χρήζουσι μόνον πρός τοῦτο, οἱ δέ ἐν αὐτῇ τῇ ὁδῷ περιπατοῦντές εἰσι, διό ἐν ὑπομονῇ καί εὐχαριστίᾳ διάγειν ὀφείλουσι. Καί ὁ Θεός, δίκαιος ὤν, οὕτω πορευομένους αὐτούς εἰς αἰώνιον ζωήν καί ἀπόλαυσιν, ποιήσῃ αὐτῶν τό κατάλυμα.

Τό δέ πάντα δοῦναι μέν τά κτήματα καί χρήματα, πρός δέ τάς ἐπιφοράς τῶν πειρασμῶν καί τῶν λοιπῶν θλιβερῶν μή γενναίως ἀνταγωνίσασθαι, ὀλιγώρου μοι ψυχῆς δοκεῖ καί ἀγνοούσης τόν σκοπόν τῆς ὠφελείας αὐτῆς. Ὥσπερ γάρ ὁ χρυσός κατιωθείς εἰς βάθος οὐ δύναται ἄλλως καθαρθῆναι καλῶς καί εἰς τήν οἰκείαν λαμπρότητα ἐπανελθεῖν, εἰ μή πυρί βληθῇ καί σφύραις πολλάκις τυφθῇ, οὕτω καί ψυχή τῷ ἰῷ τῆς ἁμαρτίας κατιωθεῖσα καί εἰς βάθος ἀχρειωθεῖσα, οὐ δύναται ἄλλως καθαρθῆναι καί τό ἀρχαῖον κάλλος ἀπολαβεῖν, εἰ μή πολλοῖς πειρασμοῖς προσομιλήσῃ καί ἐν τῇ χωνείᾳ εἰσέλθῃ τῶν θλίψεων. Τοῦτο γάρ ὑπεμφαίνει καί αὐτός ὁ λόγος τοῦ Κυρίου ἡμῶν, οὕτω λέγων· «Πώλησόν σου τά ὑπάρχοντα καί δός πτωχοῖς καί ἆρον τόν σταυρόν σου καί δεῦρο ἀκολούθει μοι»- τούς πειρασμούς καί τάς θλίψεις διά τοῦ σταυροῦ αἰνιττόμενος.Οὐδέν οὖν ἀπό μόνης τῆς τῶν χρημάτων καί πραγμάτων ἀπορρίψεως κερδήσουσιν οἱ ταῦτα ἀποβαλλόμενοι καί πρός τόν μονήρη βίον αὐτομολοῦντες, ἐάν μή μέχρι τέλους τοῖς πειρασμοῖς καί ταῖς θλίψεσι καί ταῖς κατά Θεόν λύπαις ἐγκαρτερήσωσιν. Οὐ γάρ εἶπεν ὁ Χριστός· «Ἐν τῇ ἀποθέσει τῶν πραγμάτων ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν», ἀλλ’ «ἐν τῇ ὑπομονῇ ὑμῶν». Ὅτι μέν γάρ καί ἡ τῶν χρημάτων πρός τούς πένητας διανομή καί ἡ φυγή τοῦ κόσμου καλή καί ὠφέλιμος δῆλον, ἀλλ’ οὐ δύναται αὐτή καθ’ ἑαυτήν μόνη τέλειον τόν κατά Θεόν ἄνθρωπον ἀπεργάσασθαι ἄνευ τῆς τῶν πειρασμῶν ὑπομονῆς. Καί ὅτι τοῦτο οὕτως ἔχει καί οὕτω δοκεῖ τῷ Θεῷ, ἄκουσον αὐτοῦ πρός τόν πλούσιον λέγοντος· «Εἰ θέλεις, φησί, τέλειος εἶναι, πώλησόν σου τά ὑπάρχοντα καί δός πτωχοῖς καί ἆρον τόν σταυρόν σου καί δεῦρο ἀκολούθει μοι» - διά τοῦ σταυροῦ τάς θλίψεις, ὡς εἴρηται, καί τούς πειρασμούς αἰνιττόμενος.

Ἐπειδή γάρ ἡ βασιλεία τῶν οὐρανῶν βιαστή ἐστι καί βιασταί ἁρπάζουσιν αὐτήν καί ἄλλως οὐκ ἔνι τοῖς πιστοῖς εἰσελθεῖν εἰς αὐτήν, εἰ μή διά τῆς στενῆς πύλης τῶν πειρασμῶν τε καί θλίψεων, εἰκότως ἡμῖν τό θεῖον ἐντέλλεται λόγιον· «Ἀγωνίζεσθε, φησί, διά τῆς στενῆς πύλης εἰσελθεῖν», καί αὖθις· «Ἐν τῇ ὑπομονῇ κτήσασθε τάς ψυχάς ὑμῶν», καί· «Δεῖ ὑμᾶς διά πολλῶν θλίψεων εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν». Ὁ μέν γάρ σκορπίζων τά ἑαυτοῦ χρήματα τοῖς δεομένοις καί ἀναχωρῶν ἐκ τοῦ κόσμου καί τῶν πραγμάτων αὐτοῦ ἐπ’ ἐλπίδι μισθοῦ, ἐν ἡδονῇ πολλῇ τήν συνείδησιν ἐπιφέρεται καί ἔσθ’ ὅτε καί ὑπό κενοδοξίας κλέπτεται τούς μισθούς. Ὁ δέ μετά τό πάντα δοῦναι τοῖς πένησι καί τά λυπηρά ὑπομένων ἐν εὐχαριστίᾳ ψυχῆς καί ἐγκαρτερῶν τοῖς δεινοῖς, πικρίας μέν πάσης καί πόνων ὀδυνηρῶν ἐπαισθάνεται, ἄσυλον δέ τόν λογισμόν ἔχει νῦν τε καί εἰς τό μέλλον μεγάλην τήν ἀνταπόδοσιν, ὡς τά πάθη μιμησάμενος τοῦ Χριστοῦ καί ὑπομένων αὐτόν ἐν ἡμέραις ἐπαγωγῆς τῶν πειρασμῶν τε καί θλίψεων.

Διά τοι τοῦτο παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, σπουδάσωμεν κατά τήν φωνήν τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδή κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀπεταξάμεθα, ἵνα διά τῆς στενῆς εἰσέλθωμεν πύλης, ἥτις ἐστίν ἡ ἐκκοπή καί ἀποφυγή τοῦ σαρκικοῦ ἡμῶν φρονήματος καί θελήματος. Ἄνευ γάρ τοῦ νεκρωθῆναι ἡμᾶς τῇ σαρκί καί ταῖς ἐπιθυμίαις αὐτῆς καί τοῖς θελήμασιν αὐτῆς οὐκ ἔνι τυχεῖν ἀνέσεως καί ἀπαλλαγῆς τῶν κακῶν καί ἐλευθερίας τῆς ἐπιγινομένης ἡμῖν ἀπό τῆς παρακλήσεως τοῦ Ἁγίου Πνεύματος. Ταύτης δέ χωρίς - λέγω δή τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος - οὐδείς ὄψεται τόν Κύριον, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. Ὅτι μέν γάρ καλόν εἰργάσω, πάντα σου τά χρήματα σκορπίσας τοῖς δεομένοις, εἴ γε καί οὐδέν ἑαυτῷ ὑπελείπω κατά τόν Ἀνανίαν ἐκεῖνον, καί πρός τούτοις κόσμῳ ἀπετάξω καί τοῖς ἐν κόσμῳ, καί φυγών τόν βίον καί τάς φροντίδας αὐτοῦ ἔδραμες εἰς λιμένα ζωῆς, τήν μόρφωσιν τῆς εὐσεβείας περιβαλλόμενος, σύμφημι κἀγώ καί ἐπαινῶ σε τῆς πραγματείας. Χρή δέ σέ καί τό φρόνημα τῆς σαρκός, ὥσπερ τούς χιτῶνας ἄρτι, καί αὐτό ἀποδύσασθαι καί κατά τήν στολήν, ἥν ἐνεδύσω διά Χριστόν, κτήσασθαι τούς τρόπους τῆς ψυχῆς καί αὐτό δή πνευματικόν σου φρόνημα· οὐ μόνον δέ ἀλλά καί τόν φωτεινόν ἐπενδύσασθαι χιτῶνα διά μετανοίας, ὅπερ ἐστίν αὐτό τό Πνεῦμα τό Ἅγιον. Τοῦτο δέ ἄλλως οὐ γίνεται, εἰ μή διά τῆς ἐπιμόνου τῶν ἀρετῶν ἐργασίας καί τῆς ὑπομονῆς τῶν θλίψεων. Θλιβομένη γάρ ἡ ψυχή διά τῶν πειρασμῶν κινεῖται εἰς δάκρυα, τά δάκρυα δέ καθαίροντα τήν καρδίαν ποιοῦσιν αὐτήν ναόν καί καταγωγίον τοῦ Ἁγίου Πνεύματος.Οὐδέ γάρ ἀρκεῖ ἡμῖν εἰς σωτηρίαν καί τελειότητα ἡ περιβολή μόνη τοῦ σχήματος καί ὁ ἔξω κόσμος τοῦ ἀδριάντος, ἀλλ’ ὥσπερ τόν ἔξω, οὕτω καί τόν ἐντός ἡμῶν ἄνθρωπον κοσμῆσαι χρεών τῇ καταστολῇ τοῦ Πνεύματος καί ἐξ ὁλοκλήρου θῦσαι ἑαυτούς τῷ Θεῷ ψυχῇ τε καί σώματι, καί τῇ μέν σωματικῇ γυμνασίᾳ γυμνάζειν τό σῶμα πρός τούς πόνους τῆς ἀρετῆς εἰς τό εὐτόνως ἐθίζεσθαι τοῖς κατά Θεόν λυπηροῖς καί φέρειν γενναίως τό πικρόν τῆς νηστείας, τό βεβιασμένον τῆς ἐγκρατείας, τήν ἀνάγκην τῆς ἀγρυπνίας, τήν ἅπασαν κακοπάθειαν, τῇ δέ εὐσεβείᾳ τοῦ Πνεύματος παιδαγωγεῖν τήν ψυχήν εἰς τό φρονεῖν ἅ δεῖ φρονεῖν καί μελετᾶν ἀεί τά τῆς αἰωνίου ζωῆς, ταπεινόφρονά τε εἶναι, πραεῖαν, συντετριμμένην, κατανυκτικήν, πενθοῦσαν καθ’ ἑκάστην καί τό φῶς πρός ἑαυτήν διά τῆς προσευχῆς ἐκκαλουμένην τοῦ Πνεύματος, ἅ καί προσγίνεσθαι ταύτῃ διά μετανοίας θερμοτάτης εἰώθασι, καθαιρομένῃ διά δακρύων πολλῶν ὧν ἄνευ οὐδέ τόν χιτῶνα ταύτης ἔξεστί ποτε καθαρθῆναι, οὐδέ εἰς ὕψος αὐτήν ἀναδραμεῖν θεωρίας. Ὥσπερ γάρ ἱμάτιον ἐκ βορβόρου ποθέν καί κοπρίας εἰς βάθος μολυνθέν, ἄλλως καθαρθῆναι τοῦτο ἀμήχανον, εἰ μή διά πολλοῦ ὕδατος καί πολλῆς θλίψεως τῶν ποδῶν, οὕτω καί ὁ χιτών τῆς ψυχῆς ἐκ βορβόρου καί κοπρίας ἐφαρμάτων παθῶν μολυνθείς, ἄλλως ἀπορρυφθῆναι οὐ δύναται, εἰ μή διά πολλῶν δακρύων καί ὑπομονῆς τῶν πειρασμῶν τε καί θλίψεων. Δύο γάρ οὐσῶν οὐσιωδῶς ἐν ἡμῖν ῥεύσεων ἐκ τοῦ σώματος - λέγω δή τῶν ἄνωθεν ἐπεισρεόντων δακρύων καί τῶν ἀπό τῶν γονίμων δυνάμεων -, καί τῶν μέν μολυνόντων τήν ψυχήν παρά φύσιν καί νόμον κενουμένων, τῶν δέ καθαιρόντων αὐτήν ἐκ μετανοίας ῥεόντων, χρή τούς μεμολυσμένους τήν ψυχήν τῇ ἐφαρμάρτῳ πράξει τῆς ἁμαρτίας καί τῇ ἐμπαθεῖ κινήσει τῆς καρδίας ἀλόγων ἐπιθυμιῶν μορφάς ἐν ἑαυτοῖς ἐγχαράξαντας, διά πολλῶν καθαρθῆναι δακρύων καί τόν χιτῶνα τῆς ψυχῆς καθαρώτατον κτήσασθαι. Ἄλλως γάρ ἰδεῖν τόν Θεόν, αὐτό τό φῶς ὅ φωτίζει παντός ἀνθρώπου καρδίαν, ἐρχομένου διά μετανοίας πρός αὐτόν, ἀμήχανον, εἴπερ οἱ καθαροί τῇ καρδίᾳ ὁρῶσι Θεόν.

Σπουδάσωμεν οὖν, παρακαλῶ, πατέρες μου καί ἀδελφοί καί τέκνα, καθαράν κτήσασθαι τήν καρδίαν ἐξ ἐπιμελείας τῶν τρόπων καί διηνεκοῦς ἐξομολογήσεως τῶν κρυπτῶν λογισμῶν τῆς ψυχῆς. Ἡ γάρ συνεχῶς καί καθ’ ἑκάστην γινομένη παρ’ ἡμῶν ἐξομολόγησις τῶν τοιούτων, ἐκ μεταμέλου κινουμένη καρδίας, μετάνοιαν ἡμῖν τῶν πραχθέντων ἤ καί μελετηθέντων ἐργάζεται, ἡ δέ μετάνοια κινεῖ τό δάκρυον ἐκ βαθέων ψυχῆς, τό δέ δάκρυον καθαίρει τήν καρδίαν καί μεγάλας ἁμαρτίας ἐξαφανίζει, ἀπαλειφομένων δέ τούτων διά δακρύων ἐν παρακλήσει γίνεται ἡ ψυχή τοῦ Θείου Πνεύματος καί γλυκυτάτης κατανύξεως νάμασι καταρδεύεται, ἀφ’ ὧν καθ’ ἑκάστην πιαίνεται νοητῶς καί τρέφει τοῦ Πνεύματος τούς καρπούς καί ἐν καιρῷ προσφόρως, ὡς πολύχουν σῖτον, αὐτούς ἀναδίδωσιν εἰς τροφήν ἀδάπανον τῆς ψυχῆς καί εἰς ζωήν αὐτῆς ἄφθαρτον καί αἰώνιον. Ἐν τούτῳ δέ διά σπουδῆς καλῶς καταντήσασα, οἰκειοῦται Θεῷ καί γίνεται οἶκος Τριάδος Θείας καί ἐνδιαίτημα, ὁρῶσα καθαρῶς τόν ἑαυτῆς Ποιητήν καί Θεόν καί προσομιλοῦσα αὐτῷ καθ’ ἑκάστην, ἐξίσταται τοῦ σώματος καί τοῦ κόσμου καί τοῦ ἀέρος τούτου καί εἰς οὐρανούς οὐρανῶν ἀνερχομένη καί κουφιζομένη ταῖς ἀρεταῖς καί ταῖς πτέρυξι τῆς ἀγάπης τοῦ Θεοῦ, καταπαύει μετά πάντων δικαίων ἀπό τῶν πόνων αὐτῆς καί γίνεται ἐν ἀπείρῳ καί θείῳ φωτί, ἔνθα τῶν ἀποστόλων Χριστοῦ, τῶν μαρτύρων, τῶν ὁσίων καί πασῶν τῶν ἄνω δυνάμεων τά τάγματα συγχορεύουσι.

Τοιαύτης οὖν καί ἡμεῖς γενώμεθα καταστάσεως, ἀδελφοί ἐν Χριστῷ, ἵνα μή ἀπολειφθῶμεν τῶν πατέρων ἡμῶν τῶν ἁγίων, ἀλλ’ ἵνα διά σπουδῆς τῶν καλῶν καί ἐργασίας τῶν ἐντολῶν τοῦ Χριστοῦ εἰς ἄνδρα τέλειον φθάσωμεν, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Οὐδέν γάρ τό κωλῦον, εἰ μόνον θελήσομεν. Οὕτω γάρ καί Θεόν δοξάσομεν ἐν ἡμῖν αὐτοῖς καί Θεός παρ’ ἡμῶν εὐφρανθήσεται καί Θεόν εὕρωμεν ἀπό τῆς παρούσης ἀναχωροῦντες ζωῆς, ὡς μέγαν κόλπον τοῦ Ἀβραάμ ὑποδεχόμενον ἡμᾶς καί ἐπιθάλποντα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος Ι΄. Περί μετοχῆς Πνεύματος Ἁγίου καί ἁγιωσύνης καί τελείας ἀπαθείας. Καί ὅτι ὁ ἀγαπῶν τήν ἐξ ἀνθρώπων δόξαν οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἄν πάσας κατώρθωσε.

Ἀδελφοί καί πατέρες, οὐχ ὁρᾶτε πῶς οἱ τῷ ἐπιγείῳ βασιλεῖ παριστάμενοι, αὐτοί τε δόξαν ἡγοῦνται τοῦτο μεγάλην καί ἐναμβρύνονται ἐπί τούτῳ, καί παρά τῶν ἐν κόσμῳ ἀνθρώπων ζηλωτοί καθεστήκασιν; Εἰ οὖν φθαρτοῖς οὗτοι καί ματαίοις οὕτω διάκεινται, πόσῳ μᾶλλον ἡμεῖς ὀφείλομεν, οἱ τῷ ἐπουρανίῳ βασιλεῖ στρατευθέντες καί τήν ἐκείνου δουλείαν ἀναδεξάμενοι, χαίρειν καί εὐφραίνεσθαι ὅτι ὅλως εἰς ὑπηρεσίαν ἐκείνου καταταγῆναι κατηξιώθημεν καί εἰς λειτουργίαν τοῦ ὀνόματος αὐτοῦ προσεκλήθημεν; Εἰ δέ καί τῆς κατά πρόσωπον αὐτοῦ θέας ἐξιωθείημεν ποτέ καί μετά τῶν ἐνώπιον αὐτοῦ παρισταμένων καταταγείημεν, ποῖον οὐχ ὑπερβαίνει τοῦτο μακαριότητος ἔπαινον; Εἰ δέ καί τῶν οἰκείων δούλων καί φίλων αὐτοῦ γένηταί τις καί ὁμιλίας καί φωνῆς ἀκούειν Δεσποτικῆς καταξιωθήσεται, ποῖος ἄρα νοῦς ἀνθρώπου, ποία δέ γλῶσσα τῆς δόξης ταύτης καί τῆς ἀξίας τό μέγεθος διηγήσεται; Εἰ γάρ ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τά ἀγαθά ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν, ὑπέρ τήν ἀνθρωπίνην κατάληψίν εἰσι καί ὑπέρ πάντα τά ὁρώμενα ἀγαθά, πολλῷ μᾶλλον αὐτός ὁ ἑτοιμάσας ταῦτα Θεός· καί οὐ μόνον αὐτός, ἀλλά καί ἐκεῖνον αὐτόν βλέπειν καί αὐτῷ παρίστασθαι καί ὁμιλεῖν καταξιωθέντες καί τῆς αὐτοῦ θεότητός τε καί δόξης κοινωνοί καί συμμέτοχοι γεγονότες, ὑπέρ τά ἀγαθά τά ἑτοιμασθέντα αὐτοῖς παρά Θεοῦ πάντως γεγόνασιν, ὡς τόν ἑτοιμάσαντα μᾶλλον αὐτόν τά ἀγαθά Κύριον κληρωσάμενοι. Ὅτι δέ γεγόνασι τοιοῦτοι καί μέχρι τοῦ νῦν γίνονται, οὐ λέγω μετά θάνατον μόνον, ἀλλά καί ἔτι ἐν τῷ παρόντι βίῳ διάγοντες, πᾶσα μέν τοῦτο θεόπνευστος διδάσκει Γραφή, πάντες δέ τοῦτο συμμαρτυροῦσι διά τῆς αὐτῶν πολιτείας οἱ ἅγιοι, μεθ’ ἅμα καί αὐτοῦ τοῦ μακαρίου πατρός ἡμῶν Συμεών τοῦ Στουδιώτου, οὗ καί τήν μνήμην ἄγομεν σήμερον, καί οἱ τούς ἁγίου πάλιν διά λόγων ἐγκωμιάζοντες.

Οὗτος γάρ ὁ ὁσιώτατος πατήρ ἡμῶν Συμεών, οὗ καί τόν βίον καί τήν θεάρεστον αὐτοῦ πολιτείαν ἀνέγνωμεν, μέσον πόλεως καί μονῆς περιφανεστάτης ἐν μέσῳ, τοιοοῦτον βίον ἤσκησε καί τοιαύτην ἀνεδείξατο πολιτείαν, ὡς μή μόνον τούς κατά τήν γενεάν αὐτοῦ λάμψαντας, ἀλλά καί τῶν παλαιῶν πατέρων πολλούς ὑπερβῆναι τῷ ὕψει τῶν ἀρετῶν καί τοῖς ὑπέρ δύναμιν κατορθώμασι. Διά τοῦτο καί ἐπαίνων καί ἐγκωμίων πολλῶν ἀναφανείς ἡμῖν ἄξιος, ἐπαινεῖται καί μακαρίζεται καί ἐγκωμιάζεται ἡμῖν κατά δύναμιν.

Ἅπας γάρ τῶν ἁγίων ἔπαινος καί μακαρισμός διά τῶν δύο τούτων συνίσταται, διά τε τῆς ὀρθοδόξου πίστεως καί τοῦ ἐπαινετοῦ βίου, καί διά τῆς δωρεᾶς τοῦ Ἁγίου Πνεύματος καί τῶν χαρισμάτων αὐτοῦ. Τοῖς γάρ δυσί τούτοις τό τρίτον συνέπεται. Ἐν γάρ τῷ βιῶσαί τινα καλῶς τε καί θεοφιλῶς μετά φρονήματος ὀρθοδόξου καί ἐν τῷ χαριτωθῆναι ἀπό Θεοῦ καί δοξασθῆναι διά τῆς τοῦ Πνεύματος δωρεᾶς, συνέπεται αὐτῷ ὁ ἔπαινος καί ὁ μακαρισμός παρά πάσης τῆς ἐκκλησίας τῶν πιστῶν καί παρά πάντων τῶν διδασκάλων αὐτῆς. Πίστεως δέ καί ἔργων ἀνελλιπῶς μή καταβληθέντων ἀδύνατόν ἐστι τήν παρουσίαν γενέσθαι ποτέ τοῦ προσκυνητοῦ καί θείου Πνεύματος καί τήν δωρεάν αὐτοῦ λαβεῖν τινα τῶν ἀνθρώπων. Τούτου δέ μή παραγενομένου ἐν τῷ ἀνθρώπῳ, μηδέ γνωστῶς ἐνοικήσαντος ἐν αὐτῷ, ἀνοίκειον πάντῃ πνευματικόν αὐτόν ὀνομάζεσθαι. ὁ δέ μή πνευματικός γεγονώς, πῶς ἔσεται ἅγιος; Ὁ δέ μή ἅγιος γεγονώς, διά ποῖον ἄλλο ἔργον ἤ πρᾶξιν μακαρισθήσεται εἰ ἡ μακαριότης Θεός ἐστιν; Ὁ δέ τοῦ Θεοῦ μή μετασχών, μᾶλλον δέ ὁ μή αὐτόν ὅλον ἔχων ἐν ἑαυτῷ, πῶς μακάριος δοκεῖ μοι; Οὐδαμῶς. Ἥλιος γάρ ἄνευ φωτός, πῶς ἄν λεχθείη ἥλιος; καί ἄνθρωπος δίχα τῆς τοῦ Παναγίου Πνεύματος μετουσίας, πῶς ἄν κληθείη ἅγιος; «Γίνεσθε γάρ, εἶπεν ὁ Κύριος, ἅγιοι, ὅτι ἐγώ ἅγιός εἰμι», εἰς τήν διά τῶν ἔργων ἡμᾶς μίμησιν, τούς ἐν ἁμαρτίαις ἐξεταζομένους, ὁ εὔσπλαχνος οἱονεί προτρεπόμενος καί λέγων· «Ἀπόστητε τῶν κακῶν και πάντα τά καλά διαπράξασθε, πᾶσαν ἀρετήν κατά τό ὑμῖν δυνατόν μετέλθετε καί ὅσον ἐφικτόν ὑμῖν ἅγιοι γίνεσθε, εἴπερ ἄρα καί κοινωνίαν ἔχειν βούλεσθε μετ’ ἐμοῦ. Ἐγώ γάρ ἅγιός εἰμι, τουτέστι καθαρός καί ἀμόλυντος. Ταῦτά μοι φυσικῶς πρόσεστιν, ὑμεῖς δέ ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν ἀπό τοῦ μολυσμοῦ τῶν ἁμαρτιῶν ἀπεχόμενοι καί μέτοχοί μου τῇ τοῦ Πνεύματος γενόμενοι χάριτι, τότε καί ὑμεῖς ἅγιοι ἔσεσθε». Τοῦτο γάρ δηλοῖ τό «γίνεσθε».

Γίνεται τοίνυν ἐν τῇ ἀποχῇ τῶν κακῶν καί ἐν τῇ ἐργασίᾳ τῶν ἀγαθῶν ὁ ἄνθρωπος ἅγιος, οὐχ ὡς δι’ ἔργων πάντως ἁγιαζόμενος - οὐ γάρ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα ψυχή -, ἀλλ’ ὡς τῷ Ἁγίῳ Θεῷ διά τῆς τῶν τοιούτων πράξεων ἐργασίας προσοικειούμενος. Τοῦτο δέ πρός τούς ἤδη λαβόντας τήν τοῦ Πνεύματος χάριν εἰπεῖν τόν Κύριον μᾶλλον πείθομαι, ὅς καί παραγγέλλων μή θαρρεῖν τῇ δωρεᾷ καί διά ῥᾳθυμίας ἐπιστρέφειν πρός τά κακά, οἱονεί πως ἔλεγε· «Μή τῇ ἀργίᾳ σεαυτόν ἐκδῷς, ὦ πνευματικέ σύ, ὁ τήν χάριν λαβών τοῦ Ἁγίου Πνεύματος καί διά ταύτης ἐμέ. Ἡ γάρ ἀργία τίκτει τήν πονηρίαν, ἡ δέ πονηρία πᾶν εἶδος κακίας ἀπογεννᾷ. Τῇ οὖν καθημερινῇ ἐργασίᾳ τῶν ἐντολῶν γίνου ἅγιος, εἴπερ ἐμέ, φησί, βούλει ἐν σοί εἶναι καί μετά σοῦ καί σέ ἐν ἐμοί καί σύν ἐμοί». Ἐπειδή δέ ἀεικίνητον πρᾶγμα ὁ νοῦς ὅλως ἀργεῖν μή δυνάμενον, δέον ἐμφρόντιδα τοῦτον εἶναι καί σπουδαῖον εἰς τήν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ. Οὕτω γάρ καί ὁ βίος ἅπας ὁ τῶν ἀνθρώπων μεμεριμνημένος τίς ἐστι καί ἔμφροντις καί σχολήν ἔχειν ἐκ πάντων οὐ δύναται, εἰ καί πολλοί τοῦτο ποιῆσαι ὑπέρ τήν ἑαυτῶν ἰσχύν καί δύναμιν ἠγωνίσαντο, ἀλλά καί ἐξ ἀρχῆς τοιοῦτος ἐκτίσθη ὁ ἄνθρωπος· ἐργάζεσθαι γάρ καί φυλάσσειν ἐν τῷ παραδείσῳ ὁ Ἀδάμ προσετάγη καί φυσική τις ἐν ἡμῖν ὑπάρχει τῆς ἐργασίας ἡ πρός τά καλά κίνησις. Οἱ οὖν τῇ ἀργίᾳ καί ῥᾳθυμίᾳ ἑαυτούς ἐκδιδόντες, οἷοι δ’ ἄν καί εἶεν πνευματικοί καί ἅγιοι, εἰς τήν παρά φύσιν ἐμπάθειαν ἑαυτούς ἐπιρρίπτουσιν.

Ὥσπερ γάρ πηγή ἀεννάως τό ὕδωρ ἐκβλύζουσα, μικρόν παυσαμένη ἀφανίζεται καί εἰς τό μή εἶναι πηγή ἀλλά λάκκος μεθίσταται, οὕτω καί ὁ ἀεί τῇ ἐργασίᾳ τῶν ἐντολῶν ἑαυτόν καθαίρων καί ἐκ τοῦ Θεοῦ καθαιρόμενος καί ἁγιαζόμενος, ἐάν μικρόν τῆς ἐργασίας ἐκπέσῃ, κατά ἀναλογίαν ἐκπίπτει τῆς ἁγιότητος. Ὁ δέ καί ἁμαρτίᾳ μιᾷ ἐν γνώσει συναπαγόμενος ὅλος ἐκπίπτει τῆς καθαρότητος, καθάπερ καί ἀγγεῖον ὕδατος μικρᾷ κόπρῳ καθόλου μιαίνεται. Οὐ λέγω ἁμαρτίαν τήν ἐπιτελουμένην μόνον διά τοῦ σώματος, ἀλλά καί τά ἄλλα πάθη τά ἔνδοθεν καί ἐν ἡμῖν ἀοράτως τελούμενα δι’ ἡμῶν. Καί μή ἀπιστήσετέ μοι λέγοντι, ἀδελφοί, τοῦτο δέ γινώσκοντες ἔσεσθε, ὅτι εἰ πᾶσαν ἀρετήν ἐξασκήσομεν καί θαύματα ἐκτελέσομεν, εἰ μηδέν ἤ μικρόν ἤ μέγα τῆς ἐντολῆς παραλείψομεν, μόνην δέ τήν ἐξ ἀνθρώπων δόξαν ποθήσομεν καί ταύτην κἄν ὁπωσοῦν δι’ ἐπιτηδευμάτων ζητήσομεν καί πρός τό λαβεῖν ταύτην σπεύσομεν, τῶν ἄλλων ἁπάντων τόν μισθόν ἐστερήθημεν. Τήν τῶν ἀνθρώπων γάρ δόξαν λαμβάνοντες καί τήν τοῦ Θεοῦ μή προκρίνοντες, ὡς εἰδωλολάτραι κρινόμεθα λατρεύοντες τῇ κτίσει παρά τόν κτίσαντα. Ἀλλά καί διδομένην τήν ἐπίγειον δόξαν, ὁ μεθ’ ἡδονῆς καί χαρᾶς ταύτην ἀποδεξάμενος καί ἐν ταύτῃ ἐναμβρυνόμενος καί τῇ καρδίᾳ ἐνευφραινόμενος, ὡς πόρνος κατακριθήσεται. Ὅμοιος γάρ ἐστιν ὁ τοιοῦτος ἀνθρώπῳ παρθενεύειν προαιρουμένῳ καί τήν τῶν γυναικῶν συνουσίαν ἀπηρνημένῳ και πρός μέν αὐτάς μή αὐτομολοῦντι, μήτε μετ’ αὐτῶν διάγειν ἐπιθυμοῦντι, ἀπερχομένης δέ πρός αὐτόν μιᾶς τινος γυναικός, μεθ’ ἡδονῆς εὐθύς ἀποδεχομένῳ καί τήν τῆς μίξεως ἡδονήν ἐκπληροῦντι. Τοῦτο δέ ἄρα καί ἐπί πάσης ἄλλης ἐπιθυμίας καί ἐπί παντός πάθους συμβαίνει γίνεσθαι. Εἴτε γάρ φθόνῳ, καί φιλαργυρίᾳ ἤ ζήλῳ ἤ ἔριδι ἤ τινι ἑτέρᾳ κακίᾳ ἑκουσίως ἑαυτόν τις ἐκδῷ, τοῦ στεφάνου τῆς δικαιοσύνης οὐκ ἐπιτεύξεται. Δίκαιος γάρ ὤν ὁ Θεός, ἀδίκους ἔχειν συγκοινωνούς οὐκ ἀνέχεται καί καθαρός ὤν, ἀκαθάρτῳ οὐ συμμιαίνεται καί ἀπαθής ὑπάρχων, τοῖς ἐμπαθέσιν οὐ συναυλίζεται καί ἅγιος ὤν, εἰς κεχραμμένην ψυχήν καί πονηράν οὐκ εἰσέρχεται. Πονηρός δέ ἐστιν ὁ τοῦ πονηροῦ σπορέως τόν κόκκον ὑποδεξάμενος ἐν τῇ καρδίᾳ αὐτοῦ καί καρποφορῶν ἀκάνθας καί τριβόλους τῆς ἁμαρτίας τῷ διαβόλῳ, τά τοῦ αἰωνίου πυρός ὑπεκκαύματα, ἅτινά ἐστι φθόνος, μῖσος, μνησικακία, ζῆλος, ἐριθεία, οἴησις, κενοδοξία, ὑπερηφανία, δόλος, περιεργία, διαβολή καί εἴτι διά σαρκός πάθος ἀπόπτυστον καθ’ ἡδονήν ἐκτελεῖται καί κοινοῖ τόν ἐντός ἡμῶν ἄνθρωπον κατά τήν τοῦ Κυρίου φωνήν.

Ἀλλά μή γένοιτο ἡμᾶς, ἀδελφοί, τοιαῦτά ποτε καρποφορῆσαι ζιζάνια, δεξαμένους ἐκ ῥᾳθυμίας τόν σπόρον τοῦ πονηροῦ ἐν ταῖς καρδίαις ἡμῶν. Γένοιτο δέ εἰς τριάκοντα καί ἑξήκοντα καί ἑκατόν καρποφορῆσαι Χριστῷ τά διά τοῦ Πνεύματος ἐν ἡμῖν γεωργούμενα, ἅ ἐστιν ἀγάπη, χαρά, εἰρήνη, χρηστότης ἀγαθωσύνη, μακροθυμία, πίστις, πρᾳότης, ἐγκράτεια, τραφῆναί τε τόν ἄρτον τῆς γνώσεως καί αὐξηθῆναι ταῖς ἀρεταῖς καί καταντῆσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΙΑ΄. Περί νηστείας. Καί ὅτι οὐ χρή τό τῆς νηστείας ὠφέλιμον ἐν τῇ πρώτῃ καί μόνῃ τῶν νηστειῶν ἑβδομάδι σπουδαίως τηρεῖν καί ἀσπάζεσθαι, ἀλλά τήν ἴσην καί τήν αὐτήν σπουδήν ἐν πάσαις ταῖς ἑβδομάσι τῶν νηστειῶν ἀναγκαῖον τοῖς σπουδαίοις διατηρεῖν.

Ἀδελφοί καί πατέρες, ἔδει μέν ἡμᾶς τῇ παρελθούσῃ κυριακῇ τά νῦν μέλλοντα ῥηθήσεσθαι παρ’ ἡμῶν πρός τήν ὑμετέραν ἀγάπην εἰπεῖν. Ἀλλ’ ἐπείπερ εἰδώς ἤμην, ὅτι ἅπαν τό χριστιανικώτατον φῦλον, μοναχῶν τε φημί καί λαϊκῶν, τῇ ἁγίᾳ καί πρώτῃ ἑβδομάδι τῶν νηστειῶν ζεούσῃ τῇ προθυμίᾳ τό τῆς νηστείας καλόν ἕκαστος ἡμῶν τῶν πιστῶν ὑποδέχεται, καί πᾶς τις ἐπί τόν αὐτοῦ τράχηλον τόν ταύτης ζυγόν ἐπιτίθησιν ἑκόντι, καί οὐδείς ἐστιν, οὐδέ τῶν λίαν ἀπεγνωκότων τῆς ἑαυτῶν σωτηρίας καί ἐν ἀφοβίᾳ καί καταφρονήσει Θεοῦ πολιτευομένων, ὅς τήν ἑβδομάδα ἐκείνην τόν τῆς νηστείας ἀπωθεῖται νόμον καί οὐχί μᾶλλον καί αὐτός μετά πάντων, τό ὅσον ἐφ’ ἑαυτῷ, ἐγκρατεύεται, σήμερον ἤδη λέξων ἔρχομαι βραχέα καί ὀλίγα τοῦ ἐνεστῶτος χάριν καιροῦ πρός ὑμᾶς.

Ἐπειδή γάρ, ὡς εἴρηται, τήν παρελθοῦσαν πρῶτην τῶν νηστειῶν ἑβδομάδα ἅπαντες οἱ πιστοί ἐναγωνίως διέρχονται, παρελθούσης δέ ταύτης καί τοῦ σαββάτου καταλαβόντος, ἐπεί καί ἡ τοῦ Θεοῦ ἐκκλησία ἑορτήν ἄγειν ἐκ παραδόσεως ἔλαχε τήν τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου ἤ, μᾶλλον εἰπεῖν, τήν ἐκ Θεοῦ δι’ αὐτοῦ γενομένην τῷ πιστοτάτῳ λαῷ αὐτοῦ σωτηρίαν παράδοξον, ὡσαύτως δέ καί τῇ κυριακῇ πάντες τήν τῆς ὀρθοδόξου πίστεως ἀνάμνησιν ποιούμενοι, εὐχαριστηρίους ὕμνους τῷ παναγάθῳ Θεῷ ἡμῶν ᾄδομεν, ἀεί φθονῶν τά καλά πονηρός, ἑκάστῳ τῶν πιστῶν λανθανόντως ὑπεισερχόμενος καί ῥᾳθυμίᾳ καί ἀμελείᾳ τοῦτον ἀοράτως καταδεσμεύων, ἀπορρίψαι πείθει καταφρονητικῶς ἀφ’ ἑαυτοῦ τόν σωτηριώδη τῆς νηστείας ζυγόν καί πρός τήν προτέραν παλινδρομῆσαι συνήθειαν, διά τοῦτο τήν σήμερον ὑπομιμνήσκω καί παρακαλῶ τήν ὑμετέραν ἀγάπην ὁμοῦ καί πατρότητα τοῦ μή ὑπακοῦσαι καθόλου τῷ δυσμενεῖ, μηδέ τῇ πονηρᾷ συνηθείᾳ τῆς ἀκορέστου γαστριμαργίας συναπαχθῆναι, μηδέ πρός τήν ὄπισθεν καί χρονίαν τῶν πονηρῶν ἐπιθυμιῶν ἐκπλήρωσιν ἐπαναστρέψαι, ἀλλ’ ὡς τήν πρώτην καί τήν δευτέραν ταύτην τῶν νηστειῶν ἑβδομάδα τιμήσωμεν, καί καθεξῆς ὁμοῦ τάς λοιπάς.

Ναί πατέρες καί ἀδελφοί μου, εὐεργετήσωμεν οὕτω ποιοῦντες ἑαυτούς καί μή ἅπερ συνήξαμεν τότε, νυνί ἀπολέσαι καταδεξώμεθα, προσθεῖναι δέ μᾶλλον καί αὐξῆσαι σπουδάσωμεν, ἀλλά μηδέ ἅπερ ὄπισθεν καλῶς ἀνῳκοδομήσαμεν νῦν κακῶς καταλῦσαι θελήσωμεν. Μνημονευέτω δέ ὑμῶν ἕκαστος τήν ἐκ τῆς νηστείας ὠφέλειαν καί οἵας ἀπήλαυσε παρά Θεοῦ δωρεᾶς ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις καί προθυμότερος γινέσθω πρός τό ἑξῆς. Καί γάρ εἴωθεν ἡ ἰατρός τῶν ψυχῶν ἡμῶν αὕτη τοῦ μέν τῆς σαρκός τάς πυρώσεις καί τάς κινήσεις συστέλλειν, τοῦ δέ τό θυμῶδες καταπραΰνειν, τοῦ δέ τόν ὕπνον ἀποδιώκειν, τοῦ μέν τό πρόθυμον διεγείρειν, τοῦ δέ τόν νοῦν ἀνακαθαίρειν καί τῶν πονηρῶν λογισμῶν ἐλεύθερον αὐτόν ἀποκαθιστᾶν, ἄλλου τήν ἀδάμαστον γλῶσσαν δαμάζειν καί οἱονεί χαλινῷ τινι τῷ φόβῳ τοῦ Θεοῦ ταύτην ἐπέχειν καί μή ἐᾶν ὅλως ἀργούς ἤ σαπρούς λόγους φθέγγεσθα· ἑτέρου τούς μετεώρους σκεπάζει ἀφανῶς καί ἱστᾷ ὀφθαλμούς καί περιέργως αὐτούς οὐκ ἐᾷ ὧδέ τε κἀκεῖσε φέρεσθαι, ἀλλ’ ἑαυτόν ἕκαστον παρασκευάζει σκοπεῖν καί τῶν ἰδίων ἁμαρτημάτων τε καί ἐλαττωμάτων μεμνῆσθαι διδάσκει. Νηστεία τόν νοητόν ζόφον καί τό ἐπικείμενον τῇ ψυχῇ κάλυμμα τῆς ἁμαρτίας κατά μικρόν ἐκλεπτύνει καί ἀπελαύνει, καθάπερ τήν ὀμίχλην ὁ ἥλιος. Νηστεία τόν πνευματικόν ἀέρα νοερῶς ἡμῖν καθορᾶν ἐμποιεῖ, ἐν ᾧ οὐκ ἀνατέλλει, ἀλλά ἀεί λάμπει ὁ ἄδυτος ἥλιος Χριστός ὁ Θεός ἡμῶν. Νηστεία, συνεργόν λαβοῦσα τήν ἀγρυπνίαν, τό σκληρόν ὑπεισελθοῦσα τῆς καρδίας μαλλάσσει καί ἀντί τῆς πρῴην κραιπάλης κατανύξεως πηγάς βλυστάνειν παρασκευάζει, ὅπερ καί ἐν ἡμῖν γενέσθαι σπουδάσωμεν ἕκαστος ἡμῶν, παρακαλῶ, ἀδελφοί. Τούτου γάρ γενομένου εὐκόλως σύν Θεῷ, πᾶσαν τήν τῶν παθῶν θάλασσαν διαρρήξομεν καί τά κύματα διελθόντες τῶν πειρασμῶν τοῦ πικρῶς τυραννοῦντος ἡμᾶς, εἰς τόν λιμένα ἐγκαθορμισθῶμεν τῆς ἀπαθείας.

Ταῦτα δέ, ἀδελφοί μου, οὐκ ἐν μιᾷ ἡμέρᾳ, οὐδέ ἐν μιᾷ ἑβδομάδι γενέσθαι δυνατόν, ἀλλά ἐν πολλῷ χρόνῳ καί πόνῳ καί κόπῳ κατά τό ἀναλογίαν τῆς ἑκάστου προθέσεώς τε καί προαιρέσεως, ἔτι δέ καί κατά τό μέτρον τῆς πίστεως καί τῆς τῶν ὁρωμένων καί νοουμένων πραγμάτων καταφρονήσεως, οὐ μόνον δέ, ἀλλά καί κατά τήν θέρμην τῆς ἀδιαλείπτου μετανοίας καί αὐτῆς τῆς ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ταμείῳ ἀεννάου ἐργασίας ἤ συντομώτερον ἤ βραδύτερον Θεοῦ δωρεᾷ τε καί χάριτι κατορθοῦνται, ἄνευ δέ νηστείας οὐδέν οὔτε τούτων οὔτε τῶν ἄλλων ἀρετῶν κατορθωθῆναί ποτε παρά τινος ἠδυνήθη· νηστεία γάρ πάσης ἐργασίας πνευματικῆς ἀρχή καί θεμέλιος. Ὅσα τοιγαροῦν οἰκοδομήσεις ἐπί τόν θεμέλιον τοῦτον, ἄπτωτα καί ἀκατάλυτα, ὡς ἐπί στερεάν πέτραν κτισθέντα, γίνεται· ἐπάν δέ τοῦτον τόν θεμέλιον ἄρῃς καί ἀντ’ αὐτοῦ γαστρός κόρον καί ἐπιθυμίας ἀτόπους ὑποθῇ, ὥσπερ ψάμμος ὑπό τῶν πονηρῶν ταῦτα λογισμῶν καί τοῦ ποταμοῦ τῶν παθῶν ὑποσύρεται καί πᾶσαν τήν οἰκοδομήν τῶν ἀρετῶν καταστρέφει. Ἵν’ οὖν μή καί ἐφ’ ἡμῶν τοῦτο γένηται, στῶμεν περιχαρῶς ἐπί τόν στερεόν θεμέλιον τῆς νηστείας, στῶμεν, ἀδελφοί μου, καλῶς, στῶμεν αὐτοθελῶς· ὁ βάρ ἀβουλήτως ἐπί τήν τῆς νηστείας πέτραν ἀναβαίνειν ἀναγκαζόμενος, ἑαυτόν πάντως ἐκεῖθεν ὑπό τῆς ἐπιθυμίας ὑποσυρείς πρός καθροφαγίαν κατακρημνίζει, καί βιβρώσκων αὐτός τοῦ πονηροῦ, ὡς δοκεῖ, κατάβρωμα γίνεται· νόμος γάρ θεῖός ἐστι καί τούς παραβαίνειν τολμῶντας ὥσπερ δήμιος ὁ διάβολος παραλαμβάνων μαστίζει, εἰ καί μή εὐθύς, μηδέ παραχρῆμα, τοῦ Θεοῦ μακροθυμοῦντος ἐφ’ ἡμᾶς καί τήν μετάνοιαν ἡμῶν ἀπεκδεχομένου, ἀλλ’ ὅμως οὐκ ἐκφευξόμεθα τάς χεῖρας αὐτοῦ πάντως ἤ ἐνταῦθα ἤ ἐν τῷ μέλλοντι αἰῶνι, ἀμετανοήτως ἐπιμένοντες τῇ ἁμαρτίᾳ, ἐπειδή τήν μετ’ αὐτοῦ καταδίκην οὕτως ἔχοντες ἀποληψόμεθα καί ὑπ’ αὐτοῦ καί σύν αὐτῷ ἀθάνατα κολασθῆναι κρίσει δικαίᾳ Θεοῦ κατακριθῶμεν. Εἰ γάρ καί τούς προεστῶτας ἡμῶν λανθάνομεν, ἀλλά γε τόν τῶν προεστώτων Δεσπότην ὁμοῦ καί Θεόν λαθεῖν οὐ δυνάμεθα.

Φυλαξώμεθα τοιγαροῦν, ἀδελφοί, μή ἀπό λαθροφαγίας μόνον, ἀλλά καί ἀπό κόρου τῶν ἐπί τῆς τραπέζης παρατιθεμένων βρωμάτων ἡμῖν. Ναί, παρακαλῶ καί παρακαλῶν οὐ παύσομαι, μνήσθητε τῆς παρελθούσης ἁγίας ἑβδομάδος. Ἀναλογίσασθε τήν ἐκ τῆς νηστείας καί ἀγρυπνίας, εὐχῆς τε καί ψαλμῳδίας, ὡς ἔφην, ὠφέλειαν, ἀλλά τήν κατήφειαν, ἀλλά τήν εὐλάβειαν, ἀλλά τήν σιωπήν. Ὥσπερ γάρ ἀοίκητόν μοι ἐξ ἀνθρώπων ἐδόκει τότε εἶναι τό μοναστήριον, ὑπό ἀγγέλων μόνων ἐγκατοικούμενον, διά τό μή ὅλως ἕτερόν με ἀκοῦσαί τι ῥῆμα βιωτικόν, ἀλλ’ ἤ μόνην τήν ὑφ’ ὑμῶν πρός Θεόν ἀναπεμπομένην δοξολογίαν, ἤ καί ἀγγέλων ἔργον ἐστί. Πιστεύω δέ ὅτι, ὥσπερ ὑμεῖς ἐπιτελεῖτε τό τῶν ἀγγέλων ἔργον, οὕτω καί οἱ ἄγγελοι ἀοράτως συνδιῆγον ὑμῖν καί συνέψαλλον. Μή οὖν χωρισθῆναι τῆς μετ’ ἐκείνων συναυλίας διά τῆς πολυλογίας καί ἀργολογίας θελήσητε, μηδέ φωναῖς ἀτάκτοις ἤ κραυγαῖς ἀμέτροις αὐτούς μέν ἀφ’ ὑμῶν, τούς δέ δαίμονας πλησιάσαι ὑμῖν, ὡς τό πρίν, ποιήσητε, ἀλλά προσεχέτω ἕκαστος ἑαυτῷ καί τό ἐργόχειρον αὐτοῦ καί τήν διακονίαν αὐτοῦ, ὡς τῷ Θεῷ δουλεύων καί οὐκ ἀνθρώποις, ἐπιμελῶς ἐκτελείτω. Γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὁ ποιῶν τά ἔργα Κυρίου ἀμελῶς».

Ἐν ταῖς θείαις τῶν συνάξεων ἀναγνώσεσιν ἀλλήλους πρός ἀκρόασιν διεγείρειν, ὦ ἀδελφοί, μή ἐλίπητε. Καί γάρ ὥσπερ ἐπί τῆς αἰσθητῆς τραπέζης ἐσθίειν προτρεπόμεθά τε καί παρακελευόμεθα τοῖς πλησίον, καί οὕς ἄν τῶν ἄλλων πλεῖον ἀγαπῶμεν, παραβιαζόμεθα ἐπί τό φαγεῖν, οὕτω δή καί ἐπί τῆς ψυχοτρόφου ταύτης τραπέζης προσέχειν καί προτρέπεσθαι τοῖς πλησίον χρεωστοῦμεν, ἵνα μή ὡς μή ἀγαπῶντες ἀλλήλους κατακριθῶμεν καί τό μαθηταί εἶναι Χριστοῦ ἀπολέσωμεν. Λέγει γάρ· «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοί μαθηταί ἐστε, ἐάν ἀγαπᾶτε ἀλλήλους». Ὁ οὖν ἐπί τῆς αἰσθητῆς τραπέζης τόν ἑαυτοῦ φίλον μή παραβιασάμενος εἰς ἑστίασιν τά μέγιστα αὐτόν πολλάκις ὠφέλησεν· ὁ δέ ἐπί τῆς πνευματικῆς τραπέζης, τῆς ἀκροάσεως τῶν θείων λέγω λογίων, τοῦτο ποιῶν, οὐ τήν τυχοῦσαν ζημίαν τοῖς αὐτῷ πλησιάζουσι προξενεῖ. Ἐπειδή τῶν βρωμάτων μέν ἐκείνων ἡ πλησμονή καί τήν ψυχήν καί τό σῶμα διαφθείρειν εἴωθε πολλάκις καί βλάπτειν, τά δέ ἐνταῦθα ὑπό τῶν ἁγίων λεγόμενα καί νοῦν φωτίζει καί ψυχήν ἁγιάζει καί τῷ σώματι αὐτῷ δι’ αὐτῆς πάντως τοῦ ἁγιασμοῦ μεταδίδωσι καί ὑγιεινότερον καί ῥωμαλεώτερον καθιστᾷ.

Προσεχέτω τοιγαροῦν ἕκαστος τῇ ἀναγνώσει. Οἱ γάρ λόγοι τῶν ἁγίων Θεοῦ λόγοι καί οὐκ ἀνθρώπων εἰσίν. Ἐμβαλέτω τούτους ἐν τῇ καρδίᾳ αὐτοῦ καί τηρείτω αὐτούς ἀσφαλῶς, ἐπειδή οἱ λόγοι τοῦ Θεοῦ λόγοις ζωῆς εἰσι καί ὁ ἔχων αὐτούς ἐν ἑαυτῷ καί φυλάσσων αὐτούς, ἔχει ζωήν αἰώνιον. Ἐπί μέν γάρ πολυτελοῦς πολλάκις καθεσθέντες τραπέζης, οὐκ οἶμαί ποτε ῥᾳθυμήσαντά τινα ἐξ ὐμῶν ὅλως ἀπονυστάξαι καί μή μόνον τά ἀρκοῦντα λαβεῖν, ἀλλά καί τά εἰς τήν αὔριον μετά σπουδῆς ἄραντα ἀπελθεῖν καί ἤ φίλοις τισίν ἤ πτωχοῖς αὐτά μεταδοῦναι προθυμηθέντα. Ἔνθα δέ λόγοι ζωῆς πρόκεινται καί τούς ἐξ αὐτῶν τρεφομένους ἀθανάτους ἀποτελοῦσι, καθεύδειν, εἰπέ μοι, καί ῥᾳθυμεῖν ἤ νυστάζειν καί ῥέγχειν ἔξεστί τινι, ὥσπερ ἐμψύχῳ νεκρῷ; Ὤ τῆς ζημίας! Ὤ τῆς ἀναισθησίας καί τῆς νωθρότητος! Ὁ ἐπί τραπέζης καθήμενος καί τῶν προκειμένων μή ὀρεγόμενος τῆς κατά φύσιν ὑγιείας προδήλως ἐστέρηται· οὕτω καί ὁ ἀναγνώσεως θείας ἀκούων καί μή μεθ’ ἡδονῆς ἀφάτου καί ἀΰλου ὀρέξεως αΰλως τοῖς ἀΰλοις καί θείοις λογίοις ψυχικῶς ἐντρυφῶν καί τάς αἰσθήσεις πάσας αὐτοῦ νοερῶς ἐμπιπλῶν ἐκ τῆς τούτων γλυκύτητος, ἀσθενής τῇ πίστει ἐστί καί τῶν πνευματικῶν δωρεῶν εἰς ἅπαν ἄγευστος, ἐν μέσῳ δηλονότι πολλῶν ἀγαθῶν λιμῷ καί δίψει τηκόμενος. Καθάπερ γάρ νεκρός ὕδατι λουόμενος ἀνεπαισθήτως ἔχει, οὕτω καί οὗτος ὑπό τῶν ζωηρῶν καί θείων τοῦ λόγου ναμάτων ἐπαντλούμενος οὐκ αἰσθάνεται.

Ὅσοι τοίνυν λόγον ζωῆς ἐν ἑαυτοῖς ἔχετε, ὅσοι τραφῆναι τόν ἄρτον τοῦτον τοῦ λόγου ἐφθάσατε, ὄσοι μή νεκροί ἀλλ’ ἐκ νεκρῶν ζῶντες γεγόνατε καί τῆς ἀληθινῆς ζωῆς ἀπεγεύσασθε καί σπλάγχνα οἰκτιρμῶν πρός τούς πλησίον παρά τοῦ εὐσπλάγχνου Θεοῦ λαβόντες ἐκτήσασθε, διεγείρειν καί παρακαλεῖν καί νουθετεῖν τούς πλησίον καί πάντας, εἰ οἷόν τε, μή παύσησθε, ἀλλ’ ὡς οἰκεῖα μέλη, μᾶλλον δέ ὡς μέλη Χριστοῦ καί υἱούς ὄντας Θεοῦ, παιδαγωγεῖν, ἐπιτιμᾶν καί ἐλέγχειν αὐτούς προθυμήθητε, οὐχ ἵνα τούτους λυπήσητε, ἀλλ’ ἵνα πατρικῆς ὀργῆς καί ἀγανακτήσεως ἐλευθερώσητε, οὐδ’ ἵνα βλάψητε, ἀλλ’ ἵνα τά μέγιστα αὐτούς ὠφελήσητε, τά τοῦ Θεοῦ καί Πατρός αὐτῶν θελήματα παρασκεύζοντες αὐτούς ἐκπληροῦν. Ἐάν οὕτω ποιῆτε καί οὕτω τόν ἑαυτοῦ ἀδελφόν ἕκαστος ὑμῶν διεγείρῃ πρός παροξυσμόν ἀγάπης καί καλῶν ἔργων, συντόμως ἅπαντες πρός ὕψος ἀρθῶμεν τῶν ἀρετῶν καί ἐκπληρωταί τῶν ἐντολῶν ἀναφανῶμεν τοῦ Θεοῦ καί τῆς βασιλείας τῶν οὐρανῶν ὁμοθυμαδόν ἐπιτύχωμεν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος ΙΒ΄. Περί ἐγκρατείας καί ὑπομονῆς εἰς τήν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καί περί σιωπῆς. Καί ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τούς ἀγωνιζομένους ἐν ἀληθείᾳ.

Ἀδελφοί καί πατέρες, ἐγώ μέν καί τῇ ψυχῇ καί τῷ σώματι ἐκ πλημμελοῦς καί ῥᾳθύμου προαιρέσεώς τε καί διαθέσεως ἀεί ἀσθενῶν, σιωπᾶν ἐβουλόμην καί μόνα τά κατ’ ἑμαυτόν ἐπισκέπτεσθαι, ἕως ἄν μοι τά τοῦ χείρονος ἡττήθη καί τῷ κρείττονι λογισμῷ καθυπετάγη καί ὅλως ἀπήλαυσα τῆς εἰρήνης τοῦ πνεύματος, ἐλευθερωθείς τῆς ὀχλήσεως τοῦ χοϊκοῦ καί γεώδους φρονήματος καί εἰσελθών εἰς τόν λιμένα τῆς μακαρίας ἡμῶν ἀναπαύσεως. Ἀλλ’ ἐπεί εἰς κεφαλήν τοῦ σώματος ὑμῶν τοῦ ἁγίου παρ’ ὑμῶν ἐξελέγην, ἀνάγκη μοί ἐστι τοῦ παρακαλεῖν τήν ἀγάπην ὑμῶν, ἐπειδή ἡ σωτηρία τῆς ὑμῶν ἀδελφότητος παραμηθεῖταί με, ὅτι καί ἐμοῦ ἀσθενοῦντος κατά ψυχήν, ὑμεῖς ταῖς εὐχαῖς τοῦ πατρός μου καί πατρός ὑμῶν διασῴζεσθε. Τοίνυν καί μή διᾶραι στόμα οἷός τε ὤν, μόλις κἄν γράψαι τόν λόγον ἴσχυσα καί προϋπομνῆσαι τήν ὑμῶν ἀδελφότητα, ἐν παρακλήσει πολλῇ τῆς ὑμετέρας ἀγάπης δεόμενος, ἵνα ὡς ἀληθινοί δοῦλοι Χριστοῦ καί φιλάδελφοι, εὔχησθε ὑπέρ τῆς ἐμῆς ἀθλιότητος, ὡς ἄν καί αὐτός ἐγώ μεθ’ ὑμῶν σῴζωμαι καί τήν ὁδόν ὁδεύων τῶν ἐντολῶν τοῦ Θεοῦ, καί ὑμῖν τοῖς ἀγαπητοῖς μου ἀδελφοῖς συναυλίζωμαι.

Παρακαλῶ οὖν ὑμᾶς καί δέομαι ὑμῶν ἐν Χριστῷ Ἰησοῦ προσέχειν ἑαυτοῖς καί ἕκαστον φρονεῖν εἰς τό σωφρονεῖν καί μή φρονεῖν παρ’ ὅ δεῖ φρονεῖν, μηδέ τόν ἀμελῆ μου καί μετέωρον βίον ὁρᾶν, ἀλλά τοῖς ἴχνεσιν ἐξακολουθεῖν τοῦ Κυρίου καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ καί ἀποδοῦναι χρεωστοῦμεν τήν ἀπολογίαν ὡς δικαίῳ καί ἀπαραλογίστῳ κριτῇ. Δότε μοι ταύτην τήν καύχησιν, ὅτι μόνος ἐγώ εἰς ᾅδου κατενεχθείς διά τῆς ἀμελείας μου βάραθρον, ὑμᾶς μέγα βοήσας τῆς παγίδος ἐξήρπασα, καί εἰ πολά χρεωστῶ θρηνῆσαι τήν ῥᾳθυμίαν μου, ἀλλ’ ἀρκοῦμαι καί μόνον βλέπων ὑμᾶς ὑψουπετομένους καί ὑπεράνω τῶν βρόχων τοῦ διαβόλου. Φυλάξατε τοιγαροῦν πάσας ἀπαραλείπτως τάς ἐντολάς τοῦ Θεοῦ, ἀγαπητοί, ἵνα σῴζησθε ὥσπερ δορκάς ἐκ βρόχων καί ὡς στρουθίον ἐκ παγίδος.

Πρώτη δέ ἐντολή ἐστι τό ἀγαπᾶν ἐξ ὅλης ψυχῆς τόν Θεόν καί ἀλλήλους, ὡς αὐτός ὁ Θεός τόν κόσμον ἠγάπησεν. Ἡ δέ ἀληθής ἀγάπη ἐν τούτοις γνωριζομένη χαρακτηρίζεται· ἐν τῷ μή φυσιοῦσθαι, ἐν τῷ μή κατεπαίρεσθαι, μηδέ ζηλοῦν τόν ἀδελφόν, ἀλλά ζηλοῦν τό καλόν, ἐν τῷ μή περπερεύεσθαι, μή γογγύζειν, μή παίζειν, μηδέ γελᾶν, μηδέ δικάζεσθαι περί μικροῦ ἤ μεγάλου, τό σύνολον, πράγματος, ἐν τῷ μή κορέννυσθαι μή μόνον βρωμάτων καί ἐδεσμάτων, ἀλλ’ εἰ δυνατόν μήτε ὕδατος, καί μᾶλλον ἐν ταῖς παρούσαις ἡμέραις τῶν νηστειῶν, ἐν αἷς ὁ σπουδαίως καί ἐμπόνως μετανοῶν, τοῦ χρόνου παντός τῶν ἁμαρτημάτων αὐτοῦ λαμβάνει τήν ἄφεσιν ἄνωθεν κατά τήν θείαν Γραφήν. Οἴδατε γάρ ὅτι ἡ θέρμη τῆς μετανοίας καί ἐκ βάθους καρδίας ἀναπεμπομένων δακρύων ἡ ζέσις δίκην πυρός ἀναχωνεύει καί καταφλέγει τόν ῥύπον τῆς ἁμαρτίας καί τήν μολυνθεῖσαν ψυχήν καθαράν ἐπεργάζεται· οὐ μόνον δέ, ἀλλά καί φωτός χύσιν διά τῆς τοῦ Πνεύματος ἐπιδημίας δαψιλῶς αὐτῇ καί φιλοτίμως χαρίζεται, ὡς ἐντεῦθεν γίνεσθαι αὐτήν μεστήν ἐλέους καί καρπῶν ἀγαθῶν. Ταύτῃ τοιγαροῦν χρησώμεθα, δέομαι, καί ἐν ταύτῃ τῇ τρίτῃ τῶν νηστειῶν ἑβδομάδι, πατέρες καί ἀδελφοί, καί ἐν ταῖς μετ’ αὐτήν, θέρμην ἐπί θέρμῃ καί σπουδήν ἐπί σπουδῇ προστιθέντες τό καθ’ ἡμέραν, ἕως οὗ φθάσωμεν εἰς τήν Κυρίαν τοῦ Πάσχα, λελαμπρυσμένοι τάς ψυχάς ὁμοῦ καί τά σώματα.

Ἰδού γάρ, ὡς ὁρᾶτε, ὅτι Θεοῦ βοηθείᾳ καί τοῦτο τό στάδιον τῆς δευτέρας τῶν νηστειῶν ἑβδομάδος εὐψύχως καί μετά ζεούσης τῆς προθυμίας διήλθομεν. Μαρτυρῶ γάρ ὐμᾶς μηδέν ὑστερηκέναι τῶν τῆς νηστείας καλῶν, ἀλλά καί παννύχους τάς ψαλμῳδίας μετά πάσης προσοχῆς πεποιήκατε καί τήν ἐγκράτειαν εὔτονον τετηρήκατε καί τηρεῖτε, τοῖς παρατιθεμένοις λαχάνοις καί ὀσπρίοις ἀρκούμενοι. Ἐγώ δέ τινας ἐξ ὑμῶν ἐπίσταμαι, καί αὐτῶν τῶν εὐτελῶν τῆς τραπέζης βρωμάτων, συντετριμμένῳ τῷ πνεύματι καί ταπεινῷ τῷ φρονήματι καθεζομένους ἐν ταύτῃ μέσον ὑμῶν, ἀπεχομένους ἀναξίους ἑαυτούς ἡγουμένους τῆς αὐτῶν μεταλήψεως. Πρός τούτοις, ἑαυτοῖς καί τοῖς ἐργοχείροις ὑμῶν προσέχοντες, ἀπαρρησίαστοι μετά σιωπῆς μεμενήκατε, ὅλοι κατανύξεως τήν ψυχήν δακρύων πεπληρωμένοι, εὐχῶν, δεήσεως, κόπου πνευματικοῦ ἐκ τῶν συνεχῶς γινομένων γονυκλισιῶν καί τήν καλήν ἀλλοίωσιν ἠλλοιώθητε, ἀσκητικωτάτην καί ὡραίαν τήν ὄψιν κτησάμενοι.

Νῦν οὖν ἐπεί πρός τό ἑξῆς ἀποδύσασθαι μέλλομεν τῆς νηστείας, ἀγωνισώμεθα, παρακαλῶ, τηρῆσαι καί ἐν ταύτῃ τῇ ἱερᾷ ἑβδομάδι τῆς καλλίστης νηστείας τόν νόμον καί τόν ἴδον θέσθαι ταῖς προλαβούσαις ἀγῶνα, ἐπειδή πολλῆς ἡμῖν χρεία τῆς νήψεως, πολλῆς τῆς σπουδῆς, ἵνα μή ὡς οἱ βιωτικοί καί ἡμεῖς τάς ἡμέρας ἡμῶν διανύσωμεν. Οἴδατε γάρ ὅτι, τῆς πρώτης παρελθούσης ἑβδομάδος, τήν ἁγίαν ἐκεῖνοι τεσσαρακοστήν διελθεῖν οἴονται ἅπασαν· καί οὐ μόνον τοῦτο ὑπολαμβάνουσιν, ἀλλά καί διαρρήδην πρός ἀλλήλους καί πρός ἅπαντας λέγουσιν. Ἡμῖν δέ, ἀδελφοί μου, φόβος καί φόβων ὁ μέγιστος, μήπως ὡς οὗτοι καί ἡμεῖς ὑπολάβωμεν καί πρός ἀλλήλους διαλεξώμεθα καί ἀρνηταί φανῶμεν τοῦ ἐπαγγέλματος. Οὐ μόνον γάρ ἡμῖν τοῖς φεύγουσι τόν κόσμον καί σταυρωθεῖσιν αὐτῷ καί ἀνατεθεῖσιν ὁλικῶς Θεῷ ὁ παρών καιρός εἰς ἐγκρατείας νόμον ἐδόθη, ἀλλά καί ὅλος ὁ βίος τῆς παρούσης ἡμῶν ζωῆς, ἐφ’ ᾧ καί ἀπαραιτήτως χρεωστοῦμεν ἐγκρατεύσθαι.

Πῶς δέ οὐ χρεωστοῦμεν τοῦτο ποιεῖν ἐν παντί τῷ χρόνῳ, οἱ πεινᾶσαι καί διψῆσαι καί γυμνητεῦσαι καί πάντα παθεῖν καί ἐν χαρᾷ ὑπενεγκεῖν συνταξάμενοι, καί μᾶλλον ἄρτι ἐν τῷ καιρῷ τῶν ἀγώνων τῆς τεσσαρακοστῆς; Εἰ δέ οὐχ οὕτω ποιεῖν βουλόμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν τῆς ζωῆς, ἀλλά γελᾶν καί ἀργολογεῖν καί παίζειν καί ἀντιλέγειν θέλομεν, τί διαφέρομεν τῶν ἀπίστων καί ἐθνικῶν ἀνθρώπων; Ὄντως οὐδέν. Εἰ γάρ τό ἐπιζητεῖν καί μεριμνᾶν περί ἄρτου καί οἴνου καί ἱματίου ὁμοίους ἡμᾶς τῶν ἐθνικῶν ἀπεργάζεται, τίνων ἴσους ποιήσουσιν ἡμᾶς τά εἰρημένα, αἰχρότερα τούτων ὄντα καί ἐφαμαρτότερα; Οὐχί πληρωθήσεται ἐφ’ ἡμῶν τό ὑπό τοῦ προφήτου εἰρημένον· «Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καί ὡμοιώθη αὐτοῖς»;

Πειθαρχήσωμεν, ἀδελφοί, τῷ βοῶντι καθ’ ἑκάστην πρός ἡμᾶς Θεῷ καί λέγοντι διά τῶν ἀποστόλων αὐτοῦ· «Οὔτε ἐάν φάγωμεν περισσεύομεν, οὔτε ἐάν μή φάγωμεν ὑστερούμεθα», καί πάλιν· «Μή μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἤ τί πίητε ἤ τί ἐνδύσησθε, ζητεῖτε δέ πρῶτον τήν βασιλείαν τοῦ Θεοῦ καί τήν δικαιοσύνην αὐτοῦ καί ταῦτα πάντα προστεθήσεται ὑμῖν». Ἵνα δέ μή ἔχῃ τις λέγειν· «Ἐάν βραδύνῃ τοῦ δοῦναι καί οὐκ ἔχω τι φαγεῖν, τί ποιήσομαι; Τά πετεινά, εἶπε, βλέπετε τοῦ οὐρανοῦ, πῶς οὐ σπείρει, οὐδέ θερίζει, οὐδέ συνάγουσιν εἰς ἀποθήκας, καί ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά», καί ἐπάγω φησίν· «Οὐχί πολλῶν στρουθίων διαφέρετε ὑμεῖς, ὀλιγόπιστοι;». Ὡς ἄν δέ μή γογγύζωμεν, ὀλιγοψυχοῦντες ἕνεκεν βρώματος ἤ πόματος, διαρρήδην βοᾷ πρός ἠμᾶς· «Μακάριοι οἱ πεινῶντες καί διψῶντες τήν δικαιοσύνην, ὅτι αὐτοί χορτασθήσονται».

Εἰ οὖν πιστεύεις Χριστῷ καί ἀψευδῆ τοῦτον εἶναι ὁμολογεῖς, ὅτε πεινάσεις ἤ διψήσεις καί οὐκ ἔχεις τι τοῦ φαγεῖν ἤ πιεῖν, ζητήσεις δέ τόν κελλαρίτην ἄρτον ἤ οἶνον ἤ βρώσιμόν τι καί οὐ παρέξει σοι ὑπό δουλειῶν ἐμποδιζόμενος ἴσως, ἐνθυμήθητι μνησθείς τῶν τοῦ Κυρίου λόγων καί εἶπον πρός ἑαυτόν· «Πεινῶ μέν καί διψῶ, ἀλλ’ ὑπομένων ὑπομείνω τόν Κύριον καί αὐτός ποιήσει κατά τήν ἀσθένειάν μου καί οὐκ ἐγκαταλείψει με». Καί οὕτως ὑπόμεινον, ἀδελφέ, καί πολύν ἕξεις τόν μισθόν παρά τῷ Θεῷ. Ἀλλά καί ἐπί πᾶσιν ἄλλοις τοῖς ὑπαντῶσί σοι πειρασμοῖς οὕτω ποίει καί θαυμαστωθήσῃ, ἔν τε τῇ παρούσῃ ζωῇ καί ἐν τῇ μελλούσῃ μετά τῶν ἁγίων καταταγήσῃ μαρτύρων. Πόσοι τῶν ἐν Χριστῷ ἡμῶν ἀδελφῶν ἐπιθυμοῦσι πολάκις, ἐν μιᾷ κατακείμενοι γωνίᾳ, καί αὐτοῦ τοῦ ψυχροῦ ὕδατος καί εὐχαριστοῦσιν ἴσως τῷ θεῷ καί οὐδέν ἀγανακτοῦντες λέγουσι βλάσφημον, ἡμεῖς δέ Θεοῦ χάριτι διά τῶν πλουσίων αὐτοῦ δωρεῶν πᾶσαν τήν χρείαν τοῦ σώματος ἀνελλιπῇ ἔχομεν και περισσόν ἔχομεν. Ὅταν οὖν τις ἐξ ἡμῶν μηδέν ὅλως ἔχῃ, γογγύσῃ δέ, κατακρίνεται ὡς μή ἔχον ὑπομονήν· ὅταν δέ καί πολύ ἔχῃ, ἐπί δέ τῇ τοῦ ὀλίγου στερήσει φιλονεικίας καί μάχας ἐγείρῃ, ἔτι δέ καί βλάσφημα φθέγγεται ῥήματα, ποίας ὁ τοιοῦτος συγγνώμης ἄξιος ἔσται; Ἀλλά ταῦτα λέγων, οἶδα ὅτι ἐμαυτόν κατακρίνω καί ἔσονται οἱ λόγοι μου τάχα εἰς κατάκρισίν μου καί ἔλεγχον. Ὅμως ἔστωσαν, ἀξιῶ, καί εἰς ὑμετέραν ὑπόμνησιν.

Τοιγαροῦν καί ἀναμνημονεύοντες τῆς ὠφελείας τῶν παρελθουσῶν ἡμερῶν τῆς νηστείας, πῶς αὐτάς καί μεθ’ ὅσης τῆς σπουδῆς καί τῆς θέρμης διήλθητε, οὕτω καί πᾶσαν, δέομαι, τήν ἁγίαν τεσσαρακοστήν σπουδάσατε διελθεῖν, ἀναλογιζόμενοι τήν καλήν ὑμῶν ἀναστροφήν, οἵαν εὐλάβειαν, οἵαν ταπείνωσιν, ἀλλά σιωπήν, ἀλλά σπουδήν εἴς τε τόν κανόνα τῆς θείας συνάξεως καί εἰς τό ἐργόχειρον ὑμῶν ἕκαστος εἴχετε. Ναί, παρακαλῶ, μή ἐπιλάθησθε τῆς παθοκτόνου νηστείας, τῆς καθαρτικῆς ἐγκρατείας καί τά αὐτά ποιεῖν μή κατοκνήσητε, ἀδελφοί, ἀλλ’ εἰ καί βρωμάτων ἐναλλαγή γενέσθαι πολλάκις συμβῇ καί ποθεν τύχοιτε παρακλήσεως, τήν γνώμην ἦτε ἀσάλευτοι καί τήν κατάστασιν ἀμετάβλητοι, μᾶλλον μέν οὖν πλεῖον τῆς συνήθους φαγόντες τροφῆς, περισσοτέρως καί εἰς τό ἔργον τοῦ Θεοῦ κοπιᾶσαι σπουδάσατε, ὅπως μή γένηται ὑμῖν, ἀντί εὐχαριστίας καί κέρδους, ῥᾳθυμίας καί ζημίας οὐ τῆς τυχούσης ἡ παράκλησις πρόξενος. Ναί, ἀδελφοί μου, νήψατε καί καθώς εἶπον ὑμῖν, κατά τήν παρελθοῦσαν ἑβδομάδα καί τήν εἰσιοῦσαν ταύτην ἐκτός βρώματος ἰχθύων κρατήσατε καί ἐν φόβῳ Θεοῦ ἀναστρέφεσθε, μή καταλιμπάνοντες τάς διακονίας ὑμῶν καί τά ἐργόχειρα καί ὧδε κἀκεῖσε περιπατοῦντες καί μετεωριζόμενοι καί ἐκδότους ἑαυτούς ποιοῦντες τῷ τῆς ἀκηδίας δαίμονι. Ἀλλ’ εἴ πού τις ἐξ ὑμῶν διερχόμενος ἕτερον ἱστάμενον ἤ καθήμενον εὕρῃ τῶν ἀδελφῶν, σπουδαίως διερχόμενος βαλέτω μετάνοιαν, καί ἴσως ἔλθῃ καί ὁ ἀργός εἰς συναίσθησιν καί ἀφ’ ἑαυτοῦ κἀκεῖνος ἐντραπείς ἐπί τό ἔργον ἐλεύσεται καί, οὕτως ἕκαστος ὑμῶν ποιῶν, ἐκφύγητε τό τῆς ἀργίας καί ἀργολογίας κατάκριμα.

Οὐκ ἀκούετε τί Ζωσιμᾶς ὁ μακάριος ἐκεῖνος λέγει, ὁ τῆς ὁσίας Μαρίας τόν βίον ἐξηγησάμενος, περί τῶν ἁγίων ἀνδρῶν ἐκείνων, τῶν ἐν τῇ μονῇ ἐν ᾗ κἀκεῖνος τηνικαῦτα κατήντησε Θεοῦ προνοίᾳ, πῶς τῆς μονῆς ἐξερχόμενοι πᾶσαν κατά τήν ἔρημον τήν τεσσαρακοστήν ἐποίουν, μηδέποτε ὁ εἷς τῷ ἑτέρῳ ἑνούμενος, ἀλλ’ εἴ που καί παρά τινος αὐτῶν ὑπηντήθη, ἐκκλίνων ἐξέφευγε καί οὐδέ πλησιάσαι ἀλλήλοις ἠνείχοντο; Οὕτω καί ὑποστρέφοντες ἐν τῇ μονῇ οὐδείς, ὡς φησίν, ἠρώτα ποτέ τόν ἕτερον τί εἶδεν ἤ τί πεποίηκεν εἰς τήν ἔρημον, ἀλλ’ ὥσπερ τινές ξένοι καί παρεπίδημοι καί ταῖς φωναῖς ἑτερόγλωσσοι, οὕτως ἅπαντες ἔζων καί οὕτως ἐπολιτεύοντο· δι’ οὐδέν δέ ἄλλο τοῦτο πάντως ἐποίουν, ὡς οἴομαι, εἰ μή τό ὅλον ἀκριβαζόμενοι μή ἐκφέρειν λόγον ἀργόν ἀπό τοῦ στόματος. Εἰ τοίνυν τοσαῦτα ἔτη καί τοσαύτας ἡμέρας ἐκεῖνοι ἀλλήλοις μή ὁμιλοῦντες τό σύνολον ἐποίουν, τί πεισόμεθα ἡμεῖς οἱ μηδέ τάς ὀλίγας ταύτας ἡμέρας ἀπό τῶν συντυχιῶν καί ἀργολογιῶν φυλαττόμενοι; Καί τί λέγω ἡμέρας, ὅπου γε οὐδέ ὥρας μιᾶς καιρόν ἑαυτούς κρατῆσαι δυνάμεθα; Καί τί ποιήσομεν, ἀδελφοί μου καλοί, ἐάν αἴφνης οὕτως ἐχόντων ἡμῶν ὁ κριτής ἁπάντων καί Θεός παραγένηται, ὁ καί ὑπέρ ἀργοῦ λόγου λόγον ἀπαιτῶν ἡμᾶς ἐν ἡμέρᾳ τῆς κρίσεως; Πῶς δέ καί τῶν ἄλλων παθῶν κρατήσομεν, γλῶσσαν ἀκράτητον ἔχοντες; Ποῖον γάρ, εἰπέ μοι, ἐλαφρότερον ἐστι τούτου τοῦ πάθους τῶν λοιπῶν ἁπάντων παθῶν; Ἡ σάρξ, ἔχουσα τήν φυσικήν ἐπιθυμίαν καί πύρωσιν, κατά τοῦ πνεύματος ἐπανίσταται καί πολεμεῖ κραταιῶς τήν ψυχήν, ἡ γαστήρ θέλει βρωμάτων χορτάζεσθαι, εἰς τοῦτο γάρ καί ἐγένετο· εἰ τοίνυν τῆς γλώσσης τήν συνήθειαν, ὅπερ ἐστίν εὔκολον καί κοῦφον ἡμῖν, οὐ κρατήσομεν, τῶν χαλεπῶν τούτων καί μεγάλων, τῶν πολλήν ἐχόντων ἰσχύν μετά τῆς φύσεως καί αὐτῆς, εἰπεῖν, τῆς ἐπιθυμίας καί ἡδονῆς, πῶς ἰσχύσομεν ἐγκρατεῖς γενέσθαι ποτέ;

Ἀρχή οὖν ἔστω ἀπό σήμερον λοιπόν ἡμῖν, ἀδελφοί, καί ὅσον δυνάμεως ἔχομεν, δράμωμεν, ἵνα ὥσπερ τινές χρυσόπτεροι ἀετοί, κοῦφοι τό Πάσχα Κυρίου καταλάβωμεν, ἔνθα πρόδρομος ἡμῶν εἰσῆλθεν Χριστός ὁ Θεός ἡμῶν, πάντα τά τυραννοῦντα ἡμᾶς πάθη ὄπισθεν ἡμῶν ἀπορρίψαντες. Θήσομεν δέ, εἰ δοκεῖ, αὐτοί ἡμεῖς νόμον κοινῇ βουλῇ ἐν μέςῳ ἡμῶν αὐτῶν, ὡσάν ἐκτός σαββάτου καί κυριακῆς εἰ δύο εὑρεθῶσιν ἀργίᾳ ἔκδοτοι καί ἱστάμενοι συντυχίας ἀνωφελεῖς, ὅλως ἔχουσι μηδενός κατά τήν ἡμέραν ἐκείνην ἑτέρου, εἰ μή μόνον ἄρτου ξηροῦ μετά ἅλατος καί ὕδατος μεταλαμβάνειν ψυχροῦ ἐν τῷ καιρῷ τοῦ ἀρίστου, ἱσταμένους δηλονότι καί ἐσθίοντας περί τό κάτω μέρος τῆς τραπέζης. Καί τοῦτο νόμον ἔχοντες ἀπαράβατον, ἀπό μέν ἀργολογίας καί ἐρεσχελίας ἑαυτούς ἀμέμπτους τηρήσητε, τόν Θεόν δέ δι’ ὅν θύραν τίθεσθε τοῖς χείλεσιν ὑμῶν καί φυλακήν ὡσαύτως τοῖς στόμασι θεραπεύσετε, καί ἐμέ τόν ἀνάξιον πατέρα ὑμῶν μεγάλως ἐν τούτῳ παρακαλέσετε, καί θυμηδίας πληρώσετε τήν ταπεινήν μου ψυχήν, καί τάς ψυχάς ὑμῶν οὐ μικρῶς ὠφελήσητε, τύπον ἀγαθόν καί συνήθειαν θαυμαστήν ἑαυτούς διά τήν τοῦ Θεοῦ ἀγάπην διδάσκοντες. Ἔπειτα δοξασθήσεσθε καί θαυμασθήσεσθε παρά πάντων εἰκότως ἀνθρώπων καί δι’ ὑμῶν ὁ Θεός, ὅτι εἰς τήν γενεάν ταύτην ὑμεῖς εὑρεθήσεσθε τῶν ἁγίων τούς βίους μιμούμενοι, ὅπερ οὐκ οἶμαι νῦν εὐκόλως εὑρεθῆναι ἐν οἷς τόποις τέως ἐσμέν καί βλέπομεν καί περί τινων ἀκούομεν μοναχῶν καί τῶν μοναστηρίων αὐτῶν.

Διά τοῦτο παρακαλῶ τήν ὑμετέραν ἀγάπην, πατέρες μου ἅγιοι καί δοῦλοι Θεοῦ, μή παρακούσητε τούς ἐμούς λόγους τοῦ ἀναξίου πατρός ὑμῶν, μηδέ ὡς λῆρος ἐνώπιον ὑμῶν φανῶσι τά ῥήματά μου. Εἰ γάρ καί ἀσθενής εἰμι καί μυρίων γέμων ἁμαρτημάτων, ἀλλ’ ἴδετε καί σκοπήσατε ἀκριβῶς ὅτι οὐδέν ὑμῖν ἔξωθεν τῶν τοῦ Θεοῦ ἐντολῶν καί τῶν θείων Γραφῶν συνεβούλευσα. Ποιήσατε οὖν ἀρχήν καλήν καί δότε μοι προθυμίαν μικράν, ἵνα εὐχαῖς ὑμῶν ἁγίαις ἐνισχύσας, ἀνανεύσω καί τρίψω μου τήν ὄψιν καί τούς ὀφθαλμούς νίψωμαι καί τοῦ πολλοῦ ὕπνου τῆς ῥᾳθυμίας ἐξεγερθήσωμαι καί ἀντί τῶν ἀγαθῶν ὧν εἰς ἐμέ ποιεῖτε τόν εὐτελῆ δοῦλον ὑμῶν, εἰ καί μή ἀξίως, ἀλλά γε τό κατά δύναμιν, λόγοις ἀνταμείψωμαι ἀγαθοῖς, ἐξ ὧν ἡ τοῦ Θεοῦ χάρις δίδωσιν ἐν ἀνοίξει τοῦ ἀκαθάρτου μου στόματος, τήν ἀγάπην ὑμῶν. Ναί, ἀδελφοί μου, δέομαι ὑμῶν, μή παρίδητέ μου τήν δέησιν, ἀλλ’ ὥσπερ ἐξ ἡμιθανοῦς καί παντελῶς ἀλάλου ἐδώκατέ μοι λέγειν ἐνώπιον τῆς ὑμῶν τιμιότητος, οὕτω μοι χαρίσασθε καί τό θέλημα ὑμῶν, ὡς ἄν διά τῆς αὐτοῦ ἐκκοπῆς ὑμεῖς μέν ζήσεσθε ζωήν τῶν μαρτύρων καί ἀθλοφόρων Χριστοῦ, ἐγώ δέ ἀπό τῆς σύμερον ἔτι καί ἔτι προσθήσω τιθέναι ὑπέρ ὑμῶν ὅλην μου τήν ψυχήν σύν τῷ σώματι εἰς ἑκούσιον θάνατον, ὅ καί εὔχομαι ἐφόδιόν μοι γενέσθαι πρός τήν ἐκεῖθεν ζωήν ἀπαίροντι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καί τό κράτος σύν τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος ΙΓ ΄. Περί τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καί ὁποία τίς ἐστιν ἤ πῶς ἐν ἡμῖν γίνεται ἡ ἀνάστασις τοῦ Χριστοῦ καί ἐν αὐτῇ ἡ ἀνάστασις τῆς ψυχῆς. Καί τί τό μυστήριον ταύτης τῆς ἀναστάσεως. Ἐλέχθη μετά τό Πάσχα τῇ δευτέρᾳ τῆς δευτέρας ἑβδομάδος τοῦ Πάσχα.

Ἀδελφοί και πατέρες, ἤδη τό Πάσχα, ἡ χαρμόσυνος ἡμέρα, ἡ πάσης εὐφροσύνης καί θυμηδίας, τῆς τοῦ Χριστοῦ ἀναστάσεως κατά περίοδον τοῦ χρόνου παραγινομένης ἀεί μᾶλλον δέ καθ’ ἑκάστην καί ἀεννάως γινομένης ἐν τοῖς εἰδόσι τό μυστήριον ταύτης, χαρᾶς καί ἀγαλλιάσεως ἀφάτου ἐπλήρωσε τάς καρδίας ἡμῶν, λύσασα ἐπί τό αὐτό τῆς πανσέπτου νηστείας τόν κόπον ἤ μᾶλλον εἰπεῖν, τελειώσασα καί ἅμα παρακαλέσασα ἡμῶν τάς ψυχάς, διό καί πρός ἀνάπαυσιν καί εὐχαριστίαν πάντας ὁμοῦ τούς πιστούς προσκαλεσαμένη, ὡς ὁρᾶτε, διῆλθεν. Εὐχαριστήσωμεν οὖν τῷ Κυρίῳ, τῷ διαβιβάσαντι ἡμᾶς τό πέλαγος τῆς νηστείας καί εἰς τόν λιμένα τῆς αὐτοῦ ἀναστάσεως ἀγαγόντι μετ’ εὐθυμίας ἡμᾶς· εὐχαριστήσωμεν αὐτῷ, οἵ τε καλῶς καί προθύμως μετά ζεούσης προθέσεως καί ἀγώνων τῆς ἀρετῆς τόν δρόμον διανύσαντες τῆς νηστείας καί οἱ ἀσθενήσαντες περί ταῦτα δι’ ὀλιγωρίαν καί ψυχῆς ἀσθένειαν, ἐπειδή αὐτός ἐστιν ὁ καί τοῖς σπουδαίοις ὑπέρ ἐκ περισσοῦ διδούς τούς στεφάνους καί τούς ἀξίους μισθούς τῶν ἔργων αὐτῶν, καί συγγνώμην αὖθις τοῖς ἀσθενεστέροις, ὡς ἐλεήμων καί φιλάνθρωπος, ἀπονέμων. Ὁρᾷ γάρ τάς διαθέσεις ἡμῶν τῶν ψυχῶν καί τάς προαιρέσεις μᾶλλον ἤ τούς κόπους τοῦ σώματος, δι’ ὧν γυμνάζομεν πρός ἀρετήν ἑαυτούς, ἤ πλεῖον τήν ἄσκησιν προθυμίᾳ ψυχῆς ἐπιτείνοντες ἤ ἔλαττον δι’ ἀσθένειαν σώματος ταύτην τῶν σπουδαίων ποιούμενοι, καί κατά τάς προθέσεις ἡμῶν ἀντιμετρεῖ τά ἔπαθλα καί τά τοῦ Πνεύματος ἑκάστῳ χαρίσματα, ποιῶν ἤ περίφημον καί ἔνδοξον τῶν σπουδαίων τινά ἤ ἐῶν ταπεινόν ἔτι καί δεόμενον ἐπιπονωτέρας καθάρσεως.

Ἀλλά γάρ ἴδωμεν, εἰ δοκεῖ, καί καλῶς ἐξετάσωμεν, τί τό μυστήριον τῆς τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, ὅπερ ἀεί τοῖς βουλομένοις ἡμῖν μυστικῶς γίνεται, καί πῶς ἐν ἡμῖν ὁ Χριστός ὡς ἐν μνήματι θάπτεται καί πῶς ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανίσταται, συνανιστῶν καί ἡμᾶς ἑαυτῷ. Ἐστι δέ ὁ σκοπός τοῦ λόγου τοιοῦτος.

Ὁ Χριστός καί Θεός ἡμῶν, ἐπί σταυροῦ κρεμασθείς καί προσηλώσας ἐν αὐτῷ τήν ἁμαρτίαν τοῦ κόσμου, θανάτου γευσάμενος, κατῆλθεν ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου. Ὥσπερ οὖν ἐξ ᾅδου πάλιν ἀνελθών εἰς τό ἄχραντον ἑαυτοῦ σῶμα εἰσῆλθεν, οὗ κατελθών ἐκεῖσε οὐδαμῶς ἐχωρίσθη, καί εὐθύς ἀνέστη ἐκ τῶν νεκρῶν καί μετά ταῦτα ἀνῆλθεν εἰς οὐρανούς μετά δόξης πολλῆς καί δυνάμεως, οὕτω δή καί νῦν ἐξερχομένων ἡμῶν ἐκ τοῦ κόσμου καί εἰσερχομένων διά τῆς τῶν παθημάτων τοῦ Κυρίου ἐξομοιώσεως ἐν τῷ τῆς μετανοίας καί ταπεινώσεως μνήματι, αὐτός ἐκεῖνος ἐξ οὐρανῶν κατερχόμενος, εἰσέρχεται ὡς ἐν τάφῳ ἐν τῷ ἡμῶν σώματι, καί ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανιστᾷ νεκράς οὔσας ὁμολογουμένως αὐτάς, καί τηνικαῦτα βλέπειν ἐμπαρέχει τῷ οὕτως ἀναστάντι σύν τῷ Χριστῷ τήν δόξαν τῆς μυστικῆς αὐτοῦ ἀναστάσεως.

Ἀνάστασις οὖν Χριστοῦ ἡ ἡμετέρα ὑπάρχει ἀνάστασις, τῶν κάτω κειμένων. Ἐκεῖνος γάρ μή πεσών εἰς ἁμαρτίαν ποτέ, καθά γέγραπται, μηδέ ἀλλοιωθείς τῆς ἰδίας δόξης κἄν ὁπωσοῦν, πῶς ἀναστήσεταί ποτε ἤ δοξασθήσεται, ὁ ἀεί ὤν ὑπερδεδοξασμένος καί ὑπεράνω πάσης ἀρχῆς καί ἐξουσίας διαμένων ὡσαύτως; Ἀνάστασις καί δόξα Χριστοῦ ἡ ἡμετέρα, καθάπερ εἴρηται, δόξα ὑπάρχει, ἡ διά τῆς ἐν ἡμῖν αὐτοῦ ἀναστάσεως γινομένη καί δεικνυμένη καί ὁρωμένη ἡμῖν. Ἅπαξ γάρ οἰκειωσάμενος τά ἡμέτερα, ἅ ποιεῖν ἐν ἡμῖν αὐτός, ταῦτα ἑαυτῷ ἐπιγράφεται. Ἀνάστασις δέ ψυχῆς ἡ ἕνωσίς ἐστι τῆς ζωῆς· ὥσπερ γάρ τό νεκρόν σῶμα, εἰ μή δέξεται ἐν ἑαυτῷ τήν ζῶσαν ψυχήν καί ἀμίκτως ταύτῃ μιγῇ, ζῆν οὐ λέγεται οὐδέ δύναται, οὕτως οὐδέ ψυχή μόνη ζῆν αὐτή καθ’ ἑαυτήν δύναται, εἰ μή ἀρρήτως καί ἀσυγχύτως ἑνωθῇ Θεῷ, τῇ ὄντως αἰωνίᾳ ζωῇ. Πρό γάρ τῆς ἐν γνώσει καί ὁράσει καί αἰσθήσει ἑνώσεως νεκρά ἐστιν, εἰ καί νοερά ὑπάρχει καί τῇ φύσει ἀθάνατος. Οὔτε γάρ γνῶσις δίχα ὁράσεως, οὔτε ὅρασις δίχα αἰσθήσεως. Ἔστι δέ τό λεγόμενον οὕτως· ὅρασις καί ἐν τῇ ὁράσει γνῶσις καί αἴσθησις (ἐν τοῖς πνευματικοῖς δέ τοῦτό φημι, ἐν γάρ τοῖς σωματικοῖς καί δίχα ὁράσεως αἴσθησις γίνεται). Οἷόν τι λέγω; Τυφλός εἰς λίθον τόν πόδα κρούων αἰσθάνεται, ὁ δέ νεκρός οὔ· ἐν τοῖς πνευματικοῖς δε εἰ μή εἰς θεωρίαν ἔλθῃ ὁ νοῦς τῶν ὑπέρ ἔννοιαν, τῆς μυστικῆς ἐνεργείας οὐκ αἰσθάνεται. Ὁ οὖν πρό τῆς θεωρίας τῶν ὑπέρ νοῦν καί λόγον καί ἔννοιαν ἐπαισθάνεσθαι λέγων ἐν τοῖς πνευματικοῖς, τῷ τάς ὄψεις πηρῷ ἔοικεν, ὅς ἐν οἷς μέν πάσχει ἀγαθοῖς ἤ κακοῖς ἐπαισθάνεται, ἀγνοεῖ δέ τά ἐν χερσίν ἤ ποσί καί τά παραίτια ζωῆς ἤ θανάτου τούτῳ γενόμενα· τά γάρ ἐπερχόμενα αὐτῷ κακά ἤ ἀγαθά οὐδαμῶς ἐπαισθάνεται τῆς ὀπτικῆς ἐστερημένος δυνάμεως καί αἰσθήσεως, ὅθεν καί πολλάκις τήν ῥάβδον ἐπάρας πρός τήν τοῦ ἐχθροῦ ἄμυναν, ἀντ’ ἐκείνου ἔσθ’ ὅτε τόν ἑαυτοῦ φίλον μᾶλλον ἐτύπτησε, τοῦ ἐχθροῦ πρό τῶν ὀφθαλμῶν αὐτοῦ ἱσταμένου καί διαγελῶντος αὐτόν.

Ἀνάστασιν Χριστοῦ οἱ πλείονες μέν τῶν ἀνθρώπων πιστεύουσιν, ὀλίγοι δέ λίαν εἰσίν οἱ καί ταύτην βλέποντες καθαρῶς, οἱ δέ γε μή θεασάμενοι οὐδέ προσκυνεῖν δύνανται, ὡς ἅγιον καί Κύριον, τόν Χριστόν Ἰησοῦν· «Οὐδείς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μή ἐν Πνεύματι Ἁγίῳ», καί ἀλλαχοῦ· «Πνεῦμα ὁ Θεός, καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί ἀληθείᾳ δεῖ προσκυνεῖν». Οὐδέ γάρ λέγει τό ἱερώτατον λόγιον, ὅ καθ’ ἑκάστην ἐπί στόματος περιφέρομεν· Ἀνάστασιν Χριστοῦ πιστεύσαντες, ἀλλά τι; «Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τόν μόνον ἀναμάρτητον». Πῶς οὖν προτρέπεται νῦν ἡμᾶς τό Πνεῦμα λέγειν τό Ἅγιον - ὡς αὐτήν ἰδόντες, ἥνπερ οὐκ εἴδομεν· «Ἀνάστασιν Χριστοῦ θεασάμενοι», ἅπαξ πρό χιλίων ἐτῶν ἀναστάντος τοῦ Χριστοῦ καί μηδέ τότε τοῦτον ἀνιστάμενον ἰδόντος τινός; Ἆρα μή ψεύδεσθαι ἡμᾶς βούλεται ἡ θεία Γραφή; Ἄπαγε, ἀλλ’ ἀληθεύειν μᾶλλον παρεγγυᾷ, ὡς ἐν ἑνί ἑκάστῳ ἡμῶν τῶν πιστῶν ἐγγινομένης δηλονότι τῆς Χριστοῦ ἀναστάσεως καί τοῦτο οὐχ ἁπλῶς, ἀλλά καθ’ ὥραν, ὡς εἰπεῖν, αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ ἐν ἡμῖν ἐξανισταμένου, λαμπροφοροῦντος καί ἀπαστράπτοντος τάς τῆς ἀφθαρσίας καί Θεότητος ἀστραπάς. Ἡ φωτοφόρος γάρ παρουσία τοῦ Πνεύματος ὑποδεικνύει, μᾶλλον δέ αὐτόν ἐκεῖνον τόν ἀναστάντα ὁρᾷν χαρίζεται. Διό καί λέγομεν· «Θεός Κύριος καί ἐπέφανεν ἡμῖν», καί τήν δευτέραν αὐτοῦ ὑποσημαίνοντες παρουσίαν ἐπιφέροντες οὕτω λέγομεν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου». Οἷς οὖν ἐπιφανῇ ὁ Χριστός ἐξαναστάς, πάντως πνευματικῶς αὐτοῖς τοῖς πνευματικοῖς ὄμμασι ὁρώμενος δείκνυται. Ὅταν γάρ ἐν ἡμῖν διά τοῦ Πνεύματος γένηται, ἀνιστᾷ ἡμᾶς ἐκ νεκρῶν καί ζωοποιεῖ καί αὐτόν ἐν ἡμῖν ὅλον ὁρᾷν ζῶντα δίδωσι, τόν ἀθάνατον καί ἀνώλεθρον, οὐ μόνον δέ, ἀλλά καί συνανιστῶντα καί συνδοξάζοντα ἡμᾶς ἑαυτῷ τρανῶς γινώσκειν χαρίζεται, καθώς πᾶσα θεία Γραφή μαρτυρεῖ.

Ταῦτα τοίνυν εἰσί τά τῶν χριστιανῶν θεῖα μυστήρια, αὕτη ἡ ἐγκεκρυμμένη τῆς πίστεως ἡμῶν δύναμις, ἥν οἱ ἄπιστοι ἤ δύσπιστοι ἤ μᾶλλον εἰπεῖν ἡμίπιστοι οὐχ ὁρῶσιν, οὔτε μήν ἰδεῖν οὐδαμῶς δύνανται. Ἄπιστοι δέ, δύσπιστοι καί ἡμίπιστοι, οὗτοί εἰσιν οἱ μή διά τῶν ἔργων τήν πίστιν ἐπιδεικνύμενοι. Ἔργων γάρ δίχα καί οἱ δαίμονες πιστεύουσι καί Θεόν εἶναι τόν Δεσπότην ὁμολογοῦσι Χριστόν· «Οἴδαμεν γάρ σε, φασί, τόν Υἱόν τοῦ Θεοῦ», καί ἀλλαχοῦ· «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν». Ἀλλ’ ὅμως οὔτε τούς δαίμονας οὔτε τούς ἀνθρώπους αὐτούς ἡ τοιαύτη πίστις ὠφελήσει. Οὐδέ γάρ τῆς πίστεως ταύτης ὄφελος, νεκρά γάρ ἐστι κατά τόν θεῖον ἀπόστολον· «Ἡ πίστις γάρ, φησί, δίχα τῶν ἔργων νεκρά ἐστιν», ὥσπερ καί τά ἔργα δίχα πίστεως. Νεκρά δέ πῶς; Ὅτι τόν ζωογονοῦντα Θεόν οὐκ ἔχει ἐν ἑαυτῇ, ὅτι τόν εἰπόντα· «Ὁ ἀγαπῶν με τάς ἐντολάς τάς ἐμάς τηρήσει, καί ἐγώ καί ὁ Πατήρ ἐλευσόμεθα καί μονήν παρ’ αὐτῷ ποιησόμεθα» οὐκ ἐκτήσατο ἐν ἑαυτῇ, ἵνα τῇ παρουσίᾳ αὐτοῦ ἐξαναστήσῃ τόν κεκτημένον αὐτήν ἐκ νεκρῶν καί ζωοποιήσῃ αὐτόν καί τόν ἀναστάντα ἐν αὐτῷ καί αὐτόν ἀναστήσαντα κατιδεῖν χαρίσηται. Νεκρά οὖν ἐστιν ἡ τοιαύτη πίστις τούτου γε ἕνεκα, μᾶλλον δέ νεκροί οἱ ταύτην χωρίς τῶν ἔργων κεκτημένοι εἰσίν. Ἡ γάρ πίστις, ἡ εἰς Θεόν, ἀεί ζῇ καί ζῶσα ζωοποιεῖ τούς ἐκ προθέσεως ἀγαθῆς προσερχομένους καί ὑποδεχομένους αὐτήν, ἥτις καί πρό τῆς ἐργασίας τῶν ἐντολῶν πολλούς ἐκ τοῦ θανάτου εἰς την ζωήν ἀνήγαγε καί τόν Χριστόν καί Θεόν ὑπέδειξε. Καί ἔμελλον ἄν, εἰ ἐνέμειναν ταῖς αὐτοῦ ἐντολαῖς καί ταύτας μέχρι θανάτου ἐφύλαξαν, διαφυλαχθῆναι καί αὐτοί ὑπ’ αὐτῶν - οἷοι δηλονότι γεγόνασιν ὑπό μόνης τῆς πίστεως· ἐπεί δέ μετεστράφησαν ὡς τόξον στρεβλόν καί ταῖς προτέραις αὐτῶν περιεπάρησαν πράξεσιν, εἰκότως εὐθύς καί περί τήν πίστιν εὑρέθησαν ναυαγήσαντες καί τοῦ ἀληθινοῦ πλούτου, ὅς ἐστι Χριστός ὁ Θεός, ἑαυτούς δυστυχῶς ἀπεστέρησαν. Ὅπερ ἵνα μή πάθωμεν καί ἡμεῖς, τηρήσωμεν, ἀξιῶ, τάς ἐντολάς τοῦ Θεοῦ ὅση δύναμις, ἵνα καί τῶν παρόντων καί τῶν μελόντων ἀγαθῶν, λέγω δή αὐτῆς τῆς τοῦ Χριστοῦ θέας, ἐπαπολαύσωμεν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΙΔ΄. Περί μετανοίας καί ἀρχῆς βίου μοναδικοῦ. Καί πῶς τις ὁδῷ καί τάξει προβαίνων εἰς ἀρετήν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται.

Ἀδελφοί καί πατέρες, ὁ πάντων καταφρονήσας τῶν ὁρωμένων καί αὐτῆς αὐτοῦ τῆς ψυχῆς, ἵνα γνησίαν μετάνοιαν δυνηθῇ ἐπιδείξασθαι κατά τήν ἐντολήν τοῦ Κυρίου καί τοῦ ἔργου τούτου ἐνάρξηται, οὐκ ἀφ’ ἑαυτοῦ τοῦτο μαθεῖν οἴεται, ἀλλά τεχνίτῃ καί ἐμπείρῳ ἀνδρί προσελθών, μετά φόβου καί τρόμου πολλοῦ καί μετά προσοχῆς συντόνου τούτῳ ὑποταγείς, μανθάνει ἐξ αὐτοῦ καί διδάσκεται τήν πνευματικήν ἐργασίαν τῶν ἐναρέτων πράξεων, καί τίνα μετανοῶν χρή ποιεῖν· φόβου δέ λέγω καί τρόμου τοῦ μή ἀποτυχεῖν αὐτόν τοῦ τοιούτου καλοῦ, καί ὡς ἀδόκιμόν τινα ἐργάτην τῶν ἐντολῶν καταδικασθῆναι τῷ αἰωνίῳ πυρί. Ὡς γάρ ἐκ στόματος Θεοῦ τούς ἐκείνου λόγους ἐξερχομένους λογιζόμενος καί ὡς αἰτίου ὄντας ζωῆς καί θανάτου ἐν τῷ φυλάσσεσθαι ἤ παρορᾶσθαι αὐτούς, ἀκριβῶς φυλάσσει αὐτούς· καί οὕτως - ἵνα μή πολλά λέγων μηκύνω τόν λόγον - ἐναρξάμενος πίστει τε ἀδιστάκτῳ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ἐκκρεμάμενος, προκόπτει κατά Θεόν ὁσημέραι, καί ὁδῷ προβαίνων αὐξάνει τήν πνευματικήν ἡλικίαν, καί γίνεται ἀνήρ τέλειος ἐν Χριστῷ τῷ Θεῷ.

Ποίων οὖν ἐπαγγελιῶν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ; Ἄκουε συνετῶς οἷα ἡμῖν ἐπαγγέλλεται· «Ἀμήν λέγω ὑμῖν ὅτι χαρά γίνεται ἐν τῷ οὐρανῷ ἐπί ἑνί ἁμαρτωλῷ μετανοοῦντι», καί πάλιν· «Τόν ἐρχόμενον πρός με - διά τῆς τοιαύτης δηλονότι ὁδοῦ - οὐ μή ἐκβάλω ἔξω», καί αὖθις· «Ὁ διψῶν ἐρχέσθω πρός με καί πινέτω», καί· «Ὁ πιστεύων εἰς ἐμέ οὐ μή ὄψεται θάνατον εἰς τόν αἰῶνα», καί ἀλλαχοῦ· «Ἐγγίσατέ μοι καί ἐγγιῶ ὑμῖν», καί· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς», καί ἑτέρωθι· «Ὁ ἔχων τάς ἐντολάς μου καί τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· καί ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπό τοῦ Πατρός μου, καί ἐγώ καί ὁ Πατήρ διά τοῦ Πνεύματος ἐλευσόμεθα καί μονήν παρ’ αὐτῷ ποιήσομεν», καί· «Εἰ ὑμεῖς, φησί, πονηροί ἄνθρωποι ὄντες, οἴδατε δόματα ἀγαθά διδόναι τοῖς τέκνοις ὑμῶν, οὐ πολλῷ μᾶλλον ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;». Ἐν ταύταις οὖν ταῖς ὑποσχέσεσι καί ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ πίστει ἀδιστάκτῳ ἐλπίζων, ὡς ἔφαμεν, πολλῇ προθυμίᾳ καί ἀκατασχέτῳ ὁρμῇ πάσας τάς αὐτοῦ ἐντολάς ἀόκνως ἐπιτέλει. Πρώτη δέ ἐντολή αὕτη ἐστί· «Μετανοεῖτε, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν», καί αὖθις· «Αἰτεῖτε καί δοθήσεται ὑμῖν, ζητεῖτε καί εὑρήσετε, κρούετε καί ἀνοιγήσεται ὑμῖν· πᾶς γάρ ὁ αἰτῶν λαμβάνει καί ὁ ζητῶν εὑρίσκει καί τῷ κρούοντι ἀνοιγήσεται». Διδάξει δέ ἡμᾶς ἐπί τούτοις βουλόμενος ὁ Θεός, ὅπως δεῖ αἰτεῖσθαι καί διά ποίων ῥημάτων καί ἔργων, ἔφη· «Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, γενέσθω πάντων ἔσχατος καί πάντων δοῦλος καί πάντων διάκονος. Ὁ γάρ ὑψῶν ἑαυτόν ταπεινωθήσεται, ὁ δέ ταπεινῶν ἑαυτόν ὑψωθήσεται».

Ταῦτα πάντα καί τά τούτοις ὅμοια ὁ ἀδιαλείπτως ἐν διανοίᾳ κρατῶν καί ἐν αὐτοῖς νυκτός καί ἡμέρας ἐνασχολούμενος, νοερῶς τε καί αἰσθητῶς ταῦτα λογιζόμενος καί σπουδῇ ἐργαζόμενος, χωρίζεται τῆς μνήμης κατ’ ὀλίγον τοῦ κόσμου, τῶν πραγμάτων τοῦ βίου, τῶν χρημάτων, τῶν συγγενῶν καί ἰδίων, καί τοῖς πνευματικοῖς ἀναλόγως συγγίνεται. Οὕτω δέ καθ’ ἡμέραν προκόπτων, ἐπαισθάνεται πῶς κατά μικρόν ὑποχωροῦσιν οἱ λογισμοί τῶν προλήψεων, εἶτα πῶς καί αἱ προλήψεις αὗται μειοῦνται, καί μαλασσομένη ἡ καρδία πρός ταπείνωσιν ἔρχεται· πῶς τε πάλιν αὕτη λογισμούς ταπεινοφροσύνην ἐμποιοῦντας ἀπογεννᾷ. Οὕτω δέ τούτων ἐπαισθανόμενος, μόλις διά πάντων πρός κατάνυξιν καί δάκρυα ἔρχεται. Ἔρχεται δ’ οὖν ὅμως διά πολλῶν θλίψεων, καί πλέον ταπεινουμένη περισσότερον κατανύσσεται. Ἡ μέν γάρ ταπείνωσις τό πένθος ἀπογεννᾷ, τό δέ πένθος ἐκτρέφει τήν γεννήσασαν καί αὐξάνειν ποιεῖ. Αὕτη δέ ἡ ἐργασία δά τῆς ἐκπληρώσεως ἐπιτελουμένη τῶν ἐντολῶν ἐκπλύνει μέν - ὤ τοῦ θαύματος! - πάντα ῥύπον ἀπό τῆς ψυχῆς, ἀπελαύνει δέ πᾶν πάθος καί πᾶσαν ἐπιθυμίαν κακήν - σωματικήν τε λέγω καί βιωτικήν. Καί οὕτω γίνεται ἐλεύθερος τῇ ψυχῇ ἀπό πάσης γηΐνης ἐπιθυμίας ὁ ἄνθρωπος· οὐ μόνον δεσμῶν σωματικῶν, ἀλλά γάρ ὡς ὅταν ἱμάτιόν τις ἀποδύσηται καί γυμνός ὅλος γένηται. Καί εἰκότως· ἀποδύεται γάρ ἡ ψυχή πρῶτον μέν τήν ἀναισθησίαν, ἥν ὁ θεῖος ἀπόστολος κάλυμμα λέγει, ἥτις ἐν ταῖς τῶν ἀπίστων Ἰουδαίων κεῖται καρδίαις, οὐ μήν ἀλλά γάρ καί νῦν πᾶς ὁ τάς ἐντολάς τῆς νέας χάριτος μή πάσῃ δυνάμει καί ζεούσῃ καρδίᾳ ποιῶν, τό τοιοῦτον κάλυμμα ἔχει ἐπικείμενον τῷ νοερῷ τῆς ψυχῆς αὐτοῦ καί εἰς τό ὕψος τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀνενεχθῆναι οὐ δύναται. Εἶτα ὥσπερ ὁ ἀποδυσάμενος σωματικῶς τά ἐν τῷ σώματι αὐτοῦ τραύματα καθορᾷ, οὕτω δή καί οὗτος τά ἐν τῇ ψυχῇ αὐτοῦ προσόντα πάθη τηνικαῦτα βλέπει τρανῶς, οἷον φιλοδοξίαν, φιλαργυρίαν, μνησικακίαν, μισαδελφίαν, φθόνον, ζῆλον, ἔριν, οἴησιν καί τά λοιπά καθεξῆς. Τάς γοῦν ἐντολάς ὡς φάρμακα, τούς δέ πειρασμούς ὡς καυτῆρας ἐν τούτοις ἐπιτιθείς, καί ταπεινούμενος καί πενθῶν καί τήν τοῦ Θεοῦ βοήθειν θερμῶς ἐκζητῶν, ὁρᾷ ἐναργῶς τήν χάριν τοῦ Ἁγίου Πνεύματος παραγενομένην καί ἕν καθ’ ἕν τούτων ἐξανασπῶσαν καί ἐξαφανίζουσαν, ἕως οὗ τέλεον πάντων τούτων ἐλευθέραν τήν αὐτοῦ ψυχήν ἀπεργάσηται. Οὐδέ γάρ ἐκ μέρους αὐτήν ἡ τοῦ Παρακλήτου ἐπιδημία τῆς ἐλευθερίας ἀξιοῖ, ἀλλά τελείως καί καθαρῶς, μετά γάρ τῶν εἰρημένων παθῶν καί πᾶσαν ἀκηδίαν, πᾶσαν ἀμέλειαν, πᾶσαν ῥᾳθυμίαν καί ἄγνοιαν λήθην τε καί γαστριμαργίαν καί πᾶσαν φιληδονίαν ἀποδιώκει, καί οὕτως ἀνανεοῖ καί ἀνακαινίζει τόν ἄνθρωπον ψυχικῶς τε ὁμοῦ καί σωματικῶς, ὡς δοκεῖν τόν τοιοῦτον οὐ σῶμα φθαρτόν καί βαρύ περικεῖσθαι, ἀλλά πνευματικόν τε καί ἄϋλον καί ἤδη πρός ἁρπαγήν ἐπιτήδειον. Οὐ τοῦτο δέ μόνον ἐργάζεται ἐν αὐτῷ ἡ τοῦ Πνεύματος χάρις, ἀλλ’ οὐδέ ὁρᾶν τι τῶν αἰσθητῶν συγχωρεῖ τῷ τοιούτῳ, ποιεῖ δέ μᾶλλον αὐτόν ἐν τῷ ὁρᾶν ὡς μή ὁρῶντα τῇ αἰσθήσει διατελεῖν. Ὁπόταν γάρ ὁ νοῦς τοῖς νοητοῖς συναφθῇ, ἔξω τῶν αἰσθητῶν ὅλος γίνεται, εἰ καί δοκεῖ τά αἰσθητά καθορᾶν.

Οὕτως οὖν ἐν τούτοις ἐνδιατρίβων κατά τόν λέγοντα ἅγιον· «Ἡμῶν δέ τό πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, μή σκοπούντων ἡμῶν τά βλεπόμενα ἀλλά τά μή βλεπόμενα», καταλάμπεται, φωτίζεται καί καθ’ ἑκάστην αὐξάνει τήν πνευματικήν ἡλικίαν, καταργῶν μέν τά τοῦ νηπιώδους φρονήματος, προκόπτων δέ ἐπί τήν ἀνδρικήν τελειότητα. Διό καί κατά τό μέτρον τῆς ἡλικίας ἀλλοιοῦται τάς ψυχικάς δυνάμεις καί ἐνεργείας, καί πρός τάς πράξεις τῶν ἐντολῶν τοῦ Θεοῦ ἀνδρειότερος καί κραταιότερος γίνεται. Ταύτας οὖν ὁσημέραι πληρῶν, κατά ἀναλογίαν τῆς ἐργασίας αὐτῶν ἔτι καθαίρεται αὖθις, λαμπρύνεται, φωτίζεται καί μυστηρίων μεγάλων ἀποκαλύψεις καταξιοῦται ὁρᾶν, ὧν οὐδείς ποτε εἶδε τό βάθος, οὔτε μήν ὅλως ἰδεῖν δύναται, τῶν μή εἰς τοιαύτην καθαρότητα ἀνενεχθῆναι ἀγωνισαμένων. Μυστήρια δέ λέγω τά παρά πάντων ὁρώμενα μέν μή καταλαμβανόμενα δε· καινούς γάρ παρά τοῦ καινοποιοῦ Πνεύματος κτᾶται ὀφθαλμούς, ὦτα δέ ὡσαύτως καινά, καί τοῦ λοιποῦ οὐχ ὡς ἄνθρωπος βλέπει τά αἰσθητά αἰσθητῶς, ἀλλ’ ὡς ὑπέρ ἄνθρωπον γεγονώς, τά αἰσθητά πνευματικῶς καθορᾷ καί ὡς εἰκόνας τῶν ἀοράτων, καί τάς ἐν τούτοις μορφάς ὡς ἀμόρφους καί ἀνειδέους. Ἀκούει δέ οὐχ, ὡς ἄν τις εἴπῃ, ἀνθρώπου φωνῆς ἤ φωνῶν, ἀλλά μόνου τοῦ ζῶντος Λόγου, ὅταν διά τῆς τοῦ ἀνθρώπου φωνῆς προέλθῃ. Τοῦτον γάρ καί μόνον, ὡς γνώριμον καί προσφιλῆ πέλοντα, διά τῆς ἀκοῆς εἰσδέχεται ἡ ψυχή καί τήν εἴσοδν τούτῳ παραχωρεῖ, καί ἀσμένως ἔνδοθεν γενόμενον κατασπάζεται, καθώς ἔφη ὁ Κύριος· «Τά πρόβατα τά ἐμά τῆς φωνῆς μου ἀκούει, ἀλλοτρίων δέ οὐκ ἀκούσονται». Τούς δέ γε λοιπούς τῶν ἀνθρώπων ἅπαντας λόγους ἀκούει μέν οὐ προσδέχεται δε· ἀλλ’ οὐδέ ἔνδοθεν εἰσελθεῖν τούτους ὅλως ἐᾷ, κενούς δέ ἀποστρεφόμενος αὐτούς ἀποπέμπεται· ἔστιν ὅτε οὐδέ τῆς παρουσίας ἤ τῶν κρουσμάτων αὐτῶν ἐπαισθάνεται, ἀλλ’ ὡσεί κωφός οὐκ ἀκούων - καίτοι γε ἀκούων αὐτῶν - , οὕτω πρός τούτοις διάκειται.

Τοιγαροῦν καί τοιούτου γενομένου αὐτοῦ, εὐθύς οἰκεῖ ὁ Θεός ἐν αὐτῷ καί γίνεται αὐτῷ πάντα ὅσα ἄν θέλῃ, μᾶλλον δέ καί ὑπέρ ἅ θέλει. Πᾶν γάρ ἀγαθόν ὤν ὁ Θεός, τήν ἐν ᾗ οἰκήσῃ ψυχήν παντός ἐμπίπλησιν ἀγαθοῦ κατά τό ἐγχωροῦν τῇ φύσει ἡμῶν, ἐπειδή πάσῃ κτιστῇ φύσει ἀχώρητός ἐστιν ὁ Θεός καί ἄστεκτος. Ἀγαθά δέ ἐκεῖνα λέγω, ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τοῦ μή γενομένου δηλονότι τοιούτου. Τοιγαροῦν καί διδάσκει τόν τοιοῦτον ἄνθρωπον ὁ οἰκήσας ἐν αὐτῷ Θεός περί τῶν μελλόντων καί ἐνεστώτων, οὐ λόγῳ ἀλλ’ ἔργῳ καί πείρᾳ καί πράγματι. Ἀποκαλύπτων γάρ τούς νοερούς αὐτοῦ ὀφθαλμούς, δείκνυσιν αὐτῷ ὅσα βούλεται ὁ Θεός καί ὅσα συμφέρει αὐτῷ, τά δ’ ἄλλα πείθει μή ἐρευνᾶν μηδέ ζητεῖν μηδέ πολυπραγμονεῖν, ἐπειδή οὐδέ ἅπερ Θεός αὐτῷ ἐκκαλύπτει καί ὑποδείκνυσιν, ἀναιδῶς ποτε δύναται καθορᾶν· ἀλλά παρακύπτων εἰς τό βάθος τοῦ πλούτου καί τῆς σοφίας καί τῆς γνώσεως τοῦ Θεοῦ, εὐθύς ἰλιγγιᾷ καί καταπλήττεται, ἐννοῶν ἑαυτόν καί τίς ὤν τίνων θεατής γενέσθαι ἠξίωται. Εἰς γάρ τό μέγεθος τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἀποβλέπων καί ἐξιστάμενος, ἀνάξιόν τε τῆς τῶν τοιούτων ἀγαθῶν θέας ἑαυτόν ἀπό ψυχῆς λογιζόμενος, οὐδέ ἀποβλέψαι τρανῶς πρός αὐτά οὐδέ καταμαθεῖν ταῦτα βούλεται, ἀλλά τρόμῳ καί φόβῳ καί αἰδοῖ συνεχόμενος, «Τίς εἰμι ἐγώ, Κύριε, καί τίς ὁ οἶκος τοῦ πατρός μου» βοᾷ, «ὅτι τοιαῦτα μυστήρια τῷ ἀναξίῳ ἐθάρρησας, καί τοιούτων με ἀγαθῶν σου οὐ μόνον θεατήν, ἀλλά καί μέτοχον καί κοινωνόν παραδόξως πεποίηκας;».

Ὁ τοιοῦτος τοίνυν ὑπέρ τήν κτίσιν ἅπασαν γεγονώς, οὐ βούλεται ἐπιστρέψαι καί πολυπραγμονεῖν τά τῆς κτίσεως. Κτησάμενος γάρ τόν τῶν ἀγγέλων Δεσπότην, περί οὐσίας καί φύσεως τῶν λειτουργούντων ἀγγέλων αὐτῷ ἐρευνᾶν οὐκ ἀνέχεται, ἐπειδή γινώσκων ἐστίν ὡς οὐκ ἀρεστόν ὑπάρχει τοῦτο Θεῷ, τό πολυπραγμονεῖν ἄνθρωπον τά ὑπέρ ἄνθρωπον· εἰ γάρ τάς θείας Γραφάς μή πολυπραγμονεῖν ἐκελεύσθημεν, πολλῷ μᾶλλον ὑπέρ τά γεγραμμένα μή δεῖν ἡμᾶς ὅλως περιεργάζεσθαι. Ὁ τοιοῦτος βλέπει τόν Θεόν, ὅσον ἀνθρώπῳ ἰδεῖν δυνατόν καί ὅσον δοκεῖ αὐτῷ τῷ Θεῷ, ὅς καί διαπαντός καθορᾶν σπουδάζει αὐτόν καί μετά τέλος εὔχεται ἀεί βλέπειν αὐτόν, ἀρκούμενος δηλαδή καί μόνῃ τῇ ἐκείνου θέᾳ μηδενός ἑτέρου δεόμενος, ὅθεν οὐδέ ἐπιθυμεῖ τόν Δεσπότην καταλιπεῖν καί Θεόν, ὑφ’ οὗ πληροῦται φωτός καί παρ’ οὗ τῆς ἀκηράτου ζωῆς τήν ἀπόλαυσιν ἔχει, καί ἐναπιδεῖν πρός τούς συνδούλους αὐτοῦ. Ὁ τοιοῦτος βλεπόμενος ἤτοι ἄνωθεν ἐλλαμπόμενος ὑπό τοῦ Θεοῦ, καί αὐτός τήν ὑπερβάλλουσαν δόξαν αὐτοῦ καθορῶν, θεαθῆναι παρ’ ἑτέρων οἷος ὑπάρχει καί ἐν οἵᾳ δόξῃ ἐστίν οὐδέ ἐννοῆσαί ποτε δύναται· πᾶσα γάρ ἁγία ψυχή ἀπηλλαγμένη πάσης φιλοδοξίας ἐστίν, ἐπεί ἐστολισμένη οὖσα τόν χιτῶνα τόν φωτεινότατον τοῦ Πνεύματος καί βασιλικόν καί τῆς ὑπερβαλλούσης δόξης τοῦ Θεοῦ ἐμπεπλησμένη ὑπάρχουσα, οὐ μόνον ἀλογεῖ τῆς τῶν ἀνθρώπων δόξης, ἀλλ’ οὐδέ ὅλως καί προσφερομένην αὐτῷ παρ’ ἐκείνων πρός αὐτήν ἐπιστρέφεται. Ὑπό γάρ τοῦ Θεοῦ βλεπομένη καί αὐτή καθορῶσα πάλιν αὐτόν, ἰδεῖν πρός ἄλλον τινά τῶν ἀνθρώπων ἤ ὑπό τινος ἄλλου θεαθῆναι οὐδαμῶς ἐπιθυμήσει ποτέ.

Διό παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, μή λόγοις μόνοις τά ἀνέκφραστα μανθάνειν ἐθέλωμεν, ὅπερ ἀμήχανον καί τοῖς διδάσκουσι περί τοιούτων καί τοῖς ἀκροωμένοις αὐτοῖς ἐπίσης ἐστίν. Οὔτε γάρ οἱ διδάσκοντες περί νοητῶν καί θείων πραγμάτων δύνανται ἀκριβῶς ἐναργεῖς ἐκ παραδειγμάτων δοῦναι τάς ἀποδείξεις καί αὐτήν τήν τούτων πραγματικῶς παραστῆσαι ἀλήθειαν, οὔτε οἱ διδασκόμενοι ἐκ τοῦ λόγου μόνου μαθεῖν τήν τῶν λεγομένων ἐνέργειαν, ἀλλά πράξει καί κόπῳ καί πόνοις ταῦτα καταλαβεῖν καί ἐν τῇ τῶν τούτων θεωρίᾳ γενέσθαι σπεύσωμεν, ὡς ἄν καί τούς περί τῶν τοιούτων λόγους ἐκεῖθεν μυσταγωγηθῶμεν καί δοξασθῇ ὁ Θεός οὕτως ἔχουσιν ἐν ἡμῖν καί ἡμεῖς διά τῆς τῶν τοιούτων γνώσεως δοξάσωμεν αὐτόν καί αὐτός δοξάσῃ ἡμᾶς ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΙΕ΄. Περί ἐμπαθοῦς καί ἀπίστου καί πονηρᾶς διαθέσεως. Καί τίς ἡ ἕνωσις τοῦ Θεοῦ πρός τούς υἱούς τοῦ φωτός καί τίνα τρόπον ἐν αὐτοῖς αὕτη γίνεται. Καί πρός τό τέλος, καταδρομή τῶν ἀναξίως κατατολμώντων τῆς ἀρχιερωσύνης.

Ἀδελφοί καί πατέρες, ἀεί μέν ἀλλήλοις ἀντίκεινται τῷ φωτί τό σκότος, τῇ πίστει ἡ ἀπιστία, ἡ ἀγνωσία τῇ γνώσει καί τῇ ἀγάπῃ τό μῖσος. Εἰπόντος γάρ ἐξ ἀρχῆς τοῦ Θεοῦ· «Γενηθήτω φῶς» καί γεγονότος, εὐθύς τό σκότος ἠφάντωτο· τῇ δέ τοῦ φωτός ὑποστολῇ νύξ καί αὖθις ἐγένετο. Ὁ δέ Ἀδάμ τῇ πίστει τῇ εἰς Θεόν φρουρούμενος ἐν τῇ ἀθανάτῳ ὑπῆρχε δόξῃ καί ἐν τῷ παραδείσῳ ἦν, ὑπό δέ τοῦ ἐχθροῦ εἰς ἀπιστίαν παρεκτραπείς θανάτῳ καταδικάζεται καί τοῦ παραδείσου ἐκβάλλεται καί ἀντί τῆς θείας καί πνευματικῆς γνώσεως τήν γνῶσιν τήν σαρκικήν ἐκομίσατο. Ἐκτυφλωθείς γάρ τούς τῆς ψυχῆς ὀφθαλμούς καί ἀνωλέθρου ζωῆς ἐκπεσών, τοῖς σωματικοῖς ἀνέβλεψεν ὀφθαλμοῖς· καί ἐμπαθεῖ αἰσθήσει τοῖς ὁρωμένοις τήν τῶν ὀμμάτων ἐπιβαλών ὅρασιν, ἔγνω Εὔαν τήν γυναῖκα αὐτοῦ καί αὐτή συλλαβοῦσα ἔτεκε τόν Κάϊν. Ἡ οὖν γνῶσις αὕτη ἀγνωσία ὄντως ἐστί παντός ἀγαθοῦ· εἰ μή γάρ πρῶτον τῆς τοῦ Θεοῦ γνώσεως καί θεωρίας ἐξέπεσεν, οὐκ ἄν εἰς τήν γνῶσιν ταύτην κατήγετο. Οὕτω δέ καί ὁ Κάϊν ὁ υἱός αὐτοῦ, εἰ μή πρῶτον εἰς μῖσος καί φθόνον ἐξεκαύθη κατά τοῦ ἀδελφοῦ αὐτοῦ Ἄβελ, οὐκ ἄν αὐτόν ἀπέκτεινεν.

Ὅσοι τοιγαροῦν τῷ ἐκ γεννητῆς σκότει κατέχονται καί πρός τό νοητόν φῶς, ὅθεν ὁ προπάτωρ ἐξέπεσεν, ἐνατενίσαι οὐ βούλονται, οὗτοι τούς ἐν αὐτῷ γενομένους τῷ φωτί καί τά τοῦ φωτός διαλεγομένους ὡς ἀντικειμένους ἐχθρούς λογίζονται, πληττόμενοι τοῖς λόγοις αὐτῶν. Καθάπερ γάρ ἡλίου ἀκτίς ἐν οἰκίᾳ σκοτεινῇ ποθεν εἰσελθοῦσα, οἵα δή βέλος τιτρώσκει καί διατέμνει τό σκότος, οὕτω καί λόγος θεόπνευστος ἀνδρός πνευματικοῦ καί ὁσίου, ὡς δίστομος μάχαιρα ἐν καρδίᾳ ἀνθρώπου σαρκικοῦ γίνεται, ἰδύνην ἐμποιοῦσα καί πρός ἀντιλογίαν καί μῖσος ὑπό τῆς ἀγνωσίας καί ἀπιστίας αὐτήν διεγείρουσα.

Ὁ δέ καί οἰόμενος εἰδέναι τι μηδέν εἰδώς, κἄν ἄγγελον ἴδῃ ἐξ οὐρανοῦ πρός αὐτόν κατελθόντα, ὡς δαίμονα πονηρόν ἀποπέμπεται αὐτόν, κἄν ἀπόστολον, κἄν προφήτην Θεοῦ, ὡς ἄλλον τινά Σίμωνα Μάγον καί αὐτόν ἀποστρέφεται. Καί ὤ τῆς ἐσχάτης ἀναισθησίας, ὁ τυφλός τυφλόν ἡγεῖται τόν βλέποντα καί ὁ τῷ ὄντι λῆρος λῆρον ἡγεῖται τούς λόγους αὐτοῦ. Καί καθάπερ ἐν νυκτί πολλάκις λεγόντων τινῶν μή λάμπειν τόν ἥλιον, ἀκούων ὁ τυφλός οὐ πιστεύει αὐτοῖς, καί ἐν ἡμέρᾳ μέσῃ ὤν νύκτα εἶναι πάλιν ἀπιστεῖ, πλανᾶσθαι οἰόμενος ὑπό ἀμφοτέρων, καί κἄν φῶς εἶναι ἐν ἡμέρᾳ ἀκούῃ, κἄν σκότος ἐν νυκτί, ἀμφιβάλλων τούς λέγοντας ἀποσείεται· οὕτω καί οἱ ἐν σκότει παθῶν καθήμενοι καί τετυφλωμένον ἔχοντες τόν νοῦν ἐξ ἀγνοίας, μᾶλλον δέ νοῦν μή κεκτημένοι Χριστοῦ, ὡς μέν ἄνουν τόν ἔχοντα τόν νοῦν τοῦ Χριστοῦ, ὡς δέ ἔννουν τόν μή τοῦτον ἔχοντα λογίζονται, περί ὧν εἰκότως ὁ προφήτης λέγει Δαυίδ· «Ἀφρων καί ἄνους ἀπολοῦνται». Τοιγαροῦν πᾶσαν οἱ τοιοῦτοι Γραφήν κατά τάς ἰδίας αὐτῶν ἐπιθυμίας στρεβλοῦσι καί παραφθείρουσιν ἑαυτούς ἐν τοῖς ἑαυτῶν πάθεσιν, εἰ καί μή πάσχει τοῦτο ἡ θεία Γραφή, ἀλλ’ οἰ ταύτην παραχαράττοντες.

Πῶς οὖν, εἰπέ μοι, ὁ τήν κρίσιν ὀρθήν τῶν πραγμάτων ἐπιφερόμενος, ὀρθῶς ποτε ἀφ’ ἑαυτῶν τά νοήματα τοῦ φωτός οἱ τυφλοί ἀναγνώσονται, μή καταδεχόμενοι ἀπό οἰήσεως τό διδάσκεσθαι; Ὁ τυφλός τοῖς ὀφθαλμοῖς καί μή βλέπων τό φῶς, πῶς τά ἐν τῷ φωτί γράμματα ἀναγνώσεται; Ὁ δέ τυφλός ὤν τόν νοῦν καί μή ἔχων ἐν ἑαυτῷ τόν νοῦν τοῦ Χριστοῦ, πῶς τά ἐν τῷ φωτί τοῦ Χριστοῦ ἐναποκείμενα νοήματα ἀναλογίσασθαι δύναται; Κἄν μυριάκις τοῖς σωματικοῖς ὀφθαλμοῖς γεγραμμένα ὄντα αἰσθητῶς αὐτά ἀναγνῷ, οὐκ ἄν, οἶμαι, ποτέ δυνηθῇ τά πνευματικά τε καί ἄϋλα καί φωτοειδῆ ἐν ὑλικῷ καί σκοτεινῷ χώρῳ θεάσασθαι ὁ τοιοῦτος.

Μηδείς οὖν ὑμᾶς πλανάτω. Ὁ Θεός φῶς ἐστι καί, οἷς συναφθῇ, μεταδίδωσιν αὐτοῖς κατά ἀναλογίαν τῆς καθάρσεως τῆς ἰδίας λαμπρότητος. Καί τηνικαῦτα ἡ ἐσβεσμένη γινώσκει λαμπάς τῆς ψυχῆς, ἤγουν ὁ νοῦς, ὅτι πῦρ θεῖον περιδραξάμενον αὐτῆς ἐξανήφθη. Ὤ τοῦ θαύματος, ὅτι ἄνθρωπος Θεῷ ἑνοῦται πνευματικῶς τε καί σωματικῶς, εἴπερ οὐ χωρίζεται τοῦ νοῦ ἡ ψυχή, οὐδέ τῆς ψυχῆς τό σῶμα, ἀλλά τῇ οὐσιωδῶς ἑνώσει γίνεται τρισυπόστατος κατά χάριν καί ὁ ἄνθρωπος, εἷς θέσει Θεός, ἐκ σώματος καί ψυχῆς καί οὗπερ μετείληφε θείου Πνεύματος, καί πληροῦται τηνικαῦτα τό εἰρημ ένον ὑπό τοῦ προφήτου Δαυίδ· «Ἐγώ εἶπα· θεοί ἐστε καί υἱοί Ὑψίστου πάντες», υἱοί Ὑψίστου κατ’ εἰκόνα δηλαδή τοῦ Ὑψίστγου καί καθ’ ὁμοίωσιν, γεννήματα θεῖα ἐκ θείου Πνεύματος, πρός οὕς εἶπεν εἰκότως καί ἀεί λέγει ὁ Κύριος· «Μείνατε ἐν ἐμοί, ἵνα καρπόν πολύν φέρητε - καρπόν τά πλήθη φησί τῶν παρ’ αὐτῶν σῳζομένων - τό κλῆμα, φησίν, ἐάν μή μείνῃ ἐν τῇ ἀμπέλῳ ξηραίνεται καί εἰς πῦρ βάλλεται· μείνατε οὖν ὑμεῖς ἐν ἐμοί κἀγώ ἐν ὑμῖν». Πῶς οὖν μένει ἐν ἡμῖν καί πῶς πάλιν μένομεν ἡμεῖς ἐν αὐτῷ, αὐτός ὁ Κύριος ἐδίδαξε λέγων· «Σύ, Πάτερ, ἐν ἐμοί κἀγώ ἐν σοί καί οὗτοι ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς». Καί τοῦτο θέλων βεβαιῶσαι ἐπαναλαμβάνει τόν λόγον καί φησίν· «Αὐτοί ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς, καθώς σύ Πάτερ, ἐν ἐμοί κἀγώ ἐν σοί», ἔτι δέ πρός πληροφορίαν τῶν ἀκουόντων προστίθησι λέγων· «Καθώς ἠγάπησάς με, ἠγάπησα αὐτούς καί αὐτοί ἔγνωσαν ὅτι σύ με ἀπέστειλας». Εὔδηλον οὖν ὅτι, ὡς μένει ὁ Πατήρ ἐν τῷ ἰδίῳ Υἱῷ καί ὁ Υἱός ἐν τῷ κόλπῳ τῷ πατρικῷ κατά φύσιν, οὕτω καί οἱ διά τοῦ θείου Πνεύματος ἀναγεννηθέντες καί τοῦ Χριστοῦ καί Θεοῦ κατά τήν αὐτοῦ δωρεάν γενόμενοι ἀδελφοί καί υἱοί Θεοῦ καί θέσει θεοί, μένουσιν ἐν τῷ Θεῷ καί ὁ Θεός ἐν αὐτοῖς κατά χάριν;

Οἱ οὖν μή γεγονότες τοιοῦτοι, μηδέ πράξει καί γνώσει καί θεωρίᾳ καθόλου ἀλλοιωθέντες, πῶς οὐκ αἰσχύνονται χριστιανούς ἑαυτούς ὀνομάζειν; Πῶς δέ καί στόμα τολμῶσιν ἀνοίγειν καί λαλεῖν ἀναιδῶς περί τῶν μυστηρίων Θεοῦ τῶν ἀποκεκρυμμένων, ἐπί ἀμελείας ὡς ἐπί στρωμνῆς κατακείμενοι; Πῶς μετά χριστιανῶν συναριθμεῖν οὐκ ἐρυθριῶσι; Πῶς τῶν ἱερέων συγκάθεδροι καί τοῦ σώματος καί αἵματος τοῦ Δεσποτικοῦ ἱερουργοί καί λειτουργοί οὐ φρίττουσι γίνεσθαι; Ὅλως ἔνθεν ἐπαπορῶ, ἀλλ’ ἡ τύφλωσις, ὡς εἴρηται, τοῦ νοός καί ἡ συνεπομένη ἀναισθησία καί ἄγνοια καί ἡ τικτομένη ἐκ τούτων οἴησις, ὡς πηλόν παρασκευάζει πατεῖν τόν ὄντως χρυσόν, τόν τιμιώτατον λίθον, αὐτόν τόν Κύριον ἡμῶν Ἰησοῦν, τόν Χριστόν. Ὤ τῆς φρικτῆς τόλμης, ὡς ἐπί βάθραν ὑψηλήν ἐπιβαίνειν αὐτούς ποιεῖ καί ἵστασθαι ἐπ’ αὐτήν, ἵν’ ἕκαστος τούτων τοῖς πολλοῖς ὑπερέχων δείκνυται καί περίβλεπτος. Χριστιανούς οὖν τούς τοιούτους, ποῖος ἄρα χριστιανός ὀνομάσει;

Ἀλλά ταῦτα μέν πρός τούς πάντα εἰδέναι καί λέγειν ἐπιχειροῦντας καί οἰομένους εἶναί τι, μηδέν ὄντας, ὡς ἐν στήλῃ τῷ λόγῳ, ὁποῖοι καί ποταποί εἰσιν οἱ χριστιανοί ὑπεδείξαμεν, ἵνα ἑαυτούς τῷ ἀρχετύπῳ συγκρίνοντες, γνώσωνται ὁπόσον τῶν ἐν ἀληθείᾳ χριστιανῶν ἀπολείπονται. Πρός δέ γε ὑμᾶς, τούς τοῦ Χριστοῦ δούλους καί τοῦ μανθάνειν ἐφιεμένους καί ηὐτρεπισμένους τήν ἀκοήν, αὐτός ὁ Δεσπότης τῶν ὅλων διά τῶν ἁγίων αὐτοῦ Εὐαγγελίων βοᾷ λέγων· «Ἕως τό φῶς ἔχετε, τρέχετε πρός τό φῶς, ἵνα μή σκοτία ὑμᾶς καταλάβῃ». Τρέχετε διά μετανοίας ἐν τῇ ὁδῷ τῶν ἐντολῶν αὐτοῦ, τρέχετε, τρέχετε ἕως ὁ καιρός τῆς ἐπιλάμψεως αὐτοῦ, πρίν ἤ ἡ τοῦ θανάτου νύξ καταλάβῃ ὑμᾶς καί τῷ αἰωνίῳ σκότει παραπεμφθήσεσθε. Τρέχετε, ζητεῖτε, κρούετε, ἵνα ἀνοιγῇ ὑμῖν ἡ πύλη τῆς βασιλείας τῶν οὐρανῶν καί ἔνδοθεν γενήσησθε αὐτῆς καί αὐτήν ἐντός ὑμῶν κτήσησθε. Οἱ γάρ πρό τοῦ κτήσασθαι ταύτην τοῦ τῇδε βίου ὑπεξερχόμενοι, ποῦ ποτε ταύτην ἐκεῖ ἀπελθόντες εὑρήσουσιν; Ἐνταῦθα τοίνυν αἰτεῖσθαι καί ζητεῖν καί κρούειν ἐν μετανοίᾳ καί δάκρυσι προσετάγημεν, καί οὕτω ποιοῦσιν ὁ Δεσπότης ταύτην ὑπέσχετο δώσειν ἡμῖν. Εἰ οὖν τοῦτο ποιῆσαι καί ὑπακοῦσαι τῷ Δεσπότῃ Χριστῷ οὐ θελήσομεν, ἵνα ἔτι τῷ βίῳ περιόντες σπεύσωμεν λαβεῖν τήν βασιλείαν ἐντός ἡμῶν, οὐχί ἀπελθόντες ἐκεῖ δικαίως ἀκούσομεν λέγοντος αὐτοῦ πρός ἡμᾶς· «Τί ζητεῖτε νῦν, ἥν διδομένην ὑμῖν παρ’ ἐμοῦ λαβεῖν παρῃτήσασθε; Οὐχί πολλά παρακαλοῦντός μου ὑμᾶς κοπιᾶσαι καί λαβεῖν αὐτήν παρ’ ἐμοῦ, οὐκ ἠβουλήθητε, ἀλλά κατεφρονήσατε ταύτης καί τήν ἀπόλαυσιν τῶν φθαρτῶν καί γηΐνων προετιμήσασθε; Ποίοις οὖν ἔργοις ἤ λόγοις ταύτην εὑρεῖν ἀπό γε τοῦ νῦν ἐξισχύσητε;»

Διά τοῦτο τοίνυν, πατέρες καί ἀδελφοί, παρακαλῶ ὑμᾶς, πάσῃ σπουδῇ τάς ἐντολάς τοῦ Θεοῦ ἡμῶν φυλαξώμεθα, ἵνα καί ζωῆς καί βασιλείας ἐπιτευξώμεθα αἰωνίου καί μή ἀκούσωμεν νῦν μέν· «Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τήν ζωήν, ἀλλ’ ἡ ὀργή τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν», ἐν δέ τῷ μέλλοντι αἰῶνι· «Ἀπέλθατε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ», ἀλλά τῆς εὐλογημένης ἐνωτισθῶμεν ἐκείνης φωνῆς «Δεῦτε, λεγούσης, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τήν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐθρέψατέ με, πεινῶντα τήν σωτηρίαν ὑμῶν, διά τῆς ἐργασίας τῶν ἐμῶν ἐντολῶν, ἐποτίσατε, ἐνεδύσατε, συνηγάγετέ με καί ἤλθετε πρός με, καθάραντες τάς καρδίας ὑμῶν ἀπό παντός σπίλου καί ῥύπου τῆς ἁμαρτίας· λοιπόν ἀπολαύσατέ μου τῶν ἀγαθῶν, ὧν ἡ ἀπόλαυσις ἄρρητος καί ζωή αἰώνιος καί ἀθάνατος» -, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος Ιστ΄. Περί τῶν ἐνεργειῶν τοῦ Πνεύματος τοῦ Ἁγίου. Καί τίς ἡ θεωρία τῶν μυστηρίων αὐτοῦ. Καί ὅπως τοῖς καθαροῖς τήν καρδίαν ἀποκαλύπτονται. Καί διήγησις ἐκ προοιμίων ἐπωφελής περί τινος ὑποτακτικοῦ, λαβόντος Πνεῦμα Ἅγιον ταῖς εὐχαῖς τοῦ πνευματικοῦ αὐτοῦ πατρός.

Ἀδελφοί καί πατέρες καί τέκνα, νεώτερός τις διηγήσατό μοι λέγων ὅτι· Ὑποτακτικός τυγχάνων πατρός τιμίου καί ἰσοστασίου τῶν μεγάλων καί ὑψηλῶν ἁγίων, ἀκούων παρ’ αὐτοῦ πολλάκις θείας οὐρανόθεν γινομένας ἐν τοῖς ἀγωνιζομένοις ἐλλάμψεις, φωτός τε πλῆθος καί ὁμιλίαν Θεοῦ δι’ αὐτοῦ πρός ἀνθρώπους, ἐθαύμαζον. Καί τοσαύτην εἶχον - φησί-τήν ἐπιθυμίαν καί τόν ἔρωτα τοῦ τοιούτου καλοῦ, ὥστε τῇ ἐννοίᾳ τῇ πρός αὐτό πάντων τῶν ἐπιγείων καί ἐπουρανίων ἐπιλανθάνεσθαί με, οὐ μόνον δέ ἀλλά καί πάσης βρώσεώς τε καί πόσεως καί σωματικῆς παντοίας ἀνέσεως. Μέγας δέ ὑπάρχων ὁ ἐν ἁγίοις ἅγιος οὗτος καί τῷ προορατικῷ κεκοσμημένος χαρίσματι, βλέπων με ἀδιστάκτως ἐπιτελοῦντα μόνα τά παρ’ αὐτοῦ μοι ἐπιτασσόμενα καί μήτε ἐσθίοντα μήτε πίνοντα, ἀλλά σύννουν ὄντα δι’ ὅλου καί ὡς ὑπό τινος ἰοῦ δαπανώμενον, συμπάθειαν κεκτημένος ἀμέτρητον, προσέταττέ μοι μετ’ ἐπιτιμίου, καί μή βουλόμενος ἤσθιον· ἐφοβούμην γάρ - φησί-τό κρίμα τῆς παρακοῆς. Ὅσον οὖν τροφῆς μετελάμβανον, πλεῖον ἐφλεγόμην καί τήν ἀνάγκην οὐκ ἔφερον, ὡς καί ποταμηδόν ἐκχέειν με τά δάκρυα καί οὕτω τῆς τραπέζης πολλάκις ἀνίστασθαι. Ἐδόκουν γάρ ὁ ἀναίσθητος ὅτι ἐμποδίζει μου τήν πρόθεσιν, μή εἰδώς οἶον ἔχων πόνον ἐνδότατον, καί οὕτως ἔχων ἠγνόουν ὁ ἄθλιος ὅτι καί τούς λογισμούς ἐγίνωσκε τούς κρυπτούς τῆς καρδίας μου. Τοῦτο γάρ διά τῶν ἑξῆς δηλωθήσεται.

Ἐν μιᾷ οὖν συνέβη ἡμῖν ἐν τῇ πόλει εἰσελθεῖν, ἐν ᾗ καί τήν κατοίκησιν εἶχε, πρός τό τούς πνευματικούς αὐτοῦ ἐπισκέψασθαι παῖδας. Δι’ ὅλης τοίνυν τῆς ἡμέρας ἐν αὐτοῖς διατρίψαντες - πολλούς γάρ ὠφέλει καί μόνον φαινόμενος --, ἑσπέρας ἐλθόντες ἐν τῷ κελλίῳ καί ὥσπερ ἀπό τοῦ πολλοῦ κόπου καί καύματος πρόσπεινοι γεγονότες καί ἔκδιψοι - οὐδαμοῦ γάρ εἶχεν ἔθος ὕπνου μεταλαμβάνειν, καίπερ θερινῆς οὔσης τῆς ὥρας καί αὐτός γέρων ὤν, ὡς περί τά ἑξήκοντα ἐληλακώς ἔτη --, καθεσθέντες πρός τό μεταλαβεῖν ἄρτου, ἐγώ οὐκ ἤσθιον. Ἤμην γάρ τῷ σώματι πλήρης κατάκοπος. Ἐλογιζόμην γάρ ὅτι, εἰ μεταλάβω τροφῆς καί πόσεως, οὐ μή δυνηθῶ ἐν τῇ εὐχῇ μου στῆναι τό σύνολον πρός τήν τοῦ ποθουμένου ζήτησιν. Ταῦτα - φησίν -- ἐννοῶν, ἐκαθεζόμην ὥσπερ ἐξεστηκώς.

Ὁ οὖν ἅγιος ἰδών με καί τόν κόπον ὅν μετ’ αὐτοῦ ἐκοπίασα ἀναλογισάμενος καί γνούς τήν αἰτίαν, οἷα δή τῷ διορατικῷ κεκοσμημένος, ὥσπερ εἴρηται, χαρίσματι, δι’ ἥν ταῦτα ὑπέμενον, εἰς συμπάθειαν ἐκινήθη πολλήν καί λέγει μοι μετ’ ἐπιτιμίου· «Φάγε, τέκνον, καί πίε καί μή λυποῦ ἀπό τοῦ παρόντος. Εἰ γάρ μή ἤθελεν ὁ Θεός ἐλεῆσαί σε, οὐκ ἄν ηὐδόκησεν ἐλθεῖν πρός ἡμᾶς». Ἐφάγομεν οὖν - φησί - καί ἐπίομεν καί ὑπέρ τήν χρείαν· ἤσθιε γάρ τῇ ἐμῇ κἀκεῖνος ἐξακολουθῶν ἀσθενείᾳ. Εἶτα τῆς τραπέζης ἀρθείσης φησί πρός ἐμε· «Γίνωσκε, τέκνον, ὅτι οὔτε νηστείᾳ, οὔτε ἀγρυπνίᾳ, οὔτε κόπῳ σωματικῷ, οὔτε τινί ἑτέρῳ τῶν δεξιῶν πράξεων χαίρει ὁ Θεός καί ἐμφανίζεται, εἰ μή ταπεινῇ τε καί μόνῃ ἀπεριέργῳ καί ἀγαθῇ ψυχῇ καί καρδίᾳ ». Ταῦτα τοιγαροῦν ἀκούσας ἐγώ καί θαυμάσας ἐπί τῷ λόγῳ καί τῇ παραινέσει τοῦ ἁγίου, ἐπί πλεῖστόν τε ἐκκαιόμενος καί τάς ἁμαρτίας μου τῇ τοῦ νοός ὀξύτητι πάσας ἐν ῥιπῇ ἐπί μνήμης μου φέρων, περιελιμναζόμην τοῖς δάκρυσι καί πεσών εἰς τούς πόδας αὐτοῦ τούς ἁγίους καί τούτους κρατήσας· «Εὔχου ὑπέρ ἐμοῦ, ἔφην, ἅγιε τοῦ Θεοῦ, ἵνα διά σοῦ εὕρω ἔλεος, ἐπεί ἐξ ὧν εἶπας ἀγαθῶν, ἐμοί οὐδέ ἕν πρόσεστιν, εἰ μή πολλαί ἁμαρτίαι, ἅς ἐπίστασαι καί αὐτός». Συμπαθήσας οὖν με ἐπί πλεῖον ὁ ἅγιος καί δακρύσας, εἶτα κελεύσας με ἀναστῆναι ἀπό τοῦ ἐδάφους, φησί· «Θαρρῶ τῷ Θεῷ, τῷ τήν χάριν αὐτοῦ πλουσίως μοι δωρησαμένῳ, ὅτι ταύτην καί σοί δισσῶς δωρήσεται ὑπέρ τῆς πίστεως μόνης ἧς ἔχεις καί πρός αὐτόν καί πρός τήν ἐμήν ταπείνωσιν». Τοῦτον τοίνυν τόν λόγον ὡς ἐξ αὐτοῦ δεξάμενος τοῦ Θεοῦ καί τό παρά Ἠλιοῦ πρός Ἐλισαιέ γενόμενον ἐννοήσας καί πιστεύσας ὅτι, εἰ καί ἀνάξιος ἐγώ, ἀλλ’ ὁ Θεός φιλάνθρωπος, συντόμως ποιῶν τό θέλημα τῶν φοβουμένων αὐτόν, βαλών καί αὖθις μετάνοιαν καί αἰτήσας εὐχήν, ἀπῆλθον πρός τό κελλίον μου, ἐντολήν λαβών ἐξ αὐτοῦ τοῦ ποιῆσαι μόνον Τρισάγιον καί ὑπνῶσαι.

Εἰσελθών οὖν ἔνθα εἰώθην προσεύχεσθαι καί τό «Ἅγιος ὁ Θεός» ἐναρξάμενος, μνησθείς τε τῶν λόγων τοῦ ἁγίου, εὐθέως εἰς δάκρυα καί εἰς πόθον θεῖον ἐπί τοσοῦτον ἐκινήθην, ὥστε μή δύνασθαί με διά λόγου παραστῆσαι τήν γενομένην μοι τηνικαῦτα χαράν τε καί ἡδονήν. Ἀλλά γάρ εὐθύς πρηνής πεσών ἐπί γῆς εἶδον, καί ἰδού φῶς πολύ νοερῶς ἐπιλάμψαν μοι καί προσλαβόμενόν μου τόν νοῦν ὅλον ἅμα πρός ἑαυτό καί τήν ψυχήν, ὥστε τῷ ἀθρόῳ τοῦ θαύματος ἐκπλαγῆναί με καί ὡς ἐν ἐκστάσει γενέσθαι. Οὐ μήν ἀλλά γάρ καί ἐπελαθόμην τοῦ τε τόπου, ἐν ᾧ ἱστάμην, καί ὅστις ὑπῆρχον καί ποῦ, μόνον κράζων τό «Κύριε ἐλέησον», καθώς καί ἐν συναισθήσει γενόμενος τοῦτο λέγων ἐπέγνων· τίς δέ ἦν ὁ λαλῶν, πάτερ, ἤ κονῶν μου τήν γλῶτταν, οὐκ οἶδα - φησίν- ὁ Θεός οἶδεν. Εἴτε γάρ ἐν σώματι, εἴτε ἐκτός σώματος τῷ φωτί τούτῳ προσωμίλησα, οἶδεν αὐτό τό φῶς, τό καί ἀποδιῶξαν ὅσον ἀχλυῶδες ὑπῆρχεν ἐν τῇ ψυχῇ μου καί ἅπαν γήϊνον φρόνημα, τό ἀπελάσαν ἀπ’ ἐμοῦ ὕλην ὅση παχεῖα καί βάρος σώματος τό ἀκηδίαν καί νάρκωσιν ἐμποιῆσαν τοῖς ἐμοῖς μέλεσιν. Οὕτω γάρ ἐτόνωσεν, ὤ θαύματος φρικτοῦ, καί ἐνίσχυσε τήν ἔκλυσιν τῶν ἄρθρων καί νεύρων, τήν ἐκ τοῦ πολλοῦ κόπου μοι τηνικαῦτα προσγενομένην, ὡς δόξαι καί φανῆναί μοι φθορᾶς ἱμάτιον ἀποδύσασθαι. Οὐ μόνον δέ, ἀλλά καί χαράν εὐθέως πολλήν νοεράν τε αἴσθησιν καί γλυκύτητα ὑπέρ πᾶσαν γεῦσιν τῶν ὁρωμένων ἐν τῇ ψυχῇ μου ἀφράστως ἐνέσταξεν, ἔτι δέ, ἐλευθερίαν καί λήθην πάντων λογισμῶν τῶν ἐν τῷ βίῳ, καί αὐτόν τόν τῆς ἐκδημίας τρόπον τῆς παρούσης ζωῆς παραδόξως ἐχαρίσατό μοι καί ἐγνώρισε. Πρός γάρ μόνην τήν ἐκείνου τοῦ φωτός ἄρρητον εὐφροσύνην πᾶσαι καί τοῦ νοός καί τῆς ψυχῆς αἱ αἰσθήσεις μου ἐκολλήθησαν.

Ἀλλά γάρ τοῦ φανέντος μοι - φησίν- ἐκείνου ἀπλέτου φωτός- οὐδέ γάρ ἔχω τι ἕτερον τοῦτο καλέσαι οἰκεῖον καί κατάλληλον ὄνομα - , ἠρέμα πως ὑπολωφήσαντος καί οἱονεί συσταλέντος, ἐν συναισθήσει ἐγενόμην καί γνούς οἷα ἡ τούτου δύναμις ἀθρόον εἰργάσατο ἐν ἐμοί καί ἐννοήσας τόν αὐτοῦ χωρισμόν καί ὡς πάλιν ἐν τῷ βίῳ μόνον με κατέλιπεν ἀναλογισάμενος, λύπῃ κάτοχος γέγονα καί ὀδύνῃ βαρείᾳ τοσαύτῃ, ὡς ἐκφράσαι ἀξίως ἀπορῶ τό μέγεθος τῆς δίκην πυρός ἀναφθείσης ἐν τῇ καρδίᾳ μου ποικίλης καί σφοδροτάτης ὀδύνης. Λοιπόν οὖν παράστησον - ἔλεγεν - εἰ δύνασαι σύ, πάτερ, τόν τε πόνον τοῦ χωρισμοῦ καί τῆς ἀγάπης τό ἄμετρον καί τό πλῆθος τοῦ ἔρωτος καί τῆς μεγίστης εὐεργεσίας τό ὕψος. Ἐγώ γάρ οὔτε λέγειν διά στόματος δύναμαι οὔτε νῷ καταλαβεῖν τό ἀπέραντον τῆς ὁράσεως.

«Ἀλλ’ εἰπέ μοι σύ, ὦ σεβασμιώτατε πάτερ καί ἀδελφέ, ἔφην ἐγώ, τάς τοῦ ὁραθέντος σοι ἐνεργείας τρανότερον καί σαφέστερον». Ὁ δέ γλυκύς ἐκεῖνος καί πλήρης Πνεύματος θείου καί θεωρίας ἠξιωμένος προσηνεστάτῃ καί μελιρρύτῳ φωνῇ τάχιστα ἀπεκρίνατο· «Εὐφραίνει, πάτερ, φαινόμενον καί τιτρώσκει κρυπτόμενον. Καί πλησίον μου γίνεται καί εἰς οὐρανούς ἀναφέρει με. Μαργαρίτης ἐστί. Καί τό φῶς ἐπενδύει με καί ὡς ἄστρον μοι φαίνεται καί ὑπάρχει τοῖς πᾶσιν ἀχώρητον. Ἀπαστράπτει ὡς ἥλιος καί τήν κτίσιν συνεχομένην κατανοῶ ἐν αὐτῷ, τά ἐν αὐτῇ πάντα δεικνύει μοι καί φυλάσσειν προστάττει μοι τά μέτρα τά ἴδια. Συνέχομαι ὑπό στέγης καί τοίχων καί τούς οὐρανούς διανοίγει μοι. Τούς ὀφθαλμούς μου αἴρω αἰσθητῶς τά ἐκεῖσε θεάσασθαι καί πάντα βλέπω καθώς ὑπῆρχον τό πρότερον. Θαυμάζω τό γεγονός καί ἀκούω φωνῆς μυστικῶς λεγούσης μοι ἄνωθεν· ῾Ταῦτα αἰνίγματά εἰσι καί προοίμια, τό γάρ τέλειον οὐ θεάσῃ ἕως τήν σάρκα ἐνδέδυσαι. Ἀλλά πρός ἑαυτόν ἐπίστρεφε καί βέπε μή τι πράξῃς τῶν τά ἐνταῦθα ἀποστερούντων σε. Εἰ δέ καί παρασφαλεῖς, εἰς ὑπόμνημα ταπεινώσεως, ἀλλά μή ἀποστῇς τῆς μετανοίας ἐπιμελούμενος. Αὕτη γάρ καί τά προγεγονότα καί τά γινόμενα πταίσματα, τῇ ἐμῇ φιλανθρωπίᾳ ἑνουμένη, ἐξαφανίζει᾿.»

Ταῦτα τοίνυν ἀκηκοώς ἐγώ ἐξ αὐτοῦ, πατέρες καί ἀδελφοί, μικροῦ δεῖν ἐξέστην καί ὅλος σύντρομος ἐγενόμην, ἐννοήσας ἐξαυτῆς εἰς ὅσον εὐθύς ὕψος θεωρίας ἀνῆλθε καί γνώσεως ἐκ μόνης τῆς πρός τόν πνευματικόν πατέρα αὐτοῦ ἀγάπης καί πίστεως καί οἵων ἠξιώθη ἐκ προοιμίων τῶν ἀγαθῶν ἰδεῖν καί ἀπολαῦσαι, ὡς ἤδη τήν ἀνθρωπίνην ἀσθένειαν ἀποβαλλόμενος καί ἄγγελος γεγονώς ἐξ ἀνθρώπων.

Διά τοῦτο οὖν παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, ἀπορρίψωμεν μακράν ἀφ’ ἑαυτῶν πᾶσαν σχέσιν καί πᾶσαν μέριμναν τῆς παρούσης ζωῆς, μισήσωμεν τάς ἡδονάς τῆς σαρκός, τήν εὐπάθειαν τοῦ σώματος, τήν ἄνεσιν καί ἀργίαν, δι’ ὧν ἰσχύει τό χεῖρον κατά τοῦ κρείττονος· δεῦτε, ἀναλαβώμεθα πίστιν εἰλικρινῆ πρός τόν Θεόν καί τούς κατά Θεόν πατέρας καί διδασκάλους ἡμῶν, κτησώμεθα συντετριμμένην καρδίαν, τεταπεινωμένον τό φρόνημα τῆς ψυχῆς καί καθαράν τήν καρδίαν διά δακρύων καί μετανοίας ἀπό παντός σπίλου καί ῥύπου τῆς ἁμαρτίας, ἵνα καί ἡμεῖς ἀξιωθῶμεν ἐλάσαι ποτέ εἰς μέτρα συντόμως τοιαῦτα καί ἰδεῖν καί ἀπολαῦσαι τῶν ἀπορρήτων ἀγαθῶν ἔνθεν ἤδη τοῦ θείου φωτός, εἰ καί μή τελείως, ἀλλ’ ἐκ μέρους καί ὅσον χωροῦμεν κατά τήν ἀναλογίαν τῆς καθάρσεως ἡμῶν. Οὕτω γάρ καί ἑαυτούς ἑνώσομεν τῷ Θεῷ καί ὁ Θεός ἑνωθείη ἡμῖν καί τοῖς ἐγγίζουσιν ἐσόμεθα φῶς καί ἅλας καί εἰς μεγάλην ὠφέλειαν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΙΖ΄. Περί θεωρίας καί ἀποκαλύψεως καὶ πεφωτισμένης εὐχῆς. Καί ὅπως ὁ ὑπό τῆς ἀγάπης κατασχεθείς τοῦ Θεοῦ καί εἰς βάθος ταπεινοφροσύνης ἐλάσας, ἐνεργεῖται ὑπό τοῦ Πνεύματος τοῦ Ἁγίου.

Ἀδελφοί καί πατέρες, πολλή ἡ συγκατάβασις καί ἡ φιλανθρωπία Θεοῦ πρός ἀνθρώπους. Διό καί ἐκπληττόμενος εἰς τήν τοῦ Θεοῦ ἄφατον ἀγαθότητα, οὕτω πως καταπληκτικόν ἀνακράζω· «Ὤ θαύματος ἔκπληξις καί ἐντολῶν Θεοῦ δύναμις, οἵους ἀπεργάζονται τούς ποιοῦντας καί φυλάσσοντας αὐτάς!»

Ἀρχήν γάρ ποτε βαλών ἐν αὐταῖς, μικρόν ἀνανήψας ἐκ βάθους κακῶν καί σκοτώσεως, φόβῳ μέν συνειχόμην τοῖς κακοῖς μου σφιγγόμενος, ἀγάπη δέ ὡς ἀληθῶς καί τοῦ καλοῦ με ἡ ἔφεσις πρός αὐτό τό πλεῖστον ἐπέστρεφεν.

Ὅλον δέ ἦν τό τελούμενον φυγή κακῶν, πρός τά καλά συνωθοῦσά με. Ἕν μόνον ἐν μέσῳ τούτων ὑπῆρχε τό ἀηδίζον με, τῶν προλήψεων ἡ συνήθεια καί ἦθος κακόν καί φιλήδονον, ὅπερ τῇ ἐπιμόνῳ τῆς εὐχῆς ἐργασίᾳ καί τῇ μελέτῃ τῶν θείων λογίων καί τῷ ἐν ἕξει γενέσθαι τῶν ἀγαθῶν ἀφανίζεται. Ὥσπερ γάρ τοῦ ἡλίου κατά μικρόν ἀνετέλλοντος ὑποχωρεῖ τό σκότος καί ἀφανίζεται, οὕτω καί ἀρετῆς αὐγαζούσης οἵα δή σκότος ἡ κακία ἐλαύνεται καί ἀνυπόστατος δείκνυται, καί τηνικαῦτα μένομεν διαπαντός ἀγαθοί, καθά πρώην ὑπήρχομεν πονηροί. Διά μικρᾶς οὖν ὑπομονῆς καί προαιρέσεως ἐλαχίστου ἤ μᾶλλον εἰπεῖν Θεοῦ βοηθείᾳ τοῦ ζῶντος ἀναπλαττόμεθα καί ἀνανεούμεθα, ψυχήν καί σῶμα καί διάνοιαν καθαιρόμενοι, καί γινόμεθα ἅπερ ἀγνοοῦντες τυγχάνομεν, ὑπό τῶν παθῶν καλυπτόμενοι, καί προσλαμβάνομεν ἅ οὐκ ἐσμέν ἄξιοι.

Ἐξ ὧν ἔλαβον κἀγώ, ὁ πάντων εὐτελέστερος καί ἀχρεῖος - καλόν γάρ ἀνακηρύττειν εὐγνωμόνως τάς εὐεργεσίας τοῦ Θεοῦ τοῦ φιλανθρώπου -, τῇ τοῦ ἐμοῦ Σωτῆρος Ἰησοῦ Χριστοῦ χάριτι. Ἔλαβον δέ τῇ χάριτι χάριν καί τῇ εὐργεσίᾳ εὐεργεσίαν καί τῷ πυρί πῦρ, φλόγα δέ τῇ φλογί καί τῇ ἀναβάσει προσετέθησαν ἀναβάσεις μοι, τῷ δέ τέλει τῆς ἀναβάσεως φῶς καί τῷ φωτί φῶς τρανότερον. Καί μέσον τούτου πάλιν φαιδρός ἔλαμψεν ἥλιος καί ἐξ αὐτοῦ ἐφάνη ἀκτίς καί αὕτη τά πάντα ἐπλήρωσε καί τό νοούμενον ἀκατάληπτον, ἐν οἷς ἔμεινά τε ἐγώ δακρύων ἡδύτατα καί θαυμάζων τά ἄφραστα. Νοῦς δέ θεῖος τῷ ἐμῷ νοΐ προσωμίλει καί οὕτω λέγων ἐδίδασκεν· «Ἔγνως οἷόν σε ἡ ἐμή δύναμις ἀπετέλεσε φιλανθρώπως δία πίστιν καί ὑπομονήν μικράν, τήν ἀγάπην σου βεβαιοῦσαν; Ἰδού ὑπό θάνατον ὤν, ἐγένου ἀθάνατος καί κρατούμενος τῇ φθορᾷ, εὑρίσκῃ ταύτης ἐπάνω. Κόσμον οἰκεῖς καί σύν ἐμοί ὑπάρχεις, σῶμα ἐνδέδυσαι καί οὐδεμιᾷ τῶν τοῦ σώματος ἡδονῶν ὑποσύρῃ. Μικρός εἶ τό ὁρώμενον καί νοερῶς ὁρᾷς. Πάντως ἐγώ σε ἐκ τοῦ μή ὄντος εἰς τό εἶναι παρήγαγον».

Πρός ἅ τρόμῳ καί χαρᾷ ἀνταπεκρινάμην καί ἔλεγον· «Τίς εἰμί ἐγώ, Κύριε, ὁ ἁμαρτωλός καί ἀκάθαρτος, ὅτι δή καί ὅλως ἐπέβλεψας ἐπ’ ἐμέ καί ὁμιλίας ἠξίωσας; Ὁ ἄχραντος, ὁ ἀόρατος καί τοῖς πᾶσιν ἀπρόσιτος, πῶς ἐμοί προσιτός καί γλυκύς καί φαινόμενος ὡραιότατος διά τῆς ἀπαστραπτούσης σου δόξης καί χάριτος δείκνυσαι;».

Ταῦτα ἤκουον μέν μυστικῶς καί παραδόξως ἀπεκρινάμην, τό δέ ὑπέρ φύσιν ἐξέπληττε καί τό φοβερόν ἀποστῆναί με ἠνάγκαζε. Τό ἄφραστον κάλλος τοῦ φαινομένου ἐτίτρωσκέ μου τήν καρδίαν καί πρός ἀγάπην εἷλκε με ἄπειρον, ἡ δέ ἀγάπη ἐποίει με πρός τά κάτω μή στρέφεσθαι, ἀλλ’ ὡς ἤδη τελείως καί ἔξω τῶν δεσμῶν τῆς σαρκός γεγονώς, ἔχαιρον καί πάλιν ἤμην τό ὅλον ἄνθρωπος. Πληροφορία τῆς συγχωρήσεως τῶν ἁμαρτιῶν μοι ἐδίδοτο καί ὑπέρ πάντα ἄνθρωπον ἔβλεπον ἐμαυτόν ἁμαρτωλότερον. Ἀπιστῆσαι τῷ λαλοῦντι οὐκ εἶχον καί πιστεῦσαι ἐφοβούμην διά τήν τῆς ἐπάρσεως ἔκπτωσιν. Ἀκουσίως ταύτης καθέλκομαι διά τό μέτρον τῆς ἀνθρωπότητος καί τό τῆς ταπεινώσεως ἀσφαλέστερον. Πολλά γινώσκω τῶν τοῖς πλείοσιν ἀγνοουμένων καί ὑπέρ ἅπαντας ἀνθρώπους εἰμί ἀγροικότερος. Χαίρω ὅτι μοι Χριστός, ᾧ πεπίστευκα, ἐδωρήσατο βασιλείαν αἰώνιον καί ἀσάλευτον καί ὡς ἀνάξιος τῶν ἐκεῖσε κλαίω διαπαντός καί κλαίων οὐ παύσομαι. Ἀνοῖξαι τό στόμα καί συγχώρησιν αἰτήσασθαι τῶν ἐμοί πεπραγμένων οὐ τολμῶ καί ὑπέρ ἄλλων ἐξ ἀγάπης παρρησιάζομαι και - ἵν’ ἀφρόνως εἴπω - καί εἰσακούομαι. Ὡς υἱός παρίσταμαι καί οὕτω διάκειμαι ὡς ξένος ἀπαρρησίαστος. «Εὖ δοῦλε πιστέ» ἀκούω καί τά ἑξῆς, καί ὅλως ἐν ἀληθείᾳ εὑρίσκομαι μηδέ τό ἕν φυλάξας τάλαντον ἐκ πάντων ὁμοῦ τῶν δοθέντων μοι. Τῶν καλῶν καταλαβεῖν δοκῶ τό ἀκρότατον καί εἰς τήν ἄβυσσον τῶν ἁμαρτιῶν μου κάτω κείμενος κατέχομαι καί τῇ ἀπογνώσει βυθίζομαι καί ὅταν πάντων κατώτερος γένωμαι, τότε ὑπεράνω τῶν οὐρανῶν ἀναφέρομαι καί τῇ ἀγάπῃ πάλιν ἑνοῦμαι Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ καί ἐλπίζω, τῆς γεώδους ταύτης καί βαρείας σαρκός στερηθείς, παραστῆναι ἐγγύτερον, οὐ μήν ἀλλά γάρ καί μυηθῆναι σαφέστερον τῆς ἐκεῖ ἀγάπης τήν αἰώνιον εὐφροσύνην καί ἀγαλλίασιν.

Ταῦτα τοιγαροῦν, ἀδελφοί μου, γράψαι ἠθέλησα οὐχ ὡς δόξαν θηρᾶσαι βουλόμενος - ἄφρων γάρ ὁ τοιοῦτος καί τῆς ἄνω δόξης ἀλλότριος - , ἀλλ’ ὅπως εἰδότες ἔσεσθε τήν ἄμετρον φιλανθρωπίαν τοῦ Θεοῦ καί οἷον ὑπάρχει τῶν ἐντολῶν τό φορτίον τό ἐλαφρότατον αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καί Θεοῦ καί ὅση τῆς αὐτοῦ δωρεᾶς ἡ ἀντίδοσις - ἅ καί μανθάνοντες ἤ ἐπιποθήσατε τῆς αὐτοῦ ἀγάπης ἐπιτυχεῖν ἤ τό ταύτης ἀποτυχεῖν ὡς αἰώνιον θάνατον φοβήθητε καί φρίξατε -, διδαχθήσεσθε δέ πρός τούτοις καί ταπεινώσεως ὕψος καί τελείας ἀγάπης τεκμήριον, ἔτι δέ καί τό ἐμπόρευμα τῆς τοῦ Θεοῦ συγκαταβάσεως γνώσεσθε καί τό δῶρον τῆς μεγάλης αὐτοῦ καί ἀκενώτου πρός ἡμᾶς κενώσεως εἴσεσθε καί τόν φρικτόν τρόπον τῆς χοϊκῆς ἀναπλάσεως καταμάθετε, ὅπως τε ζῶσιν οἱ πιστεῦσαι θελήσαντες τῷ σταυρωθέντι Χριστῷ, οἱ μιμησάμενοι δηλονότι τήν αὐτοῦ ὑπακοήν καί ταπείνωσιν καί νεῦσαι βουληθέντες ἐκ τῶν χειρόνων ἐπί τά κρείττονα, καί ὅπως ἀλλοιοῦνται οἱ διά τήν ἀγάπην τοῦ ἡμᾶς ἀγαπήσαντος πάντα καταλιμπάνοντες, μηδενός δέ τῶν ἐνεστώτων ἤ μελλόντων στερούμενοι, ὅπως γίνονται παραδόξως οἱ σκοτεινοί φῶς, τῷ μεγάλῳ φωτί πλησιάσαντες, οἵ καί τῶν κάτω, καθά καί Μωσῆς ποτε, θεοί ἀποκαθίστανται, τοῖς ἄνω ἑνούμενοι, καί μετά πάντων ὄντες οὐδαμῶς ἐκ τῆς συνουσίας τῶν ἄλλων μολύνονται· καί εὐεργετοῦντες τούς πλησιάζοντας ζημίαν τοῦ καλοῦ οὐδεμίαν ὑφίστανται, ἀλλά μεταδίδοντες καί ἑτέροις τόν ἔλεον λαμβάνουσι πλέον ἤ διδοῦσι, μᾶλλον τῷ ὁμοιοῦσθαι φιλανθρώπως τῷ φιλανθρώπῳ, ὅσον ἀνέλθωσι ταπεινούμενοι καί ὅσον ταπεινωθῶσιν ὑψούμενοι, πάντων ἀποροῦντες τῇ ταπεινώσει τῶν ἀναγκαίων καί μηδενός λειπόμενοι, τρεφόμενοι τῇ αἰωνίῳ ζωῇ τῆς ἁγίας ἀγάπης.

Ἰδού οὖν ἀνεκάλυψα ὑμῖν τοῖς φίλοις καί ἀδελφοῖς μου τά ἐν ἐμοί κεκρυμμένα μυστήρια - τό τέλος τῆς ἐμῆς ζωῆς ἐγγίζον ὁρῶ ὅσον οὔπω -, ἵνα εἰδῆτε καί μετανοίας τρόπους, ἀρχῆς τε καί μεσότητος ἀναβάσεις καί προκοπάς καί τελειότητος μέτρα, καί σπουδάσητε μιμήσασθαι, εἰ μή τινα ἄλλον, τόν γοῦν γεγεννηκότα πάντως ὑμᾶς καί ἐκ ψυχῆς ἀγαπήσαντα, γαλακτοτροφήσαντά τε τῷ λόγῳ τοῦ Θεοῦ καί τῷ ζωογονοῦντι θρέψαντα ἄρτῳ καί βαδίζειν ὑποδείξαντα ἐν τῇ ὁδῷ τῶν σωτηρίων ἐντολῶν τοῦ Θεοῦ, ᾧ πρέπει πᾶσα δόξα νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος ΙΗ΄. Περί μεθόδων τοῦ πονηροῦ, ὧν ὑποβάλλει τοῖς κουφοτέροις καί φιλοπρωτεύουσιν, ὁπόταν ὁ ποιμήν ἐξ ἀνθρώπων γένηται. Καί ὅτι χρή τούς μέν ἀναξίως ἐπιπηδῶντας τῇ ἀρχῇ πάσῃ κωλύειν συνωθεῖν ἐπί τοῦτο καί συνεργεῖν. Καί πρός τῷ τέλει, πρός τόν ποιμένα.

Ἀδελφέ, εἰ λαοῦ καί ποίμνης ἡγούμενος κατεστάθης, σκόπησον καλῶς καί ἀνάκρινον σεαυτόν ποίῳ λογισμῷ καί ἐκ ποίου τρόπου εἰς τήν τοιαύτην κατέστης ἀρχήν. Εἰ μέν οὖν εὑρήσεις σεαυτόν κἄν ψιλῷ λογισμῷ ἐνθυμηθέντα, ὅτι διά τήν τῶν ἀνθρώπων τιμήν ταύτῃ ἐπέδραμες ἤ διά προεδρίαν ἤ διά δόξαν, εἴτε ὡς μή καταδεξαμένου σου παρ’ ἑτέρου ἄρχεσθαι ἀδελφοῦ διά τό οἴεσθαι μή εἶναί σου εὐλαβέστερον ἤ λογιώτερον ἕτερον, ἤ διά τό ἔχειν τάς σωματικάς χρείας περισσότερον τῶν ἄλλων ἁπάντων καί τήν δουλείαν καί τήν ἀνάπαυσιν, ἤ διά τό τινάς τῶν ἰδίων καί συγγενῶν εὐεργετῆσαι καί φίλους κτήσασθαι τούς κατά σάρκα περιπατοῦντας, ἤ διά τό ὀνομαστόν σε ἐκ τῆς ἡγουμενίας γενέσθαι καί καί τῆς τοῦ κόσμου βασιλεῦσι καί ἄρχουσι γνώριμον, εἴτε καί κατά φθόνον - ὡς ὅτι οὐκ ἤθελες, ἀλλ’ ἵνα μή γένηται ὁ δεῖνα ὁ ἀδελφός - ἐσπούδασας τοῦ γενέσθαι σύ, ἤ καί διά τήν τῶν ἀνθρώπων αἰσχύνην, ἵνα μή ἀκούσωσι πάντες ἤ καί παραγενόμενοί τινες ἴδωσιν ὅτι ἄλλος ὑπέρ σέ προεκρίθη καί καταγνώσωσί σου ὡς μή ἐναρέτου, γινώσκων γίνωσκε ὅτι οὐ κατά Θεόν ἐγένετό σου ἡ πρόβλησις. Καί ἵνα σοι, ἐξ ὧν ὑποτίθεται ὁ πονηρός ἑκάστῳ τῶν ἐν κοινοβίῳ καθεζομένων, σαφέστερον τοῦτο ποιήσωμαι, ἐντεῦθεν ἄκουε τάς ἐπιβουλάς καί ὑπονοίας τοῦ Σατανᾶ.

Ὑποβάλλειν ἄρχεται ὁ ἐχθρός, ὅταν ὁ ποιμήν πρός Κύριον ἐκδημήσῃ, ἕτερον δέ ὀφείλει ἐκλέξασθαι ἡ ἀδελφότης, καί λέγειν ἑκάστῳ κατά τό ἴδιον πάθος, κατά τό ἴδιον θέλημα, κατά τήν ἰδίαν κατάστασιν. Ἐάν οὖν ὦσιν ἐν τῇ ποίμνῃ ἐκείνῃ τῶν εὐλαβεστέρων τινές, ταῦτα ἑκάστῳ αὐτῶν ὑποτίθεται καί φησίν· «Εἰ ἐγένου σύ ἐνταῦθα ποιμήν καί ἡγούμενος, εἶχες ἄν πάντως ὠφελῆσαι καί σῶσαι καί τῶν σῶν αὐτοῖς ἀρετῶν μεταδοῦναι, ἐπεί ὁ δεῖνα ἤ ὁ δεῖνα ἀδελφός ἐν τῷ πράγματι τοῦτο οὐ ποιεῖ». Εἰ δέ καί γνώριμος τοῖς κατά κόσμον ἐστίν, ὑποβάλλει αὐτῷ ὅτι· «Καί πολλούς ἄν ἑλκύσαι εἶχες πρός τήν μοναχικήν πολιτείαν καί ἐξαγαγεῖν αὐτούς ἐκ τοῦ κόσμου, καί στόμα ἄν ἐγένου Χριστοῦ· ὁ γάρ ἐξάγων, φησί, τίμιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται. Εἶχον δέ προσαγαγεῖν οἱ τοιοῦτοι καί ἀποταγάς μεγάλας καί τάς ὑποστάσεις αὐτῶν ἐν τῇ μονῇ ἐπιδοῦναι, καί προστεθῆναι εἶοχε τό μοναστήριον καί οἷον τοῦ μεγάλου Εὐθυμίου καί Σάβα καί Παχωμίου τῶν ἁγίων γενέσθαι. Ἀλλά γάρ πρός τούτοις καί αὐτός περισσοτέραν ταπείνωσιν εἶχες κτήσασθαι, ἵνα ἔβλεπον καί ἐμιμοῦντό σε οἱ ἀδελφοί, ὡς γάρ ἔσχατον πάντων ἄν διῆγες ἐν τῇ μονῇ καί βαστάζειν εἶχες πάντων τά βάρη, πάντων τά ἐλαττώματα. Καί οὕτως οὐ μόνον ὠφελήσας τούς πολλούς, ἀλλά καί αὐτός σύ ὠφελήθης μᾶλλον ψυχικῶς καί σωματικῶς εὗρες μεγάλην ἀνάπαυσιν».

Ταῦτα τοίνυν ὑποβάλλει τοῖς δῆθεν ἀγωνιζομένοις ἐν τῷ σεμνείῳ. Ἄρχεται οὖν ἕκαστος αὐτῶν ἀποκαλύπτειν τόν ἴδιον λογισμόν πρός ὅν ἄν θαρρεῖ ἀδελφόν καί δῆθεν ὡς ἀστειαζόμενος καί μετριάζων, ἵνα μή καταγνωσθῇ ὡς φιλόδοξος, φησί· «Ἄρτι, κῦρι ὁ δεῖνα, ἐάν ἐφρονοῦσαν οἱ ἀδελφοί, οὐ μή εἶχον ποιῆσαί με ἡγούμενον;». Ὁ δέ ἴσως ἀποκρίνεται καί λέγει· «Πίστευσόν μοι, πάτερ, σύ μέν, οἶδα ὅτι μετριάζεις, ἐπεί πρό πολλοῦ τοῦτο χρόνου ἐνεθυμούμην ἐγώ, ἀλλ’ εὐλαβούμην εἰπεῖν σοι περί τούτου, ἵνα μήπως ὡς τά παρά γνώμην σου λαλοῦντά μοι μέμψῃ». Εἶτα πάλιν ἐκεῖνός φησι· «Καλῶς εἶπας, ἀδελφέ. Πίστευσον, οὐ χρήζω γενέσθαι, ἀλλ’ ἵνα μή ἀδιάφορός τις γένηται καί τό μοναστήριον καταστρέψῃ καί τούς ἀδελφούς λυπήσῃ, ἐάν ἤθελον οἱ ἀδελφοί ἵνα ἐγενόμην, καί πάντως ποιῆσαι εἶχον σέ οἰκονόμον, τόν δεῖνα καί δεῖνα κελλαρίτην καί ἀποθηκάριον, ἐγώ δέ ἐσχόλαζον πάντως εἰς μόνα τά ψυχικά καί ἵνα ἤμην ἀπό τῶν πραγμάτων ἐλεύθερος». Ἀκούει ταῦτα ὁ ἀδελφός καί ὅτι οἰκονόμον μέλλει τοῦτον ποιεῖν, καί ἀπελθών θαρρεῖ ταῦτα τοῖς ἀδελφοῖς οὕς εἶπε ποιήσειν διακονητάς.

Ταῦτα τοίνυν καί τρεῖς ἐκ τῶν εὐλαβεστέρων ἴσως ποιοῦσιν, ἀγνοοῦντες τάς μεθόδους τοῦ πονηροῦ· τοῖς δέ γε σαρκικωτέροις καί ἀμελῶς ἔχουσι περί τήν ἑαυτῶν σωτηρίαν ταῦτα ὑποβάλλει καί ὑποτίθησιν ὁ ἐχθρός, τήν τρυφήν, τήν δόξαν καί τήν παρά πάντων τιμήν. «Καί ἵνα μή ἐκ τῶν ὑποκριτῶν, φησί, γένηταί τις καί ψευδοευλαβῶν τούτων, σπούδασον γενέσθαι σύ. Εἰ γάρ μή τοῦτο ποιήσεις, μέλλεις πάντως δεδεμέναις χερσί τῷ γενομένῳ παρίστασθαι καί ἀτιμάζεσθαι παρ’ αὐτοῦ. Ἀλλά γάρ καί ἐποχούμενος ἔσται ἐκεῖνος ἐν ἡμιόνοις πολυτίμοις, σύ δέ πεζοπορῶν ἔσῃ καί κοπιῶν· ἐκείνῳ διάφορος ἑτοιμασθήσεται τράπεζα καί ἄρτος ὡσαύτως καί οἶνος, σοί δέ ἡ λαχανώδης καί σπερματώδης καί τοῖς πᾶσι κοινή. Ἐκεῖνος καθεσθήσεται ἐπί θρόνου καί πρῶτος, σύ δέ μέσον τῶν ἄλλων ἤ καί τῶν λοιπῶν ἔσχατος· ἀγαπᾷ γάρ διαφερόντως τόν δεῖνα, καί εἰ γένηται ἡγούμενος, ὑπέρ σέ τιμήσας ἐπάνω σου προκαθίσει αὐτόν, καί πῶς βαστάσεις τήν αἰσχύνην τῶν ἀδεφλῶν; Οὐ μόνον δέ ἀλλά καί ὁ δεῖνα εὐλαβέστερός σού ἐστι, καί ἴσως παρ’ ἐκείνου προτιμηθῇ; Ἔτι δέ ἴσως καί ἀπό τῶν ἐμφανῶν καί ἐνδόξων ἀποκεῖραι ἔχει, καί μέλλουσιν ἐκεῖνον μέν τιμᾶν ὡς ἡγούμενον, ἐκεῖνος δέ πάλιν ἐκείνους ὡς ἀξιωματικούς καί ὡς ἀποκαρέντας παρ’ αὐτοῦ τιμῆσει καί σοῦ ὑπερκαθίσει αὐτούς, σέ δέ εἰς τό διαζύγιον ἀπολύσει ἤ καί παντελῶς ἵστασθαί σε καί διακονεῖν προτρέψεται. Καί πρός ταῦτα τί ἄρα μέλλεις ποιεῖν; Λαλῆσαι οὐ τολμᾷς· εἰσί γάρ οἱ ἀγαπῶντες αὐτόν καί εὐθύς ἐπιστομίσουσί σε. Τάχα δέ ἴσως καί τύψουσί σε ἀντιλέγοντα, καί χείρων ἔσται ἡ ἀτιμία. Ὑποχωρῆσαι τῆς μονῆς κατάγνωσίς σού ἐστι, καί πᾶς ἄνθρωπος καταγελάσεται καί καταμέμψεταί σε, καί οὐδέ εὑρήσεις ἀλλαχοῦ ἀνάπαυσιν· ἔνθα γάρ ἀπέλθῃς, ὡς ξενοκουρίτης πάντων ἔσχατος εἶναι ὀφείλεις. Ὑπομένειν ταῦτα καί εἶναι ἐν τῇ μονῇ σου οὐ δύνασαι. Λοιπόν οὖν πάσῃ δυνάμει ἀγώνισαι μή νικήσῃ τις τῶν εὐλαβεστέρων». Εἶτα σκέπτεται καί λέγει ἐν ἑαυτῷ· «Πάντες γινώσκωσι τόν δεῖνα ἀδελφόν καί τόν δεῖνα εὐλαβεστέρους καί μέλλουσιν ἐκείνους ζητεῖν κἀμέ παραβλέψασθαι. Ἀλλ’ ἀπελθών ἐγώ τόν δεῖνα κρατήσω ἀδελφόν καί τόν δεῖνα· αὐτοί γάρ τρυφᾶν ἀγαπῶσι, παίζειν τε καί χαίρεσθαι καί τῆς μονῆς ἐξέρχεσθαι συνεχῶς καί διάγειν ἐν οἷς θέλουσιν. Αὐτοῖς οὖν καί συντάξομαι. Ἄλλως τε καί ὅσα ἄν μοι εἴπωσι, καί αὐτοί ἀγωνίσονται σπουδαίως ἵνα ἡγούμενος γένωμαι». Τοιγαροῦν καί ἀπελθών, οὕτω κατά τήν ματαίαν αὐτοῦ μελέτην καί ποιεῖ. Φησί δέ καί τοῦτο πρός ἑαυτόν· «Ὁ δεῖνα ἀδελφός εὐλαβής ἐστι καί τοῦ πράγματος τούτου οὐ χρήζει, ἔχει δέ συγγενεῖς καί φίλους καί βούλεται θεραπεύειν αὐτούς ἀπό τῆς μονῆς. Ἀπελθών λαλήσω κἀκείνῳ, καί ὁμοίως συντάξομαι». Περιέρχεται οὖν τό μοναστήριον συνεχῶς καί ἁπλῶς ἕκαστον παρακαλῶν κατ’ ἰδίαν καί συντασσόμενος πληρῶσαι πάντων τά καταθύμια ἐν ἀγωνίᾳ καί τρόμῳ ὑπάρχει πολλῷ, φόβῳ τοῦ μή ἀποτυχεῖν τοῦ σκοποῦ.

Ἐκ τούτων οὖν καί ἑτέρων πολλῶν σχίσματα, διχόνοιαι καί στάσεις γίνονται ἐν τῷ μοναστηρίῳ πολλαί, τῶν μέν εὐλαβεστέρων πρός τό καί ἑαυτούς καί ἄλλους ὠφελῆσαι σπευδόντων, τῶν δέ σαρκικωτέρων τήν ἑαυτῶν μόνον δόξαν ζητούντων, τό πρόσκαιρον κέρδος καί τάς τοῦ σώματος ἡδονάς, τοῦ δέ λοιποῦ πλήθους ζητοῦντος κατά τάς ἰδίας ἐπιθυμίας τόν ἄγοντα καί τῷ ὁμοίῳ προστρέχοντος. Σύ οὖν, πνευματικέ άδελφέ, ἄκουσον μετά προσοχῆς, παρακαλῶ, τῶν ἐμῶν ῥημάτων· οὐ γάρ ἀπ’ ἐμαυτοῦ λαλήσω, ἀλλ’ ἅπερ ὁ μόνος σοφός καί εὔσπλαχνος λαλῆσαι θελήσει σοι.

Ἐάν ᾖς ἐν κοινοβίῳ ἀδελφῶν καθεζόμενος, κατά τοῦ ἀποκείραντός σε πατρός μή θελήσῃς γενέσθαι ποτέ, εἰ καί πορνεύοντα, εἰ καί μεθύοντα βλέπεις αὐτόν καί τῷ δοκεῖν σοι κακῶς τά τῆς μονῆς διεξάγοντα πράγματα, εἰ τύπτεσαι καί ἀτιμάζεσαι παρ’ αὐτοῦ καί πολλαῖς ἄλλαις καθυποβάλλεσαι θλίψεσι. Μή συγκαθεσθῇς τοῖς λοιδοροῦσιν αὐτόν, μηδέ πορευθῇς μετά τῶν μελετησάντων κατ’ αὐτοῦ. Ὑπόμεινον δέ αὐτόν μέχρι τέλους μηδέν περιεργαζόμενος τῶν ἐκείνου κακῶν. Ὅσα οὖν ἀγαθά βλέπεις ποιοῦντα αὐτόν, βάλε ἐν τῇ καρδίᾳ σου καί ἐκείνων μόνων βιάζου μιμνήσκεσθαι· ὅσα δέ ἀπρεπῆ καί κακά ἤ ἐργαζόμενον ἤ λέγοντα ἴδῃς, ταῦτα σευτῷ ἐπίγραφε καί ὡς ἴδιά σου ἁμαρτήματα λογίζου καί μετανόει ἐν δάκρυσιν, ἔχων ὡς ἅγιον ἐκεῖνον καί ἐπικαλούμενος τήν εὐχήν αὐτοῦ.

Εἰ δέ συμβῇ αὐτῷ θάνατος, καί ἕτερον προβαλέσθαι ἡγούμενον οἱ ἀδελφοί βούλονται, πρόσεχε ἐάν γινώσκῃ σου ἡ συνείδησις ἴσον σου εἶναι ἀδελφόν τινα τῆς μονῆς ἤ καί μείζονα λόγῳ καί ἔργῳ καί πράξεσιν ἀγαθαῖς, καί διά τοῦτο παρά τῶν ἀδελφῶν εἰς ἡγούμενον προτιμώμενον. Μή θελήσῃς γενέσθαι ἀντίχριστος, τῇ βουλῇ τοῦ Θεοῦ δηλαδή καί τῷ ἀδελφῶν ἀντικείμενος, τῷ ἀγαθῷ καί χρηστῷ, λόγους λαλῶν ἤ ἔργα ἐπιτηδεύων ὁπωσοῦν σκανδάλου καί ὑπονοίας, ὡς ἄν ἀποστάσῃς τινάς τῶν ἀδελφῶν ἐκ τῆς πρός ἐκεῖνον ἀγάπης καί πίστεως, ἀλλά πάσῃ χαρᾷ καί ταπεινώσει κατάδεξαι καί συνέργησον καθαρῶς τῇ θελήσει τῶν ἀδελφῶν. Εἰ δέ καί εὐλαβέστερον ἄλλον παρά τόν ψηφιζόμενον ἐπίστασαι εἶναι, εἰπέ τῷ μελλόντι γίνεσθαι ἀδελφῷ κατ’ ἰδίαν· «Κῦρι ἀδελφέ, σύ Θεοῦ χάριτι εὐλαβής ὑπάρχεις καί πνευματικός, καί καθώς ἐπίστασαι, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν ὀφείλομεν καί εἰς σωτηρίαν τῶν ἡμετέρων ψυχῶν. Καί οἶδας ὅτι ἀδελφός ἡμῶν ὁ δεῖνα εὐλαβής ἐστι καί ἐνάρετος. Καί ἄν κελεύῃς, ἄς ποιήσωμεν ἐκεῖνον ἡγούμενον, καί ἔχει καλῶς ποιμᾶναι πᾶσαν τήν ἀδελφότητα. Συναγωνισώμεθα δέ αὐτῷ πάσῃ δυνάμει καί ἡμεῖς, καί τόν μισθόν, πίστευσον, ἵνα ἕξωμεν μετ’ αὐτοῦ καί σύν αὐτῷ καί τήν συνείδησιν ἡμῶν ἀκατάκριτον. Ἀλλά γάρ καί αὐτόν ἐν τούτῳ τόν Θεόν θεραπεύσομεν καί πάντες ἡμᾶς ἐπαινέσουσιν ὅτι οὐχ ἑαυτούς συνεστήσαμεν, ἀλλ’ ὅν ὁ Θεός ἤθελεν». Εἰ μέν οὖν ἔχει ταπείνωσιν ὁ ἀδελφός καί τήν ψυχήν ἀπηλλαγμένην φιλοδοξίας, χωρίς δέ πάσης προσπαθείας τῆς εἰς τόν ἕτερον, λέγει καί αὐτός αὐτῷ ταῦτα, καί πάσης ἄλλης πονηρᾶς ὑπονοίας πληροφορεῖ αὐτόν ὁ Θεός· καί δέξεται πάντως τούς λόγους σου καί εὐθύς ὑπακούσει σου. Καί τηνικαῦτα οἱ ἀμφότεροι λαλεῖτε πάσῃ τῇ ἀδελφότητι, καί γίνεται τό θέλημα τοῦ Θεοῦ.

Εἰ δέ σύ μέν λέγεις ἀπροσπαθῶς ὑπέρ τοῦ πνευματικωτέρου ἀδελφοῦ, ὁ δέ ἀδελφός οὐχ ὑπακούει σου, ἀλλά πρός δικαιολογίας κινηθῇ συνιστῶν ἑαυτόν, γίνωσκε ὅτι ὑπό φιλοδοξίας κατέχεται, καί σπούδασον παντί τρόπῳ, ὡς Χριστοῦ διάκονος, ἐκ καθαρῷ τῷ μαρτυρίῳ τῆς σῆς συνειδήσεως τόν πνευματικώτερον ἀδελφόν γενέσθαι ἡγούμενον. Εἰ δέ καί ὑποβληθείς παρά τοῦ ἐχθροῦ ἤ καί δοκιμάζων σε, λέγει σοι· «Γενοῦ λοιπόν σύ, ἐπεί ἐκεῖνον ὅν λέγεις οὐκ ἐῶ γενέσθαι, χαίρω δέ εἰς σέ», μή συγκατασπασθῇς τῷ πάθει αὐτοῦ μηδέ τῷ ἐκείνου πτώματι περιπέσῃς, ἀλλά φύλαξόν σου τήν τῆς ψυχῆς παρθενίαν ἄφθορον τῷ Χριστῷ, ὑπ’ οὐδεμιᾶς ἐπιθυμίας κλαπεῖσαν πρός ἡδονῆς ἐπιθυμίαν. Ἀλλά γάρ μήτε ὑπό φόβου ἐκκλίνῃς τοῦ ἀγαθοῦ καί τόν πονηρόν καταδέξῃ γενέσθαι, λέγων ἐν σεαυτῷ· «Μή φανῶ κωλύων καί ἀντιλέγων περί τοῦ δεῖνος, ὡς οὐκ ἔστιν ἄξιος τῆς προστασίας· εἶτα καί μή βουλομένου μου γένηται καί θλίψεις πολλάς ἐπαγάγει μοι». Ἀλλ’ εἰ μέν τῶν προκριτοτέρων ᾖς, ἐρωτώμενος μετά παρρησίας εἶπον τήν ἀλήθειαν καί τούς ἀστηρίκτους εἰς τό καλόν στήριξον· εἰ δέ τῶν ἐσχάτων καί τῶν μή καλῶς εἰδότων διακρίνειν τοῦ δικαίου τόν ἄδικον, τοῖς εὐλαβεστέροις καί πνευματικωτέροις ἐξακολούθησον.

Ἐάν δέ καί πρός κακόν ἴσως οἱ πλείονες ἤ καί πάντες ὁμοφωνήσωσιν, ἔχειν δέ καί τῶν ἔξωθεν βοηθούς ἐπί τοῦτο ἐπραγματεύσαντο, παραχώρησον καί μήτε συνεργήσῃς μήτε κωλύσῃς, ἀλλά ἄφες τούς κακούς συντριβῆναι παρ’ οὗ ἔκριναν ἄρχεσθαι, ὡς ἄν καί τόν οἰκεῖον κερδήσωσι πόνον καί ὠφέλειαν οὐχ εὑρήσωσιν, ἐπειδή πολλάκις δίδωσιν ἄρχοντα τῷ λαῷ <τῷ> ἀπειθεῖ ὁ Θεός κατά τήν καρδίαν αὐτῶν. Καί ταῦτα μέν οὕτως ἔστωσάν σοι βέβαια καί ἀμετακίνητα.

Εἰ δέ μετά τόν θάνατον τοῦ προεστῶτος ἴδῃς τήν περί σέ ἀδελφότητα πᾶσαν ἀστήρικτον, σαλευομένην πᾶσαν ὑπό τῶν πνευμάτων τῆς πονηρίας, καί ταῖς τῆς σαρκός ἐπιθυμίαις καί ἡδοναῖς διασυρομένην καί καταπίπτουσαν καί μηδεμίαν ἔχουσαν βάσιν μήτε θεμέλιον ἐπί τῆς πέτρας, ἀλλ’ ὅλην κλονουμένην καί ἄλλον ἀλλαχῆ ἀδελφόν τάς χεῖρας ἁπλοῦντα καί περιδράξασθαί τι σπουδάζοντα, οὐχ ὅπερ σῴζει αὐτόν ἀλλ’ ὅπερ συγκατασπᾷ εἰς ᾅδην καί εἰς σκότος καί πῦρ ἡδονῶν τό σῶμα καί τήν ψυχήν αὐτοῦ, ἄλλους δέ πάλιν σφριγῶντας καί περί τήν ἀρχήν μαινομένους καί τήν ἐπιθυμίαν ταύτης ἀκράτητον ἔχοντας, ἐλέησον, συμπάθησον, σπλαγχνίσθητι καί οἰκτείρησον, πένθησον ὑπέρ τῶν τοιούτων καί δάκρυσον, ἀνιστόρησον κατά νοῦν, εἰ καλῶς βλέπειν ἠξίωσαι τῶν σῶν ἀδελφῶν τά τραύματα, τῶν σῶν μελῶν τά συντρίμματα, τοῦ ὅλου σώματος τήν κατάπτωσιν, καί τόν Θεόν ἀπό καρδίας μετά πόνου καί δακρύων ἱκέτευσον στῆσαι τῆς τοσαύτης κακίας τήν ῥύμην καί πρός τό κρεῖττον μεταστρέψαι τάς καρδίας τῶν ἀδελφῶν. Ὅρα δέ τήν ῥοπήν τῆς καρδίας σου, μήποτε προσφέρῃ τήν δέησιν περί σεαυτοῦ, ὡς ἄν προτιμήσωνταί σε, καί ἀντί εὐλογίας κατάραν σοι καί ὀργήν τοῦ Θεοῦ προξενήσῃ.

Ἐάν οὖν οὕτω ποιῶν καί οὕτως ἔχων ἴδῃς τῶν ἀδελφῶν σού τινας ἐπί κακῷ ὁμονοήσαντας καί ἀπατᾷν περιτρέχοντας τούς ἁπλουστέρους αὐτῶν, ἀλλά καί πάσῃ σπουδῇ καί δώροις εἰς βοήθειαν αὐτῶν τούς ἔξωθεν ἐπισπωμένους, λυπήθητι καί ἐν ὀδύνῃ καρδίας σου θρήνησον, ὅτι εἰς τοιαύτην τόλμαν καί σκότωσιν οἱ μοναχοί κατηντήσαμεν, ὥστε ποιμαίνειν ἐπιχειρεῖν ἡμᾶς δίχα Χριστοῦ τά τοῦ Χριστοῦ πρόβατα, καί διά ἡδονήν καί ἀπόλαυσιν σώματος καί χρημάτων πορισμόν καί τήν ἐξ ἀνθρώπων τιμήν. Φεῦ μοι τῷ ταπεινῷ καί ἀθλίῳ, τήν ἀξίαν τῶν ἀποστόλων παντί τρόπῳ λαμβάνειν ἀγωνιζόμεθα καί τήν ἐκείνων ἐξουσίαν χρυσίῳ ἐξαγοράζομεν, μήτε τόν Θεόν φοβούμενοι μήτε τούς ὁρῶντας ἡμᾶς αἰσχυνόμενοι. Καί θρόνῳ μέν βασιλέως οὐδείς ἐπιβῆναι τολμᾷ μή θελήσαντος ἐκείνου, ἀλλ’ οὐδέ γραμματικοῦ ἤ ῥήτορος τινος ἀναλαβέσθαι τάξιν ἰδιώτης τυγχάνων, οὐδέ ἐπί λαοῦ ἀναγνῶναι ἀγράμματος ὤν, τήν δέ τῶν ἀποστόλων ἀξίαν ἐπιζητεῖς ἤ καί καταδέχῃ, μήπω τήν χάριν τῶν ἀποστόλων λαβών μηδέ τούς καρπούς αὐτῆς θεασάμενος γεωργηθέντας ἐν σοί! Καί πῶς ὑποφέρεις, ἀδελφέ, τό μέγεθος ἐννοῆσαι τῆς τόλμης; Εἰπέ μοι ἀγαπητέ, ἐάν σε πᾶσα ἡ μεγάλη αὕτη καί πολυάνθρωπος πόλις παρεκάλει λέγουσα· «Ποιήσομέν σε πραιπόσιτον καί τοῦ βασιλέως πρωτοβεστιάριον, καί ἀνάβησθι μόνος εἰς τό παλάτιον καί εἰσελθών λάλησον τῷ βασιλεῖ περί ἡμῶν καί παρακάλεσον αὐτόν ποιῆσαι ἡμῖν τά καί τά», σοῦ δηλονότι εἰς παλάτιον μή εἰσελθόντος ποτέ, ἀλλά ἀγνωρίστου τυγχάνοντος καί αὐτῷ τῷ βασιλεῖ, ὡς ξένου πᾶσι τοῖς ἐν τῷ παλατίῳ, ἆρα ἐτόλμησας ἄν ποτε τοῦτο ποιῆσαι ἤ ἀποδέξασθαι τό ἀξίωμα; Πάντως ὁμολογήσεις ὡς οὐκ ποτε διαπράξασθαι τετόλμηκας, ἀλλά καί τούς ταῦτά σοι λέγοντας ὡς μαινομένους καί ἔκφρονας μᾶλλον ἐμέμψω καί κατεγέλασας, καί τό ἀξίωμα οὐχ ὡς τιμῆς ἀλλ’ ὡς ἀτιμίας καί κολάσεως πρόξενον ἀπερρίψω. Εἰ τοίνυν ἀδυνάτως ἔχομεν ἐπί ἀνθρωπίνων πραγμάτων τοιαῦτα ποιεῖν, οὐ φρικτόν σοί ἐστι καί δοκεῖ τό ἀναλαβέσθαι ἀποστολικόν ἀξίωμα προπετῶς, ἀδελφέ; Καί πλησιάσαι τῷ ἀπροσίτῳ φωτί καί μεσίτης Θεοῦ καί ἀνθρώπων γενέσθαι μικρόν σοι λελόγισται; Καί ὡς εὐκαταφρόνητος ἡ ἐπιχείρησις τούτου τοῦ πράγματος; Οὐαί μοι, ἀδελφέ, φοβοῦμαι ὅτι εἰς παντελῆ κατηνέχθημεν σκότωσιν καί διά τοῦτο ἀγνοοῦμεν ὁποίων κατατολμῶμεν πραγμάτων. Εἰ γάρ ἐγινώσκομεν, οὐκ ἄν εἰς τοσοῦτόν ποτε αὐθαδείας καί τόλμης ἠλάσαμεν, ὥστε τῶν θείων κατορχεῖσθαι πραγμάτων καί πλείονα τήν τιμήν καί τόν φόβον φυλάττειν τῷ ἐπί γῆς βασιλεῖ ὑπέρ τόν ἀθάνατον βασιλέα Χριστόν. Τοιγαροῦν μή παυσώμεθα ἑαυτούς ἀνακρίνοντες, καί τούς εἰς τοιαύτην ἀναξίως ἐπιβαίνειν ἐπιχειροῦντας ἀρχήν παντί τρόπῳ ἀνατρέπειν καί ἐκκόπτειν τῆς ἐγχειρήσεως· ἀλλά σπουδάσωμεν ὅσον τό ἐφικτόν κωλύειν αὐτούς τῆς παραλόγου ὁρμῆς, ἵνα καί αὐτούς τοῦ κρίματος ἀπαλλάξωμεν καί ἡμεῖς βιώσωμεν ἀσφαλέστερον.

Ἐάν δέ, καθώς εἴρηται, οὐδένα ὁρᾷς ἐν τῷ μοναστηρίῳ ἀδελφόν ἐμμάρτυρον βίον ἔχοντα καί πνευματικόν ἔργῳ καί λόγῳ τυγχάνοντα, πάντα δέ τόν τυχόντα ἁπλῶς ἐπιπηδῶντα καί ἀναξίως τῇ ποιμενικῇ ἀρχῇ, καί πρός βλάβην μέν σπουδάζοντα τῶν ἀδελφῶν, πρός ἀπώλειαν δέ τῆς ἰδίας ψυχῆς, ἐρευνῶν δέ ἀκριβῶς εὑρίσκεις σεαυτόν πάσης μέν ἀπηλλαγμένον φιλοδοξίας, πάσης δέ ἡδονῆς καί ἐπιθυμίας σωματικῆς ἴχνος οὐκ ἔχοντα, φυλαργυρίας δέ καί μνησικακίας τό παντελές καθαρεύοντα, πρᾳότητα τελείαν καί ἀοργησίαν ἔχοντα, ἀγάπην δέ τοιαύτην εἰς τόν Θεόν ἔχοντα ὡς ἐκ μόνης τῆς ἀκοῆς τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀνάπτεσθαι τῷ πόθῳ εὐθύς καί καταφέρειν τά δάκρυα, καί πρός τούτοις ὑπέρ τόν πλησίον πενθοῦντα καί ἡγούμενον ἴδια τά ἀλλότρια σφάλματα καί ἑαυτόν πάντων ἀπό ψυχῆς ἁμαρτωλότερον ἔχοντα· καί τέλος, ἐάν πλουσίαν ἐν σοί ὁρᾷς τήν χάριν τοῦ Ἁγίου Πνεύματος, φωτίζουσαν καί ὡς ἥλιον ἀποτελοῦσαν τά ἐντός τῆς καρδίας σου, καί τό τῆς βάτου θαῦμα ἐναργῶς κατανοεῖς ἐν σοί ἐκτελούμενον, ὡς καίεσθαι μέν ἐν τῷ ἑνοῦσθαι τῷ ἀπροσίτῳ πυρί, μή κατακαίεσθαι δέ διά τό ἀπηλλαγμένην εἶναι παντός πάθους τήν σήν ψυχήν· ἔτι δέ εἰ οὕτω ταπεινοῦσαι, ὡς νομίζειν ἑαυτόν ἀνίκανον καί ἀνάξιον, τῆς ἀνθρωπίνης φύσεως ἐπιστάμενος τήν ἀσθένειαν; θαρρεῖς δέ τῇ ἄνωθεν χάριτι καί τῇ ἐξ αὐτῆς ἱκανότητι καί προθύμως ἐπιχειρεῖς τῷ πράγματι, τῇ ζέσει ταύτης ἀναγκαζόμενος πάντε τε λογισμόν ἀνθρώπινον ἀπωθούμενος, καί τήν ψυχήν αὐτήν διά μόνην τήν τοῦ Θεοῦ ἐντολήν καί τήν ἀγάπην τοῦ πλησίου ὑπέρ τῶν ἀδελφῶν προτιθέμενος· καί πρός τοῖς εἰρημένοις, ἐάν γυμνόν ἔχῃς τόν νοῦν πάσης κοσμικῆς ἐνθυμήσεως, ἐνδεδυμένος δέ ᾗς τόν φωτοειδῆ χιτῶνα τῆς ταπεινώσεως, ὥστε μήτε τοῖς σνεργοῦσι κἄν ψιλῶς τήν καρδίαν προστίθεσθαι μήτε τοῖς ἀντιπράττουσιν ἀηδίζεσθαι, ἀλλ’ ὅλως ἴσος εἶναι πρός πάντας τῇ ἁπλότητι καί ἀγαθότητι καί τῇ ἀκακίᾳ τῆς καρδίας σου· μηδέ τότε ἄνευ βουλῆς τοῦ σοῦ πνευματικοῦ πατρός τῆς ἀρχῆς ἐπιβῆναι τολμήσῃς, ἀλλά ταπεινώθητι καί μετά εὐχῆς αὐτοῦ καί προστάξεως τοῦτο ποίησον, καί ἐπίβηθι τῆς ἀρχῆς διά μόνην τήν σωτηρίαν τῶν ἀδελφῶν.

Ἀλλ’ ἐάν οἶδας τόν σόν πνευματικόν πατέρα μέτοχον εἶναι τοῦ αὐτοῦ Πνεύματος, τῆς αὐτῆς ἠξιωμένον γνώσεώς τε καί δωρεᾶς, ἵνα μή τά ἐναντία τοῦ θείου θελήματος ἀλλά κατά τό αὐτό χάρισμα καί μέτρον λαλήσῃ σοι τά δοκοῦντα Θεῷ καί τά συμφέροντα τῇ ψυχῇ σου, ὡς ἄν μή εὑρεθῇς πειθαρχῶν ἀνθρώπῳ καί οὐ Θεῷ, καί ἀπογυμνυμνωθήσῃ τῆς δόξης καί τοῦ δοθέντος σοι θείου χαρίσματος - ἐάν γάρ συνεργόν εὑρήσῃς ἀγαθόν καί πνευματικόν σύμβουλον, ἴσθι ὅτι ἀσφαλεστέρα σου ἔσται ἡ ἐπιχείρησις καί ταπεινότερόν σου τό φρόνημα γίνεται - ταῦτα τοίνυν πάντα καί τούτων πλείονα ἕτερα ἐάν βλέπων βλέπῃς, εὑρήσεις ἀληθῶς καί ἀπό σεαυτοῦ γνώσεις, μᾶλλον δέ παρά τοῦ ἡλίου τῆς δόξης μαθήσει, εἰ ἄρα καί τῷ ἡλίῳ ποτέ ἐνητένισας.

Εἰ δέ ἡ πρόβλησις τοιαύτη καί οὕτω δύσκολος καί εἰς τό γενέσθαι ταύτην κατά Θεόν δυσνόητος, πολλῷ μᾶλλον ἡ τῶν πραγμάτων αὐτῶν ἐγχείρησις καί διοίκησις, καί ἡ πρός τούς πειρασμούς ὑπομονή, καί ἡ πρός τούς πολέμους λεπτοτάτη διάκρισις. Διά δή τοῦτο ὀλίγα ταῦτα, ἐξ ὧν μαθεῖν καί γνῶναι κατηξιώθημεν, δῆλα τῇ ἀγάπῃ ὑμῶν διά τῆς κατηχήσεως ταύτης ποιῆσαι ᾠήθημεν δεῖν· περί δέ τῶν λοιπῶν, ἵνα μή ἐκπομπεύοντες φανῶμεν τά ἐν τοῖς μοναστηρίοις γινόμενα, τόν νοῦν καί τήν χεῖρα ἐπέσχομεν, ἀλλά γάρ τά τῶν ἄλλων ἅπαντα καταλείψαντες ἐπί τόν ποιμένα τόν λόγον ἰθύνωμεν.

Βλέπων τοίνυν βλέπε τήν σήν καρδίαν, πάτερ πνευματικέ, μᾶλλον δέ τόν ὀφθαλμόν ἀεί τῆς σῆς διανοίας ἔκπλυνε καί καθαρόν εἶναι περιποιοῦ καί ἀθόλωτον, δι’ οὗ καί τήν καρδίαν ἔσῃ βλέπων τήν σήν, καί τά τῶν ἐγχειρισθέντων σοι προβάτων, μᾶλλον δέ πατέρων καί ἀδελφῶν, διαγινώσκειν καλῶς καί πρεπόντως οἰκονομεῖν. Σῶμα γάρ, ὡς ἀκούεις, ἡ ἐκκλησία ἐστί καί κεφαλή ταύτης ὑπάρχει ὁ προεστώς· καθάπερ τά μέν ἄλλα μέλη τοῦ σώματος ἕν καθ’ ἕν μίαν ἔχει ἐνέργειαν, οἷον ὁ ποῦς εἰς τό περιπατεῖν, ἡ χείρ εἰς τό κρατεῖν καί ἐργάζεσθαι, ἡ δέ κεφαλή τοῦ ὅλου σώματός ἐστιν ἡ σύστασις, ὡς καί πάσας ἔχουσα ἐν ἑαυτῇ τάς αἰσθήσεις καί τόν νοῦν καί τόν λόγον αὐτόν· οὕτω καί οἱ ἐν τῇ μονῇ ἀδελφοί οὐ πάντες πάσας, ἄλλος δέ ἄλλο τι ἐνεργεῖν καί διακονεῖν πέφυκεν. Ὅθεν καί μόλις μίαν ἤ δύο τῶν ἀρετῶν ἐν ταὐτῷ εὑρήσεις ἐν ὑπηκόῳ ἑνί - καί οὐδέν θαυμαστόν· μέλη γάρ ἐκ μέρους εἰσί -, ὁ δέ γε προεστώς πάσας ἀπαιτεῖται τάς ἀρετάς ἔχειν ἐν ἑαυτῷ, καί οὐ μόνον τάς ψυχικάς ἀλλά δή καί αὐτάς τάς σωματικάς, μᾶλλον δέ σύν ταῖς ἀρεταῖς καί αὐτά τά μυστικά καί μεγάλα χαρίσματα. Ὥσπερ γάρ ἡ τοῦ ἀνδρός κεφαλή ἔχει μέν ἀπό τῆς ἔξωθεν διαπλάσεως καί εὐπρεπείας τό περικαλλές καί τό τίμιον, ἀχρεῖος δέ ὑπάρχει καί ἄτιμος πᾶσιν, ἐάν μή καί τόν νοῦν καί τάς αἰσθήσεις σώας καί ἀκεραίας ἔχῃ, οὕτω δή καί ὁ προεστώς· οὐ μόνον γάρ ἀπό τῶν ψυχικῶν καί σωματικῶν ἀρετῶν ὀφείλει κατακοσμεῖσθαί τε καί φαιδρύνεσθαι, ἀλλά καί ἀπό τῶν πνευματικῶν χαρισμάτων πλειόνως ἐγκαλλωπίζεσθαι, ἐπειδή ἄλλο ἀρετή καί ἕτερον χάρισμα. Αἱ μέν γάρ ἀρεταί ἐξ ἡμετέρας κατορθοῦνται σπουδῆς καί ἐξ οἰκείων πόνων συνάγονται, τά δέ πνευματικά χαρίσματα δῶρά εἰσιν ἐκ Θεοῦ τοῖς ἀγωνιζομένοις διδόμενα.

Οἷόν τι λέγω; Ἡ νηστεία καί ἡ ἐγκράτεια ἀρετή ἐστι· μαραίνει γάρ τάς ἡδονάς καί τάς πυρώσεις συστέλλει τοῦ σώματος. Ταῦτα δέ τῆς ἡμετέρας εἰσί προαιρέσεως ἔργον· τό δέ ἀθλίπτως καί ἀπόνως ταύτας μετέρχεσθαι καί εἰς ἁγνείαν φθάσαι καί τελείαν ἀπάθειαν, τοῦτο δῶρον Θεοῦ καί χάρισμα ὑψηλότατον. Πάλιν, τό κρατεῖν ὀργῆς καί θυμοῦ ἀγῶνός ἐστι θαυμαστοῦ καί πόνου σφοδροῦ, τό δέ εἰς ἀκινησίαν τούτων ἐλθεῖν καί γαλήνην κτήσασθαι καρδίας καί τελείαν πραότητα, Θεοῦ μόνου ἐστίν ἐνέργεια καί τῆς ἐκείνου χειρός μεταποίησις. Καί πάλιν, τό διασκορπίσαι καί διαδοῦνται τά ὑπάρχοντα πάντα τοῖς πένησι καί γενέσθαι πτωχόν ζητοῦντα ἐλεημοσύνην τῆς ἡμετέρας ὑπάρχει θελήσεως, τό δέ μή ἐπιθυμεῖν τινος ἀλλά μετά χαρᾶς καί εὐφροσύνης ὑποφέρειν τῆς πτωχείας τήν κάμινον, μυστική τις ὑπάρχει καί θεία ἐνέργεια. Οὕτω πᾶσα πρᾶξις καλή τε καί ἀγαθή κατά τήν τοῦ Κυρίου ἐντολήν γινομένη ἀρετή γίνεται· ἀλλά καθάπερ ὁ γεωργός κοπιᾷ μόνον ἀροτριῶν καί σκάπτων καί καταβάλλων εἰς γῆν τά σπέρματα, Θεοῦ δέ δῶρον τό καί φυῆναι ταῦτα καί δοῦναι καρπόν ὄψιμόν τε καί πρώϊμον, οὕτω καί ἐπί τῶν πνευματικῶν εὑρήσεις ἐν ἀληθείᾳ γινόμενον. Ἡμέτερον μέν γάρ ἐστι τό πᾶσαν πρᾶξιν μετελθεῖν καί μετά πόνου καί κόπου σφοδροῦ τά σπέρματα τῶν ἀρετῶν καταβαλεῖν, Θεοῦ δέ μόνου δῶρον καί ἔλεος τό καί βρέξαι ὑετόν τῆς αὐτοῦ φιλανθρωπίας καί χάριτος καί καρποφόρον ἀποτελέσαι τήν ἄκαρπον τῶν καρδιῶν ἡμῶν γῆν, ὡς ἄν ὁ καταπεσών τοῦ λόγου κόκκος ἐν ταῖς ἡμετέραις ψυχαῖς νοτίδα θείας μεταλάβῃ χρηστότητος καί φυείς αὐξηθῇ καί εἰς δένδρον μέγα φθάσῃ, γενέσθαι εἰς ἀνδρικήν δηλαδή τελειότητα τοῦ μέτρου τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Χρή οὖν σέ, τόν ποιμένα τῶν προβάτων Χριστοῦ, πᾶσαν, ὡς εἴρηται, κεκτῆσθαι σωματικήν τε καί πνευματικήν ἀρετήν, ὡς κεφαλήν τοῦ λοιποῦ σώματος τῆς ὑπό σέ Ἰσραηλιτικῆς ἐκκλησίας, ἵνα ὡς εἰς ἀρχέτυπον καλόν πρός σέ οἱ ἀδελφοί ἀποβλέποντες, καλούς καί αὐτοί τούς χαρακτῆρας καί βασιλικούς ὅτι μάλιστα ἐν ἑαυτοῖς ἐγχαράξωσι. Μή δή οὖν ἡ ἐν σοί σάλπιγξ ἠχεῖν ἡσυχάσῃ ποτέ, ἀλλά τοῖς μέν τήν ἐρχομένην ῥομφαίαν ἐπί τούς ἀπειθεῖς καί ἀτεράμονας πρόλεγε, ἵνα κἄν τήν σήν παρακουόμενος ῥύσην ψυχῆς τῆς φοβερᾶς ὀργῆς τοῦ Θεοῦ, τούς δέ νουθέτει, δίδασκε, παρακάλει, ἐσθ’ ὅτε καί δεομένους ἐλέγχων καί ἐπιπλήξεων εὐκαίρως ἀκαίρως ἐπίστηθι, ἐπιπλήσσων, ἐπιτιμῶν καί ἀνακόπτων τάς ἐπί κακῷ ἐγχειρήσεις αὐτῶν, καθό σοι ἐντέλλεται ὁ θεῖος ἀπόστολος. Ἄνοιξόν σου τά σπλάγχνα ἐπί πάντας ἐπίσης τούς σούς ἀδελφούς, καί τήν μέν ἀγάπην ἴσης ἕξεις ἐπί πάσῃ τῇ ἐν σοί ἀδελφότητι, τήν δέ τιμήν ἑνί ἑκάστῳ κατά τήν ἀξίαν καί τό μέγεθος τῆς ἀρετῆς ἀπονέμεις ἀξίως, μή προτιμῶν τοῦ πνευματικοῦ καί ἐναρέτου μηδέ αὐτόν ὅν ἔχεις πρῶτον ἐν ταῖς διακονίαις τῆς ποίμνης σου. Οἱ μέν γάρ διακονοῦντες τήν ἀξίαν ἐπιφέρονται τῶν ἐν ταῖς Ἀποστολικαῖς Πράξεσιν ἀναγραφομένων ἑπτά διακόνων, οἵ καί ὡς πνεύματά εἰσι λειτουργικά εἰς διακονίαν ἀποστελλόμενα, καί τόν μισθόν εἰκότως, ἀδόλως ὡς ἐκεῖνοι καί πιστῶς διακονοῦντες, δίχα πάσης αἰσχροκερδίας, μέγαν ἔνθεν τε κἀκεῖσε κομίσονται. Οἱ δέ τῇ προσευχῇ καί τῇ ἡσυχίᾳ καί τῇ διακονίᾳ προσκαρτεροῦντες τοῦ λόγου ἐν ὑπομονῇ ἔργων ἀρίστων ἀσκήσεως, αὐτῶν τῶν ἀποστόλων καί κορυφαίων τήν ἀξίαν σύν σοί ἐπιφέρονται, οὕς καί ὡς συνεργούς ἕξεις ἐν τῷ Εὐαγγελίῳ τῆς πνευματικῆς σου διδασκαλίας, ἀναδεχομένους τά βάρη τῶν ἀδελφῶν καί ἀνακουφίζοντάς σε τῶν πόνων, μέσον δηλαδή τῶν λοιπῶν κυλιομένους ὡς λίθους τιμίους.

Οὐκ ἔστι σοι ἀνάπαυσις σώματος ἐν τούτῳ τῷ ἔργῳ, ἀπόλαυσις οὐδεμία. Αἱ νύκτες ἴσα καί ἡμέραις δαπανηθήσονταί σοι εἰς τήν φροντίδα τῶν καταπιστευθεισῶν σοι ψυχῶν, ἵνα μή θηριάλωτος μία ἐξ αὐτῶν γένηται, ἤ τῇ ἄρκτῳ τῆς ἐπιθυμίας καταβρωθεῖσα ἤ τῷ δράκοντι τοῦ θυμοῦ καταποθεῖσα ἤ τοῖς γυψί τῶν λογισμῶν τῆς ἐπάρσεως διαμερισθεῖσα, καί πολλαί ἡ μία καί τοῦ ἑνός γένηται εἰς ἑτερότητα διαμερισθεῖσα, ἀλλ’ ἵνα σῶον τό ποίμνιόν σου καί πολύτοκον ἀνασώσῃς τῷ ἀρχιποιμένι Χριστῷ τῷ Θεῷ, ὅλον καρποφόρον, ἀρετῶν πλῆρες, γνώσει πεφωτισμένον τῇ θείᾳ, μή ψωραλέον ἤ ὠτότμητον ἤ χωλόν ὅλως ἐπιφερόμενον. Οὕτω γάρ καί πολλούς σώσεις, τελείους ἐν τελείοις τοῖς ἔργοις ἀπεργαζόμενος, ἐν μηδενί μηδαμῶς λειπομένους, ὅλους ἁγνούς, καθαρούς ἀπό ῥυπαρῶν ἔργων τῷ Χριστῷ σου προσάγων, καί ἑαυτόν μεγάλων ἀξιώσεις τῶν ἄνωθεν ἀμοιβῶν, ὁμόσκηνος τῶν ἀποστόλων καί τῶν ποιμένων Χριστοῦ γενόμενος καί συμβασιλεύων αὐτῷ τῷ Υἱῷ τοῦ Θεοῦ εἰς ἀπεράντους αἰῶνας.

Κανών εὐθύς ὁ σός ἔστω βίος προκείμενος μέσον τῶν ἀδελφῶν καί πατέρων σου, ἵνα τά τῶν ἄλλων σκαμβά ἐν αὐτῷ ἀπευθύνωνται, μή φιλόϋλος, μή φιλόδοξος, μή φιλήδονος, μή φιλοτράπεζος, μή φίλοινος, μή πέρπερος ἤ εὐτράπελος ἤ φιλάργυρος, μή θυμώδης, μή κενόδοξος, μή ὑβριστής, μή μνησίκακος καί κακόν ἀντί κακοῦ ἀποδιδούς. Ἀλλ’ ἔστω μᾶλλον ἀκτήμων, μισόδοξος, μισῶν ἡδονήν πᾶσαν τοῦ βίου καί εὐπάθειαν τῆς σαρκός, ταπεινός, εὐτελής, εὐκατάνυκτος, προσηνής, πρᾷος, ἀόργητος, ἀφιλάργυρος, ἀπράγμων, ἥσυχος, εὐσταλής, ὑπομονητικός, πιστός, ἐγκρατής, ἐμμέριμνος, ἄγρυπνος, σπουδαῖος, ζηλωτής, φροντίδα ποιούμενος τῶν καταπιστευθεισῶν σοι ψυχῶν ὡς οἰκείων μελῶν, εἰ δέοι δέ τιθείς καί τήν ψυχήν σου καθ’ ἑκάστην ὑπέρ αὐτῶν, μή προτιμώμενος ἕτερόν τι τῶν τοῦ κόσμου πραγμάτων τῆς ἀγάπης αὐτῶν. Καί γάρ ἐπεί τῶν λοιπῶν αὐτός προεκρίθης εἰς τό ποιμαίνειν τήν λογικήν ποίμνην τοῦ Δεσπότου σου καί Θεοῦ, δεῖ σε κατά τόν αὐτοῦ λόγον ἔσχατον πάντων εἶναι τῷ φρονήματι καί τῇ κατά Θεόν ταπεινώσει σου, ἵνα ὡς δυνατός μέν τά ἀσθενήματα βαστάζῃς τῶν ἀδυνάτων, ὡς δέ ἰατρός τά πάθη θεραπεύῃς καί τό νοσήματα τῶν νοσούντων κατά ψυχήν, ὡς δέ ποιμήν τό πλανώμενον ἐπιστρέφῃς καί τό καλῶς ἔχον πολύτοκον ἐργάζῃ ταῖς ἀρεταῖς, τό δέ ψώρας γέμον καί ἀνιάτως ἔχον τῆς ἀγέλης σου τέμνῃς τῆς λογικῆς, ἵνα μή καί τοῖς ὑγιέσι τῶν λογικῶν σου προβάτων μεταδῷ τοῦ νοσήματος.

Σπεῦδε οὖν ἐπαυξάνειν τό ποίμνιον τοῦ Δεσπότου σου. Μή πρός ἀνέσεις ἤ τρυφάς ἐκκλίνῃς τοῦ σώματος, μηδέ τό ἔριον καί τό στέαρ καταδαπανήσῃς κακῶς τῶν προβάτων Χριστοῦ, ἑαυτῷ μᾶλλον ἤ τοῖς ἀδελφοῖς σου τά τῆς μονῆς θησαυρίζων ἀπολαύσεως ἕνεκεν. Μή διά δόξαν ἀνθρωπίνην πράξῃς ἤ λέξῃς τι τῶν μή ἀνηκόντων τῇ μονῇ σου πραγμάτων, μή συνεχεῖς ἀγαπήσῃς τάς προόδους ποιεῖσθαι ἐν ἡμιόνοις πολυτιμήτοις καί τοῖς ἑπομένοις ὁμοῦ καί προάγουσιν. Ἀρκετόν γάρ σοι καί ἅπαξ τοῦ μηνός ἐξερχομένῳ τάς ἀναγκαιοτέρας ἐκτελεῖν διακονίας καί ὑποθέσεις τῆς ποίμνης σου, τάς δ’ ἄλλας οἱ διακονοῦντες ποιήσουσι, τό ἀπερίσπαστόν σοι διατηροῦντες ἐν τῇ διακονίᾳ τοῦ λόγου καί τῇ ἐπιμελείᾳ δηλονότι μετ’ εὐχῆς προσκαρτεροῦντι τῶν ἀδελφῶν. Μή ἑαυτῷ μέν τραπέζας ἑτοιμάζῃς πολυτελεῖς, τοῖς δέ γε τέκνοις ταπεινάς καί ἀναρτύτους καί καταπεφρονημένας, ἀλλά κοινή μέν ἡ τράπεζα ἄνευ τινός ἀρρωστίας καί ὑπαντῆς φίλων, τῶν τοῦ αὐτοῦ σοι καί φρονήματος καί βίου, σοί τε καί τοῖς τέκνοις ἔστω· εἴτε διά λαχάνων ἐφθῶν καί σπερμάτων, εἴτε καί διά ἰχθύων ἅπαξ τῆς ἑβδομάδος κατά Κυριακήν ἡμέραν καί Δεσποτικήν ἑορτήν παρά τοῦ κελλαρίτου κοινῶς ἑτοιμάζεται.

Οὐκ ἔσῃ θυμῷ καί ὀργῇ καί κραυγῇ κατά τῶν σῶν φερόμενος τέκνων καί ἀδελφῶν ἄνευ τινός πράγματος κίνδυνον προξενοῦντος ψυχῆς, ἀλλά ἠπίῳ λόγῳ καί φθέγματι διδάξεις αὐτούς πῶς δεῖ περιπατεῖν ἕκαστον καί μέσον τῆς ἀδελφότητος ἀναστρέφεσθαι. Τούς νέους καί ἀστηρίκτους διδάξεις φείδεσθαι ἑαυτῶν τε καί τῶν λοιπῶν ἀδελφῶν, ἵνα μή πρόξενοι τοῖς ὁρῶσι γίνωνται βλάβης διά τε τοῦ βαδίσματος καί τῆς ἀκαταστασίας τῶν ἠθῶν καί τῆς παρρησίας καί τῶν ἀτάκτων τῆς νεότητος ἐπιτηδευμάτων. Τούς ἐν τῇ ἀσκήσει χρονίσαντας ἐν λόγῳ διδάξεις συνέσεως τήν ὑπομονήν τῶν ἐπερχομένων πειρασμῶν ἀπό τοῦ ἐχθροῦ, τήν ταπείνωσιν, τήν συντριβήν τῆς καρδίας, τήν κατάνυξιν, τά δάκρυα, τήν ἐπιμέλειαν καί παράστασιν τῆς εὐχῆς, τό μακάριον πένθος καί τοῦ εἶναι καί γίνεσθαι διά λόγου καί πράξεως τῶν λοιπῶν εἰς ὠφέλειαν. Τούς ἱερεῖς τήν εὐλάβειαν, τήν ἡσυχίαν, τήν μελέτην τῶν θείων Γραφῶν, τήν εἴδησιν ἀκριβῶς τῶν ἀποστολικῶν κανόνων καί παραδόσεων, τήν τῶν δογμάτων ὀρθότητα, τήν καθαρότητα τῆς καρδίας, τήν ἐπίμονον προσευχήν καί κατάνυξιν, τήν τοῦ θείου βήματος ἐν φόβῳ Θεοῦ καί τρόμῳ παράστασιν, τό τῆς ἱεουρουργίας μυστήριον, τήν ἀποκάλυψιν τῶν τοῦ Θεοῦ μυστηρίων, ἐπειδή αὐτοῖς δέδοται γνῶναι τά μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν κατά τήν τοῦ Κυρίου φωνήν, ἵνα ὦσι πάσῃ ἀδελφότητι καί τοῖς ἔξω ἅλας θεῖον καί φῶς, λόγον ζωῆς ἐν ἑαυτοῖς ἔχοντες.

Εἰ δέ κατά τῶν ἀτάκτων δεῖ σέ ποτε ἐν ῥάβδῳ καί βακτηρίᾳ εὐλόγῳ κινηθῆναι θυμῷ πρός τό ἀνακοπήν τινα ποιήσασθαι τοῦ κακοῦ καί ἀναστεῖλαι λοιμώδη φθοράν ἐν αὐτοῖς, ἵνα μή ἐπί τό χεῖρον ἐπεκτανθῇ τά τῆς φαύλης ἐργασίας καί διαθέσεως, οὐδέ τοῦτο ἀπᾷδον ἐκρίθη τοῖς ἀποστόλοις ἐν ταῖς αὐτῶν διατάξεσι καί τοῖς θεοφόροις πατράσιν ἡμῶν. Πᾶσα γάρ κίνησις καί πᾶσα πρᾶξις ἡμῶν, ἡ κακίαν μέν ἀναστέλλουσα καί διώκουσα, δικαιοσύνῃ δέ βοηθοῦσα καί ἀρετῇ, ἐπαινετή τέ ἐστι καί θεάρεστος καί πᾶσιν εὐαπόδεκτος τοῖς δικαίοις. Καί μάρτυς Ἰησοῦς, φραγγελίῳ τύπτων τούς ἀτεράμονας Ἰουδαίους, ἐμπορίου οἶκον τόν οἶκον πεποιηκότας τῆς προσευχῆς, καί τάς τραπέζας τῶν κολλυβιστῶν ἀνατρέπων. Μή οὖν ἐν προσποιήσει πραότητος διά μόνον ἔπαινον τῶν ἀνθρώπων, μικροῦ τινος πράγματος παρ’ ἐντολήν Θεοῦ γενομένου ἐπί καταστροφῇ τῶν ἀποστολικῶν κανόνων καί διατάξεων καί ἐφ’ ὕβρει τοῦ εὐαγγελικοῦ βίου καί τῆς τῶν μοναχῶν καταστάσεως καταφρονήσῃς, ἀλλά τόν σόν μιμούμενος Ἰησοῦν καί Θεόν, ἐμβρινώμενος καί ἑαυτόν ἀπαθῶς ἐκταράσσων, ἐκδίκησιν ποιοῦ τῶν ἐντολῶν τοῦ Θεοῦ καί τῶν τεθέντων κανόνων ὑπό τῶν ἀποστόλων αὐτοῦ. Ἔστω σοι μετά πάντων καί ἐπί τῇ ἐξετάσει τῶν λογισμῶν ἑκάστου ἀκρίβεια, ὡς ἄν εἰδείης τίνες μέν αὐτῶν συστάσεως δέονται τῆς τῶν εὐχομένων καί κοινωνούντων, τίνες δέ ἀφορισμοῦ καί τῆς μετά δακρύων μετανοίας καί στάσεως τῶν μετανοούντων, ἵνα μή τήν ἐκκλησίαν Θεοῦ ἀντί ναοῦ ἁγίου σπήλαιον ληστῶν ἤ πορνεῖον ἐν ἀγνοίᾳ ἤ γνώσει ποιήσῃς κατά προσπάθειαν, καί οὐκ ἐκφεύξῃ τό φοβερόν ἐπί τούτῳ κρίμα τῆς ὀργῆς τοῦ Θεοῦ.

Ἴσθι γάρ ὅτι ἑκάστῳ τῶν τοιούτων κατάλληλον οἱ αὐτόπται τοῦ Λόγου καί μαθηταί τόν τόπον εἰκότως ἀπένειμον. Καί δεῖ σε τῆς ἀναγνώσεως μᾶλλον τῶν διατάξεων καί τῶν κανόνων αὐτῶν ἐπιμελῶς ἔχεσθαι, ἵνα εἰδώς ἔσῃ τίνα τά τῶν εἰς Χριστόν πιστευόντων εἰσί κεκρυμμένα μυστήρια, καί μή σφάλῃ ποιῶν τά μή τῇ θεοσεβείᾳ προσήκοντα. «Εὐλαβεῖς ποιήσεις» κατά τό γεγραμμένον «τούς πνευματικούς σου υἱούς» καί διδάξεις αὐτούς εὐλαβεῖσθαι ἀπό τῶν ἱερῶν τε καί θείων τόπων ὁμοῦ καί σκευῶν τοῦ ἡγιασμένου ναοῦ τοῦ Θεοῦ καί τῆς λειτουργίας αὐτοῦ, ἐπειδή γέγραπται· «Μακάριος ἄνθρωπος ὁ πάντα δι’ εὐλάβειαν καταπτήσσων». Μόνοις γάρ, ἴσθι, τοῖς ἱερωμένοις καί τοῖς ἐξ ἀγώνων καί μετανοίας διά δακρύων καθαρθεῖσι πολλῶν καί τῶν ἀχράντων μετέχουσι μυστηρίων Χριστοῦ ἡγιασμένοις καί εὐλαβεστάτοις τῶν μοναχῶν ἡ λειτουργία τῶν τοιούτων καί τό ἅπτεσθαι αὐτῶν παρά τῶν πατέρων καί ἀποστόλων ἀφιερώθη. Οὐ συγχωρήσεις πᾶσι καί τοῖς βουλομένοις τήν τοῦ θείου βήματος εἴσοδον, ἀλλ’ ἤ μόνοις, ὡς εἴρηται, τοῖς ἱερωμένοις καί ἡγιασμένοις τῶν εὐλαβεστέρων ἀδελφῶν καί πατέρων σου, τοῖς δέ λοιποῖς καί ἀτάκτως περιπατοῦσι τῶν ἀδελφῶν - ὅρα τί σοί λέγεται - ἀποκλείσεις αὐτήν. Πολλοί γάρ, εὖ ἴσθι, ἐκ τῆς τῶν τοιούτων καταφρονήσεως τέμνονται τῆς παρούσης ζωῆς, καί πάντως παρορῶντός σου τοῦτο γίνεσθαι, τό αἷμα τῶν τεμνομένων διά τοῦτο τῆς ζωῆς ἐκ τῶν χειρῶν σου ἀπαιτηθήσεται.

Ταῦτα, ὦ ποιμήν τῶν προβάτων Χριστοῦ, καί τούτων ἔτι πλείονα, ἅ εἰδέναι ἀκριβῶς καί ποιεῖν σπουδαίως ὀφείλεις εἰς φυλακήν τοῦ ποιμνίου σου. Τοιγαροῦν καί εἰ σαυτόν ἔγνως εἰς τοσαύτην ἐλάσαντα ἱκανότητα καί τοιούτων εὐμοιρήσαντα χαρισμάτων, ὡς ἐκ μόνου τοῦ ἐκλάμποντος ἀπό σοῦ φωτός τῶν καλῶν ἔργων καί τῆς ἐνθέου σοφίας καί γνώσεως φωτίζεσθαι πάντας τούς πλησιάζοντάς σοι τῶν ἰδίων καί ἀλλοτρίων, ποίμαινε θαρρῶν τά πρόβατα Χριστοῦ τῷ ἐπιστήμονι λόγῳ τῆς δοθείσης σοι χάριτος ἐμπράκτως, κατά τόν ὅρον καί νόμον τόν προαποδοθέντα σοι ἄνωθεν, καί βόσκε τά ἀρνία αὐτοῦ εἰς νομάς σωτηρίους τῶν αὐτοῦ ἐντολῶν, ἕως οὗ αὐξηνθῶσι καί εἰς μέτρον ἡλικίας ἀναδράμωσι τοῦ πληρώματος τοῦ Χριστοῦ, καί ἕξεις πολύν ἐξ αὐτοῦ τόν μισθόν τοῦ γενέσθαι τῶν αὐτοῦ ἀποστόλων σύνθρονος καί ὁμόσκηνος· εἰ δ’ οὖν, ἀλλά συστάληθι πρός ἑαυτόν, εἴ τί μοι πείθῃ κηδομένῳ τῆς σωτηρίας σου, ἐπειδή ὁ Θεός ἡμῶν πῦρ καταναλίσκον ἐστί, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΙΘ΄. Ὅτι οὐ χρή ἐπί μόνοις τοῖς λόγοις καί ταῖς ὑποσχέσεσι θαρρεῖν τῶν ἀνθρώπων, ἀλλ’ ἐκ τῶν ἔργων τό πιστόν βεβαιοῦσθαι τῶν λόγων αὐτῶν. Καί οἵα τίς ἐστιν ἡ τῶν ἀληθινῶν διδασκάλων διάθεσις καί ἀγάπη πρός τούς μαθητευομένους αὐτοῖς. Καί ὁποῖα τά σπλάγχνα καί ἡ φροντίς αὐτῶν. Καί ὅπως ὑπέρ αὐτῶν ἐντυγχάνουσι τῷ Θεῷ.

Ἀδελφοί καί πατέρες καί τέκνα, τήν ἀρχήν τῆς ὑμετέρας πρός με φιλίας γινώσκει ἕκαστος, ὅπως τε γέγονε καί δι’ οἵας προφάσεως· ὡσαύτως καί περί τοῦ μέτρου τῆς πρός Θεόν ὑμῶν ἀγάπης καί πίστεως ὑμεῖς οἴδατε. Ἐγώ γάρ ἀκριβῶς λέγειν περί ἀοράτου πράγματος οὐκ ἐπίσταμαι, ἀπό λόγων δέ μόνων περί τῶν τοιούτων πληροφορηθῆναι ἀμήχανον. Πολλάκις γάρ ὅ μή ἐπηγγείλατό τις ἐν λόγῳ, ἔργῳ τοῦτο πεποίηκεν αἴφνης καί ὁ μεθ’ ὅρκων συνέθετο, ἐν καιρῷ δέοντι μεταμεληθείς εἰσάπαν ἀπείπατο· καί τοῦτο εὕρῃς γινόμενον ἐν τοῖς πλείοσι. Σπάνιοι γάρ ὡς ἀληθῶς οἱ ταῖς τρικυμίαις τοῦ βίου μή σαλευόμενοι, μηδέ ταῖς ἀκάνθαις αὐτοῦ συμπνιγόμενοι, μηδέ ταῖς ἡδοναῖς δελεαζόμενοι καί δουλούμενοι χρήμασι, δι’ ἅ ψεῦδος ἅπαν ἐπιτηδεύεται. Διά τοῦτο λόγοις μόνοις ἐλπίζειν καί ὡς ἐπ’ ἔργοις βεβαίοις ἐπιστηρίζεσθαι ἐν τοῖς τοῦ Θεοῦ εἶναι μόνοις ἁρμόδιον, οἷς αὐτός ἡμῖν ἐπηγγείλατο. Ἔχει γάρ καί μόνος ἐκεῖνος τό ἄτρεπτον καί οὐδαμοῦ ἐφάνη διαψευδόμενος. Ἀνθρώπων δέ τῶν οὐχ ἱσταμένων, ἀλλά περί πολλά στρεφομένων καί πλανωμένων ὁ λόγοις μόνοις ἐπερειδόμενος, ἀνέμους ἕξει καί ματαίοις ὀνείροις χαρήσεται. Οὐδέν γάρ οὕτω τῶν ἄλλων ἁπάντων ὡς λογισμός ἀνθρώπου τό ἄστατον καί εὐμετάβολον ἔχει, τότε μόνον ἱστάμενος, ὅτε τά ῥέοντα πάντα καί κτιστά καί ὁρώμενα παρωσάμενος τό σκότος περάσει ὅ περιβέβληται, καί τοῖς ἀοράτοις καί ἑστῶσι καταμιγήσεται. Ἐπεί οὖν ταῦτα οὕτω λογίζομαι καί ὑμεῖς οἶδ’ ὅτι συμμαρτυρήσετέ μοι τῷ λόγῳ, ἀκούσατε καί τήν αἰτίαν, δι’ ἥν ταῦτα πρός ὑμᾶς λέγω, καί τό πάθος ὅ πέπονθα.

Ἤλθετε πρός ἡμᾶς μετ’ ἐμπύρου ἀγάπης καί πίστεως, ὡς ἐκ τῶν λόγων ὑμῶν ἐστοχασάμην καί τοῦ προσώπου, καί ὅτι οὐ βιασθέντες παρά τινος, ἀλλ’ οἴκοθεν ἐπί τοῦτο ὁρμήσαντες. Οὕτως οὖν ὑμᾶς θεασάμενος καί τοιαῦτα φιλόχριστα παρ’ ὑμῶν ἀκηκοώς ῥήματα, ἀπεδεξάμην καί τήν πίστιν καί τήν προαίρεσιν καί ὑπέρ ἅπαντας προσεπάθησα ἀπαθῶς εἰς ὑμᾶς καί, ὁμολογῶ, ἀγάπην προσελαβόμην πλείονα, κἄν πάντας ἀγαπᾶν ἐξ ἴσου προστέταγμαι. Ἐπεί δέ δέ ὁ τῆς ἀρχῆς αὐτῆς αἴτιος, ὁ κῦρις λέγω Θεοφύλακτος - πρός αὐτόν γάρ μοι λόγος - προσέθετο πάλιν ἐλθεῖν καί πολλάκις πρός τήν ἡμετέραν ταπείνωσιν μετά πλείονος τῆς προθυμίας καί θερμῆς ὅτι μάλιστα τῆς ἀγάπης - λαμπεί γάρ αὕτη τοῖς ὀρθῶς βλέπουσι καί κρυβῆναι οὐ δύναται -, ὅν καί ὡς ἀδελφόν ἐδεχόμην καί οὕτω τοῦτον ἠγάπησα ὡς μαυτόν, εἰ πιστεύει μοι λέγοντι, τῆς ἐμῆς ψυχῆς φυσικῶς κινουμένης καί ἵν’ οὕτως εἴπω ἐκκαιομένης τῷ ἔρωτι, λόγους εἶπε καί συνταγήν τῷ Χριστῷ ἐποιήσατο, ἥν ἀκοῦσαι παρ’ αὐτοῦ οὐδέποτε προσεδόκησα, ῥήματα ἅ αὐτός ὁ Θεός ἀπεγράψατο καί τήν ἐμήν καρδίαν ὡς βέλος ἔτρωσαν, οὐ μόνον δέ, ἀλλά καί πῦρ γενόμενα ἐν αὐτῇ διαπαντός με καί δαπανῶσι καί καταφλέουσιν - οὐ μή γάρ κρύψω ἅ μηδέν ἠδικηκώς ὑμᾶς παρ’ ὑμῶν πέπονθα -, ταῦτά με ἡμέραν καί νύκτα ἴσον ἀλγεῖν πεποιήκασι, ταῦτα καί γλυκύτητα ὕπνου ἀποδιώκουσι καί τροφήν ἀποσείεσθαι ἀναγκάζουσι. Δίψα δέ μοι πέπαυται ὕδατος ἐν τῷ ἀεί διψᾶν τῶν ῥημάτων τήν ἔκβασιν, τό δέ φῶς τοῦ αἰσθητοῦ ἡλίου οὐδόλως καθορᾶν βούλομαι, ἐπιθυμῶ γάρ ἰδεῖν ποτε τόν ἐμόν ἀδελφόν τῷ νοητῷ ἡλίῳ θερμῶς προσερχόμενον. Δάκρυά μου καί αὐτά θερμότατα ῥέουσι καί Χριστῷ ὑπέρ τοῦ πεποθημένου προσφέρονται, ὅπως ἐκπλυθῇ διά τούτων καί νοερῶς ἀναβλέψας τόν ἑαυτοῦ Ποιητήν ἐπιγνώσεται. Στεναγμοί ἐκ βάθους μου τῆς καρδίας ἐκπέμπονται, ἵν’ ἐκ βυθοῦ τῶν κακῶν ἀνενέγκω ψυχήν ἥν ἠγάπησα. Ἐπί πρόσωπον κεῖμαι διαπαντός ὀλολύζων, ὅπως κάτω κείμενον ἀναστήσω τόν ἐμοί προσφιλέστατον. Τόν Παντοκράτορα Κύριον ἐπικαλούμενος ἀνακράζω, ἵνα τοῦ κοσμοκράτορος τῶν δεσμῶν ἐξαρπάσῃ τόν ἑκουσίως κρατούμενον. Ποιῶ δέ καί λέγω ἴσως καί ἕτερα, ἅ γράφειν οὐ δίκαιον, Θεῷ δέ μόνῳ γνωστά, πρός ὅν καί γίνονται. Καί εἰ ψεύδομαι ἤ ἁπλῶς καί ὡς ἔτυχε μέχρι καί μόνου ἑνός ῥήματος εἴρηκα καί οὐχί ἔργῳ ταῦτα ἐπλήρωσα, μή λογισθείην μετά τῶν πιστευόντων ἐπί τόν Κύριον, μηδέ τήν δόξαν τῶν ἁγίων θεάσαιμι, ἀλλά ἀποτύχω τῆς ἐλπίδος, δι’ ἥν τόν κόσμον κατέλιπον.

Ταῦτά εἰσιν ἅ παρ’ ὑμῶν πέπονθα καί ταῦτα ἅπερ ἠδίκημαι. Εἴπατε οὖν καί ὑμεῖς τίνι ἐκ ὑμῶν τοιαύτην λύπην προεξενήσαμεν; Ἀπόδοτε, ἀδελφοί, ἴσην καί ὑμεῖς τήν ἀγάπην ἐμοί τῷ ἐξ ἀγάπης τυραννουμένῳ. Βεβαιώσατε τους λόγους ὑμῶν ἔργοις, ἵνα μικράν ἀνάψυξιν εὕροιμι. Φανερώσατέ μοι, εἰ ἀληθῶς ἀγαπᾶτέ με, τάς βουλάς τῶν καρδιῶν ὑμῶν. Γνῶ κἀγώ μή μόνον τοῖς λόγοις, ἀλλά ταῖς πράξεσιν, ὅτι ὁ Θεός μεθ’ ὑμῶν γέγονε καί οὐκ εἰς κενόν ἐκοπίασα. Εἰ δέ μή βούλεσθε, τί μοι βάρος ἐλθόντες προεξενήσατε καί ὑποχωροῦντες πλέον καταβαρύνετε; Βάρος ὅ καί χαράν ἄφραστον καί λύπην ἄπειρον ἐν ἐμοί ἐπεργάζεται, τό παραδοξότατον· χαράν μέν ὅτι ὑπέρ ὑμῶν εὔχομαι καί εὐφραίνομαι ἐλπίζων ἀπολαβεῖν ὑμᾶς, λύπην δέ ὅτι φοβοῦμαι μή συμπνιγῆτε τῷ κόσμῳ καί ἀπατηθέντες Χριστῷ ψεύσησθε, ὅπερ φρίττω ἐννοῶν καί ἐξίσταμαι. Καί τοῦτό ἐστι τῆς ἐμῆς ψυχῆς ἡ δαπάνη καί οὐκ ἐᾷ με ἀναπαυθῆναι ἤ χαρῆναι. Καί πενθῶν διά τοῦτο καί σκυθρωπάζων ἐγώ ἐν ἀληθείᾳ πορεύομαι καί τήν ζωήν μου θρηνῶν ἀπολέγομαι, ὅτι οὐ κέρδος ἡγοῦμαι τόν μόνος σῴζεσθαι οὐδέ χωρίς ὑμῶν δοξάζειν θέλω τόν Θεόν. Εἰ μέν οὖν ἱκανά ταῦτα τό κατ’ ἐμέ, ἀπολογήσασθε καί ὑμεῖς εἴτι βούλεσθε, καί οἵῳ μέρει προστίθεσθε εἴπατε, καί ἔργῳ τόν λόγον κυρώσατε, ἵνα ἤ εὐφραινόμενος ἔσομαι ἤ πάλιν ὡσαύτως λυπούμενος. Ἐλπίζω δέ καί ἀοράτως βλέπων πρός Κύριον εὔχομαι ὅτι οὐ ψεύσεσθε οὐδέ ἄλλα ἀντ’ ἄλλων φθέγγεσθε, ἔργῳ δέ μᾶλλον ἐνδείξεσθε ἅ λόγοις προσεπηγγείλασθε. Μηδέν οὖν εἰς ταῦτα διστάσητε, μηδέ ἀπιστίας διαλογισμοί ἐν ταῖς καρδίαις ὑμῶν, ἀδελφοί μου, ἀνέλθωσιν, ἀλλά ἀκούσατέ μου τῶν μετ’ ὀδύνης ῥημάτων καί ἴδετε ὡς οὐδέν κενόν ἤ ἀπατηλόν λέξω.

Ἀναβλέψατε εἰς τόν οὐρανόν ἄνω καί εἰς τήν γῆ κάτω καί κατανοήσατε, ὁποῖα ἔργα καί ὅσα ὁ Θεός δι’ ἡμᾶς πάντα πεποίηκεν. Ἴδετε καί ἀκριβῶς ἐξετάσατε ὡς οὐδέ ἕν τούτων ἁπάντων ὑπάρχει μόνιμον, ἀνθρώπου δέ ψυχήν ἐν πᾶσι τοῖς ὁρωμένοις μόνη ἀοράτως ὁρᾶται καί πιστεύεται εἶναι ἀθάνατος, ἥτις συνοῦσα μέν καί ἐνοικοῦσα τῷ σώματι πάντα βλέπει καί κατανοεῖ τά ὑλικά καί κτιστά καί ἐκ σωματικῶν συνιστάμενα, ἀποσπασθεῖσα δέ τούτου αὐτῇ τῇ ὥρᾳ ἐκτός πάσης καθίσταται γνώσεως, μόνοις δέ τοῖς ἀΰλοις καί νοουμένοις ἐγκαταλέγεται. Εἰ μέν οὖν τῷ φωτί τῶν ἐντολῶν τοῦ Χριστοῦ καταλάμπεται, καί ἐν φωτί γίνεται ἀπείρῳ τῆς αὐτοῦ εὐσπλάγχνου Θεότητος, ἄρρητον εὑροῦσα τήν εὐφροσύνην καί ἀτελεύτητον· εἰ δέ σκότει τῶν ἁμαρτιῶν περιέχεται, ἐν ἀτελευτήτῳ σκότει, φεῦ, ὁμοίως γίνεται, πυρί καυστικῷ ὄντι συμμίκτῳ. Τούτων οὖν οὕτως ἐχόντων, ὀρθῶς καί ὑμῶν ταῦτα ὁμολογούντων, τί βραδύνομεν καί τί τό πικρόν οὐ φεύγομεν σκότος; Τί δέ οὐαί λέγομεν τοῖς φιλοκόσμοις καί φιληδόνοις καί ἐν τούτοις ὄντες οὐκ αἰσθανόμεθα; Τί φθεγγόμεθα· «Μακάριοι ὄντως οἱ ἐκζητοῦντες τόν Κύριον καί ἐπ’ αὐτόν τάς ἐλπίδας τιθέμενοι», τήν δέ ὑμετέραν οὐ κατανοεῖτε, ἀποφεύγοντες, ἀθλιότητα; Τί δέ Θεόν ὁμολογεῖν καί πιστεύειν νομίζετε, ὅν γνωρίζειν καί ᾧ δουλεύειν οὐ θέλετε; Ποῦ ἐλπίζετε τά ἐν χερσίν ὑμῶν ὄντα καταλιμπάνοντες ἀγαθά, τοῖς δέ ματαίοις καί ῥέουσι προστιθέμενοι;

Πῶς λέγεις, εἰπέ μοι, ἵνα καί πρός ἕκαστον τῶν ἀντεχομένων τῆς ματαιότητος τῶν παρόντων τρέψω τόν λόγον· «Πάντα ἐπίσταμαι, καί ὅτι θνητός ἐγώ καί σκιά τά ὁρώμενα καί ὁ θάνατος ἄωρος καί ἡ δόξα τῶν δικαίων αἰώνιος καί ἡ αἰσχύνη τῶν ἁμαρτωλῶν τέλος οὐκ ἔχουσα», αὐτός δέ σύ τῶν κακῶν οὐκ ἀφίστασαι; Εἰ γάρ βλέπεις, πῶς οἷα δή τυφλός προσκόπτων ὅλον τό σῶμα καί ὅλην τήν ψυχήν μεμελάνωσαι; Εἰ εἶδας τά κρείττονα, πῶς ὡς μηδέ αἴσθησιν ἔχων πράττεις τά χείρονα; Εἰ οἶδας ὅτι πάντα σκιά καί πάντα παρέρχονται τά ὁρώμενα, οὐκ αἰσχύνῃ σκιᾷ προσπαίζων καί θησαυρίζων τά ῥέοντα; Καθάπερ γάρ παῖς εἰς τετρημένον ἄγγος ἀντλῶν, οὐκ αἰσθάνῃ καί φρονεῖν δοκεῖς, προσφιλέστατε, ὡς λίαν δεινόν τό δοκεῖν καί τό οἴεσθαι - τό γάρ εἶναι τούτοις ἀφῄρηται;

Ἄνθρωπε, πιστεύεις ὅτι ἐστί Θεός ὁ Χριστός; Εἰ οὖν πιστεύεις, φοβοῦ καί τάς ἐντολάς αὐτοῦ φύλαττε. Εἰ δέ ἀπιστεῖς, κἄν τούς δαίμονας αὐτούς, οὕς τάχα καί ἀξιοπιστοτέρους ἡγῇ, ἐρώτησον. Μάθε παρ’ ὧν δεδούλωσαι καί οἷς ἐξακολουθεῖς, ὅτι οὐκ ἔστι Θεός ἕτερος πλήν αὐτοῦ, ᾧ οὐδείς ἐξωμοίωται, οὐδέ ὁμοιωθῆναι δύναται. Πάντων γάρ ἐξουσιαστής αὐτός ἐστιν, πάντων κριτής, πάντων βασιλεύς, ποιητής φωτός καί ζωῆς Κύριος. Αὐτός φῶς τό ἄρρητον, τό ἀπρόσιτον, ὁ ὤν μόνος, αὐτός ἀφανιεῖ ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ ἀπό προσώπου αὐτοῦ ἐχθρούς αὐτοῦ καί τούς μή ποιήσαντας τά προστάγματα αὐτοῦ, ὅν τρόπον ἀποδιώκει τόν ζόφον τῆς νυκτός ἀνατέλλων ὁ ἥλιος, καί ἔσται Κύριος ὁ Θεός ἡμῶν ἀχώρητος ἐν ἀχωρήτοις καί ἀκατάληπτος ἐν ἀκαταλήπτοις, μόνοις φαινόμενος τοῖς ἀξίοις κατά τό μέτρον τῆς εἰς αὐτόν πίστεως, οἱ δέ γε ἁμαρτωλοί ἔσονται ὡς ἐν φωτί καλυπτόμενοι σκότει, ἐν χαρᾷ αἰσχυνόμενοι καί ἐν εὐφροσύνῃ αὐτοί τηκόμενοι καί δεινῶς καιόμενοι καί διαφόροις εἴδεσι τῶν ἰδίων παθῶν κολαζόμενοι, καθά δή καί οἱ δίκαιοι ταῖς διαφόροις ἀρεταῖς στεφανούμενοι.

Οὕτω τοίνυν καί σωματικῶς ταῦτα ἐν ταῖς θεοπνεύστοις εὗρον ἐγκείμενα Γραφαῖς καί πνευματικῶς ἐδιδάχθην παρά τοῦ Πνεύματος καί πρός πληροφορία ὑμῶν, ἐξ ἀγάπης πολλῆς μή ὑποστειλάμενος, ἔγραψα. Ἰδού οὖν πάντα ὑμῖν ἀνήγγειλα καί τό τάλαντον οὐκ ἔκρυψα καί τῇ σωτηρίᾳ ὑμῶν οὐκ ἐφθόνησα. Ἕκαστος ὑμῶν τοῦ λοιποῦ ὅ θέλει ἐκλέξεται. Ἐγώ γάρ ἤδη τοῦ περί ὑμῶν ἐγκλήματος ἀπολέλυμαι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

Λόγος Κ΄. Περί ἀποταγῆς καί ἐκκοπῆς θελήματος, πρός τούς αἰτήσαντας γράψαι αὐτοῖς πῶς ὀφείλει τις τόν ἀσκητικόν διανύσαι βίον. Καί ὅτι καλόν ἐπί τούτῳ καί ἐπωφελές ἐμπείρῳ χρήσασθαι ὁδηγῷ ἤγουν πνευματικῷ πατρί εἰς τό αμαθεῖν τά τῆς ἀρετῆς καί τῆς ἀσκητικῆς τέχνης τήν δυσκατόρθωτον ἐργασίαν. Καί περί πίστεως τῆς εἰς τούς πνευματικούς πατέρας καί θεωρίας φωτός, ὑφ’ οὗ πᾶσα φωτιζομένη ψυχή προκόπτει εἰς ἀγάπην Θεοῦ.

Ἀγαπητοί μου και περιπόθητοι ἀδελφοί, πολλάκις ἠθελήσατε λόγον ὠφελείας ἀκοῦσαι παρά τῆς ἡμῶν μετριότητος, καί διά τό συντόμως ὑποχωρεῖν ὑμᾶς, λαλῆσαι ὑμῖν ἀπό στόματος τά δέοντα, ὡς πάρεργα, συμφερόντως οὐκ ἠβουλήθημεν. Διά τοῦτο καθάπερ ᾐττήσασθε γράψαι νῦν τῇ ἀγάπῃ ὑμῶν, εἰκότως προεθυμήθημεν· οὐ τά πρός νουθεσίαν (καί γάρ ἀνάξιοι), ἀλλά τά πρός συμβουλήν καί ὑπόμνησιν, ὡς ἀγαπῶντες λίαν ὑμᾶς, καί ὅσα γινώσκομεν ὠφελοῦντα καί συνεργοῦντα ψυχήν πρός τε τήν ἐκ τοῦ κόσμου φυγήν καί τήν τῶν παθῶν ἀλλοτρίωσιν καί Θεοῦ ἀγάπην καί τελείαν ἀπάθειαν.

Τοιγαροῦν καί οὐδαμόθεν ποθέν ἄλλοθεν δίκαιον ἡγησάμην τήν ἀρχήν πρός ἄνθρωπον διψῶντα τήν ψυχικήν σωτηρίαν ποιήσασθαι, εἰ μή ἐξ αὐτῆς τῆς ἀεννάου πηγῆς, τοῦ Σωτῆρος Χριστοῦ καί Θεοῦ ἡμῶν, δι’ ὅν ἡμῖν ὁ λόγος καί ἅπαν ἐγχείρημα, καί πρός ὅν πᾶσα σπουδή μετ’ ἐλπίδος χρηστῆς καί ἅπαν ἐνθύμιον. Οὗτος γάρ καί ἀρχομένοις θεμέλιος ἀρραγέστατος καί μεσάζουσιν ἐλπίς ἀκαταίσχυντος καί τελειοῦσιν ἀγάπη ἀκόρεστος καί ζωή ἀτελεύτητος. Τούτου ἐγώ τῆς ἁγίας φωνῆς ἤκουσα πρός ἅπαντας λεγούσης κοινῶς· «Ὅστις οὐ καταλείψει πατέρα καί μητέρα καί ἀδελφούς καί πάντα τά ὑπάρχοντα αὐτῷ καί ἄρῃ τόν σταυρόν αὐτοῦ καί ἀκολουθήσει μοι, οὐκ ἔστι μου ἄξιος». Δι’ οὐδέν οὖν ἕτερον τόν σταυρόν ἐσχάτως τεθεῖναι καί παρά τῆς Γραφῆς ἐδιδάχθην καί δι’ αὐτῆς τῆς πείρας μεμάθηκα, εἰ μή διά τήν τῶν θλίψεων καί πειρασμῶν ὑπομονήν καί τελευταῖον διά τόν θάνατον αὐτόν τόν ἑκούσιον, ὅνπερ καί τοῖς τότε καιροῖς, ἐπικρατουσῶν τῶν αἱρέσεων, πολλοί διά τοῦ μαρτυρίου καί τῶν ποικίλων βασάνων προείλοντο, νυνί δέ Χριστοῦ χάριτι ἐν καιρῷ βαθείας καί τελείας εἰρήνης οὐδέν ἕτερον ἐπληροφορήθημεν εἶναι σταυρόν καί θάνατον, εἰ μή τήν παντελῆ τοῦ ἰδίου θελήματος νέκρωσιν. Ὁ γάρ τό ἴδιον κἄν ὁπωσοῦν ἐκπληρῶν θέλημα, τό τοῦ Σωτῆρος Χριστοῦ πρόσταγμα φυλάξαι οὐ δυνήσεται πώποτε.

Ἵνα οὖν ὡς πρός ἕνα τόν λόγον ποιήσωμαι, ταῦτά φημι πρός ὑμᾶς· Ἀδελφέ, ἐκτενῶς τόν Θεόν παρακάλεσον, ὅπως δείξῃ σοι ἄνθρωπον, τόν καλῶς ποιμᾶναί σε δυνάμενον, ᾧ καί ὀφείλεις ὡς αὐτῷ τῷ Θεῷ ὑπακοῦσαι καί τά παρ’ αὐτοῦ σοι λεγόμενα ἀδιστάκτως ἐπιτελέσαι, εἰ καί ἐναντία σοι καί ἐπιβλαβῆ κατά τό δοκοῦν σοι τά προσταττόμενα φαίνονται. Καί εἰ μέν εἰς ὅν ἤδη ἔσχες πατέρα πνευματικόν περισσοτέρως πληροφορεῖται παρά τῆς χάριτος ἡ καρδία σου, ποίει ἅ σοι λέγει καί σῴζῃ· κρεῖσσον γάρ μαθητήν μαθητοῦ ὀνομάζεσθαι καί μή ἰδιορρύθμως βιοῦν καί τρυγᾶν ἀνωφελεῖς καρπούς τοῦ ἰδίου θελήματος. Εἰ δέ πρός ἄλλον τό Ἅγιον Πνεῦμα ἐκπέμψει σε, μή διστάσῃς τό σύνολον· ἀκούομεν γάρ καί Παῦλον φυτεύσαντα καί Ἀπολλῶ ἀρδεύσαντα καί Χριστόν αὐξάνοντα. Ποίησον οὖν, ἀδελφέ, καί σύ καθώς εἴπομεν, καί ἄπελθε πρός ἄνθρωπον, ὅν ὁ Θεός ἤ μυστικῶς δι’ ἑαυτοῦ ἤ φανερῶς διά δούλου αὐτοῦ ὑποδείξει σοι. Καί ὡς αὐτόν τόν Χριστόν καί ὁρῶν καί λαλῶν, οὕτω σεβάσθητι αὐτόν καί οὕτω διδάχθητι παρ’ αὐτοῦ τά συμφέροντα. Ἐάν γάρ ἀκούσῃς παρ’ αὐτοῦ· «Ἔξελθε ἐκ τῆς γῆς τοῦ θελήματός σου καί ἐκ τῆς συγγενείας τοῦ φρονήματός σου», μή διακριθῇς μηδέ ἐρυθριάσῃς ὑπό κενοδοξίας ἡττώμενος. Ἐάν εἴπῃ σοι· «Δεῦρο εἰς γῆν ὑπακοῆς, ἥν ἄν σοι δείξω», δράμε, ἀδελφέ μου, ὅση σοι δύναμις, μή δώσῃς ὕπνον σοῖς ὀφθαλμοῖς μηδέ κάμψῃς γόνυ, ὀκνηρίᾳ ἤ ῥαθυμίᾳ ἐκλυόμενος. Ἴσως γάρ ἐκεῖ ὀφθήσεταί σοι ὁ Θεός, ὁ πατέρα πολλῶν πνευματικῶν τέκνων ἀναδεῖξαί σε μέλλων καί τήν γῆν τῆς ἐπαγγελίας δωρήσασθαι, ἥν κληρονομοῦσι μόνοι οἱ δίκαιοι. Ἐάν εἰς τό ὄρος ἀνάγῃ σε, προθύμως ἄνελθε· καί γάρ θεάσῃ, εὖ οἶδα, Χριστόν μεταμορφούμενον καί πλειόνως ὑπέρ τόν ἥλιον λάμποντα τῷ φωτί τῆς Θεότητος, καί καταπέσῃς ἴσως μή φέρων ὁρᾶν ἅ οὐδέποτε τεθεάσαι, καί φωνῆς ἀκούσῃς πατρῴας ἄνωθεν, καί νεφέλην ἴδῃς σκιάζουσαν, καί προφήτας παρισταμένους καί βεβαιοῦντας ζώντων καί νεκρῶν αὐτόν Θεόν ὑπάρχειν καί Κύριον.

Ἐάν ἀκολουθεῖν προτρέψηται, περιέρχου τάς πόλεις μετ’ αὐτοῦ θαρσαλέως· καί γάρ ὠφεληθήσῃ τά μέγιστα, ἐάν εἰς αὐτόν ἀποβλέπῃς καί μόνον. Ἐάν ἴδῃς μετά πορνῶν καί τελωνῶν καί ἁμαρτωλῶν συνεσθίοντα, μηδέν λογίσῃ ἐμπαθές καί καί ἀνθρώπινον, ἀλλ’ ἀπαθῆ πάντα καί ἅγια καί τό «Ἐγενόμην τοῖς πᾶσι τά πάντα, ἵνα τούς πάντας κερδήσω» κατά νοῦν λογίζου, βλέπων αὐτόν τοῖς ἀνθρωπίνοις συγκαταβαίνοντα πάθεσιν. Ἀλλά μηδέ τοῖς ὀφθαλμοῖς βλέπων, τούτοις πιστεύσῃς τό σύνολον· πλανῶνται γάρ καί οὗτοι, ὡς ἔργῳ μεμάθηκα. Ἀκολουθῶν αὐτῷ καί τοῖς παρ’ αὐτοῦ λεγομένοις πειθαρχῶν, μή ἀποβλέπῃς πρός τούς συνόντας σοι μηδέ εἴπῃς περί τινος· «Κύριε, οὗτος δέ τί;» ἀλλά πάντοτε σεαυτῷ πρόσεχε καί πρό ὀφθαλμῶν ἔχε τόν θάνατον καί σκόπει λελογισμένως ἐν ποίῳ ἀρετῇ δοξάσεις τόν Θεόν. Μή ἐπαρθῇς διά τόν σόν διδάσκαλον παρά μείζωνος τιμώμενος, μηδέ διά τό ἐκείνου ὄνομα πολλούς ἔχων ὑπακούοντάς σου, χαῖρε δέ μᾶλλον ἐάν τό ὄνομά σου γραφῇ ἐν τῷ οὐρανῷ τῆς ταπεινώσεως. Ἐάν βλέπῃς καί τήν σκιάν σου τούς δαίμονας τρέμοντας, μή σεαυτῷ ἀλλά τῇ τοῦ πατρός σου πρεσβείᾳ τό ὅλον ἐπίγραψον, καί πλειόνως σε φοβηθήσονται.

Ἐάν ἐπί τραπέζης καθεσθῆναι προτρέψῃ σοι, εἰ μέν πλησίον, εὐγνωμόνως ἀπόδεξαι, καί σέβας καί τιμήν μετά σιωπῆς πρός αὐτόν φύλαξον, καί μή ἅψῃ τῶν προκειμένων τινός ἄνευ τῆς ἐκείνου εὐχῆς· ἀλλά μηδέ ἑτέρῳ δώσῃς ἤ προτιμήσασθαί τινα τολμήσῃς ἄνευ γνώμης ἐκείνου καί προστάξεως. Εἰ δέ ἐσχάτως πάντως καλέσει σε, μή εἴπῃς· «Ἐκ δεξιῶν ἤ ἀριστερῶν καθεσθήσομαι», εἰδώς ὅτι τοῦτο ἄλλοις ἡτοίμασται καί ἀκηκοώς ὅτι «Ὁ θέλων εἶναι πρῶτος πάντων, ἔστω ἔσχατος», καί τό κάτω μέρος ὡς τοῦ ἄνω ἀπόδεξαι πρόξενον, καί ἀγάπησον τόν διδάσκαλον ὡς καλῶς σοι διά τῶν εὐτελῶν πραγματευόμενον τά μείζονα. Ἀλλά μή ἐξ αὐθαδείας μετ’ αὐτοῦ πρῶτος ἐμβάψῃς τήν χεῖρα ἐν τῷ τριβλίῳ· τίνος γάρ οὐκ ἀγνοεῖς τοῦτο τό τόλμημα. Ἐάν θελήσῃς νίψαι τούς πόδας σου, αἰδέσθητι αὐτόν ὡς Κύριον καί διδάσκαλον καί ἀναβαλοῦ τό ἐγχείρημα. Ἐάν δέ ἀκούσῃς· «Οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, ἐάν μή τούς πόδας σου νίψω», προθύμως καί ὅλον τό σῶμά σου παράσχου εἰς κάθαρσιν, ἵνα μάθῃς ἐκ τῶν εἰς σέ γενομένων τό πολύ ὕψος τῆς θεοποιοῦ ταπεινώσεως, καί πλεῖον μᾶλλον τηνικαῦτα ὠφεληθῇς, ἐάν, ἔχῃς συνείδησιν, ἤ ὅτε σύ τούς πόδας τοῦ πατρός σου νίψειας. Ἐάν εἴπῃ ἀναπεσών· «Εἷς ἐξ ὑμῶν παραδώσει με ἤ σκανδαλίζει με», μή κρύψῃς τόν δόλον, ἀλλ’ εἰ συγγινώσκεις, ἐξομολόγησαι· εἰ δέ μή, ἐπί τούς αὐτοῦ πόδας ἐπί πρόσωπον πεσών, μετά δακρύων ἐρώτησον· «Μή τι ἐγώ εἰμι, Δέσποτα;». Καί γάρ πταίομεν πλεῖστα καί κατά ἄγνοιαν. Ἐπί τό στῆθος δέ πεσεῖν τοῦ πατρός σου οὐ συμφέρει σοι· εἰ γάρ καί Ἰωάννης ἐξ ἀγάπης πολλῆς πρός τόν Χριστόν ὡς πρός ἄνθρωπον ἐπαρρησιάσατο, ἀλλά μετά πάντων καί αὐτός, ὅτε πάντα ποιήσειεν, ἀχρεῖον δοῦλον ἑαυτόν ἀποκαλεῖν προσετέτακτο.

Ἐάν ἴδῃς τόν ὁδηγοῦντά σε θαυματουργοῦντα καί δοξαζόμενον, πίστευσον καί εὐφράνθητι καί τῷ Θεῷ εὐχαρίστησον ὅτι τοιούτου διδασκάλου τετύχηκας, μή σκανδαλισθῇς δέ παρά τῶν φθονούντων ὁρῶν ἀτιμαζόμενον αὐτόν, ἴσως καί ῥαπιζόμενον καί συρόμενον, ἀλλ’ ὡς θερμός Πέτρος λάβε τήν μάχαιραν καί τήν χεῖρα ἐκτείνας, μή τό ὠτίον μόνον ἀλλά καί τήν χεῖρα καί τήν γλῶσσαν ἀπόκοψον τοῦ ἐπιχειροῦντος λέγειν κατά τοῦ σοῦ πατρός ἤ αὐτοῦ ἅπτεσθαι. Εἰ δέ καί ἐπιτιμηθῇς ὡς ἐκεῖνος, πάντως καί μειζόνως ἐπαινεθήσει τῆς πολλῆς ἀγάπης καί πίστεως ἕνεκα. Εἰ δέ καί ἐπιτιμηθῇς ὡς ἐκεῖνος, πάντως καί μειζόνως ἐπαινεθήσει τῆς πολλῆς ἀγάπης καί πίστεως ἕνεκα. Εἰ δέ καί ὡς ἄνθρωπος πτοηθείς εἴπῃς· «Οὐκ οἶδα τόν ἄνθρωπον», ἀλλά κλαῦσον πάλιν μετά ταῦτα πικρῶς ὑπέρ τούτου καί μή τῇ ἀπογνώσει καταποθῇς· καί πέπεισμαι ὅτι ἐκεῖνος πρῶτός σε πρός ἑαυτόν ἐφελκύσεται. Κἄν σταυρούμενον ἴδῃς αὐτόν ὡς κακοῦργον καί παρά κακούργων ἀνθρώπων πάσχοντα, εἰ δυνατόν συναπόθανον· εἰ δέ μή, μή προστεθῇς τοῖς κακοῖς ὡς κακός καί προδότης, μηδέ κοινωνήσῃς μετ’ αὐτῶν ἀθώου αἵματος, ἀλλ’ ὡς δειλός καί μικρόψυχος βραχύ τι τόν ποιμένα καταλιπών, τήν εἰς αὐτόν πίστιν φύλαξον. Ἐάν ἀφεθῇ τῶν δεσμῶν, πάλιν πρόσελθε καί ὡς μάρτυρα πλεῖον σεβάσθητι· εἰ δέ συναποθάνῃ τοῖς πειρασμοῖς, τό σῶμα αὐτοῦ παρρησιαζόμενος ζήτησον καί τίμησον περισσότερον μᾶλλον ἤ ὅτε ἐμψυχωμένῳ παρίστασο, καί μύροις ἀλείψας πολυτελῶς ἐνταφίασον. Εἰ γάρ καί μή τριήμερος, ἀλλ’ ἔσχατος μετά πάντων ἐξαναστήσεται. Πίστευε δέ ὅτι μετά παρρησίας παρίσταται τῷ Θεῷ κἄν τῷ τάφῳ το σῶμα τούτου κατέθηκας καί ἀδιστάκτως ἐπικαλοῦ τήν πρεσβείαν αὐτοῦ· καί βοηθήσει σοι ἐνταῦθα καί ἐκ πάντων φυλάξει σε τῶν ἐναντίων, καί ὑποδέξεταί σε ἐν τῷ ἐκδημεῖν σε ἀπό τοῦ σώματος καί μόνην αἰωνίαν ἑτοιμάσει σοι.

Ἐάν μετά τά προειρημένα ἅπαντα κατ’ ἰδίαν καλέσας σε, ἡσυχάσαι προτρέψηται καί εἴπῃ· «Καθέζου ὧδε ἀπρόϊτος ἕως οὗ ἐνδύσῃ δύναμιν ἐξ ὕψους», μετ’ ἐλπίδος βεβαίας καί χαρᾶς ἀπληρώτου ἐπάκουσον. Ἀψευδής, ἀδελφέ μου, καί ἀληθινός ὑπάρχει ὁ τοιοῦτος διδάσκαλος. Ἐπελεύσεται γάρ ἡ ἴση τοῦ Παναγίου Πνεύματος ἐπί σέ καί νῦν δύναμις, οὐκ ἐν εἴδει πυρός αἰσθητῶς φαινομένη οὐδέ μετά ἤχου πολλοῦ καί πνοῆς βιαίας - ταῦτα γάρ διά τούς ἀπίστους τότε γεγόνασιν -, ἀλλ’ ἐν εἴδει φωτός νοητοῦ μετά πάσης γαλήνης καί θυμηδίας νοερῶς σοι ὀφθήσεται, ὅπερ προοίμιόν ἐστι τοῦ αἰωνίου καί πρώτου φωτός καί ἀπαύγασμα καί λαμπηδών ὑπάρχει τῆς ἀϊδίου μακαριότητος. Τούτου τοίνυν φανέντος πᾶς ἐμπαθής λογισμός ἀφανίζεται καί πᾶν πάθος ψυχικόν ἀπελαύνεται, πᾶσα νόσος σωματικήν τήν ἴασιν δέχεται. Τότε οἱ ὀφθαλμοί τῆς καρδίας καθαίρονται, καί ὁρῶσιν ὅπερ ἐν τοῖς μακαρισμοῖς γέγραπται. Τότε ὡς ἐν ἐσόπτρῳ βλέπουσα ἡ ψυχή καί τά μικρά ἑαυτῆς σφάλματα εἰς ἄβυσσον καταφέρεται ταπεινώσεως, καί τῆς δόξης κατανοοῦσα τό μέγεθος πάσης χαρᾶς καί εὐφροσύνης ἐμπίπλαται, καί τό παρ’ ἐλπίδα τοῦ θαύματος ἐκπληττομένη πηγάς δακρύων ἀφίησι. Καί οὕτως ὅλως ἀλλοιοῦται ὁ ἄνθρωπος καί γινώσκει Θεόν καί ὑπ’ αὐτοῦ γινώσκεται πρῶτον. Αὕτη γάρ μόνη πάντων ἐπιγείων καί οὐρανίων, ἐνεστώτων τε ὁμοῦ καί μελλόντων, θλιβερῶν τε καί χαροποιῶν, ποιεῖ καταφρονεῖν τόν ἄνθρωπον, ὅν καί φίλον ἅμα Θεῷ καί υἱόν Ὑψίστου καί Θεόν, ὅσον ἐφικτόν ἀνθρώποις, αὐτόν ἀπεργάζεται.

Ταῦτα τοιγαροῦν ἔγραψα τῇ ἀγάπῃ σου, ἵνα ἅπερ ἠξίους πρός ἅπαξ παρά τῆς ἐμῆς ἀθλιότητος, ταῦτα ἔχων ἐγγράφως ἀναγινώσκεις ὅτε θελήσειας. Ἐάν δέ καί πιστεύσῃς οἰκονομικῶς σοι καί συμφερόντως ταῦτα δι’ ἡμῶν τό Πανάγιον Πνεῦμα ἐντέλλεσθαι, πάντα κατά ἀκολουθίαν γενήσονται καθώς περ ἔφημεν, καί ὅσα ἡμεῖς παρελίπομεν, καί γάρ πολλά εἰσιν, αὐτός σε δι’ ἑαυτοῦ διδάξειεν ὁ Χριστός.

Εἰ δέ ἄπιστα καί οὐκ ἀρεστά σοι φανήσονται, σύγγνωθί μοι ἅπερ μεμάθηκα συμβουλεύοντι, καί σύ ἀκολούθει πᾶσιν οἷς ἐπίστασαι κρείττοσι· βλέπε δέ, ἀδελφέ μου, μήπως ἀβουλήτως ἀκολουθήσῃς καί χείροσι. Σπάνιοι γάρ ὡς ἀληθῶς καί μάλιστα ἄτρι οἱ καλῶς ποιμαίνειν καί ἰατρεύειν ψυχάς λογικάς ἐπιστάμενοι. Νηστείαν γάρ καί ἀγρυπνίαν καί σχῆμα εὐλαβείας πολλοί ἴσως προσεποιήσαντο ἤ καί ἔργῳ ἐκτήσαντο, καί τό πολλά ἀποστηθίζειν καί διά λόγων διδάσκειν οἱ πλείονες εὐχερῶς ἔχουσιν, εἰς δέ τό καλυθμῷ ἐκκόψαι τά πάθη καί τάς περιεκτικάς ἀρετάς ἀναφαιρέτους κτήσασθαι πάνυ ὀλίγοι εὑρίσκονται. Περιεκτικάς δέ ἀρετάς λέγομεν ταπείνωσιν, τήν τῶν παθῶν ἀναιρέτην καί πρόξενον τῆς οὐρανίου καί ἀγγελικῆς ἀπαθείας, καί ἀγάπην, τήν μηδέποτε ἱσταμένην μήτε πίπτουσαν, ἀλλά διαπαντός προστιθεμένην τοῖς ἔμπροσθεν, πόθῳ πόθον προσλαμβανομένην καί ἔρωτι ἔρωτα, ἐξ ἧς ἡ τελεία χορηγεῖται διάκρισις, ἡ καί ἑαυτήν καί τούς αὐτῇ ἑπομένους καλῶς ὁδηγοῦσα καί ἀπροσκόπτως τήν νοητήν διαβιβάζουσα θάλασσαν· ἥν καί σοί εὔχομαι παρά Θεοῦ δωρηθῆναι καί νῦν μάλιστα, ὅπως θεαρέστως τά κατά σέ διακρίνῃς καί οὕτω ποιήσῃς καί σπουδάσῃς ὥστε Χριστόν εὑρεῖν καί ἐν τῷ νῦν συνεργοῦντά σοι καί ἐν τῷ μέλλοντι πλουσίως τῆς παρ’ αὐτοῦ ἐλλάμψεως τήν ἀπόλαυσίν σοι δωρούμενον, καί μήτε ὡς ποιμένι ἀκολουθήσῃς τῷ λύκῳ, μήτε νοσούσῃ ὑπεισέλθῃς ποίμνῃ, μήτε μόνος εὑρεθῇς κατ’ ἰδίαν, ἵνα μή ἤ θηριάλωτος ὑπό τοῦ ψυχοφθόρου λύκου ὀφθῇς γενόμενος, ἤ νόσον ἐπί νόσῳ νοσήσας ψυχικῶς τελευτήσῃς, ἤ μόνος τό οὐαί καταπεσών κερδανῇς. Ὁ γάρ ἀγαθῷ ἑαυτόν ἐκδούς διδασκάλῳ οὐδενός τούτων φροντιεῖ, ἀλλ’ ἀμερίμνως βιώσας σωθήσεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΚΑ΄. Περί μνήμης θανάτου. Καί οἷον ἀγαθόν τέλος δέδωκεν ὁ τρισόλβιος αὐτοῦ ἀδελφός Ἀντώνιος. Καί πρός τῷ τέλει, ἐπιτάφιος πρός αὐτόν.

Ἀδελφοί καί πατέρες, εὔχομαι τῷ ἐλεήσαντί με Θεῷ τά ὑπέρ τῆς σωτηρίας πάντων οἰκονομηθῆναι καί τάς ψυχάς ἡμῶν διευθετηθῆναι πρός τόν ἐκεῖθε βίον καλῶς, ὅπου προλαβόντες ἡμᾶς ἀδελφοί καί γονεῖς ἀναμένουσιν, ὅπου ὁ τρισόλβιος καί μακάριος ἡμῶν ἀδελφός ὁ κῦρις μετῆλθεν Ἀντώνιος, καλῶς καί ὁσίως ἐνταῦθα πολετευσάμενος, μετανοήσας γνησίως, ἐξαγορεύσας ἐμπόνως ἅπερ ὀλίγοι τῶν μοναχῶν λογίζονται ἁμαρτήματα. Καθαρός γάρ τυγχάνων καί τήν καρδίαν καθαράν κεκτημένος ἀπό τῶν ἐμπαθῶν λογισμῶν, τά μικρά - ὡς δοκῶ καί παντελῶς - ἁμαρτήματα ὁ ἅγιος ἐκεῖνος ὡς ἁμαρτίας μεγάλας καί εἶχε καί ἐξηγόρευεν, ἐπεί Θεοῦ χάριτι σκεπόμενος παρθένος διῆλθε τόν βίον, τῷ σωματι καί τήν καρδίαν ἁγνός. Ἀφ’ γάρ τόν τῆς μονῆς εἰσῆλθε πυλῶνα καί τῷ Χριστῷ συνετάξατο, τόν χιτῶνα τῆς σαρκός αὐτοῦ ἤ τῆς ψυχῆς αὐτοῦ οὐκ ἐμόλυνεν οὐ συνδυασμῷ ἐννοιῶν, οὐ συγκαταθέσει λογισμῶν, οὐ πράξει τινί, ὥσπερ μοι, πλησίον τῆς κλίνης αὐτοῦ καθεζομένῳ καί κλαίοντι, οὕτως ἐξεῖπε· «Τί κλαίεις, φησίν, ἀδελφέ; Τῆς πρός Θεόν πίστεως οὐ γέγονας ἔξαρνος, ἀλλά ταύτην ὡς ἐκεῖνον, ἐλπίζω, ἐφύλαξα. Καί ἀφ’ οὗ ἐν τῇ ἁγίᾳ παραγενόμην ταύτῃ μονῇ - οὐ καυχώμενος λέγω, ἀλλ’ εἰς τόν Θεόν θαρρῶν καί εἰς τήν τοῦ ἁγίου πατρός ἡμῶν εὐχήν - σαρκικήν ἁμαρτίαν οὐκ ἔπραξα. Ἐσθίων δέ καί πίνων, ἐν ἀμελείᾳ διετέλεσα τάς ἠμέρας μου. Πλήν εἰς τήν φιλανθρωπίαν τοῦ τά πάντα εἰδότος Θεοῦ ἐμαυτόν ἀνατίθημι, καί ὡς ποιήσει μετά τῆς ἐμῆς ταπεινώσεως».

Τί τοίνυν τῶν μεγάλων πατέρων τά τελευταῖα ῥήματα καί ἀποφθέγματα τοῦ ἡμετέρου πλείω τυγχάνουσι ἀδελφοῦ; Τήν γάρ ἁγνείαν αὐτοῦ καί παρθενίαν μετά παρρησίας ἡμῖν ἐγνώρισε καί τό τῆς ταπεινώσεως αὐτοῦ πάλιν ἄπτωτον τῇ ἑαυτοῦ ψυχῇ περιποιήσατο, φυλάττων κἀντούτῳ τήν Δεσποτικήν φωνήν ἤ μᾶλλον εἰπεῖν ἐντολήν, τήν λέγουσαν· «Ὅταν πάντα ποιήσητε, τότε λέγετε ὅτι· Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν».

Μετά δέ ταῦτα τῷ ἁγίῳ ἡμῶν ὑφηγήσατο αὐτῷ, ἅπερ καί αὐτόν τόν ἅγιον πατέρα καί ἡμᾶς αὐτούς ἐξέστησαν, οὐ μόνον δέ ἀλλά καί ἅπαντας τούς ἀκηκοότας μετά τήν τελευτήν ἐκείνου ταῦτα ἐξέπληξαν. Οὐδείς γάρ ἐξ ἡμῶν παρ’ ἐκείνῳ τοιοῦτον θησαυρόν ἁγνείας καί παρθενίας ἤλπιζεν ἀποκρύπτεσθαι.

Ἀλλά γάρ εἶθ’ οὕτω καί τό ἅγιον καί ἀγγελικόν μέγα σχῆμα ἐπενδυσάμενος, ἐν προθυμίᾳ μεγάλῃ, ἐν πολλαῖς δακρύων ἐκχύσεσιν, ἐν ἀρραγεῖ πίστει καί ἐπιγνώσει τελείᾳ, οὕτω τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ νεοφώτιστος οὗτος καί στρατιώτης νεόλεκτος, ὁ ἔσχατος ἐν τῷ παρόντι βίῳ ὑπέρ ἡμᾶς εἰσελθών καί πρῶτος τήν ματαιότητα τοῦ κόσμου καταλιπών, πρός τόν ἑαυτοῦ Δεσπότην ἀνεκλαλήτῳ χαρᾷ ἐξεδήμησε, πένθος ἄπαυστον καταλιπών τοῖς ταλαιπώροις ἡμῖν. Ὅταν γάρ ἐνθυμηθῶ, ἅπερ καί ὑμεῖς οἴδατε ὅτι ἐποίουν καί ἔλεγον πρός αὐτόν, τά πρός σωτηρίαν αὐτοῦ ψυχικήν σπουδάζων ἐγώ ὁ μάταιος, ὅλως ἐξίσταμαι καί νοῦν καί διάνοιαν καί τήν καρδίαν μου φλογίζομαι, πῶς ἔλαθον ἐμαυτόν, πῶς ἐματαιώθην παιδεύων ἄνδρα, παρ’ οὗ μᾶλλον ἐγώ παιδεύεσθαι ὤφειλον· τάς γάρ ἀρετάς ἐκείνου ἐλαττώματα κρίνων ἐγώ σφόδρα ἤλγουν καί περί τῆς ψυχικῆς σωτηρίας τοῦ πεποθημένου μου ἀδελφοῦ ἐσφάδαζον - οὕτω γάρ πρέπον ἐστί μή ψεύσεσθαι- . Ἐν Χριστῷ καυχῶμαι, χαρᾷ δέ πάλιν ἀνεκλαλήτῳ συνέχομαι, ὅτι οὕτω τοῦ τῇδε βίου τόν ἐμόν προέπεμψα ἀδελφόν καί ἐν τοιούτοις ἔργοις καί πράξεσι κατηξιώθην ἰδεῖν αὐτόν πρός Χριστόν ἐκδημήσαντα. Οἶδε γάρ ὁ τῶν ἐννοιῶν ἡμῶν καί τῶν λογισμῶν ἐξεταστής Θεός, ὅτι περί τούτου πολλή σπουδή ἐξ ἀρχῆς καί μέριμνά μοι ἐγένετο, καί πολλάς δακρύων ἀφῆκα πηγάς τούτουγε ἕνεκα. Καί ὁ Θεός ὁ φιλάνθρωπος οὐ παρεῖδέ μου τοῦ ταλαιπώρου τήν δέησιν, ἀλλ’ ἐν ἀγάπῃ, τῇ εἰς ἀλλήλους, καί ταπεινώσει καί πίστει, τῇ πρός ἡμᾶς, οὕτως ἀπέπτη πρός οὐρανόν, τό σῶμα μόνον καταλιπών ἐν ταῖς ἐμαῖς ἀθλίαις χερσί.

Θρηνοῦντός μου γάρ καί «Μή ἐπιλάθῃ» λέγοντος «ἡμῶν, ἀδελφέ. Ἤδη γάρ ἐκλείπεις καί καταλιμπάνεις ἡμᾶς», οὑτωσί γαληνῶς προσεφθέγξατο· «Οὐχί, εἰς τόν Θεόν ἐλπίζω». Καί τοῦτο τό ῥῆμα ὕστατον τοῖς καθαρωτάτοις αὐτοῦ χείλεσιν ἐξειπών, πρός Θεόν ἐξεδήμησεν, οὐχ ἅπαξ τοῦτο εἰπών, ἀλλά καί δίς. Πρότερον ἐμοῦ δηλονότι τό «Μή ἐπιλάθῃ ἡμῶν» αἰτησαμένου «ἀδελφέ περιπόθητε», αὐτός ἐκ δευτέρου μή ἐπιλαθέσθαι ἡμῶν προεπηγγείλατο. Καί τούς πόδας ἐξάρας καί τάς χεῖρας τυπώσας σταυροειδῶς ἐν ἀταράχῳ τῆς ψυχῆς καταστήματι καί κινήματι, οὕτω τόν γλυκύτατον ὕπνον ἐν εἰρήνῃ βαθείᾳ ἐκοιμήθη καί ὕπνωσεν ὕπνον τόν δικαίοις πρέποντα, πρός οὐδέν τῶν παρόντων προσπάθειαν ἐνδειξάμενος. Οὔτε γάρ συγγενῶν ἐμνήσθη, οὔτε φίλον ὠνόμασεν ἐν τούτῳ τῷ βίῳ τινά, οὐ περί φθαρτοῦ πράγματος διετάξατο, ἀλλ’ ὡς κόπρον ἤ βόρβορον τά τῇδε πάντα μισήσας καί βδελυξάμενος, οὕτω γυμνός πάσης ἐπιθυμίας τῶν ὁρωμένων καί σχέσεως, πρός τά νοητά μετέβη βασίλεια, ἄξιος ὡς ἀληθῶς οἰκήτωρ καί κληρονόμος ἐκείνων γενόμενος. Καί εἰκότως· εἰ γάρ ἡμῖν ὁ Θεός ἐνετείλατο, γεγυμνωμένοις οὖσιν, ἐνδύειν τούς ἀδελφούς, πόσῳ μᾶλλον ἐκεῖνος ἱμάτιον καί σκέπη τῷ γλυκυτάτῳ μοι γενήσεται ἀδελφῷ, τῷ δι’ ἐκεῖνον μέν τόν κόσμον πάντα καί τά τοῦ κόσμου ἀποδυσαμένῳ καί γυμνῷ πρός αὐτόν ἐκδημήσαντι;

Ἀλλά τόν βίον τοῦ ἀδελφοῦ πάντες ἡμεῖς ἀναθεωρήσαντες, μιμησώμεθα, παρακαλῶ, τήν αὐτοῦ πίστιν, τούς ἀγῶνας αὐτοῦ, τήν ἐξομολόγησιν, τήν μετάνοιαν, ἵνα καί ἡμεῖς πρός τήν ἐκ τοῦ σώματος ἔξοδον ἐρχόμενοι, ἀφόβως καί ἀταράχως ὡς ἐκεῖνος, τοῦ μέν σώματος ἐκδημήσωμεν, πρός δέ τόν Θεόν ἀπελθόντες, ἐν αὐτῷ μετ’ ἐλπίδων χρηστῶν ἐνδημήσωμεν καί καταπαύσωμεν εἰς αἰωνίους σκηνάς, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία καί ὁ χορός τῶν μακαρίων καί ἁγίων πατέρων ἡμῶν ἐναυλίζεται.

Ἀλλ’ ὦ φίλτατε καί Θεῷ φιλούμενε, τριπόθητε ἀδελφέ, μέμνησο τῆς ὑποσχέσεως καί μή ἐπιλάθῃ τῶν τελευταίων καί ἡδίστων ἐμοί ῥημάτων σου, πρεσβεύων ὑπέρ ἡμῶν τῶν ἀδελφῶν σου καί παντός τοῦ γένους σου. Οἶδας γάρ ἐν οἵοις ἐσμέν κακοῖς, αὐτός ἐν καλοῖς γενόμενος καί πολλοῖς ἀγαθοῖς· ὁ γάρ τοῦ σκότους ἀπαλλαγείς ἀκριβῶς γινώσκει τῶν ἐν αὐτῷ κρατουμένων τήν ἀθλιότητα. Ἱκέτευσον οὖν, ἀξιοῦμεν, καί νῦν τόν Θεόν ὑπέρ πάσης σου τῆς ἐν Χριστῷ ἀδελφότητος, ὁ μηδέποτέ τινος ἐξαιτουμένου σε παρακούσας, μηδέ τῆς σῆς ἀναγκαίας τροφῆς τούς δεομένους ἀποστερήσας. Δεήθητι ὑπέρ ἀδελφῶν τῶν τῷ σῷ πόθῳ ἐκκρεμαμένων καί τόν χωρισμόν στέγειν ἀδυνατούντων καί τό πένθος ἐπισχεῖν μή καρτερούντων, ὅπως καί ἡμᾶς μετά σοῦ ἕξεις ὑποδεξάμενος, καί σύν σοί σκηνῶσαι τόν ὑπεράγαθον Θεόν ἐξιλέωσαι καί τόπον ἡμῖν προετοίμασον ἀναπαύσεως διά τῆς ἐντεῦθεν εὐπραξίας ἐξειργασμένον, ἵνα σύν σοί καί μετά σοῦ, ὡς καί ἐν τῷ παρόντι βίῳ, καί αὐτόθι συνδιάγωμεν καί συνευφραινώμεθα, καταξιούμενοι οἰκεῖν καί βλέπειν τήν ἄλυπον καί μακαρίαν ζωήν. Καί καθάπερ ἡμεῖς, ἀπό τοῦ κόσμου σοῦ προσδραμόντος εἰς τήν μοναχικήν πολιτείαν, μονήν καί οἰκίαν προηυτρεπίσαμεν, οὕτω νῦν καί σύ εἰς τήν ἄρρητον καί θείαν καί ἄϋλον διαγωγήν προοδεύσας, ἀσμένως ἡμᾶς ὑποδέξαι, μᾶλλον δέ προσλαβοῦ καί συνόδευσον καί συγκοπίασον, ὡς φιλάδελφος ἀδελφός, καί τῶν ἐπιχειρούντων παρεμποδίζειν καί κωλύειν ἡμῶν τήν πρός σέ ἄφιξιν ἐλευθέρωσον, μεμνημένος ὅτι καί ἡμεῖς τῇ σῇ ἐβοηθήσαμεν καί συνεκοπιάσαμεν ἐν τῷδε τῷ βίῳ ἀδελφότητι. Χρήζομεν γάρ σου μᾶλλον ἄρτι τῆς συνεργείας ἡμεῖς ἤ τότε σύ, ὅτε τῶν τοῦ κόσμου δικτύων ὑπεξελθεῖν ἐπεχείρησας.

Πολά γάρ τά ἡμέτερα ἄχθη, γλυκύτατε ἀδελφέ, ἅ τήν ταπεινήν ἡμῶν ψυχήν καί τό σῶμα βαρύνουσιν, ὧν τό πάντων δεινότατον ἡ μόνωσις καί ἡ πολλή τῶν μεθ’ ἡμῶν ἀδελφῶν μέριμνα, περί ἥν με καί γινώσκεις ζηλωτήν μανικώτατον. Ἔγνως γάρ πάντως ἄρτι τά τῆς ἐμῆς πρός σέ διαθέσεως, καί ὡς οὐ μισῶν σέ ποτε ἤ βδελυσσόμενος ἐπέπληττον καί παντί τρόπῳ ταῖς νουθεσίαις ἠσφαλιζόμην, ἀλλά σφόδρα φιλῶν σε καί τῷ περί σέ πόθῳ ἀνενδότως φλεγόμενος. Βλέπεις γάρ ἄρτι, οἶδα καλῶς, ὑπεξελθών τόν γνόφον καί τήν ὀμίχλην τούτου τοῦ σώματος, καί γυμνήν ὁρᾷς τήν ἐμήν ψυχήν καί τήν γνώμην αὐτῆς, καθώς σύ ὑπάρχεις ἄρτι γυμνός τοῦ σώματος. Θεοειδής γάρ γενόμενος, θεοειδέστερον βλέπεις καί πάντα τά καθ’ ἡμᾶς. Μή οὖν ψεύστης τῶν συνθηκῶν φανήσῃ τῶν πρός ἡμᾶς, μηδέ ἐπιλάθῃ ἀδελφοῦ τοῦ ὑπερβαλλόντως σε ἀγαπήσαντος καί, εἰ μή τολμηρόν εἰπεῖν, καί αὐτήν τήν ψυχήν ὑπέρ σοῦ τεθεικότος. Ἀλλά δός χεῖρα βοηθείας διά τῶν εὐπροσδέκτων σου προσευχῶν, ἵνα καταντῆσαι ἀξιωθῶμεν πρός σε καί συνοικῆσαί σοι ἐν αὐτῷ τῷ Κυρίῳ καί Θεῷ καί Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, τήν κατοικίαν ποιούμενοι ἐν αὐτῷ, συναναστρεφόμενοι τῷ ἀφράστῳ φωτί ἐν τῇ ἀκηράτῳ ζωῇ, ἐν τῇ ἀνεκλαλήτῳ χαρᾷ, ἐν τῇ ἀνεκδιηγήτῷ δόξῃ τε καί λαμπρότητι, τῇ ἐν Πατρί καί Υἰῷ καί Ἁγίῳ Πνεύματι ὁρωμένῃ καί προσκυνουμένῃ εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΚΒ΄. Περί πίστεως. Καί διδασκαλία περί τῶν λεγόντων μή εἶναι δυνατόν ἐν μέσῳ τῶν βιωτικῶν τό τέλειον φθάσαι τῶν ἀρετῶν. Καί διήγησις ἐκ προοιμίων ἐπωφελής.

Ἀδελφοί καί πατέρες, καλόν ἡμᾶς ἀνακηρύττειν εἰς πάντας τό ἔλεος τοῦ Θεοῦ καί γνωρίζειν τοῖς πλησίον ἡμῶν τήν πρός ἡμᾶς αὐτοῦ εὐσπλαγχνίαν καί ἄφατον ἀγαθότητα. «Ἐγώ οὖν, ὡς ὁρᾶτε, οὐκ ἐνήστευσα, οὐκ ἠγρύπνησα, οὐκ ἐχαμεύνησα, ἐταπεινώθην δέ καί ἔσωσέ με συντόμως ὁ Κύριος», φησίν ὁ θεῖος Δαβίδ. Πολλῷ δέ συντομώτερον εἰπεῖν· «Μόνον ἐπίστευσα καί προσελάβετό με ὁ Κύριος». Πολλά γάρ τά ἐμποδίζοντα ἡμᾶς πρός τό ταπείνωσιν κτήσασθαι, πίστιν δέ εὑρεῖν οὐδέν τό κωλῦόν ἐστιν. Εἰ γάρ ἀπό ψυχῆς θελήσομεν, καί ἡ πίστις εὐθέως ἐνήργησε, δῶρον γάρ ἐστι τοῦ Δεσπότου αὐτή καί φυσικόν πλεονέκτημα, εἰ καί τῷ αὐτεξουσίῳ τῆς ἡμῶν προαιρέσεως καί αὐτή ὑπόκειται, καί γάρ καί Σκύθαι καί βάρβαροι ἀλλήλων τοῖς λόγοις πιστεύουσιν. Ἀλλ’ ἵνα πραγματικῶς δείξω ὑμῖν τῆς ἐνδιαθέτου πίστεως ἐνέργειαν, ἀκούσατε καί διήγησιν ὑμῖν διηγήσομαι πρός βεβαίωσιν τῶν εἰρημένων, ἥν ἐξ ἀληθινοῦ ἀκήκοα στόματος.

Γέωργιός τις τοὔνομα, νέος τήν ἡλικίαν ὑπάρχων καί αὐτός ὡσεί ἐτῶν εἴκοσιν, οἰκῶν ἐν Κωνσταντινουπόλει ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, - ὡραῖος τῷ εἴδει καί φαντασιῶδες τό τε σχῆμα καί τό ἦθος καί τό βάδισμα κεκτημένος, ὡς ἐκ τούτων καί ὑπολήψεις πονηράς ἔχειν τινάς εἰς αὐτόν, τούς τό ἔξωθεν μόνον βλέποντας περικάλυμμα καί κακῶς κρίνοντας τά ἀλλότρια -, ἁγίῳ τινί μοναχῷ, ἐν ἑνί τῶν τῆς πόλεως μοναστηρίων διάγοντι, γνώριμος κατεστάθη. Καί τά τῆς ψυχῆς αὐτοῦ πρός αὐτόν ἀναθέμενος, ἐντολήν μικράν εἰς μόνην ὑπόμνησιν ἔλαβε παρ’ αὐτοῦ. Ἐζήτησε καί βίβλον ὁ νέος λαβεῖν ἐξ αὐτοῦ, τά τῆς πολιτείας τῶν μοναχῶν καί τά τῆς πρακτικῆς αὐτῶν ἀσκήσεως διηγήματα περιέχουσαν, καί δίδωσιν αὐτῷ ὁ γέρων τήν συγγραφήν τοῦ μοναχοῦ Μάρκου, τήν περί πνευματικοῦ νόμου διδάσκουσαν. Ταύτην δέ ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ σταλεῖσαν ὁ νέος δεξάμενος καί ὡς μέγα τι ἐξ αὐτῆς ἐλπίζων καρπώσασθαι, οὕτω μετά πόθου καί προσοχῆς διῆλθε πᾶσαν αὐτήν. Καί ἐκ πάντων ὠφεληθείς, τριά μόνα κεφάλαια, ἵν’ εἴπω, ἐν τῇ αὐτοῦ καρδίᾳ ἐνέπηξε. Καί τό μέν ἕν ὑπάρχον τό οὕτως αὐταῖς ἐγκείμενον λέξεσι· «Ζητῶν θεραπείαν, ἐπιμέλησαι τῆς συνειδήσεως καί ὅσα λέγει ποίησον καί εὑρήσεις ὠφέλειαν». Τό δέ ἕτερον· «Ὁ πρό τῆς ἐργασίας τῶν ἐντολῶν τάς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος ἐπιζητῶν, ὅμοιός ἐστι δούλῳ ἀργυρωνήτῳ, ὅς ἅμα τῷ ἀγορασθῆναι σύν ταῖς ὠναῖς καί ἐλευθερίαν αὐτῷ γραφῆναι ἐπιζητεῖ». Τό δέ τρίτον· «Τυφλός ἐστι κράζων καί λέγων ῾ Υἱέ Δαβίδ, ἐλέησόν με᾿, ὁ προσευχόμενος σωματικῶς καί μήπω ἔχων γνῶσιν πνευματικήν· ὁ ποτέ δέ τυφλός ἀναβλέψας καί ἰδών τόν Κύριον, οὐκέτι υἱόν Δαβίδ, ἀλλ’ Υἱόν Θεοῦ ὁμολογήσας, προσεκύνησεν αὐτῷ».

Ταῦτα τοίνυν ὁ νέος ἐκεῖνος ἐθαύμασε καί θαυμάσας ἐπίστευσεν ὅτι τῇ ἐπιμελείᾳ τῆς συνειδήσεως εὑρήσει ὠφέλειαν καί τῇ τῶν ἐντολῶν ἐργασίᾳ τήν ἐνέργειαν τοῦ Ἁγίου Πνεύματος καί τῇ χάριτι τούτου νοερῶς ἀναβλέψει καί ἴδῃ τόν Κύριον. Τῇ οὖν ἀγάπῃ τούτου καί τῇ ἐπιθυμίᾳ τρωθείς, τό πρῶτον κάλλος δι’ ἐλπίδος ἐζήτει καί μή φαινόμενον. Οὐδέν δέ ἕτερον ἔπραξεν, ὡς μεθ’ ὅρκων με ἐβεβαίωσεν, εἰ μή τήν δοθεῖσαν αὐτῷ μικράν ἐντολήν παρά τοῦ ἁγίου ἐκείνου γέροντος ἑκάστῃ ἑσπέρᾳ ἐποίει καί οὕτως ἐπί τῆς κλίνης ἐκάθευδε. Τῆς συνειδήσεως οὖν λεγούσης αὐτῷ· «Ποίησον πάντως καί ἑτέρας μετανοίας καί ἄλλους ψαλμούς πρόσθες, καί πλεῖον λέγειν τό ῾ Κύριε, ἐλέησον’ , δύνασαι γάρ», ταύτῃ προθύμως ὑπήκουε καί ἀδιστάκτως, ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ λεγόμενα, οὕτως ἅπαντα ἔπραττε. Καί οὐδέποτε ἔκτοτε ἐκοιμήθη ἐλεγχούσης αὐτόν τῆς συνειδήσεως καί λεγούσης· «Τί τοῦτο οὐκ ἐποίησας;» Ταύτῃ τοιγαροῦν ἐξακολουθῶν άπαραλείπτως κἀκείνης τό λέγειν προστιθείσης ὁσημέραι, εἰς ὀλίγας ἡμέρας πολλή προσετέθη ἡ τῆς ἑσπέρας ἀκολουθία. Τήν γάρ ἡμέραν οἴκου προΐστατο τῶν πατρικίων τινός καί ἐν τῷ παλατίῳ καθ’ ἑκάστην προήρχετο, φροντίζων τῶν τῷ βίῳ ἁρμοζόντων, ὡς ἐκ τούτου μηδενί ἀνθρώπῳ γινώσκεσθαι τά πραττόμενα. Διό καί δάκρυα καθ’ ἑσπέραν ἀπό τῶν ὀφθαλμῶν αὐτοῦ κατήρχοντο καί συχνότερον ἐπί τήν γῆν καί ἐπί πρόσωπον γονυκλισίας ἐποίει, κεκολλημένους ἔχων ἀλλήλοις καί ἀμετακινήτους τούς πόδας ἐν παραστάσει, εὐχαί τε παρ’ αὐτοῦ πρός τήν Θεοτόκον ἀνεγινώσκοντο ἐμπόνως καί μετά στεναγμῶν καί δακρύων καί, ὡς παρόντος τοῦ Κυρίου σωματικῶς, οὕτω τοῖς ἀχράντοις ποσίν αὐτοῦ προσέπιπτεν καί ὡς τυφλός ἐλεηθῆναι καί ψυχικῶς ἀναβλέψαι ᾐτεῖτο. Ὡς δέ καθ’ ἑσπέραν ἡ εὐχή προσετίθετο, διήρκει μέχρι μεσονυκτίου, μηδόλως ἐν τῷ καιρῷ τῆς προσευχῆς χαυνουμένου ἤ ῥᾳθυμοῦντος αὐτοῦ ἤ τινος μέλους τῶν τοῦ σώματος αὐτοῦ κινουμένου τό σύνολον μέχρι καί περιστροφῆς ὀφθαλμοῦ ἤ ἀναβλέψεως, ἀλλ’ οὕτως ἵστατο ἀκίνητος, ὡς στήλη τις ἤ ὥσπερ τις ἀσώματος.

Ἱσταμένου οὖν αὐτοῦ ἐν μιᾷ καί τό «Ὁ Θεός, ἱλάστητί μοι τῷ ἁμαρτωλῷ» λαλοῦντος τῷ νοΐ μᾶλλον ἤ τῷ στόματι, ἔλλαμψις θεία πλουσίως αἴφνης ἐπέφανεν ἄνωθεν καί πάντα τόν τόπον ἐπλήρωσε. Τούτου δέ γεγονότος ἠγνόησεν ὁ νεανίας καί ἐπελάθετο εἰ ἐν οἴκῳ ἦν ἤ ὅτι ὑπό στέγην ὑπῆρχε. Φῶς γάρ μόνον ἔβλεπε πάντοθεν καί οὐδέ εἰ ἐπί γῆς ἐπάτει ἐγίνωσκεν. Οὐδέ φόβος ἦν ἐν αὐτῷ τοῦ μή πεσεῖν, οὐδέ κόσμου φροντίς, οὐδέ τι τῶν, οἷα τοῖς ἀνθρώποις καί σῶμα φοροῦσι προσβάλλουσι, τῷ λογισμῷ τότε προσέβαλλον, ἀλλ’ ὅλως φωτί ἀΰλῳ συνών καί τῷ δοκεῖν αὐτός φῶς γενόμενος καί παντός κόσμου ἐπιλαθόμενος, δακρύων καί χαρᾶς ἀνεκφράστου καί ἀγαλλιάσεως ἔμπλεως ἐγένετο. Εἶτα εἰς οὐρανόν ἀνῆλθεν ὁ νοῦς αὐτοῦ καί ἄλλο φῶς ἐθεάσατο ὑπέρ τό πλησιάζον τρανότερον. Ἐφάνη αὐτῷ παραδόξως, πλησίον τοῦ φωτός ἐκείνου ἱστάμενος, ὁ ῥηθείς ἅγιος ἐκεῖνος καί ἰσάγγελος γέρων, ὁ τήν ἐντολήν αὐτῷ καί τήν βίβλον προχειρισάμενος.

Ὡς οὖν ἐγώ ταῦτα ἤκουσα, ἐλογισάμην καί τοῦ ἁγίου τούτου τήν πρεσβείαν πολά συηνεργήσασαν αὐτῷ καί τοῦ Θεοῦ πάλιν δεῖξαι τῷ νέῳ οἰκονομήσαντος τό οἷον ὕψος ἀρετῆς ὁ ἅγιος οὗτος ἐκέκτητο.

Παρελθούσης δέ τῆς θεωρίας ταύτης καί εἰς ἑαυτόν πάλιν, ὡς ἔλεγεν, ὁ νεανίας γενόμενος, χαρᾷ καί ἐκπλήξει συνείχετο καί ἀπό καρδίας ἐδάκρυε καί τοῖς δάκρυσιν ἡ γλυκύτης συνείπετο. Τέλος, ἐπί τῆς κλίνης ἀνέπεσε καί αὐτῇ τῇ ὥρᾳ ὁ ἀλέκτωρ ἐφώνησε καί τῆς νυκτός τό μέσον εἶναι ἐδήλωσε. Καί μετ’ ὀλίγον αἱ ἐκκλησίαι τόν ὄρθρον ἐσήμανον, καί αὐτός ἐξανέστη ψάλαι κατά τό σύνηθες, μηδέ ἔννοιαν ὕπνου κατ’ ἐκείνην τήν νύκτα λαβόμενος.

Ταῦτα ἐγένοντο ὡς ὁ Θεός οἶδεν, ὁ καί ποιήσας αὐτά ἐν οἷς ἐπίσταται κρίμασι, μηδέν πλέον τοῦ νέου ἐκείνου ἐργασαμένου, εἰ μή ἅπερ ἠκούσατε, μετ’ ὀρθῆς πίστεως καί ἀδιστάκτου ἐλπίδος. Μή οὖν εἴπῃ τις πρός δοκιμήν ταῦτα ἐκεῖνον ἐργάσασθαι· οὐδέ γάρ μέχρι λογισμοῦ τοῦτο ἤ εἶπεν ἤ ἐνενόησεν - ὁ γάρ δοκιμάζων καί ἐκπειράζων πίστιν οὐ κέκτηται -, ἀλλά πᾶσαν ἄλλην ὁ νεανίας ἐκεῖνος ἐμπαθῆ καί φιλήδονον ἀπορριψάμενος ἔννοιαν, οὕτως, ὡς ὤμνυε, τά παρά τῆς ἰδίας λεγόμενα ἐφρόντιζε συνειδήσεως, ὡς ἐν πᾶσι τοῖς ἄλλοις τοῦ βίου αἰσθητοῖς πράγμασιν ἀναισθήτως διακεῖσθαι καί μηδέ αὐτόν τήν βρῶσιν καί πόσιν ἐνηδόνως ἤ συχνοτέρως προσίεσθαι.

Ἠκούσατε, ἀδελφοί μου, ὅσα ἡ πίστις ἡ εἰς Θεόν δύναται, τοῖς ἔργοις βεβαιουμένη; Ἔγνωτε, ὡς οὔτε νεότης ἀπόβλητος οὔτε γῆρας ὠφέλιμον μή οὔσης συνέσεως καί φόβου Θεοῦ; Ἐμάθετε ὅτι οὔτε μέση πόλις ἐμποδίζει ἡμᾶς εἰς τό κατεργάζεσθαι τάς ἐντολάς τοῦ Θεοῦ, ἐάν σπουδαῖοι ὦμεν καί διεγηγερμένοι, οὔτε ἡσυχία ὠφελεῖ ἤ ἀναχώρησις κόσμου, ἐάν ῥᾳθυμῶμεν καί ἀμελῶμεν; Πάντως ἀκούομεν τόν Δαβίδ ἅπαντες καί θαυμάζομεν καί λέγομεν ὅτι εἷς Δαβίδ καί ἄλλος οὐ γέγονε, καί ἰδού ἐνταῦθα καί τοῦ Δαβίδ περισσότερον. Ἐκεῖνος γάρ παρά Θεοῦ τήν μαρτυρίαν εἴληφε καί προφήτης ἐχρίσθη καί βασιλεύς καί Πνεύματος Ἁγίου γέγονε μέτοχος καί πολλάς εἶχε τάς περί Θεοῦ ἀποδείξεις· ἁμαρτήσας οὖν καί στεερηθείς τήν χάριν τοῦ Πνεύματος καί τήν προφητείαν ἀφαιρεθείς καί τῆς συνήθους ὁμιλίας τοῦ Θεοῦ ἀλλοτριωθείς, εἰ ταῦτα πάλιν ἐζήτησε, μνησθείς τῆς χάριτος ἧς ἐξέπεσε, τί θαυμαστόν; Οὗτος δέ μηδέν τοιοῦτον ἐν νῷ λαβόμενός ποτε, ἀλλά μόνοις προσκείμενος τοῖς τοῦ κόσμου κάι μόνα βλέπων τά πρόσκαιρα καί διάνοιαν ἔχων μηδέν φαντασθεῖσαν τῶν γηΐνων ποτέ ὑψηλότερον, - ὤ τῶν κριμάτων σου, Κύριε - μόνον ἤκουσε περί τούτων καί εὐθέως ἐπίστευσε· καί τοσοῦτον, ὥστε καί ἔργα τῇ πίστει ἁρμόζοντα ἐπιδείξασθαι, δι’ ὧν ἡ ἐκείνου πτερωθεῖσα διάνοια εἰς οὐρανούς ἔφθασε καί τήν Μητέρα Χριστοῦ εἰς συμπάθειαν εἵκλυσε καί τῇ ταύτης πρεσβείᾳ τό Θεῖον ἐξιλεώσατο καί τήν χάριν τοῦ Πνεύματος ἕως οὐρανοῦ φθάσαι ἐνίσχυσε καί φῶς θεάσασθαι κατηξίωσεν, οὗ πάντες ἐφίενται καί ὀλίγοι λίαν ἐπιτυγχάνουσιν.

Οὗτος ὁ νέος, ὁ μήτε χρόνοις νηστεύσας πολλοῖς, μήτε ποτέ χαμευνήσας, μή ἐνδυσάμενος τρίχινα, μή κόμην ἀποκειράμενος, μή κόσμου ἐκστάς τῷ σώματι, πνεύματι δέ, ἀγρυπνήσας μόνον ὀλίγα, ὑπέρ τόν Λώτ ἐφάνη, τόν ἐν Σοδόμοις θρυλούμενον. Μᾶλλον δέ εἰπεῖν ἐν σώματι ἄγγελος, κρατητός καί ἀκράτητος, βλεπόμενος ἀλλ’ οὐ κατεχόμενος, ἄνθρωπος τό φαινόμενον καί ἄσαρκος τόν νούμενον, τοῖς πᾶσι τά πάντα ὁρώμενος καί μόνος μόνῳ Θεῷ τῷ πάντα γινώσκοντι ὤν. Διό καί τῇ τοῦ αἰσθητοῦ ἡλίου δύσει τοῦ νοητοῦ φωστῆρος τό γλυκύ τοῦτον διαδέχεται φῶς, προβεβαιοῦν καί πιστούμενον τό μέλλον αὐτόν ἀδιάλειπτον διαδέξασθαι φῶς. Καί εἰκότως· ἡ γάρ ἀγάπη τοῦ ζητουμένου ἐξέστησεν αὐτόν καί κόσμου καί φύσεως καί πραγμάτων ἁπάντων, καί ὅλον αὐτοῦ τοῦ Πνεύματος καί φῶς ἀπειργάσατο· καί ταῦτα μέσον πόλεως οἰκοῦντα καί οἴκου προνοούμενον δούλων τε καί ἐλευθέρων φροντίζοντα καί πάντα ποιοῦντα καί πράσσοντα ὅσα τῷ βίῳ ἁρμόζουσιν.

Ἀλλά ἀρκοῦσι ταῦτα καί τῷ νέῳ εἰς ἔπαινον καί ὑμᾶς κινῆσαι εἰς πόθον καί μίμησιν αὐτοῦ, ἤ ἔτι βούλεσθε· καί ἄλλα εἰπεῖν με μείζονα, ἅ οὐδέ ἡ ἀκοή ὑμῶν ἴσως δυνηθῇ παραδέξασθαι; Ὅμως τί τούτου μεῖζον εὑρήσεται ἤ τί τελειότερον; Πάντως οὐδέν ἐστι μεγαλώτερον ἄλλο, καθώς ὁ Θεολόγος ἔφη Γρηγόριος· «Ἀρχή, φησί, σοφίας φόβος Κυρίου. Οὗ γάρ φόβος, ἐντολῶν τήρησις. Οὗ δέ ἐντολῶν τήρησις, σαρκός κάθαρσις, τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους καί μή ἐῶντος καθαρῶς ἰδεῖν τήν θείαν ἀκτῖνα. Οὐ δέ κάθαρσις, ἔλλαμψις. Ἔλλαμψις δέ πόθου πλήρωσις τοῖς τῶν μεγίστων ἤ τοῦ μεγίστου ἤ ὑπέρ τό μέγα ἐφιεμένοις». Ὥστε ταῦτα εἰπών, τέλος ἀτελές εἶναι πάσης ἀρετῆς τόν φωτισμόν ἐδήλωσε τόν τοῦ Πνεύματος, εἰς ὅν ὁ γενόμενος τέλος μέν καί πέρας τῶν αἰσθητῶν ἁπάντων κατείληφε, ἀρχήν δέ τῆς τῶν πνευματικῶν εὗρε γνώσεως.

Ταῦτα ἀδελφοί μου, Θεοῦ τά θαυμάσια. Διά τοῦτο κρυπτομένους φανεροῖ τούς ἁγίους αὐτοῦ ὁ Θεός, ἵνα οἱ μέν ζηλῶσι τούτους, οἱ δέ ἀναπολόγητοι γένωνται. Καί οἱ θέλοντες ἐν μέσῳ θορύβων εἶναι, ἐν κοινοβίοις τε καί ὄρεσι καί σπηλαίοις ἀξίως πολιτευόμενοι, σώζωνται καί μεγάλων παρά τοῦ Θεοῦ ὑπέρ μόνης τῆς εἰς αὐτόν πίστεως ἀξιοῦνται καλῶν, ὡς ἄν οἱ διά ῥᾳθυμίαν ἀποτυγχάνοντες μηδέν ἔχωσι λέγειν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Ἀψευδής γάρ ἐστιν, ἀδελφοί μου, ὁ ἐπαγγειλάμενος σῴζειν ἐκ μόνης τῆς εἰς αὐτόν πίστεως. Ἐλεήσατε οὖν ἑαυτούς καί ἡμᾶς τούς ὑμᾶς ἀγαπῶντας καί πολλάκις ὑπέρ ὑμῶν θρηνοῦντας καί δάκρυα χέοντας - τοιούτους γάρ ἡμᾶς ὁ συμπαθής καί ἐλεήμων Θεός παρακελεύεται -, καί πιστεύσαντες ὁλοψύχως ἐπί τόν Κύριον, ἄφετε γῆν καί πάντα ὅσα παρέρχονται, καί προσέλθετε πρός αὐτόν καί κολλήθητε αὐτῷ, ὅτι μικρόν ἔτι καί ὁ οὐρανός καί ἡ γῆ παρελεύσεται, καί ἐκτός ἐκείνου οὐκ ἔστι στάσις, οὔτε πέρας, οὔτε κατάληψις τῆς τῶν ἁμαρτωλῶν πτώσεως. Ἀχώρητος γάρ ὁ Θεός ὑπάρχει καί ἀκατάληπτος· ποῖος οὖν ἔσται τόπος, εἰπέ, εἰ δύνασαι, τῶν ἐκπιπτόντων τῆς βασιλείας αὐτοῦ;

Ἐμοί θρηνεῖν ἐπέρχεται καί τήν καρδίαν μου δαπανῶμαι καί δι’ ἡμᾶς τήκομαι, ὅταν ἐννοήσω ὅτι τοιοῦτον Δεσπότην ἔχοντες μεγαλόδωρον καί φιλάνθρωπον ὡς διά μόνην τήν πρός αὐτόν πίστιν τοιαῦτα ἡμῖν χαριζόμενον ἅ καί νοῦν ὑπερβαίνει καί ἀκοήν καί διάνοιαν καί οὐδέ ἐπί καρδίαν ποτέ ἀνέβη ἀνθρώπου, ἡμεῖς ὥσπερ ἄλογα ζῷα προτιμῶμεν γῆν μόνην καί τά ἀπό γῆς ἡμῖν δια πολλήν εὐσπλαγχνίαν ἀναδιδόμενα εἰς αὐτάρκη χρείαν τοῦ σώματος, ἵνα ἐκ τούτων συμμέτρως τρεφόμενοι, καί ἡ ψυχή ἡμῶν ἀνεμποδίστως τήν πρός τά ἄνω ποιῆται πορείαν, τρεφομένη καί αὐτή δηλονότι τήν νοεράν τροφήν, τήν ἐκ Πνεύματος, κατά τό μέτρον τῆς καθάρσεως καί τῆς ἀναβάσεως.

Τοῦτο γάρ ἄνθρωπος καί εἰς τοῦτο ἐκτίσθημεν καί διά τοῦτο παρήχθημεν, ἵνα ἐνταῦθα μικρά εὐεργετηθέντες, διά τῆς εὐχαριστίας καί τῆς πρός Θεόν εὐνοίας ἐκεῖσε τά μείζονα καί αἰωνίζοντα ἀπολαύσωμεν. Ἀλλ’ οἴμοι, ὅτι περί τῶν μελλόντων μηδόλως φροντίζοντες ἀχαριστοῦμεν καί περί τῶν ἐν χερσίν αὐτῶν καί ἴσοι δαιμόνων γινόμεθα ἤ καί χείρονες, εἰ δεῖ τήν ἀλήθειαν εἰπεῖν. Καί διά τοῦτο πλείονος καί τῆς τιμωρίας δεόμεθα, ὅσῳ καί πλεῖον εὐεργετήθημεν καί γνωρίζομεν Θεόν δι’ ἡμᾶς γενόμενον ὡς ἡμεῖς, ἁμαρτίας μόνης ἐκτός, ἵνα τῆς πλάνης ἡμᾶς ἀπαλλάξῃ καί τῆς ἁμαρτίας ἐλευθερώσῃ. Ἀλλά τί δεῖ με εἰπεῖν; Πᾶσι τούτοις λόγῳ μόνῳ πιστεύομεν ἀληθῶς, τοῖς δέ ἔργοις ἀρνούμεθα. Οὐχί πανταχοῦ Χριστός ὀνομάζεται, ἐν πόλεσιν, ἐν κώμαις, ἐν κοινοβίοις καί ὄρεσι; Ζήτησον, εἰ δοκεῖ, καί ἐρεύνησον ἀκριβῶς, εἰ τηροῦσι τάς ἐντολάς αὐτοῦ· καί μόλις εὑρήσῃς ἐν χιλιάσιν, ὡς ἀληθῶς, καί μυριάσιν ἕνα, τόν ἔργῳ καί λόγῳ χριστιανόν ὄντα. Οὐχί διά τοῦ ἁγίου Εὐαγγελίου εἴρηκεν ὁ Κύριος ἡμῶν καί Θεός· «Ὁ πιστεύσας εἰς ἐμέ, τά ἔργα ἅ ἐγώ ποιῶ, κἀκεῖνος ποιήσει καί μείζονα τούτων ποιήσει»; Ποῖος οὖν ἐξ ἡμῶν τολμᾷ εἰπεῖν· « Ἔργα Χριστοῦ ἐγώ ποιῶ καί πιστεύω ὀρθῶς εἰς Χριστόν; ». Οὐχ ὁρᾶτε, ἐδελφοί, πῶς ἄπιστοι ἔχομεν εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καί χείρονα τῶν μηδέ εἰδότων τόν Κύριον ὑποστησόμεθα κόλασιν; Ἀνάγκη γάρ ἤ ὡς ἀπίστους κατακριθῆναι ἡμᾶς ἤ Χριστόν ψεύστην ἀποδειχθῆναι, ὅπερ ἀδύνατον, ἀδελφοί μου, ἀδύνατον.

Ταῦτα δέ ἔγραψα οὐχί κωλύων τήν ἀναχώρησιν, τήν δέ ἐν μέσῳ μᾶλλον τοῦ βίου διαγωγήν προτρεπόμενος, ἀλλά πάντας πληροφορῶν τούς ἐντυγχάνοντας τῷδε τῷ διηγήματι ὅτι ὁ θέλων ποιεῖν τό ἀγαθόν ἐν παντί τόπῳ ἐκ Θεοῦ τό δύνασθαι ἔλαβεν. Ἄλλως δέ καί μᾶλλον ἡ ὑπόθεσις αὕτη προτρεπτική ὑπάρχει πρός ἀναχώρησιν. Εἰ γάρ ἐκεῖνος, ὁ ἐν μέσῳ τῷ βίῳ στρεφόμενος καί μηδέν περί ἀποταγῆς ἤ ἀκτημοσύνης ἤ ὑπακοῆς ποτε λογισάμενος, οὕτως ἠλεήθη, πιστεύσας ἀπό ψυχῆς και τόν Θεόν ἐπικαλεσάμενος, πόσων ἀγαθῶν ἐλπίζειν μᾶλλον τεύξεσθαι χρή τούς ἅπαντα τά τοῦ βίου καί πάντας ἅμα καταλιμπάνοντας καί αὐτάς αὐτῶν τάς ἰδίας ψυχάς ἐκδιδόντας διά τόν Θεόν εἰς θάνατον, καθώς αὐτός ὁ θεός ἐνετείλατο; Καί γάρ ὁ ἀρξάμενος τά καλά πράσσειν ἀδιστάκτῳ πίστει καί ὁλοψύχῳ προθέσει καί τήν ἐξ αὐτῶν ἐγγινομένην ὠφέλειαν ἐπαισθάνεσθαι, αὐτός ἀφ’ ἑαυτοῦ γνώσεται ὅτι μέγα ἐμπόδιον τοῖς κατά Θεόν ζῆν ἑλομένοις ἡ φροντίς τοῦ κόσμου καί ἡ ἐν αὐτῷ διαγωγή. Ἡ γάρ ῥηθεῖσα περί τοῦ νέου τούτου ὑπόθεσις θαυμαστή τέ ἐστι καί παράδοξος καί οὐδέ εἰ ἐν ἄλλῳ τινί τοιοῦτόν τι γεγένηται ἠκούσαμεν. Εἰ δέ καί γέγονεν ἔν τισιν ἤ γενήσεται, εἰ μή ἐκ τοῦ κόσμου συντόμως ὑποχωρήσουσιν, ἐκπεσεῖν τοῦ τοιούτου καλοῦ γινωσκέτωσαν, ἐπειδή καί τοῦτο ἐξ ἐκείνου τοῦ νέου μεμάθηκα ἀκριβῶς.

Μοναχῷ γάρ γεγονότι ὕστερον ἐνέτυχον, τρίτον ἔτος ἤ καί τέταρτον ἐν τῇ μοναδικῇ πολιτείᾳ διατελοῦντι καί τόν τριακοστόν δεύτερον τῆς ἡλικίας τοῦ σώματος αὐτοῦ χρόνον ἄγοντι. Ἀκριβῶς γάρ αὐτόν ἐγίνωσκον, ὡς φίλον ὄντα καί συνανάτροφον, διό καί προσθείς ὑφηγήσατό μοι ταῦτα· «Ὅτι μετά τήν θαυμαστήν ἐκείνην ἀλλοίωσιν καί τήν εἰς ἐμέ ὑπέρ ἄνθρωπον γενομένην ἀντίληψιν οὐ πολλαί, φησίν, ἡμέραι διεληλύθησαν καί συνεχεῖς μοι τοῦ βίου ἐπέπεσον πειρασμοί, ὑφ’ ὧν καί ἐμαυτόν ἑώρων πρός κρυπτάς ἐργασίας ἐμποδιζόμενον καί τοῦ καλοῦ κατά μικρόν ὑστερούμενον, καί ἐγλιχόμην ἔξω τοῦ κόσμου γενέσθαι παντός καί κατά μόνας ἐκζητεῖν τόν ὀφθέντα μοι - τούτου γάρ χάριν πέπεισμαι, ἀδελφέ, ὅτι ὅλως φανῆναί μοι εὐδόκησεν, ἵνα πρός ἑαυτόν με τόν ἀνάξιον ἐφελκύσηται καί παντός τοῦ κόσμου ἀποχωρίσῃ με - . Ἐπεί δέ τοῦτο ποιῆσαι συντόμως οὐκ ἴσχυσα, κατά μικρόν μικρόν πάντων τῶν προλεχθέντων ἐπιλαθόμενος, εἰς παντελῆ κατήντησα σκότωσιν, ὥστε μή μεμνῆσθαί μέ τινος μικροῦ ἤ μεγάλου μέχρι ψιλῆς ἐννοίας ποτέ, ἐξ ὧνπερ προείρηκα. Εἰς πλείονα δέ μᾶλλον κακά ὑπέρ τά συμβάντα μοι πρώην περιέπεσον καί οὕτω διεκείμην, ὡς μηδέ ἐννοήσας ποτέ ἤ ἀκούσας τά ἅγια ῥήματα τοῦ Χριστοῦ. Ἀλλά καί τόν ἅγιον ἐκεῖνον, τόν τότε με ἐλεήσαντα καί τήν μικράν μοι ἐντολήν δεδωκότα καί τήν ῥηθεῖσαν βίβλον ἐξαποστείλαντα, ὡς ἕνα τῶν τυχόντων ἀνθρώπων ἔβλεπον καί οὐδέ ψιλήν ἔννοιαν περί τῶν ὁραθέντων μοι δι’ αὐτόν ἐλάμβανον. Ταῦτα δέ, φησί, λέγω σοι, ἵνα μάθῃς ἀκριβῶς εἰς οἷον ἀπωλείας βόθρον ἐκ ῥαθυμίας κατηνέχθην ἐγώ ὁ ἄθλιος καί τοῦ Θεοῦ θαυμάσῃς καί ἐκπλαγῇς τήν καί μετά ταῦτα εἰς ἐμέ γενομένην ἀγαθότητα ἄφατον.

Καί γάρ, οὐκ οἶδ’ ὅπως εἴπω, ἀγνώστως οὕτως ἐν τῇ ταλαιπώρῳ καρδίᾳ μου ἡ πρός τόν ἅγιον γέροντα ἀγάπη καί πίστις διέμενε, δι’ ἥν, ὡς οἶμαι, μετά τήν τοσούτων χρόνων παρέλευσιν ὁ Θεός ὁ φιλάνθρωπος ταῖς ἐκείνου εὐχαῖς ἐλεήσας με, δι’ αὐτοῦ με πάλιν ἐκ τῆς πολλῆς πλάνης καί τοῦ βυθοῦ τῶν κακῶν ἐξαρπάσας ἐρρύσατο. Οὐ γάρ ἀπέστην τελείως ἐξ αὐτοῦ ὁ ἀνάξιος, ἀλλά καί τά γινόμενα ἐξηγόρευον καί εἰς τό κελλίον αὐτοῦ, ὅτε ἐν τῇ πόλει ἐτύγχανον, ἀπηρχόμην συχνότερον, εἰ καί τάς ἐντολάς αὐτοῦ ὁ ἀσυνείδητος οὐκ ἐφύλαττον. Νυνί δέ, καθάπερ ὁρᾷς, τά πολλά τῶν ἁμαρτημάτων μου πλήθη παριδών ὁ εὔσπλαχνος Κύριος καί μοναχόν με γενέσθαι παρ’ αὐτοῦ τοῦ ἁγίου γέροντος ᾠκονόμησε καί μετ’ αὐτοῦ συνεῖναί με διηνεκῶς, τόν ἐπ’ ἀληθείας ἀνάξιον, κατηξίωσε. Κόπῳ τοίνυν πολλῷ καί πλείοσι δάκρυσι καί ἀκριβεῖ ξενιτεία καί τελείᾳ ὑπακοῇ καί ἐκκοπῇ παντελεῖ τοῦ οἰκείου θελήματος καί πολλοῖς ἄλλοις σκηροτάτοις ἐπιτηδεύμασί τε καί πράξεσιν, ἀκατασχέτῳ καί ἀνενδότῳ δρόμῳ πορευομένυ μου, μικράν μέν καί ὀλίγην ἀμυδρῶς πως ἀκτῖνα τοῦ γλυκυτάτου καί θείου ἐκείνου φωτός ἰδεῖν καί αὖθις ἠξίωμαι, τοιαύτην δέ θεωρίαν, οἶα τότε ἑώρακα, οὐδέπω μέχρι τοῦ νῦν ἠξιώθην θεάσασθαι».

Ταῦτα οὖν δακρύων ἐλάλει μοι καί τούτων ἕτερα πλείονα. Ἐγώ δέ ὁ ταλαίπωρος τῶν ἁγίων ἐκείνου ῥημάτων ἐπακροασάμενος καί ὅλον ὄντα τῆς θείας ἔμπλεων χάριτος στοχασάμενος καί ἀληθῆ σοφόν, εἰ καί μή λόγον εἶχε σοφίας τῆς ἔξωθεν, οὐ μόνον δέ, ἀλλά καί τῶν πραγμάτων αὐτῶν ἀκριβῆ κεκτημένον τήν εἴδησιν ἐκ πρακτικῆς γνώσεως, εἰπεῖν μοι αὐτόν παρεκάλεσα πῶς τοιαῦτα ἡ πίστις ἐνεργεῖν θαυμάσια πέφυκε, καί διδασκαλίας τρόπῳ ἐγγράφως ταῦτα ἐκθέσασθαί μοι. Ὁ δέ καί λέγειν ἀπήρξατο καί τά λεγόμενα γράφειν οὐκ ὤκνησεν, ἅ καί, ἵνα μή τόν λόγον μηκύνωμεν, ἐν ἄλλοις ἀνεταξάμεθα εἰς τράπεζαν εὐφροσύνης, τοῖς μετά πίστεως τῶν γεγραμμένων ἐπιβατεύουσι.

Διά τοῦτο παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, δράμωμεν ἐμπόνως καί ἡμεῖς τόν δρόμον τῶν ἐντολῶν τοῦ Χριστοῦ, καί τά πρόσωπα ἡμῶν οὐ μή καταισχυνθῇ. Ἀλλ’ ὥσπερ παντί τῷ κρούοντι ἐπιμόνως ἀνοίγει τάς πύλας τῆς βασιλείας αὐτοῦ καί δίδωσι τῷ αἰτοῦντι Πνεῦμα εὐθές καί πανάγιον, καί οὐκ ἔστι τόν ὁλοψύχως ζητοῦντα μή εὑρεῖν καί πλουτῆσαι τόν πλοῦτον τῶν χαρισμάτων αὐτοῦ, οὕτω καί ὑμεῖς ἐντρυφήσετε τῶν ἀπορρήτων αὐτοῦ ἀγαθῶν, ὧν ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν, νῦν μέν ἐκ μέρους καί μετά σοφίας τῆς κρείττονος, ἐν δέ τῷ αἰῶνι τῷ μέλλοντι ὁλοκλήρως μετά πάντων τῶν ἀπ’ αἰῶνος ἁγίων ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος ΚΓ΄. Περί μετανοίας καί φόβου Θεοῦ. Καί ὁποῖον ἀγῶνα ἔχει ψυχῆς καί πόνον καρδίας ὁ μετά συντετριμμένου τοῦ πνεύματος μετανοῶν. Καί τίνα εἰσίν ἅ λέγει καί πρός τόν φιλάνθρωπον Κύριον εὔχεται.

Ἀκούσατέ μου τῶν λόγων, υἱοί μου ἔσχατοι, ἀγαπητοί μου, περιποίητοί μου, ἀκούσατέ μου, εἰ ἀληθῶς ὡς πατέρα ποθεῖτέ με καί ζητεῖτέ με. Ποῖος τῶν ἀνθρώπων, φαρμάκῳ πληγείς τήν καρδίαν αὐτοῦ καί ἀλγῶν καί κοπτόμενος πόνῳ σφοδρῷ τά ἐντός αὐτοῦ, τραυμάτων μικρῶν δέρματος σώματος αὐτοῦ φροντίσει ἤ μελετήσει αὐτῷ περί τούτων; Ὁ γάρ ἐν τῇ καρδίᾳ αὐτοῦ κρυπτός πόνος καλύψει πάντα πόνον ἤ κνησμονήν, γινομένην ἐπί δερματίδα σώματος αὐτοῦ, καί ἐκ συνοχῆς τῆς καρδίας αὐτοῦ οὐκ ἀφίεται διαβλέψαι καί ἰδεῖν τά ἐπί τῷ σώματι αὐτοῦ, ἀλλά πόνῳ καί ὀδύνῃ ἀφορήτῳ τῆς καρδίας αὐτοῦ ἐπιλανθάνεται τῶν πληγῶν, τῶν ἐν τῷ σώματι αὐτοῦ, καί τά ἱμάτια αὐτοῦ ταῖς χερσίν αὐτοῦ διαρρήξει καί τοῖς ὄνυξιν αὐτοῦ τῶν χειρῶν τά τραύματα τοῦ σώματος αὐτοῦ ἐπιξάνῃ. Ἐπιλάθηται δέ καί γονέων καί φίλων αὐτοῦ καί ἐπί πάντα ἄνθρωπον οὐκ ἀτενίσει τοῖς ὀφθαλμοῖς, οὐδέ ἐπιστραφήσεται αὐστηρῷ τῷ προσώπῳ ἐπί ἄνθρωπον καταρώμενον αὐτόν. Οὐ φροντίσει κτημάτων ἤ πραγμάτων αὐτοῦ, καταλείψει τόν πλοῦτον αὐτοῦ εἰς διαρπαγήν τοῖς βουλομένοις. Ἄρτον ἡδέως οὐ φάγεται, ἐμπέπλησται γάρ πικρίας. Οἶνον ἡδέως οὐ πίεται, πόνος γάρ ἐστιν εἰς κόρον αὐτῷ. Τοῖς καλοῦσιν εἰς δεῖπνον πότου μετ’ ὀργῆς μεγάλης ἀποκριθήσεται· «Ἀπόστητε ἀπ’ ἐμοῦ, θάνατος γάρ συντρίβει μου τήν καρδίαν, καί τί οἶδα εἰ ἄρτι λάβῃ αὐτήν; Ζῆν γάρ ἐν βίῳ μισητόν μοι γέγονεν, ὅτι ἡ ζωή αὕτη θάνατος, ἐγώ δέ οὐκ ᾔδειν ». Ἐπί κλίνην στρωμνῆς αὐτοῦ οὐκ ἀναβήσεται, ἀλλ’ ἔσται κυλινδούμενος καί ἀσπαίρων ἐπί τῆς γῆς, κράζων μεγάλα καί ὀδυρόμενος, φροντίδα μηδεμίαν ποιούμενος τῶν ὁρώντων αὐτόν ἀσχημονοῦντα ἤ τῶν ἀκουόντων τῆς κραυγῆς αὐτοῦ καί καταλοιδορούντων αὐτόν. Ἔσονται οἱ ὀφθαλμοί αὐτοῦ φλέβες, πηγῆς ὕδωρ μᾶλλον προχέοντες ἤ προφέροντες τό ὁρᾷν. Πάντα ἄνθρωπον ὡς ἄγγελον μακαρίσει ὁ ἄνθρωπος ἐκεῖνος, καί τούς ὄντας καί τούς παρελθόντας καί τούς μήπω τόν κόσμον γνωρίσαντας, καί πᾶν κτῆνος καί πᾶν ἑρπετόν ἕρπον ἐπί τῆς γῆς καί πᾶν ὅ ἔχει πνεῦμα ζωῆς μακαρίσει λέγων· «Ὡς εὐλογημένα πάντα τά ὑπό τοῦ Θεοῦ ποιηθέντα, ἐν χαρᾷ ψυχῆς καί ζωῆς αὐτῶν ἀπόνως διάγοντα, ἐγώ δέ μόνος φορτίῳ βαροῦμαι ἁμαρτημάτων καί πυρί κρίσεως κρίνομαι καί ὀδυνῶμαι μόνος ἐπί τῆς γῆς! ». Πᾶσαν ψυχήν μίαν λογίσεται καί ὡς ἁγίαν τῷ κυρίῳ σεβασθήσεται καί ὡς ἀκάθαρτος εὐλαβηθήσεται ἀπό πάντων. Δίκαιον ἀπό ἀδίκου οὐ διακρινεῖ, ἀλλ’ ἕξει τούς πάντας ἴσον, καθαρούς τε καί ἀκαθάρτους. Οὗτος μόνος χωρίζεται ἀπό πάσης τῆς κτίσεως τῆς ὑπό τόν οὐρανόν, καί ἐπί κοπρίας ἀμυθήτων κάθηται ἁμαρτιῶν καί σκότει ἀγνοίας καί λύπης περιέχεται, τέλος οὐκ ἔχοντι. Τόν δέ ἰχῶρα τῶν τραυμάτων αὐτοῦ ἀποξέσει οὐ μετά ὀστράκου ὡς ὁ Ἰώβ, ἀλλά τοῖς ὄνυξι τῶν χειρῶν αὐτοῦ διά τήν βίαν τοῦ πόνου τῆς καρδίας αὐτοῦ· Ἰώβ γάρ τήν σάρκα πληγείς εἶχε τήν ψυχήν ὑπό Θεοῦ σκεπομένην, οὗτος δέ τήν ψυχήν σύν τῷ σώματι ὑπό ἁμαρτιῶν ἔσχε πεφαρμαγμένην, καί διά τοῦτο χείρων ἡ ὀδύνη τοῦ ἀνθρώπου ἐκείνου δεκαπλασίως ὑπέρ τήν πληγήν τοῦ Ἰώβ. Μετά ταῦτα δέ καταλείψουσιν αὐτόν συγγενεῖς κατά σάρκα καί πάντες γνωστοί καί φίλοι αὐτοῦ οἱ ἐν κόσμῳ· μικρόν γάρ συνακολουθήσαντες αὐτῷ καί συνδακρύσαντες τήν ἀπαρηγόρητον θλῖψιν αὐτοῦ καί τό ἀπαράκλητον τῆς ψυχῆς αὐτοῦ θεωρήσαντες, ὡς βδέλυγμα ἡγησάμενοι, εἰς τά ἴδια ὑποχωρήσουσιν ἕκαστος, καί μόνος καταλειφθείς καί τήν περιέχουσαν αὐτόν ἐρημίαν καί ἀπορίαν καί θλῖψιν καί ὀδύνην θεασάμενος, κλαύσει ἐν ὀδύνῃ ψυχῆς αὐτοῦ καί βοήσει ἐν ἀπογνώσει πρός τόν Παντοκράτορα Κύριον.

«Ἰδού ὁρᾷς, Κύριε, καί ἔστιν οὐδέν ὅ οὐ βλέπεις, ἐγώ δέ σῶν χειρῶν ἔργον, ἔργα δέ σῶν προσταγμάτων οὐκ ἔπραξα, πᾶσαν δέ κακίαν μετῆλθον ἐν ἀφροσύνῃ. Σύ ἀγαθός, ἐγώ δέ οὐκ ἐγίνωσκόν σε, νυνί δέ ἀκήκοα περί σοῦ καί ἔφριξα καί τί ποιήσω οὐκ οἶδα. Ἠσθήθην τῆς κρίσεώς σου καί λόγος ἀπολογίας οὐχ εὑρέθη ἐν τῷ στόματί μου. Ἑνός γάρ λόγου ἀργοῦ στόματός μου ἀντάξιον οὐδέν διεπραξάμην ἐπί τῆς γῆς, ὅτι ἐάν πᾶσαν δικαιοσύνην ποιήσῃ ἄνθρωπος, ὡς δοῦλος καί ὡς ὀφειλέτης ποιήσει, ἀντάλλαγμα δέ ἁμαρτίας αὐτοῦ οὐδέν εὑρήσει, τό γάρ ἔλεος παρά σοί ἐστιν, - ἁμαρτία γάρ θάνατος, καί τίς ἔσται ὁ δι’ αὐτῆς ἀποθνῄσκων καί ἀφ΄ ἑαυτοῦ ἀνιστάμενος; Πάντως οὐδείς. Σύ γάρ μόνος ἀποθανών ἀνέστης, ὅτι ἁμαρτίαν οὐκ ἐποίησας οὐδέ ἐν τῷ στόματί σου εὑρέθη δόλος. Τίς δέ ἀποθανεῖται ἐν ἀμαρτίαις καί οὐ μεταμεληθήσεται; Ἔσται δέ αὐτῷ οὐδέν ὄφελος. Οὕτως , Δέσποτα Παντοκράτορ, καί ἐγώ μετανοῶ μέν κακά διαπραξάμενος ἔργα, οὐκ ἔστι μοι δέ εἰς δικαίωμα ἡ μετάνοια· μετάνοια γάρ ἐπίγνωσίς ἐστιν ἁμαρτίας. Καί νῦν βλέπεις, παντεπόπτα Κύριε, ὅτι οὐδέν ἔχω πλήν τοῦ σώματος, ἀλλ’ οὐδέν μοι ὄφελος ἐξ τῆς τοῦ πλούτου στερήσεως. Ὅλος γάρ εἰμι τραῦμα ἕν καί οὐδαμοῦ μοι περιλέλειπται ἀφορμή σωτηρίας, ὅτι κατελείφθην μόνος καί ζῶντά με ᾅδης κατέπιε. Καί σύ, Κύριε, βλέπεις, μόνος δύνασαί με ἀναγαγεῖν καί τόν πόνον τῆς ἐμῆς καρδίας ἰάσασθαι, ὅτι δυνατή ἡ χείρ σου εἰς ἅπαντα καί τά τέλη φθάνουσα τῶν ἀβύσσων, ἐνεργοῦσα πάντα τῷ νεύματί σου. Εἰπεῖν, Ἐλέησόν με, οὐ τολμῶ, ἀνάξιος γάρ εἰμι· σύ δέ, Κύριε, βλέπεις».

Ὁ οὖν εὔσπλαγχνος Θεός ταχέως εἰσακούσεται αὐτοῦ καί ἀνάπαυσιν ὀδύνης καί ἀπαλλαγήν πόνου καρδίας αὐτοῦ συντόμως παράσχῃ αὐτῷ. Φιλάνθρωπος γάρ ὤν, οὐ φέρει ἐν ἀνάγκῃ τοιαύτῃ καί ἀφορήτῳ ὀδύνῃ τό τῶν χειρῶν αὐτοῦ ποίημα καθορᾶν, καί ποιήσει μετά τοῦ ἀνθρώπου ἐκείνου, τοῦ τά προειρημένα ἅπαντα ἀπαραλείπτως ποιήσαντος, καί μετά τῶν ἐν πίστει ἀκουόντων καί μιμεῖσθαι μελλόντων τήν ἀληθῆ ταύτην τῆς μετανοίας εἰκόνα καί ἱστορίαν ἥν πρῶτον ἐξεπλήρωσε πρᾶξις καί τότε γραφῇ παραδέδωκε λόγος, τό πολύ καί ἄφατον ἔλεος αὐτοῦ, καί ἐκχέει τήν αὐτοῦ καί ἐπ’ αὐτόν ἀγαθότητα καί μεταβαλεῖ εἰς χαράν τόν πόνον αὐτοῦ καί τήν πικρίαν τῆς καρδίας αὐτοῦ εἰς γλυκύ γλεῦκος μεταποιήσει καί τόν κατεσθίοντα ἰόν τοῦ δράκοντος τά ἐντόσθια αὐτοῦ ἐξεμέσαι ποιήσει· καί οὐ μνησθήσεται ἔκτοτε τῶν πρώην πόνων αὐτοῦ, οὔτε πάντων ἐκείνων ὧν ὑπέστη κακῶν, ἀλλ’ οὐδέ χρήματα ἤ κτήματα ἤ πλοῦτον, ὅν κετέλιπεν ἐν τῷ καιρῷ τῆς πληγῆς τῆς μετανοίας αὐτοῦ, ἐπιστραφείς ζητήσει ἤ τινος ἑτέρου ἐπιθυμήσει. Ὁ γάρ ὕψιστος Θεός δώσει αὐτῷ ὑγείαν, ἥτις ἔσται ὑπέρ πάντας τούς θησαυρούς τῆς γῆς, ἡ δέ ὑγεία χαράν ἐμποιήσει ἄφραστον ἐν τῇ καρδίᾳ αὐτοῦ, καί ἔσται ἡ χαρά ἐν τῇ καρδίᾳ αὐτοῦ δεκαπλασίως ὑπέρ τήν προτέραν θλῖψιν αὐτοῦ, καί αὕτη πάλιν ἡ χαρά πάντα πόνον τόν ἔξωθεν γινόμενον ἐν τῷ σώματι αὐτοῦ ἀποδιώξει, καί ἔσται γινώσκων ὁ ἄνθρωπος ἐκεῖνος ὅτι τραύματα σώματος αὐτοῦ οὐδέ ἔρχεται ἔκτοτε ἐπί καρδίαν αὐτοῦ, καί θλῖψις ἡ ἔξωθεν οὐ καθάψεται τῆς χαρᾶς τῆς οὔσης ἐν τῇ καρδίᾳ αὐτοῦ, καί αὕτη ἡ γνῶσις ἔσται πλεονασμός τῆς χαρᾶς τῆς ἐν τῇ καρδίᾳ αὐτοῦ.

Καί ἔσονται οἱ πλησίον αὐτοῦ, οἱ πρώην θεωροῦντες τάς ἔξωθεν θλίψεις αὐτοῦ, ἀγνοοῦντες δέ τήν μετά ταῦτα γεγονυῖαν κρυφίαν χαράν αὐτοῦ, στενάζοντες ἐπ’ αὐτῷ καί λέγοντες· «Ἴδε ἄνθρωπος ὅς οὐκ οἶδεν εὐφροσύνην ἐν τῇ ζωῇ αὐτοῦ, καί ὁ βίος αὐτοῦ θλίψεως καί ὀδύνης πλήρης, καί αἱ ἡμέραι αὐτοῦ οὐδέν διαφέρουσι τῶν μαστιζομένων και τιμωρουμένων ἐπί ἁμαρτίαις»· εἰδώς δέ μόνος ἐκεῖνος ὅτι πλήρης θυμηδίας καί ἀγαλλιάσεως ὁ χρόνος αὐτοῦ τῆς ζωῆς καί ἡ χαρά τῆς καρδίας αὐτοῦ θάνατον ἐμπαίζει καί ᾅδης οὐ κυριεύει αὐτῆς, ὅτι τέλος οὐκ οἶδε, χαίρει ὁ ἄνθρωπος ἐκεῖνος ἐπί τούτοις μυριοπλασίως ὑπέρ πάντας τούς βασιλεῖς τούς κρατοῦντας τῆς γῆς, καί ὑπέρ πάντας ἐφ’ οὕς ἡ ἡ ὑγεία καί ἡ εὐμορφία τοῦ σώματος, καί ὑπέρ πάντας ἐφ’ οὕς ὁ πλοῦτος καί ἡ πορφυρᾶ στολή καί ἡ βυσσίνη, καί ὑπέρ πάντας τούς μακαριζομένους ἐπί τῆς γῆς παρά στομάτων οὐκ ὀρθά λαλούντων. Οἶδε γάρ ὁ ἄνθρωπος ἐκεῖνος ὅτι κρείσσων πενία μετά χαρᾶς τοιαύτης ὑπέρ πάντα τόν κόσμον καί τῶν ἐν αὐτῷ πραγμάτων ἐστίν, ἐπειδή πάντα τά ἐπί τῷ σώματι αὐτοῦ καί τά ἐπί παντί τῷ βίῳ ὁ οὐρανός καλύψει καί ᾅδης φάγεται καί θάνατος κυριεύσει αὐτῶν, ἡ δέ χαρά, ἡ ἐκ τῆς ὑγείας περιποιηθεῖσα τῇ ψυχῇ αὐτοῦ, ὑπ’ οὐδενός τούτων δύναται κρατηθῆναι, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Οὔτε γάρ ἀπό δόξης αὐτῷ γέγονεν αὕτη, οὐδέ ἀπό πολλοῦ πλούτου, οὔτε ἀπό ὑγείας σώματος αὐτοῦ, οὔτε ἀπό ἐπαίνου ἀνθρώπων, οὔτε ἀπό ἄλλου τινός πράγματος τῶν ὑπό τῶν οὐρανόν, ἀλλά ἀπό πόνου καί πικρίας ψυχῆς αὐτοῦ ἐσκεύασται καί ἀπό συναντήσεως Πνεύματος Θεοῦ, τοῦ ὑπεράνω τῶν οὐρανῶν. Διυλισθεῖσα γάρ δι’ αὐτοῦ καί ἐκπιεσθεῖσα ἡ καρδία αὐτοῦ ἄδολον καί ἀμιγῆ θλίψεως χαράν ἀπέτεκε. Καί διά τοῦτο θάνατος οὐ κυριεύσει αὐτῆς, ὅτι μῶμος οὐχ εὑρεθήσεται ἐν αὐτῇ, ἀλλ’ ἔσται ὡς διυλισμένος οἶνος ἀπέναντι ἡλίου, ἐκλάμπων μᾶλλον καί λαμπρυνόμενος καί καθαρωτέραν δεικνύων τήν αὐτοῦ χρόαν, εὐφραίνων καί ὑπεραστράπτων τῷ προσώπῳ τοῦ πίνοντος αὐτόν κατέναντι τοῦ ἡλίου.

Ἐπί δέ τούτοις ἕν μοι δυσνόητον· οὐ γάρ οἶδα ποῖον πλέον εὐφραίνει με, ἡ θέα καί ἡ τέρψις τῆς καθαρότητος τῶν τοῦ ἡλίου ἀκτίνων ἤ μᾶλλον ἡ πόσις καί ἡ γεῦσις τοῦ οἴνου τοῦ ἐν τῷ στόματί μου. Θέλω γάρ εἰπεῖν τοῦτο καί ἕλκει με ἐκεῖνο καί γλυκύτερον φαίνεται· καί ὅταν πρός ἐκεῖνο ἀπίδω, ὑπό τῆς γλυκύτητος τῆς γεύσεως περισσοτέρως μᾶλλον ἡδύνομαι, καί οὔτε τοῦ βλέπειν κορέννυμι οὔτε τοῦ πίνειν ἐμπίπλαμαι. Ὅταν γάρ τοῦ πίνειν χορτασθῆναι δοκήσω, τότε τό κάλλος τῶν ἐκπεμπομένων ἀκτίνων διψᾶν με σφόδρα ποιεῖ καί λιμώττων πάλιν εὑρίσκομαι· καί ὅσῳ πάλιν φιλονεικήσω τήν ἐμήν ἐμπλῆσαι γαστέρα, καίεται τό στόμα μου δεκαπλασίως καί τῇ δίψῃ καί ἐπιθυμίᾳ τοῦ διειδεστάτου πόματος ἐκπυρίζομαι.

Ταύτῃ οὖν τῇ καλῇ κρίσει πᾶς ὁ κρινόμενος ἑτέραν οὐ φοβηθήσεται τιμωρίαν ἤ βάσανον, οὐδέ πειρασμούς δειλιάσει τούς ἐπερχομένους αὐτῷ. Ἡ γάρ δίψα αὐτοῦ οὐ παυθήσεται εἰς τόν αἰῶνα καί τό ἡδύ καί λευκολαμπές αὐτοῦ πόμα οὐκ ἐκλείψει, καί ἡ ἐκ τοῦ ποτοῦ ἡδύτης καί ἡ ἐκ τοῦ ἡλίου ἐξερχομένη χαροποιός αἴγλη πᾶσαν λύπην ἐκ τῆς ψυχῆς αὐτοῦ ἐκδιώκει καί πάντοτε χαίρειν ποιεῖ τόν ἄνθρωπον ἐκεῖνον, καί οὐδείς βλάπτων κατισχύσει αὐτοῦ, οὐδέ ὁ κωλύσων αὐτόν ἔσται ἐκ τῆς πηγῆς τοῦ ποτηρίου μή ἐμφορηθῆναι. Ὁ γάρ κρατῶν τῇ κακίᾳ τῆς γῆς, ὁ ἄρχων τοῦ σκότου, ὁ βασιλεύων ἐπί πᾶν ὕδωρ θαλάσσης καί κόσμον ἐμπαίζων ὡς εἴ τις μικρόν στρουθίον κατέχων ἐν τῇ χειρί αὐτοῦ, μετά πάσης αὐτοῦ τῆς στρατιᾶς καί τῆς δυνάμεως οὐ προσεγγίσει πτέρναν ποδός αὐτοῦ, οὐδέ προσβλέψαι αὐτῷ μετά θάρσους τολμήσει. Ἡ γάρ στίλβα τοῦ οἴνου καί ἡ ἀκτίς τοῦ ἡλίου πρός τό πρόσωπον τοῦ πίνοντος φαιδρῶς ἀπαστράπτουσαι διέρχονται μέχρι τῶν ἐγκάτων αὐτοῦ καί μέχρι τῶν χειρῶν αὐτοῦ καί ποδῶν καί μέχρι τῶν ὀπισθίων αὐτοῦ καί, πῦρ ὅλον ποιοῦσαι τόν πίνοντα, φλέγειν καί τήκειν τούς προσερχομένους αὐτῷ ἐχθρούς ἐκ πάντων τῶν μερῶν ἐνισχύσουσι, καί γίνεται ἀγαπητός τῷ φωτί τοῦ ἡλίου καί τῷ ἡλίῳ φίλος καί τῷ λευκολαμπεῖ οἴνῳ τῶν ἐξ αὐτῶν προεχεομένων ἀκτίνων δίκην υἱός ἠγαπημένος· ἡ γάρ πόσις αὐτοῦ τροφή καί κάθαρσις ῥύπου σεσηπότων σαρκῶν αὐτοῦ, καί ἡ κάθαρσις ὑγεία ὁλόκληρος αὐτῷ, καί ἡ ὑγεία οὐκ ἐᾷ αὐτόν ἕτερόν τι νοσοποιόν βρῶμα τραφῆναι, ἀλλά ἄπειρον καί διακαῆ ἐπιθυμίαν παρέχει αὐτῷ πίνειν ἐκ τοῦ οἴνου καί ἑαυτόν καθαίρειν μᾶλλον καί ὑγείαν ποιεῖσθαι τήν πόσιν. Τό γάρ κάλλος τῆς ὑγείας καί ἡ τερπνότης τῆς ὡραιότητος, τῆς ἐκ τῆς ὑγείας προσγινομένης, κόρον οὐκ ἔχει.

Οὕτως οὖν ἔσται, τέκνα ἠγαπημένα, υἱοί μου, περιποίητοί μου, οἱ ἀκούοντές μου τούς λόγους, πᾶς ὁ ἔναντι Κυρίου Θεοῦ Παντοκράτορος ἁμαρτήσας καί φόβου κρίσεως καί ἀποστροφῆς αὐτοῦ αἴσθησιν ἐν καρδίᾳ λαμβάνων. Φόβος γάρ Κυρίου καί αἴσθησις ἀνταποδόσεως αὐτοῦ δικαίας οὕτω σάρκα ἐκτήκει καί ὀστᾶ συντρίβει, ὡς ἀπῃωρημένος λίθος ὑπό μηχανῆς τούς ἐν τῇ ληνῷ πατουμένους βότρυας ἐκθλίβει καί σφοδρῶς ἐκπιέζει. Τάς μέν γάρ σταφυλάς πρῶτον πατοῦντες οἱ ἄνθρωποι, ὕστερον αὐτάς πιέζουσιν ὑπό τοῦ λίθου καί πάσης ὑγρότητος αὐτάς χωρίς ἀποφαίνουσι, τόν δέ εἰσελθόντα ἄνθρωπον εἰς τόν φόβον τοῦ Θεοῦ αὐτός ὁ τοῦ Θεοῦ φόβος ποιεῖ αὐτόν γενέσθαι πᾶσιν ἀνθρώποις ἄλλοις εἰς καταπάτημα. Καί ὅτε καταλεάνῃ καί συντρίψει τελείως τό ὑπερήφανον καί κενόδοξον τῆς σαρκός αὐτοῦ φρόνημα, τότε ἡ ἁγία ταπείνωσις, ὁ νοητός λίθος ὁ ἐλαφρότατος καί χρηστός, ἐπιπεσών ἄνωθεν, πᾶσαν ὑγρότητα τῶν σαρκικῶν ἡδονῶν καί παθῶν ἐκπιέσασα, οὐκ ἄχρηστον τήν ἐκπιεσθεῖσαν ψυχήν ἀποδείκνυσιν, ἀλλά δάκρυα ποταμηδόν αὐτήν καταντλήσασα τό ζῶν ὕδωρ ἐκβλύζειν ποιεῖ καί τά ἐκ τῶν ἁμαρτημάτων τραύματα ἰᾶται καί τόν ἰχῶρα καί τά ἕλκη αὐτῶν ἀποπλύνει καί χιόνος λαμπρότερον ὅλον ἐκεῖνον ἀποδεικνύει τόν ἄνθρωπον.

Μακάριος οὖν ὁ ἄνθρωπος ἐκεῖνος, ὁ τούς λόγους τούτους ἀκούων καί δεχόμενος αὐτούς μετά πίστεως καί ποιῶν αὐτούς, ὅτι μεγάλα εὑρηκώς ἀγαθά, τά ὑπέρ νοῦν καί λόγον καί διάνοιαν ὄντα, μακαρίσει τήν ἀθλίαν μου χεῖρα, τήν ταῦτα γράψασαν, καί δοξάσει τόν ἐλεήμονα καί πολυέλεον Κύριον, τόν διά ῥυπαρᾶς γλώσσης καί ἀκαθάρτου καί ῥυπαροῦ στόματος ταῦτα γραφῇ παραδόντα εἰς ἐπιστροφῆς καί μετανοίας ὑπόδειγμα καί εἰς ὁδόν ἀπλανῆ καί ἀληθεστάτην τῶν ἐξ ὅλης ψυχῆς θελόντων σωθῆναι καί μελλόντων κληρονομεῖν βασιλείαν, τήν ἐν αὐτῷ τῷ Θεῷ καί Σωτῆρι ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΚΔ΄. Περί γνώσεως πνευματικῆς. Καί ὅτι ὁ ἐγκεκρυμμένος τοῦ Πνεύματος θησαυρός ἐν τῷ γράμματι τῆς θείας Γραφῆς οὐ πᾶσιν εὔδηλός ἐστι καί τοῖς βουλομένοις, ἀλλά μόνοις τοῖς τόν διανοίγοντα τόν νοῦν κτησαμένοις εἰς τό συνιέναι τάς Γραφάς.

Ἀδελφοί καί πατέρες, ἔοικεν ἡ πνευματική γνῶσις οἰκίᾳ τινί μέσον τῆς κοσμικῆς καί ἑλληνικῆς γνώσεως κατεσκευασμένῃ ἐν ᾗ ὥσπερ κιβώτιον στερρόν καί κατησφαλισμένον ἡ γνῶσις τῶν θεοπνεύστων Γραφῶν καί ὁ ἐν αὐτῇ ἄφραστος πλοῦτος ἀποτεθησαυρισμένος ἀπόκειται, ὅν οὐκ ἄν ποτε οἱ ἐν τῷ οἴκῳ εἰσερχομένοι κατιδεῖν δυνηθῶσιν, εἰ μή τό κιβώτιον αὐτοῖς πάντως διανοιχθῇ. Οὐκ ἔστι δέ ὑπό ἀνθρωπίνης σοφίας ἀνοιχθῆναι τοῦτό ποτε, διό καί μένει ἄγνωστος πᾶσιν ἀνθρώποις τοῖς ἐν τῷ κόσμῳ ὁ ἐναποκείμενος ἐν αὐτῷ πλοῦτος τοῦ Πνεύματος. Καί καθάπερ κἄν αὐτό τό κιβώτιον ὅλον ἐπί τῶν ἑαυτοῦ ὤμων ἀναλαβών ἐπιφέρηται ἄνθρωπος, τόν ἐναποκείμενον ἐν αὐτῷ ἀγνοεῖ θησαυρόν, οὕτω κἄν πάσας ἀναγνῷ καί ἐκστηθίσηται ὁ ἄνθρωπος τάς Γραφάς καί ὡς ἕνα ψαλμόν περιφέρῃ αὐτάς, τήν ἐγκεκρυμμένην ἐν αὐταῖς τοῦ Ἁγίου Πνεύματος δωρεάν ἀγνοεῖ. Οὔτε γάρ διά τοῦ κιβωτίου τά ἐν τῷ κιβωτίῳ, οὔτε διά τῆς Γραφῆς τά ἐν τῇ Γραφῇ δῆλα καθίστανται. Καί πῶς, ἄκουσον.

Βλέπεις κιβώτιον μικρόν, κεκλεισμένον πάντοθεν ἀσφαλῶς καί, ὅσον ἀπό τοῦ βάρους καί τῆς ἔξωθεν εὐπρεπείας αὐτοῦ, ὑπολαμβάνεις ἤ καί ἴσως παρά τινων ἀκούων πιστεύεις ἔνδοθεν ἔχειν αὐτό θησαυρόν, ὅ καί ἄρας μετά σπουδῆς πορεύῃ· τί οὖν σοι ἔσται, εἰπέ μοι, τό ὄφελος, ἐάν ἐσφραγισμένον αὐτό καί κεκλεισμένον ἀεί περιφέρῃς καί οὐκ ἀνοίξῃς; Οὐ θεάσῃ ποτέ, ἔτι ζῶν, τόν ἐν αὐτῷ θησαυρόν, οὐκ ἴδῃς τῶν ἐν αὐτῷ λίθων τήν διαύγειαν, τῶν μαργαριτῶν τήν λαμπρότητα, τοῦ χρυσοῦ τήν ἀστράπτουσαν αἴγλην. Τί σοι τό ὄφελος, ἐάν ἐξ αὐτῶν οὐ καταξιωθήσῃ λαβεῖν κἄν ὀλίγον καί ὠνήσασθαί τι τῶν πρός διατροφήν ἤ ἔνδυσιν, ἀλλά περιφέρεις μέν, ὡς εἴπομεν, ἐσφραγισμένον τό κιβώτιον δι’ ὅλου, πολλοῦ καί πολυτίμου πεπλησμένον τοῦ θησαυροῦ, αὐτός δέ σύ λιμῷ καί δίψῃ καί γυμνότητι κατατρύχῃ; Πάντως οὐδέν.

Ταῦτά μοι καί ἐπί τῶν πνευματικῶν ὑπολάμβανε ἀδελφέ. Νόει μοι οὖν κιβώτιον τό Χριστοῦ Εὐαγγέλιον καί τάς λοιπάς θείας Γραφάς, ἐχούσας ἐν αὐταῖς ἐγκεκλεισμένην καί ἐσφραγισμένην τήν αἰώνιον ζωήν καί σύν αὐτῇ τά ἐν αὐτῇ ἄρρητα καί αἰσθητοῖς ὄμμασι μή καθορώμενα αἰώνια ἀγαθά κατά τήν τοῦ Κυρίου φωνήν· «Ἐρευνᾶτε τάς Γραφάς, ὅτι ἐν αὐταῖς ἐστιν ἡ ζωή ἡ αἰώνιος». Ἄνθρωπον δέ τόν ἄραντα τό κιβώτιον ὑπόθου μοι εἶναι τόν τάς Γραφάς πάσας ἀποστηθίσαντα καί ἐπί στόματος ἀεί ταύτας ἐπιφερόμενον. Ἐπιφέρεται οὖν αὐτάς ὡς ἐν κιβωτίῳ τῷ μνημονευτικῷ τῆς ψυχῆς, ἔχοντι τάς ἐντολάς τοῦ Θεοῦ ὡς λίθους τιμίους, ἐν αἷς ὑπάρχει ἡ ζωή ἡ αἰώνιος - οἱ γάρ τοῦ Χριστοῦ λόγοι φῶς εἰσι καί ζωή εἰσιν, ὡς αὐτός οὗτός φησιν· «Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τήν ζωήν»-, σύν ταῖς ἐντολαῖς δέ ὡς μαργαρίτας τάς ἀρετάς. Ἀπό γάρ τῶν ἐντολῶν αἱ ἀρεταί, ἐκ δέ τούτων ἡ ἀποκάλυψις τῶν μυστηρίων, τῶν ἐν τῷ γράμματι ἀποκεκρυμμένων καί κεκαλυμμένων. Διά γάρ τῆς ἐκπληρώσεως τῶν ἐντολῶν ἡ ἐργασία τῶν ἀρετῶν, διά δέ τῆς πράξεως τῶν ἀρετῶν ἡ πλήρωσις τῶν ἐντολῶν γίνεται, καί οὕτω διά τούτων ἀνοίγεται ἡμῖν ἡ θύρα τῆς γνώσεως, μᾶλλον δέ οὐ διά τούτων, ἀλλά διά τοῦ εἰπόντος· «Ὁ ἀγαπῶν με τάς ἐντολάς μου τηρήσει καί ὁ Πατήρ μου ἀγαπήσει αὐτόν καί ἐγώ ἐμφανίσω αὐτῷ ἐμαυτόν». Ὅταν οὖν ἐνοικήσῃ καί ἐμπεριπατήσῃ ὁ Θεός ἐν ἡμῖν καί ἐμφανίσῃ αὐτός ἑαυτόν αἰσθητῶς ἡμῖν, τότε καί γνωστῶς καθορῶμεν τά ἐν τῷ κιβωτίῳ ἤγουν τά ἐν τῇ θείᾳ Γραφῇ ἐγκεκρυμμένα θεῖα μυστήρια. Ἄλλως δέ οὐκ ἔνι, μηδείς πλανάσθω, διανοιγῆναι τήν κιβωτόν τῆς γνώσεως καί τῶν ἐν αὐτῇ ἀγαθῶν ἀπολαῦσαι ἤ ἐν μετοχῇ καί θεωρίᾳ γενέσθαι αὐτῶν. Ποίων δέ καί τίνων φημί ἀγαθῶν; Ἀγάπης τελείας, τῆς πρός τόν Θεόν δηλονότι καί τόν πλησίον, καταφρονήσεως τῶν ὁρωμένων ἁπάντων, τό νεκρωθῆναι τήν σάρκα καί τά μέλη ταύτης τά ἐπί γῆς μέχρι καί ἐπιθυμίας κακῆς, ἵνα ὥσπερ ὁ νεκρός ὅλως οὐ λογίζεται οὐδέ αἰσθάνεταί τινος, οὕτω καί ἡμεῖς αὐτοί μηδεμίαν ἔννοιαν ἐπιθυμίας κακῆς ἤ ἐμπαθοῦς αἰσθήσεως ὅλως ἐννοῶμέν ποτε ἤ ἐπαισθανώμεθα τοῦ κακοῦ τῆς τυραννώδους ὀχλήσεως, μόνον δέ τῶν ἐντολῶν μνημονεύωμεν τοῦ Σωτῆρος Χριστοῦ· ἔτι δέ ἀθανασίας, ἀφθαρσίας, δόξης ἀϊδίου, ζωῆς αἰωνίου, βασιλείας οὐρανῶν, υἱοθεσίας διά τῆς ἀναγεννήσεως τοῦ Ἁγίου Πνεύματος καί τό γενέσθαι ἡμᾶς θεούς θέσει τε καί χάριτι, χρηματίσαι τε κληρονόμους Θεοῦ, συγκληρονόμους δέ Χριστοῦ, καί συνάμα τούτοις τόν νοῦν Χριστοῦ κτήσασθαι καί δι’ αὐτοῦ ἰδεῖν τόν Θεόν καί Χριστόν αὐτόν ἐνοικοῦντα κατά τήν Θεότητα και ἐμπεριπατοῦντα γνωστῶς ἐν ἡμῖν.

Τούτων οὖν ἁπάντων καί τῶν ὑπέρ τούτων ἀρρήτων καί ἀνεκφράστων οἱ τάς ἐντολάς ἀκούοντες τοῦ Θεοῦ καί ποιοῦντες αὐτάς, διά τῆς ἀνοίξεως ἧς ἔφαμεν κιβωτοῦ, ἤγουν διά τῆς ἀποκαλύψεως τῶν νοερῶν ὀφθαλμῶν καί τῆς θέας τῶν ἐν τῇ θείᾳ ἐγκεκρυμμένων Γραφῇ, ἀξιοῦνται καί πλουσίως ἐπαπολαύουσιν. Οἱ δ’ ἄλλοι, ἄγνοιαν ἔχοντες τῶν εἰρημένων ἁπάντων καί ἀπειρίαν, ἄγευστοί εἰσι τῆς τούτων γλυκύτητος, τῆς τούτων ἀθανάτου ζωῆς, ἐπερειδόμενοι τῇ μαθήσει μόνῃ τῶν Γραφῶν· οὕς καί καταδικάζουσα καί κατακρίνουσα μᾶλλον αὕτη ἐν τῇ ἐξόδῳ ἔσται ἤ τούς μηδόλως τῶν Γραφῶν ἀκηκοότας. Ἐκ γάρ τῶν τοιούτων τινές ἀπό ἀγνοίας πλανώμενοι πάσας στρεβλοῦσι τάς θείας Γραφάς, μεθερμηνεύοντες αὐτάς κατά τάς ἐμπαθεῖς ἐπιθυμίας αὐτῶν, συνιστάνειν θέλοντες ἑαυτούς, ὅτι δή καί δίχα τῆς ἀκριβοῦς τῶν ἐντολῶν τοῦ Χριστοῦ φυλακῆς σωθῆναι μέλλουσιν, ἀπαρνούμενοι τήν δύναμιν ὅλως τῶν ἁγίων Γραφῶν.

Καί εἰκότως· τά γάρ ἐσφραγισμένα καί κεκλεισμένα, τά πᾶσιν ἀνθρώποις ἀθέατά τε καί ἄγνωστα, διανοιγόμενα δέ ὑπό μόνου τοῦ Ἁγίου Πνεύματος καί οὕτως ἀποκαλυπτόμενα θεατά γινόμενα ἡμῖν καί γνωστά, πῶς ἄρα εἰδέναι ἤ γνῶναι ἤ κἄν ποσῶς ἐννοῆσαί ποτε ἐξισχύσουσιν, οἱ τήν παρουσίαν τοῦ Ἁγίου Πνεύματος, τήν ἔλλαμψιν, τόν φωτισμόν, τήν ἐνοίκησιν τής εἰς αὐτούς, μηδέποτε γνῶναι λέγοντες; Πῶς ἐν καταλήψει γένωνται τῶν τοιούτων μυστηρίων, οἱ μηδόλως ποτέ ἐν ἑαυτοῖς ἐπεγνωκότες γενομένην τήν ὑπ’ αὐτοῦ ἀναχώνευσιν, τήν ἀνακαίνισιν, τήν ἀλλοίωσιν, τήν ἀνάπλασιν, τήν ἀναγέννησιν; Οἱ δέ μήπω βαπτισθέντες ἐν Πνεύματι ἁγίῳ, τήν ἀλλοίωσιν τῶν βαπτισθέντων ἐν τούτῳ πῶς εἰδέναι δύνανται; Οἱ μή γεννηθέντες ἄνωθεν, τῶν γεννηθέντων ἐκεῖθεν - καθώς εἶπεν ὁ Κύριος - τήν δόξαν πῶς ἴδωσι, τῶν ἐκ Θεοῦ γεννηθέντων καί τέκνων γενομένων Θεοῦ; Οἱ μή τοῦτο παθεῖν ἐθελήσαντες, ἀλλά δι’ ἀμελείας ταύτην προσαπολέσαντες - καί γάρ ἔλαβον ἐξουσίαν τοῦ γενέσθαι τοιοῦτοι - , ποίᾳ γνώσει δυνηθῶσιν, εἰπέ μοι, κατανοῆσαι ἤ κἄν ὁπωσοῦν ἐννοῆσαι ἰσχύσωσιν, οἷοι ἐκεῖνοι ἐχρημάτισαν;

Πνεῦμά ἐστιν ὁ Θεός ἀόρατον, ἀθάνατον, ἀπρόσιτον, ἀκατάληπτον, καί τοιούτους ποιεῖ τούς ἐξ αὐτοῦ γεννωμένους, ὁμοίους τῷ γεγενηκότι Πατρί, σώματι μόνῳ ληπτούς ὄντας καί ὁρατούς, τά δ’ ἄλλα μόνῳ Θεῷ γινωσκομένους καί Θεόν μόνον γινώσκοντας, μᾶλλον δέ μόνῳ Θεῷ βουλομένους γινώσκεσθαι, πρός ὅν καί βλέπειν ἀεί ἐφίενται καί ὑπ’ αὐτοῦ γλίχονται ὁρᾶσθαι. Ἄλλως δέ, καθάπερ οἱ ἄπειροι τῶν γραμμάτων ἴσον τοῖς ἐμπείροις τάς βίβλους ἀναγινώσκειν οὐ δύναται, οὕτως οὐδέ οἰ μή διά πράξεως τάς τοῦ Χριστοῦ ἐντολάς διελθεῖν ἐθελήσαντες, ἴσον τῶν εἰς αὐτάς ἐπαγρυπνησάντων καί πεπληρωκότων αὐτάς καί ὑπέρ αὐτῶν τό αἷμα κεκενωκότων τό ἴδιον, ἰσχύσουσιν, ὡς ἐκεῖνοι, τῆς τοῦ Ἁγίου Πνεύματος ἀποκαλύψεως ἀξιωθῆναί ποτε. Ὥσπερ γάρ ὁ βιβλίον ἐσφραγισμένον καί κεκλεισμένον λαβών ἄνθρωπος οὐ δύναται τά ἐν αὐτῷ γεγραμμένα ἰδεῖν ἤ ὁποῖά εἰσιν ἐννοῆσαι ἕως ἐσφραγισμένον ἐστί τό βιβλίον, κἄν πᾶσαν τήν σοφίαν τοῦ κόσμου μεμάθηκεν, οὕτως οὐδέ ὁ πάσας τάς θείας Γραφάς, ὡς εἴπομεν, ἐπί στόματος ἔχων δυνήσεταί ποτε τήν ἐν αὐταῖς ἐγκεκρυμμένην μυστικήν καί θείαν δόξαν ὁμοῦ καί δύναμιν γνῶναι καί κατιδεῖν, εἰ μή πάσας διέλθῃ τάς ἐντολάς τοῦ Θεοῦ καί τόν Παράκλητον λάβῃ μεθ’ ἑαυτοῦ, διανοίγοντα τούς λόγους αὐτῷ ὡς τό βιβλίον καί τήν ἐν αὐτοῖς ἐπιδεικνύοντα δόξαν μυστικῶς, οὐ μήν ἀλλά καί τά ἐν τούτοις ἀποκεκρυμμένα τοῦ Θεοῦ ἀγαθά σύν αὐτῇ τῇ ταῦτα βλυζούσῃ αἰωνίᾳ ζωῇ ἀποκαλύπτοντα, ἅ πᾶσι τοῖς καταφρονηταῖς καί ἀμελεστέροις κεκαλυμμένα ὑπάρχει καί ἀφανῆ τό καθόλου. Καί εἰκότως· ἐπειδή γάρ τάς αἰσθήσεις αὐτῶν πάσας εἰς τήν τοῦ κόσμου ματαιότητα προσήλωσαν καί τοῖς τερπνοῖς τοῦ βίου καί ταῖς ὡραιότησι τῶν σωμάτων προσπάσχουσι, σκοτεινόν τό τῆς ψυχῆς ὀπτικόν περιφέροντες, πρός τά νοητά κάλλη τῶν ἀπορρήτων τοῦ Θεοῦ ἀγαθῶν ἰδεῖν καί ἀναβλέψαι οὐ δύνανται.

Καί καθάπερ ὁ ἀσθενῶν τάς ὄψεις τοῦ σώματος οὐ δύναται κἄν ποσῶς εἰς ἡλιακήν ἀκτῖνα τρανότερον λάμπουσαν ἀποβλέψαι, ἀλλ’ εἰ καί πρός αὐτήν ἀτενίσει, τέλεον εὐθύς καί ὅπερ κέκτηται φῶς προσαπόλλυσιν, οὕτω δή καί ὁ τά τῆς ψυχῆς ὄμματα ἀσθενῆ καί τάς αἰσθήσεις αὐτάς ἐμπαθεῖς ἔχων, ἀπαθῶς καί βλάβης ἐκτός κάλλος ἤ ὡραιότητα σώματος καί κατανοῆσαι οὐ δύναται, ἀλλά καί ἥνπερ πρό τούτου εἰρήνην εἶχε τῶν λογισμῶν καί γαλήνην τῆς πονηρᾶς ἐπιθυμίας, καί αὐτήν χρονίζων ἐν τῇ μελέτῃ τοῦ πάθους ἀπόλλυσι. Τοιγαροῦν οὐδέ τήν ἑαυτοῦ ἀσθένειαν ὁ τοιοῦτος καταμαθεῖν ὅλως δύναται. Εἰ γάρ ἀσθενεῖν ἑαυτόν πεποίηκεν, ἐπίστευσεν ἄν ὅτι εἰσί τινες ὑγιαίνοντες ἕτεροι, καί ἴσως ἐμέμψατο ἑαυτόν ποτε ὡς αἴτιον αὐτόν ἑαυτῷ χρηματίσαντα καί τά πρός ἀπαλλαγήν ταύτης ἐφρόντισε. Νυνί δέ τούς πάντας ἔχων ἐμπαθεῖς ὁ τοιοῦτος, αὐτοῖς ἑαυτόν ἐξισοῖ καί ἀδύνατον λέγει εἶναι τό ὑπέρ τούς πάντας γενέσθαι αὐτόν. Τί τοῦτο; Ἵνα συναποθάνῃ τῷ πάθει, μή θέλων τοῦ τοιούτου κακοῦ ἀπαλλαγῆναι ὁ ἄθλιος. Εἰ γάρ ἠβουλήθη, ἴσχυσεν ἄν, ὡς ἐκ Θεοῦ τό δύνασθαι εἰληφώς. Ὅσοι γάρ εἰς τό ὄνομα αὐτοῦ ἐβαπτίσθημεν, ἐξουσίαν ἐλάβομεν παρ’ αὐτοῦ τήν πρῴην δυσγένειαν τῆς φθορᾶς ὡς ἱμάτιον παλαιόν ἀποδύσασθαι καί υἱοί Θεοῦ χρηματίσαι καί τόν Χριστόν ἐπενδύσασθαι.

Ἀλλά μή γένοιτο ἡμᾶς, ἀδελφοί, ἐξομοιωθῆναι τοῖς οὕτω ἔχουσι καί τοιαῦτα φρονοῦσι, κεχερσωμένοις οὖσι καί χοϊκοῖς. Γένοιτο δέ ἐξακολουθῆσαι Χριστῷ, τῷ ὑπέρ ἡμῶν ἀποθανόντι καί ἐγερθέντι καί εἰς οὐρανούς ἡμᾶς ἀνυψώσαντι, καί αὐτοῦ τοῖς ἴχνεσιν ἀεί ἕπεσθαι, καθαιρομένους διά τῆς μετανοίας τοῦ σπίλου τῆς ἁμαρτίας καί ἐπενδυομένους τόν φωτεινόν χιτῶνα τῆς ἀφθαρσίας τοῦ Πνεύματος ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος ΚΕ΄. Περί ἀλλοιώσεως ψυχῆς τε καί σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καί τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν.

Ἀδελφοί καί πατέρες, ὀφείλει ὁ μοναχός μή μόνον τάς ἐν τῇ ψυχῇ γινομένας ἀλλοιώσεις καί μεταβολάς ἐπίστασθαι καί νοεῖν, ἀλλά καί τάς αἰτίας αὐτῶν, ὁποῖαί ποτ’ ἄν ὦσι καί πόθεν ἐν αὐτῷ συμβαίνουσι γίνεσθαι. Ποτέ μέν γάρ αἰφνίδιος γίνεται χαρά τῇ ψυχῇ, ποτέ δέ λύπη ταύτῃ ὡσαύτως ἐπέρχεται καί βάρος σφοδρόν. Καί ποτέ μέν εὐκατάνυκτος γίνεται, ποτέ δέ σκληραίνεται ἡ αὐτή καί ὡς λίθος πεπώρωται. Ἄλλοτε πάλιν πραεῖα καί ταπεινή γίνεται καί μετά μικρόν μετέωρος καί θυμώδης καί λυσσῶσα πρός πάντας τούς ἀδελφούς. Καί ποτέ μέν χαύνη καί ῥᾴθυμος καί ἀπρόθυμος εἰς πᾶν ἔργον ἀγαθόν γίνεται, ποτέ δέ διεγηγερμένη καί γρηγοροῦσα καί πρόθυμος εἰς πᾶσαν ὑπακοήν, ὡς καί τούς συνόντας σκώπτειν καί διεγείρειν πρός τό καλόν. Καί ποτέ μέν συνεσταλμένη ὑπάρχει καί εὐλαβής, ποτέ δέ διακεχυμένη καί ἀναιδής. Καί ποτέ μέν τῶν ἀπόντων ἀγαπητικῶς μεμνημένη καί προσκαλουμένη πρός ἑαυτήν, ποτέ δέ οὐδέ ἐκείνους οὐδέ τούς συνόντας βούλεται καθορᾶν. Καί ποτέ μέν συμπνιγομένη ἐφ’ ἑαυτήν γίνεται, ὡς καί τήν ζωήν αὐτῆς ἀπολέγεσθαι, ποτέ δέ ἐπί τοσοῦτον πλατυνομένη καί ἡ ἀγαλλίασις ἐν ταύτῃ πληθύνεται, ὡς μηδέ ἐπισχεῖν δυναμένη ἑαυτήν, εἰ καί τοῦτο βιάζεται.

Ταῦτα μέν οὖν πέφυκε γίνεσθαι περί τάς φυσικάς κινήσεις τῆς ψυχῆς καί τοῦ σώματος, ὁπόταν ἐναγωνίως ἔχωμεν περί τήν ἐργασίαν τῆς ἀρετῆς καί τῶν ἐντολῶν τήν ἐκπλήρωσιν. Ἀλλά καθάπερ οὕτως ἀλλοιοῦται τά τῆς ψυχῆς, τόν αὐτόν τρόπον καί τά τοῦ νοός ἀλλοιοῦται ἡμῶν καί οὕτω πως μεταβάλλεται. Ποτέ μέν γάρ ὀξύς εἰς τό νοῆσαί ἐστι καί ὀξύτερος εἰς τό τά νοούμενα ἤτοι βλεπόμενα παρ’ αὐτοῦ διελθεῖν καί διακρῖναι συντόμως, ποτέ δέ ἀργός πρός τά ἀμφότερα γίνεται καί βραδύς. Καί ποτέ μέν ὁ αὐτός ἄνους οἱονεί καί ἄλαλος γίνεται καί κωφός, ποτέ δέ εὔνους τις καί εὔλαλος, ἀκουστικός τε ἅμα καί συνετός. Καί ποτέ μέν τυφλός, ποτέ δέ ὁρατικός, εἰς βάθος καί ὕψος θεωρίας ὑπέρ τό μέτρον τῆς ἀνθρωπίνης φύσεως εἰσελθεῖν βιαζόμενος. Καί ποτέ μέν ἁπλοῦς πρός πᾶσαν θεωρίαν ἐστί καί ἐλεύθερος, μή μεμνημένος ὅλως τῶν ἔμπροσθεν αὐτοῦ γεγονότων κακῶν μηδέ τι τούτων ἐννοῶν τό καθόλου, ποτέ δέ ποικίλος, οἱονεί τά μή γινόμενα ἐννοῶν καί ἐπινοῶν καί πονηρευόμενος· καί ὥσπερ φλόξ ἐν ὑγροῖς ξύλοις ὑπό καπνοῦ συμπνιγομένη γίνεται, πονηρευόμενος οὐκ εἰς τούς παρόντας μόνους, ἀλλά δή καί περί τινων ἀπόντων πολλάκις μάταια καί ψευδῆ ἀναπλάττει ἐν ἑαυτῷ ἐνθυμήματα· ἔνθεν τοι καί τῆς καρδίας πολλά λυπουμένης καί μή συντιθεμένης εἰς τά τοιαῦτα τῷ νῷ, οὐδέν οὐδαμῶς ὠφελῆσαι δύναται, οὐδέ ἀποστῆσαι αὐτόν τῶν ματαίων συλλογισμῶν.

Καί ταῦτα μέν περί τε τῶν ἀλλοιώσεων τοῦ νοός καί τῆς νοερᾶς ἡμῶν καί θείας ψυχῆς. Αἱ δέ γινόμεναι ἡμῖν περί τό σῶμα ἀνωμαλίαι, εἰ καί δοκοῦσιν εἶναι εὐδιάγνωστοι καί ῥᾳδίως ἡμῖν ἐπιγινωσκόμεναι, ἀλλ’ οὐχ οὕτως ἔχει. Πολλή γάρ ἐν τούτῳ μάλιστά ἐστιν ἡ ἐκ φύσεως ὡς ἐπί τό πλεῖστον μεταβολή. Ἡ μέν γάρ ψυχή ἄτρεπτος τῇ φύσει καί τῇ οὐσίᾳ ἐστίν, ὡσαύτως δέ καί ὁ νοῦς ταύτῃ συνάμα παρά τοῦ Κτίστου γεγένηται, μόνῃ δηλαδή τῇ προαιρέσει ἀγόμενα καί τῷ ἰδίῳ θελήματι ἀρετῆς ἤ κακίας ἐπιλαμβανόμενα, τουτέστι φωτός ἤ σκότους συγκοινωνοί αἰωνίως καί κληρονόμοι καθίστανται, ἡ ψυχή, φημί, καί ὁ νοῦς ἑνί τούτων προαιρέσει, ὡς εἴρηται, καί θελήματι ἑκουσίως κολλώμενα, εἴτε τῷ ἀγαθῷ τά ἀγαθά γίνονται, εἴτε τῷ πονηρῷ καί πονηρά χρηματίζουσι. Τό δέ γε σῶμα καί τῇ φύσει τρεπτόν, ὅτι καί σύνθετον, καί τῇ οὐσίᾳ ῥευστόν, ὅτι ἐξ ὕλης φθαρτῆς ἔκτισται καί ῥευστῆς, τήν σύγκρασιν ἔχον ἤτοι τήν σύστασιν ἐκ τῶν ἐναντίων πρός ἑαυτά. Ἐκ θερμοῦ γάρ καί ψυχροῦ, ὡς φασίν οἱ περί ταῦτα σοφοί καί ἡ ἀλήθεια ἔχει, ἐκ ξηροῦ τε καί ὑγροῦ ἡ οὐσία τούτου ἐστί. Πλήν αὐτό καθ’ ἑαυτό ἐστέρηται καί προαιρέσεως καί θελήσεως, εἰ χρή δέ εἰπεῖν καί κινήσεως, εἰ μή τι πάντως τήν τούτου ῥεῦσιν καί τό χωροῦν εἰς φθοράν κίνησίν τις εἴπῃ τῆς αὐτοῦ ὑποστάσεως φυσικήν, ἥτις ἐστίν ἄλογος· εἰ δέ ἄλογος αὕτη, δῆλον ὅτι καί ἀναμάρτητος καί παρά Θεοῦ ἀκατάκριτος. Καί εἰκότως· ὅς γάρ τῇ φύσει παρέπεται, τοῦτο καί καταδίκης ἐκτός. Πύρωσιν δέ καί ἐπιθυμίαν γάμου, συνουσίας μίξιν, ἡδονήν, γαστριμαργίαν, λαιμαργίαν, πολυυπνίαν, ἀργίαν, στολισμόν ἱματίων καί τἆλλα πάντα ἅπερ, ὡς οἱ πολλοί νομίζουσι, τό σῶμα ἐπιζητεῖ, οὐ τό σῶμα, ὡς οὐδέ ὅτε νεκρόν, ἀλλ’ ἡ ψυχή διά τούτου ταῦτα ἐπιζητεῖ ἡδυνομένην, ἅπαξ τῷ πηλῷ συγκραθεῖσα καί οἵα δή σῦς ἐν τῷ βορβόρῳ ταύτης ἐγκυλινδεῖσθαι θέλουσα τῶν ἡδονῶν πως, τῆς συγκραθείσης αὐτῇ γλιχομένη σαρκός. Μηδείς οὖν πρός ταῦτα ὑπό τοῦ ἰδίου σώματος συνωθεῖσθαι καί καταναγκάζεσθαι ὑπολάβοι· οὐκ ἔστι τοῦτο. Ἀλλά πῶς; ἄκουε συνετῶς.

«Ἔπλασεν ὁ Θεός τόν ἄνθρωπον, χοῦν λαβών ἀπό τῆς γῆς». Ἰδού ἐγώ ἔδειξά σοι τό σῶμα, δεῖξον οὖν μοι καί σύ ποῖα τά πάθη τά ἐν αὐτῷ· ἀλλ’ οὐδέν οὐκ ἔχεις ὅλως εἰπεῖν. Εἶτα τί; «Καί ἐνεφύσησεν εἰς τό πρόσωπον αὐτοῦ Κύριος ὁ Θεός, καί ἐγένετο ἄνθρωπος εἰς ψυχήν ζῶσαν» καί ἀνέστη ἀπό τῆς γῆς καί περιεπάτει, τοῦ ἐν αὐτῷ πνεύματος κινοῦντος δηλονότι τό σῶμα δεσποτικῶς τε καί ἐξουσιαστικῶς. Πύρωσις δέ ἤ κίνησις ἤ γαστρός ἄλογος μανία καί ὄρεξις οὐδαμοῦ ἔτι ἦν, ἀλλά ἦν αὐτῷ ζωή ἀστασίαστος καί ἄλυπος διαγωγή. Ἴδωμεν οὖν μήποτε, διά τό μή εἶναι θῆλυ ἤ διά τό μή εἶναι τά πρός ἐπιθυμίαν κινοῦντα βρώματα, τούτου γε ἕνεκα ὁ ἄνθρωπος οὔτε πρός συνουσίας ἐπιθυμίαν, οὔτε πρός γαστριμαργίαν κεκίνητο· τί οὖν φησίν; «Ἐξανέτειλε ὁ Θεός πᾶν δένδρον ὡραῖον καί ἦν ὅ τε Ἀδάμ καί ἡ Εὔα ἐν τῷ παραδείσῳ γυμνοί καί οὐκ ᾐσχύνοντο». Ὁρᾷς ὅτι οὔτε τό θήλειαν εἶναι τήν Εὔαν οὔτε τό γυμνούς ἀμφοτέρους τυγχάνειν πρός σωφροσύνην παρέβλαψέ τινα ἐξ αὐτῶν; Ἀλλά καί γυμνοί ἦσαν καί οὔτε ἀλλήλους ἐγίνωσκον, οὔτε ᾐσχύνοντο, οὔτε μήν ὑπό τῆς τοῦ σώματος φύσεως πρός μίξιν ἐνήγοντο, ἀλλά μετά τήν ἁμαρτίαν καί τήν παράβασιν καί μετά τό ἔξω γενέσθαι τοῦ παραδείσου καί τοῦ Θεοῦ γυμνωθῆναι καί τῆς αὐτοῦ θείας δόξης ἀποπεσεῖν, τότε, ὡς γέγραπται, «ἔγνω Ἀδάμ τήν γυναῖκα αὐτοῦ καί συλλαβοῦσα ἔτεκε».

Τοιγαροῦν, ἀγαπητέ, ἐάν τόν Θεόν ἀγαπήσῃς γνησίως καί σύ, καί ἐμμείνῃς ἐν τῇ ἀγάπῃ αὐτοῦ, οὐχ ὑπό τινος πάθους κυριευθήσῃ ποτέ, οὐδέ ὑπό τῆς ἀνάγκης καταδυναστευθήσῃ τοῦ σώματος. Καθάπερ γάρ πρός οὐδέν τό σῶμα κινεῖσθαι δύναται δίχα ψυχῆς, οὕτως οὐδέ ἡ τῷ Θεῷ δι’ ἀγάπης ἑνωθεῖσα ψυχή συναπάγεσθαι ἰσχύει πρός τάς τοῦ σώματος ἡδονάς καί ὀρέξεις, ἀλλ’ οὐδέ πρός ἄλλας ἐπιθυμίας τινάς τῶν ὁρωμένων ἤ καί ἀοράτων πραγμάτων ὁμοῦ καί παθῶν. Δέδεται γάρ ὑπό τῆς γλυκείας ἀγάπης τοῦ Θεοῦ ἡ ὁρμή τῆς καρδίας αὐτῆς ἤ μᾶλλον εἰπεῖν πᾶσα ἡ ῥοπή τοῦ θελήματος αὐτῆς. Αὕτη οὖν συνδεθεῖσα τῷ ἑαυτῆς, ὥσπερ εἴρηται, Ποιητῇ, πῶς, εἰπέ, δύναται τῷ σώματι πυροῦσθαι ἤ ὅλως ἰδίας ἐπιθυμίας ἀποπληροῦν; Οὐδαμῶς.

Αἱ δέ φυσικῶς ἑπόμεναι καί γινόμεναι ἐν τῷ αὐτῷ σώματι μεταβολαί πρόδηλοι· συμβαίνουσι γάρ καί εἰς πάντας γίνονται τούς ἁγίους. Ποτέ μέν γάρ ὑγείαν ἄγειν λέγεται, ὅταν πρός ἑαυτάς αἱ ὗλαι μή στασιάζωσι, ποτέ δέ νόσῳ περιπίπτειν καταναγκάζεται, ὁπόταν ἕν ἀπό τῶν τεσσάρων στοιχείων ἤ πλεονάσῃ ἤ ἔλαττον ἑαυτοῦ γένηται, κατεξανιστάμενον δηλονότι τῶν ἄλλων ἤ ὑπ’ ἐκείνων μᾶλλον ἐπικρατούμενον καί αὐτοτυραννούμενον, ἐξ ὧν γίνονται ῥεύματα, ἀκρωτηριασμοί καί ὅλου ἴσως τοῦ ζῴου διαφθορά, μηδέν ἐκ τούτων παραβλαπτομένην ἡμῶν τῆς ψυχῆς, ἐπειδή τά μέν πλεῖστα τούτων ἀπό ἀκρασίας βρωμάτων καί πομάτων ἐγγίνονται, τά δέ καί ἀπό τῆς τῶν ἀνέμων καί τοῦ ἀέρος ἐναλλαγῆς. Ψυχροῦ γάρ ὄντος αὐτοῦ, τά ψυχρᾶς εἶναι φύσεως λαχόντα σώματα βλάπτονται καί ἀσθενέστερα γίνονται, ὡς ἐπί πολύ ψυχραινόμενα, τά δέ θερμῆς ὄντα κράσεως εὐκρατότερα μᾶλλον καί ἰσχυρότερα γίνονται. Ὅταν δέ θερμός πάλιν γένηται ὁ ἀήρ, τά μέν ψυχρά θάλπονται οἱοενί καί ἀναζωοῦνται, ὡς ὑπό τοῦ ἡλίου αἱ μυῖαι καί τά λοιπά ζῳύφια λαμπόμενα ὑπό τῶν ἀκτίνων αὐτοῦ καί δυνατώτερα καί εἰκινητότερα γίνονται, τά δέ θερμοτέρας ὕλης μετέχοντα ὅλως ὑπερεμπίπρανται καί ἐκλύονται καί πρός πᾶσαν πρᾶξιν καί κίνησιν ὡσαύτως ἀσθενῆ καί ἀδρανῆ γίνονται. Καί ἁπλῶς ἕκαστον κατά ἀναλογίαν τῆς ἑαυτοῦ συγκράσεως ἐν τῇ τοῦ ἀέρος ἐναλλαγῇ καί τῶν ἀνέμων ἀναλόγως καί τήν μεταβολήν ἐπιδέχεται. Ἀλλά γάρ καί δίχα τούτων ὡσαύτως ἰδιαιτέρως ἐστίν ἡ ἐκ βρώσεως καί πόσεως περιττῆς καί ἡ ἐξ ἄκρας νηστείας μεταβολή, οὐ μόνον δέ ἀλλά καί ἐκ πολυυπνίας ἤ ἀγρυπνίας καί ἐκ κόπου ἤ ἀργίας σωματικῆς μεταβολή τις γίνεται ἐν ἡμῖν. Ἄλλη δέ πάλιν ἐστίν ἡ ἐξ αὐτῆς τῆς ἐνυπαρχούσης ὕλης τῷ σώματι καί τοῦ ἐν ἡμῖν κινουμένου φυσικοῦ θερμοῦ ἀναδιδομένη καπνώδης πυρά, ὡς ὑπό ὕδατος σβεσθείσης ἀνθρακιᾶς, καί ποτέ μέν πρός μόνην τήν κεφαλήν, ποτέ δέ ἐν ὅλῳ διαχεομένη τῷ σώματι.

Ἐπί δέ πᾶσι τούτοις ἄλλος πάλιν ἐστί παραχωρήσει τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ καί Δεσπότου ἐπιφερόμενος ἡμῖν ὑπό τῶν δαιμόνων κατ’ οἰκονομικήν παίδευσιν πρός ταπείνωσιν πειρασμός. Ποῖος δή οὗτός ἐστιν; Αὐτό τό βάρος τοῦ σώματος, ὅ καί δίχα τινός ἑτέρας αἰτίας διά κενοδοξίαν μόνην ἤ ἔπαρσιν ἤ διά τό κατακρῖναι ἄλλον ἀμελῆ ἤ καί δι’ ἑτέρας πλείστας αἰτίας τῷ δαίμονι τούτῳ παραδιδόμεθα εἰς ὄλεθρον μέν τῆς σαρκός καί συντριμμόν τῆς ψυχῆς, πεῖραν δέ καί γυμνασίαν περισσοτέραν αὐτῆς καί ἵνα τό περί ἡμᾶς συμπαθές τοῦ Θεοῦ καί εὔσπλαγχνον ἐπιγνόντες, ὅλην πρός αὐτόν μεταθῶμεν ἐκ διαθέσεως τήν ἀγάπην καί πρός ἐκεῖνον ὅλον τόν πόθον κτησώμεθα.

Τοιγαροῦν καί ταῦτα οὐ πάντες ἐπίστανται, ἀλλά τάς μέν ψυχικάς ἀλλοιώσεις καί τάς μεταβολάς τάς τοῦ σώματος, οἱ μέσως πως πρός τήν ἀρετήν ἔχοντες, ἕκαστος τούτων μερικῶς τι νοεῖ, ὅτε δ’ ἄν καί συμβῇ ἐν αὐτῷ γενέσθαι τι τοιοῦτον, περί γάρ τῶν τελείως ἐσκοτισμένων οὐδείς ἡμῖν λόγος· τάς δέ γε γινομένας ἐν τῷ νοΐ μεταβολάς, ὡς εἴπομεν, καί στροφάς μόνοι οἱ ἀπαθεῖς καί τέλειοι, οἱ καθαροί τε καί ἐλεύθεροι τῇ ψυχῇ, ὡσαύτως καί τῷ νοΐ, γινώσκουσι. Καί οὐδ’ αὐτοί· οὐ γάρ ἑαυτῶν, ἀλλ’ οὗτινός εἰσιν, ἐξ ἐκείνου καί περί τούτων διδάσκονται. Ποτέ μέν γάρ, ἐκ τῶν ἀνωμαλιῶν τῶν ἐν τῷ νοΐ συμβαινουσῶν, ἡ ψυχή στενοῦται καί στυγνή γίνεται, ὑφελομένη τι τῆς προσούσης χαρᾶς, πλήν ὅμως ἀνδρισαμένη καί τόν νοῦν διανίστησι· ποτέ δέ ὁ νοῦς, ἐξ ὧν ἡ ψυχή πάσχει, συμπάσχει καί οὗτος καί ὑπό τήν νύκτα γενέσθαι καταναγκάζεται μέν, οὐ καταδέχεται δέ, βιάζεται δέ μένειν ἐν τῷ φωτί καί ἴσως διαυγάζει καί τήν ψυχήν. Ἄλλοτε ὑπό τῆς ἀνωμαλίας πάλιν τοῦ σώματος τά ἀμφότερα τυραννοῦνται σφοδρῶς, ποτέ μέν ἔξωθεν βαρούμενα καί τό μέν βάρος ἐπαισθανόμενα καί τήν εἰρηνικήν κατάστασιν σῶαν ἔχοντα, ποτέ δέ ἔσωθεν ταραττόμενα, ὡς μηδέ ἐλπίζειν τόν πάσχοντα εἰς τήν προτέραν ἐπανελθεῖν γαληνιαίαν κατάστασιν. Οὕτω τοίνυν ἡ μέν ψυχή καί ὁ νοῦς ἀπό τοῦ σώματος, ὁ δέ νοῦς ἀπό τῆς ψυχῆς πάλιν αὐτῆς καί ἡ ψυχή αὖθις ἀπό τοῦ νοός καί τοῦ σώματος πλημμελεῖ. Οὐ τά δύο δέ πάντοτε, ἡ ψυχή καί ὁ νοῦς, ἐκταράσσονται, ἀλλά καί ἐκ τούτων πάλιν ποτέ μέν ἡ ψυχή μόνη πάσχει, τοῦ νοός ἐρομένου αὐτήν· «Τί, φησίν, ἔχεις;» καί παραμυθουμένου αὐτήν, ποτέ δέ ὁ νοῦς ἐκτυφλοῦται καί συγκαλύπτεται καί ἡ ψυχή, ἐλευθέρα οὖσα, δυνάμει θείου πυρός ἐκδιώκει τόν ζόφον καί αἴρει τό κάλυμμα καί τόν νοῦν διαβλέπειν ποιεῖ.

Διά τοῦτο εἶπον, ὦ πατέρες καί ἀδελφοί, ὅτι οὐ χρή νοεῖν μόνον ἡμᾶς τάς τροπάς καί μεταβολάς καί τάς συμβαινούσας ἀλλοιώσεις ἡμῖν, ἀλλά καί εἰδέναι πόθεν αὗται καί πῶς καί ἀπό τίνων, ὁποῖοί τε πνεύουσιν ἄνεμοι λογισμῶν καί ἐκ τίνων οἱ ποταμοί κατέρχονται ἤ ἐπέρχονται τῶν παθῶν τε καί πειρασμῶν, ἵνα καί τήν οἰκίαν στηρίξωμεν ἀσφαλῶς τῆς ψυχῆς καί τό πηδάλιον εὐθύνωμεν τοῦ πλοίου καλῶς καί μή ἀτεχνῶς ἤ ἀφυῶς αὐτό μεταχειρισώμεθα. Τούτων δέ τήν γνῶσιν βίος παρέχει μετά ἀκριβείας καί κανόνος ἀπαραλείπτως ἐπιτελούμενος. Θεῖναι γάρ ὅρον ἐν ἑαυτῷ χρεών καί τύπον τόν μοναχόν καί εἰδέναι αὐτόν, πῶς ἑκάστην ἡμέραν διέρχεσθαι δεῖ, ὡς ἄν εὔδρομος πρός ἐργασίαν τῆς ἀρετῆς ᾗ καί μή ἐμποδίζηται τῇ ἀπειρίᾳ πρός τόν δρόμον αὐτῆς. Οὕτω γάρ καί ἑαυτῷ τήν ὁδόν ἐξομαλίσει τήν τραχεῖαν ὁμοῦ καί ἐπίπονον, ταύτης ἐν ἕξει τοῦ καλοῦ καί συνηθείᾳ δηλονότι γενόμενος καί Θεῷ προκόπτων καί ἀναβάσεις τιθέμενος ἐν τῇ καρδίᾳ αὐτοῦ εὐαρεστήσει, ἐκ τῶν μικροτέρων ἐπί τά μείζω καί τελεώτερα ἀνατρέχων, καί τῶν εἰρημένων ἁπάντων ἐν γνώσει γενήσεται καί πολλῶν ἄλλων διδάσκαλος ἀρετῆς χρηματίσει, φωτίζων διά τοῦ λόγου καί τοῦ βίου τούς αὐτῷ ἐντυγχάνοντας, ἅτε δή ὡς φωτισθείς καί αὐτός ἄνωθεν, καί ἀνακαλύπτων βαθέα τοῖς μετά πόθου ζητοῦσι τά βάθη μαθεῖν τά τοῦ Πνεύματος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος Κστ΄. Περί ἀρχῆς βίου λίαν ἐπωφελοῦς καί σωτηρίου, ἁρμοζούσης τοῖς ἄρτι τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀποτασσομένοις καί πρός τόν μοναδικόν ἀποτρέχουσι βίον. Καί διδασκαλίας εἰς ἀρχαρίους λυσιτελεστάτη.

Ἀδελφοί καί πατέρες, πᾶς ἄνθρωπος ὁ ἄρτι τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ πᾶσιν ἀποταξάμενος, ἐπί δέ τόν βίον τοῦτον καί τό στάδιον τῶν μοναχῶν ἀποδραμών, εἴ γε διά Θεόν ἀπετάξατο καί τήν τέχνην τῶν τεχνῶν ταύτην μαθεῖν αἱρεῖται καί μή εἰς κενόν βούλεται γενέσθαι τήν ἀπό τοῦ κόσμου αὐτοῦ ἀναχώρησιν, ἐξ αὐτῆς ἀρχῆς μετά προθυμίας πάσης καί θερμοτάτης προθέσεως τά τῆς ἀρετῆς σπουδαίως ὀφείλει ποιεῖν. Καί ἵνα προπαίδειάν τινα τῶν στοιχείων τῆς ἐπιστήμης τῶν ἐπιστημῶν, λέγω δή τῆς ἡμετέρας ἀσκήσεως, τοῖς ἄρτι πρός ταύτην οἱονεί τήν σχολήν ἀπό τοῦ κόσμου παραγενομένοις ἔγγραφον παραδώσωμεν, τοιαῦτα ἐκ προοιμίων ὑποτιθέμεθα, ὡς ἐν τύπῳ, αὐτοῖς τε καί τοῖς μετ’ αὐτούς, καθώς καί αὐτοί ἀπό τῶν πατέρων ἡμῶν παρελάβομεν.

Ἰστέον οὖν ὅτι ὁ ἤδη τόν χοϊκόν ἄνθρωπον μετά τοῦ φρονήματος καί τόν ἐπουράνιον διά τοῦ μοναχικοῦ σχήματος ἐνδυσάμενος, μεσονύκτιον ὀφείλει ἀνίστασθαι πρό τοῦ ὄρθρου καί τετυπωμένην εὐχήν εὔχεσθαι, καί οὕτω μετά ταῦτα εἰς τήν δοξολογίαν μετά πάντων ἐγείρεσθαι καί νουνεχῶς καί ἐγρηγόρως πᾶσαν αὐτήν διεξέρχεσθαι, προσέχων τῇ ἀρχῇ τῆς ὑμνῳδίας μεγάλως, ἤτοι τῷ ἑξαψάλμῳ, τῇ στιχολογίᾳ, ταῖς ἀναγνώσεσιν, ἀόκνως, μή χαυνούμενος τό σῶμα καί πόδα παρά πόδα ἱστάμενος ἤ ἐπακουμβίζων τοίχοις καί κίοσιν, ἀλλά τάς μέν χεῖρας ἀσφαλῶς δεδεμένας ἔχειν ὀφείλει, τούς πόδας ἐπιστηριζομένους ἴσους τῇ γῇ, τήν δέ κεφαλήν ἀσάλευτον καί μή πρός τά ὦδε καί ἐκεῖ νεύουσαν· μή μετεωριζόμενον τόν νοῦν, ἀλλά μηδέ περιεργαζόμενον τό φρόνημα ἤ συναπαγόμενον τοῖς ἀμελεστέροις, ὁμιλοῦσιν ἀλλήλοις καί ψιθυρίζουσιν· ἀμετεώριστον δέ μᾶλλον ἔχειν τό ὄμμα καί τήν ψυχήν καί μόνῃ προσέχειν τῇ ψαλμῳδίᾳ καί τῇ ἀναγνώσει καί τῇ δυνάμει τῶν ψαλλομένων καί ἀναγινωσκομένων λόγων τῆς θείας Γραφῆς, ὅσον τό κατά δύναμιν, ἵνα μή λόγος ἐν αὐτῷ παρέλθῃ ἀργός, ἀλλ’ ἐκ πάντων αὐτῶν πιαινομένων αὐτοῦ ἡ ψυχή, εἰς κατάνυξιν καί ταπείνωσιν καί φωτισμόν ἔλθῃ θεῖον τοῦ Πνεύματος τοῦ Ἁγίου.

Παρακαλῶ οὖν ὡς ἕνα πάντας ὑμᾶς, πατέρες μου καί ἀδελφοί μου καί τέκνα, καί ταῦτα ὡς νόμον σωτήριον ὑποτίθημι, ἵνα σπουδάσητε ἕκαστος ὑμῶν βαλεῖν τοιαύτην ἀρχήν εἰς τό ἔργον τῆς ἀρετῆς ἤ μᾶλλον εἰπεῖν τοῦ Θεοῦ, δι’ οὗ καί τούς μισθούς ἀναλόγως τῶν πόνων ἡμῶν ἐξ αὐτοῦ φιλαγάθως λαμβάνομεν, ὥστε εἰ δυνατόν μή παρελθεῖν τινα ἐξ ὑμῶν ἄνευ δακρύων τήν ἀκολουθίαν καί τήν ἀνάγνωσιν. Εἰ γάρ οὕτω σεαυτόν ἐθίσεις, ὦ ἀδελφέ, εἰς τό ἔργον τοῦτο ποιεῖν, ἐν ὀλίγῳ προκόψεις καί ἀναδράμῃς εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Βιαζόμενος γάρ ἑαυτόν ἵνα μή ἄνευ δακρύων παρατρέχῃς τήν τετυπωμένην ἀκολουθίαν τῆς ἐκκλησίας, γίνῃ τοῦ καλοῦ τούτου ἐν ἕξει καί, ἐν αὐτῇ τῇ στιχολογίᾳ καί ἐν τοῖς τροπαρίοις οἷς ψάλλεις, τρέφεταί σου ἡ ψυχή, ἀναδεχομένῃ τά τούτων θεῖα νοήματα πρός ἑαυτήν, καί ἀναβιβάζεταί σου ὁ νοῦς διά τῶν λεγομένων πρός τά νοητά, καί δακρύων ἡδέως, οὕτως ἐν τῇ ἐκκλησίᾳ διάγεις, ὡς ἐν αὐτῷ τῷ οὐρανῷ μετά τῶν ἄνω δυνάμεων.

Θές οὖν καί τοῦτο σεαυτῷ νόμον, ἵνα πρό τῆς ἐσχάτης εὐχῆς μή ἐξέλθῃς ποτέ τῆς συνάξεως ἄνευ ἀνάγκης μεγάλης ἤ χρείας τοῦ σώματος, ἀλλά μένε ὡς εἴπομεν προσκαρτερῶν ἐν τῇ στάσει σου, ἐπειδή «ὁ ὑπομείνας εἰς τέλος», κατά τό γεγραμμένον, «σωθήσεται»· οὐ μόνον δέ ἀλλά πρῶτον μέν βοήθειαν λήψεται ἀνεπαισθήτως, εἶτα καί ἐν αἰσθήσει, καί μετ’ ὀλίγον ἐν φωτισμῷ ἀπό Θεοῦ Παντοκράτορος. Τελεσθείσης δέ τῆς ὀρθρινῆς δοξολογίας, εὐθύς ἐξερχόμενος μή ἄρξῃ λαλεῖν τούτῳ κἀκείνῳ καί μετεωρίζεσθαι καί ἀργολογεῖν, ἀλλ’ ἔστω σοι, μετά τό εὔξασθαι καταμόνας ἐν τῷ κελλίῳ τήν τετυπωμένην σου εὐχήν ἐν δάκρυσι καί πολλῇ προσοχῇ, ἐργασία σωματική τις, καί εὐθύς ἀπότρεχε πρός αὐτήν, εἴτε διακονίαν εἰς τήν διακονίαν, εἴτε ἐργόχειρον εἰς τό ἐργόχειρον, εἴτε ἀνάγνωσις εἰς τήν ἀνάγνωσιν. Ἀργός δέ μή θελήσῃς ὅλως καθεσθῆναι ἐν τῷ κελλίῳ σου, ἵνα μή ἡ ἀργία διδάξῃ σε πᾶν κακόν, ὅ μή θέμις εἰπεῖν. Ἀλλά γάρ μηδέ περιέρχῃ τό μοναστήριον καί τούς ἐγαζομένους ἤ διακονοῦντας περιεργάζῃ, φύλαξον δέ τήν σιωπήν καί τό ἐκ πάντων ἀπέχεσθαι, ὅπερ ἀληθής ἐστι ξενιτεία. Πρόσεχε σεαυτῷ μόνῳ καί τῷ ἐργοχείρῳ σου, οἷον δ’ ἄν ἐστι.

Καί μή εἰσέλθῃς εἰς κελλίον τινός ἄνευ τοῦ κατά Θεόν σου πατρός, εἰ μή ἀποσταλῇς ἤ παρά τοῦ προεστῶτος ἤ διακονητοῦ τῆς μονῆς. Καί ἀπελθόντος σου, σπούδασον μή εἰπεῖν ἤ ἀκοῦσαι λόγον ἔξω τῆς χρείας σου, δι’ ἥν ἐπέμφθης· ἀλλά τήν ἀπόκρισιν ποιήσας, συντόμως ὑπόστρεψον. Εἰ δέ καί διερχόμενος ἴδῃς τινά ἀδελφόν μόνον, ἤ καί μετά ἑτέρων καθήμενον καί ὁμιλοῦντα παρά καιρόν, βαλών μετάνοιαν σιωπῇ πάρελθε. Μή ἀπελθών καθεσθῇς μετ’ αὐτῶν, μνησθείς τοῦ ψαλμῳδοῦ λέγοντος· «Μακάριος ἀνήρ ὅς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καί ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καί ἐπί καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισε». Λοιμοί γάρ εἰσιν οἱ τοιοῦτοι, καθώς ὁ Παῦλός φησι· «Φθείρουσιν ἤθη χρηστά ὁμιλίαι κακαί»· εἴ τι οὖν ὁ λοιμός, τοῦτο καί ἡ φθορά. Μή τοίνυν συγκαθεσθῇς μετά ἀργολογούντων, ἀγαπητέ, μηδέ εἴπῃς· «Ἀκούσομαι τί λαλεῖτε κἀγώ», ἀλλ’ ὡς εἴρηται, βαλών μετάνοιαν πάρελθε. Φύλαξον τήν σιωπήν τήν ξενιτείαν· καί τήν μέν σιωπήν ἐν τῷ λέγειν πρός ἑαυτόν· «Τί γάρ ἔχω καί εἰπεῖν ἐγώ ἀγαθόν, ὅλος βόρβορος ὤν καί μωρός, οὐ μόνον δέ ἀλλά καί ξένος καί ἀνάξιος τοῦ λαλεῖν καί ἀκούειν ἤ συναριθμεῖσθαι μετά ἀνθρώπων;»· τήν δέ ξενιτείαν καί τό ἀπέχεσθαι ἀπό πάντων ἐν τῷ λογίζεσθαι ταῦτα καί λέγειν πρός ἑαυτόν· «Τίς εἰμι, φησίν, ἐγώ ὁ ἀπερριμένος καί εὐτελής, ὁ ἀγεννής καί πτωχός, ἵνα εἰς κελλίον εἰσέλθω τινός; οὐχί ὡς βδέλυγμα ὄντα με, ἰδών με ἀποστραφήσεται; ἆρα οὐ μή εἴπῃ· Τί δέ ὁ μιαρός οὗτος ἦλθε πρός με μιᾶναι τήν κέλλαν μου;», προτιθείς πρό τῶν ὀφθαλμῶν σου τάς ἁμαρτίας σου, καί μή ἄκροις χείλεσιν, ἀλλ’ ἀπό ψυχῆς λέγων αὐτά. Εἰ γάρ καί μή κατ’ ἀρχάς λέγειν ταῦτα ἰσχύσεις ἀπό ψυχῆς, ἀλλ’ ὅμως κατά μικρόν ἐλεύσῃ καί εἰς τοῦτο, τῆς χάριτος συνεργούσης σοι. Μόνον ἄκουσόν μου τοῦ ταπεινοῦ, μόνον βάλε εἰς ταῦτα ἀρχήν, ἀδελφέ, μόνον ἄρξαι ποιεῖν καί πράττειν καί λέγειν ταῦτα, καί οὐκ ἐγκαταλείψει σε ὁ Θεός. Ἀγαπᾷ γάρ σε σφόδρα καί θέλει σε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν καί σωθῆναι.

Οὕτω τοιγαροῦν τάς μέχρι τῆς λειτουργίας ὥρας διελθών, ἀδελφέ, εἴσελθε πάλιν εἰς τήν σύναξιν ἐν σπουδῇ καί ἐν προθυμίᾳ πολλῇ. Στῆθι καθώς ἐν τῇ ὀρθρινῇ σοι δοξολογίᾳ ὑπετυπώσαμεν, τοῦ πένθους μηδόλως λήθην ποιούμενος· στῆθι σύντρομος, ὡς τόν Υἱόν τοῦ Θεοῦ βλέπων θυόμενον διά σέ. Καί εἰ εἶ ἄξιος καί ἀπελύθης εἰς τοῦτο, πρόσελθε ἐν φόβῳ καί χαρᾷ τῶν ἀπορρήτων κοινωνήσων ἀγαθῶν. Καί μετά τήν ἐσχάτην εὐχήν ἐξελθών, εἴσελθε μετά πάντων ἐν τῇ τραπέζῃ, μή χωριζόμενος τῶν σῶν ἀδελφῶν. Καί εἰ μέν διακονεῖν ἐτάγης, παράστηθι ὡς τῷ Χριστῷ καί οὐκ ἀνθρώποις διακονῶν ἐξ εἰλικρινοῦς διαθέσεως καί ἀγάπης πᾶσιν ὡς ἁγίοις, μᾶλλον δέ ὡς αὐτῷ - καθώς εἴπομεν - διακονήσων τῷ Χριστῷ, ἕκαστον αὐτῶν περιπλεκόμενος οἱονεί τῇ ψυχῇ καί ὅλον σεαυτόν τῇ προθέσει διά τῆς ἀγάπης ἐμπαρέχων αὐτοῖς, ἐκ τοῦ διακονεῖν αὐτοῖς βεβαιούμενος καρποῦσθαι ἁγιασμόν.

Εἰ δέ καθεσθῇς ἐν αὐτῇ μετά πάντων καί σύ, ὅρα τί σοι ἐν Κυρίῳ ἐντέλλομαι, ὡς ἀγαπητῷ πατρί μου καί ἀδελφῷ, μή προπετῶς ἐκτείνῃς τήν χείρά σου ἐπί τοῖς παρακειμένοις βρώμασι τῇ τραπέζῃ πρό τοῦ ἐνάρξασθαι τούς παλαιοτέρους ἐσθίειν τῶν ἀδελφῶν σου, πρό τοῦ δοθῆναι τήν εὐλογίαν ἄνωθεν παρά τοῦ ἱερέως. Καί ἀρξάμενος συνεσθίειν τοῖς πατράσι καί ἀδελφοῖς σου, πρόσεχε σεαυτῷ καί μόνῳ ἐν συστολῇ πάσῃ καί σιωπῇ καθεζόμενος, μή ὁμιλῶν καθόλου τινί ἀλλά προσέχων τῇ ἀναγνώσει καί τρεφόμενος, ὥσπερ τό σῶμα, οὕτω καί τήν ψυχήν ἐκ τῶν θεοπνεύστων λογίων τοῦ Πνεύματος. Δεῖ γάρ σε διπλοῦν ὄντα, ἐκ ψυχῆς λέγω καί σώματος, δισσῶς καί καταλλήλως ἔχειν τήν τροφήν καί τήν τράπεζαν, καί τό μέν σῶμα αἰσθητόν ἔχοντα καί γήϊνον αἰσθητοῖς καί τοῖς ἀπό γῆς τρέφειν βρώμασι, τήν δέ ψυχήν νοεράν καί θείαν ἐπιφερόμενον νοητοῖς τρέφειν καί θείοις τῶν λόγων ἐδέσμασι.

Μή οὖν περιεργάζου τά παρατιθέμενά σοι μέρη ἐν τῇ τραπέζῃ, ποῖον τυχόν μεῖζον ἤ βραχύτατόν ἐστιν, ἀλλ’ οἷον δοθῇ σοι μετ’ εὐχαριστίας πάσης δεξάμενος φάγε, καί τοῦτο μετ’ ἐγκρατείας, φεύγων ἐν πᾶσιν τόν κόρον, ἀνάξιον ἑαυτόν δηλονότι λογιζόμενος τῆς κοινῆς τραπέζης τῶν ἀδελφῶν καί τοιαῦτα καθ’ ἑαυτόν ἐνθυμούμενος καί λέγων πρός ἑαυτόν· «Τίς εἰμι ἐγώ, ὁ εὐτελής καί ἀνάξιος, ὅτι μετά τῶν ἁγίων τούτων συγκάθεδρος καί συνέστιος γέγονα;» καί οὕτω ταῦτα λέγων ἐν ἑαυτῷ, ἔχε μόνον ἀπό ψυχῆς σεαυτόν ἁμαρτωλόν, καί καθάπερ πτωχός τις καί ῥακενδυτῶν, ἐάν μέσον ἀρχόντων καί πλουσίων λαμπράς καί πολυτελεῖς περιβεβηλημένων στολάς εὑρεθῇ, αἰσχύνεται καί συστέλλεται καί οὐδέ προσεγγίσαι τινί αὐτῶν ἤ πλησιάσαι τολμᾷ, οὕτω καί σύ διάκεισο πρός πάντας αὐτούς, τόν ἔσχατον τόπον ἀεί ἐκλεγόμενος καί αἰσχυνόμενος ἐπάνω τινος αὐτῶν τῶν ὁραθῆναι καθήμενος, ὡς ἐκείνων μέν πάντων πλουσίων ὄντων ταῖς ἀρεταῖς, σοῦ δέ πτωχοῦ καί γυμνοῦ ὑπάρχοντος καί ἀναξίου τοῦ καί ὅλως συνεῖναι καί βλέπειν αὐτούς. Ἀλλά γάρ μέλλων ἅψασθαι τῆς τροφῆς, αὖθις ταῦτα λογίζου μεμνημένος τάς ἁμαρτίας σου καί λέγε πρός ἑαυτόν· «Ἇρα γε οὐκ εἰς κρίμα μου καί κατάκριμα γένηται, εἰ ἅψομαι τῶν προκειμένων τινός; Τόν γάρ πεποιηκότα ταῦτα Θεόν καί εἰς βρῶσιν παρασχόντα ἡμῖν, τοῦτον ἐγώ νηπιόθεν παρήκουσα καί τάς ἁγίας αὐτοῦ ἐντολάς οὐκ ἐφύλαξα· καί πῶς τῶν ἀγαθῶν αὐτοῦ, ὡς οἱ πατέρες οὗτοι οἱ ἅγιοι, κἀγώ ἀνάξιος καί κατάδικος ὦν μεταλάβω; Ποίῳ προσώπῳ, ἀπό ὄψεως ὤν τοῦ Δεσπότου μου, ὁ πονηρός δοῦλος ἐγώ καί ἀγνώμων καί ἀχάριστος, πρό τοῦ μετανοῆσαί με καί τήν συγχώρησιν παρά τοῦ φιλανθρώπου Θεοῦ τελείως λαβεῖν, ὡς οἱ μή ἁμαρτήσαντες ἤ καί ἡμαρτηκότες μέν, μετανοήσαντες δέ καί τήν συγχώρησιν ἐκεῖθεν λαβόντες, φάγωμαι καί αὐτός καί πίωμαι καί συνευφρανθήσομαι τοῖς ἁγίος; Οὐδαμῶς! Ἀλλά πρός τό ζῆν με μόνον καί φάγομαι καί πίομαι καί ἐμαυτόν ἐκτήξω καί λυπήσω καί κατακρινῶ, ἵνα ἐπιβλέψας ὁ θεός ἄνωθεν καί ἰδών τήν στενοχωρίαν καί τήν ἑκούσιόν μου θλῖψιν ἐλεήσῃ καί συγχωρήσῃ μοι τά πολλά μου κακά». Ταῦτα τοιγαροῦν ἐνθυμοῦ, τούτων διηνεκῶς μέμνησο!

Πρός τούτοις τύπωσον καί ψωμόν τοσοῦτον ἐσθίειν, ὅσον τοῦ μή χορτάζεσθαί σε, ἀλλά κατά πολύ τῆς χρείας ἔλαττον καί ὅσον δύνασαι βαστάσαι· ὡσαύτως καί ἕν ἤ δύο πίνειν καυκάλια καί ταῦτα ἐν μιᾷ τεταγμένῃ τῆς ἡμέρας ὥρᾳ. Ἐσθίοντός σου δέ μή ὑπακούσῃς τῷ ὑποβάλλοντί σου λογισμῷ ἐκλέξασθαί τι τῶν προκειμένων κἀκείνου μεταλαβεῖν· ἀλλά φύλαξον μή φαγεῖν τι ὅπερ καλόν σοι ἐφάνη, μόνα δέ τά ἔμπροσθέν σου κείμενα ἔσθιε· ἀλλά καί ἐξ αὐτῶν ἐάν τύχῃ τυχόν ὀπώρα ἤ ἕτερά τινα τῶν ἐδωδίμων εἶναι καί ἀρεστόν φανῇ σοι ἕν ἐξ αὐτῶν καί εἴπῃ σοι ὁ λογισμός· «Καλόν ἐστιν ἐκεῖνο, λαβών φάγε αὐτό», σπούδασον μή ἡττηθῆναι μηδέ ἅψασθαι αὐτοῦ. Δι’ οὐδέν γάρ ἕτερον τοῦ παραδείσου ὁ Ἀδάμ ἐξεβλήθη, εἰ μή ὅτι ὡραῖος ἐφάνη καί καλός εἰς βρῶσιν ὁ καρπός τοῦ φυτοῦ, καί ἔφαγεν ἐξ αὐτοῦ· καί διά τοῦτο ἀπερρίφη καί ἐξεβλήθη καί θανάτῳ καί φθορᾷ κατεδικάσθη. Οἱ οὖν βουλόμενοι εἰς ἐκεῖνον τόν παράδεισον - μᾶλλον δέ εἰς τήν βασιλείαν τῶν οὐρανῶν - ἐπανελθεῖν, τήν ἐγκράτειαν δίχα παραβάσεως πάσης καί μέχρι τούτων φυλάττειν ὀφείλουσιν, ἵνα μή κατά μικρόν καί εἰς μείζονας ἐπιθυμίας καί βλαβεράς περιπέσωσιν. Ἐάν προτρέπωνταί σε οἱ συγκαθήμενοι ἀδελφοί τοῦ φαγεῖν ἤ πιεῖν περισσόν τι, μηδέν ἕτερον ἀποκριθῇς τινι, εἰ μή τάς χεῖράς σου δήσας καί μικρόν τι διεγερθείς καί κλίνας τήν κεφαλήν, πραείᾳ λέγε φωνῇ· «Συγχώρησον», καί ἐπί πᾶσιν οὕτω πάντοτε ἀποκρίνου καί μήτε προτιμήσῃ τινά ἐκ τῶν περισσευμάτων σου, μήτε λάβῃς ἀπό τινός τι. Μή πίνοντός σου οἶνον, μή ἐπιζητήσῃς ὅλως λαβεῖν αὐτόν, ἀλλά μηδέ ἑτέρῳ τινί ἐκ τῶν ἀδελφῶν ἐπιδώσῃς, εἰ μή που ἀπό ξένης ἐστί καί ἦλθε πρός σέ διά χρείαν τινά. Μή καταδέξῃ ποτέ μετά τινος προγεύσασθαι, μηδέ ἐν δείλῃ φαγεῖν ἤ πιεῖν ἤ ἐπιδειπνῆσαί ποτε· πάντα γάρ τά κακά ἐκ τούτων τίκτονται, καί ταῦτά εἰσι τά ἔνεδρα τοῦ διαβόλου καί αἱ παγίδες αὐτοῦ, αἵτινες καθορῶνται μέν ὡς καλαί, κεκρυμμένον δέ ἔχουσι τόν ἰόν τοῦ θανάτου ἐν αὐταῖς, ἅς ὁ πιστεύων ἡμῖν φεύξεται, καί ὁ φυλάσσων τούς λόγους ἡμῶν, τῇ συνεργείᾳ τῆς τοῦ Θεοῦ χάριτος, ἄτρωτος καί ἀβλαβής διαμένει ἐξ αὐτῶν, οἱ δέ γε λοιποί κοσμικόν βίον, ὡς οὐκ ἴσασιν, ἐν μοναχικῷ τῷ σχήματι προαιροῦνται ζῆν, οἵ καί εἰς βάραθρα καί εἰς κρημνούς καταπίπτοντες οὐκ αἰσθάνονται.

Σύ οὖν, περιπόθητε ἀδελφέ, ταῦτα φυλάξαι θέλησον, εἰ κἄν δέῃ σε καί ἀποθανεῖν· ἄλλως γάρ τόν τῆς γαστριμαργίας δαίμονα ἐκφυγεῖν οὐκ ἰσχύσεις. Ἴσθι δέ ὅτι ταῦτα φυλάσσοντός σου, μή φέρων ὁ διάβολος ὁρᾶν σε, πάντας τούς ῥαθύμους ἐξεγερεῖ κατά σου, καί καταλοιδορήσουσί σε καί γελάσουσι και φθονήσουσι καί ἐμπαίξουσι καί μυρίας θλίψεις σοι ἐπενέγκωσιν, ὅπως σε τῆς ἀγαθῆς προθέσεως καί τῶν σωτηρίων πράξεων ἀποστήσωσιν· ἅπερ ἐάν ὑπομείνῃς, ἀγαπητέ, μεγάλην ἀπό τοῦ Θεοῦ καί Σωτῆρος ἡμῶν εὑρήσεις βοήθειαν καί παράκλησιν. Τοιγαροῦν καί ἑτέρων ἐν τῷ δείπνῳ καθημένων καί ἐσθιόντων, σοῦ δέ μή ἐσθίοντος ἀλλ’ εἴτε διακονοῦντος εἴτε καί μή, μή ἐπιλάθῃ καί ταῦτα λέγων πρός ἑαυτόν· «Εἰ ἤμην πάντως μετανοήσας καί αὐτός καί τάς ἁμαρτίας μου συγχωρηθείς, ἔχαιρον ἄν κἀγώ καί μετά τῶν ἀδελφῶν μου συνήσθιον. Ἐπειδή δέ ἀνάξιον ἐμαυτόν δά τῶν αἰσχρῶν μου πράξεων, ὁ ἄθλιος, πεποίηκα, ἀπολάβω ἐνταῦθα κατά τά ἔργα μου»! καί ταῦτα λέγων κράτει γαστρός, ὅση σοι δύναμις. Πρωτοκαθεδρίαν μήποτε ζητήσεις μήτε ἐπιθυμήσεις, ἀλλά μίσησον ταύτην ἀπό ψυχῆς ὡς ὑπερηφανίας αἰτίαν καί πρόξενον οὖσαν. Ἡ γάρ ταπείνωσίς σου ὑψώσει σε, καί τό ἔσχατον εἶναί σε πάντων πρῶτον σε ἀποκαταστήσει, ἐπειδή γέγραπται· «Πᾶς ὁ ὑψῶν ἑαυτόν ταπεινωθήσεται, ὁ δέ ταπεινῶν ἑαυτόν ὑψωθήσεται».

Μετά γοῦν τό συναναστῆναί σε πάσῃ τῇ ἀδελφότητι καί ἀποδοῦναι τήν εὐχαριστίαν Θεῷ καί παρά τοῦ ἱερέως ἀπολυθῆναι, ἀπότρεχε σιωπῶν ἐν τῇ κέλλῃ σου, καί κλείσας τήν θύραν ἐπιλαβοῦ τοῦ βιβλίου. Καί ἀναγνούς ὀλίγον, εἰ μέν ἡμέραι τοῦ θέρους εἰσίν, ἀνακλίθητι ἐπί τό ψιάθιόν σου καί βραχυτάτου μετάλαβε ὕπνου - ἀπεχόμενος γάρ τοῦ κόρου καί λιτῇ χρώμενος τῇ τραπέζῃ μετά ἄρτου καί μεμετρημένου ὕδατος καί λαχάνων ἤ ὀσπρίων, ἧττον ὑπνώσεις καί θᾶττον ἐξαναστήσῃ -, εἰ δέ τοῦ χειμῶνός εἰσι, μετά τό μικρόν ἀναγνῶναι ἐπιλαβοῦ τοῦ ἐργοχείρου σου καί προσκαρτέρησον ἐν αὐτῷ ἕως οὗ τό ξύλον τήν ὑμνῳδίαν σημάνῃ τοῦ λυχνικοῦ.

Εἶτα πάλιν εἰς τήν σύναξιν εἰσελθών, στῆθι ἐν φόβῳ καί προσοχῇ ἐνώπιον τοῦ Θεοῦ, ψάλλων αὐτῷ καί ἐξομολογούμενος καί μηδενί ὁμιλῶν τό παράπαν. Καί τελεσθέντος τοῦ λυχνικοῦ, εἰ μέν ἐγκρατεύσασθαι ἰσχύσεις τοῦ μή φαγεῖν ἤ πιεῖν τό καθόλου, ἅπαξ κεκρικώς τήν ἡμέραν ἐσθίειν, εὑρήσεις οὐ τήν τυχοῦσαν ὠφέλειαν ἐν τῇ παραστάσει τῆς ἑσπερινῆς σου ἀκολουθίας καί ἐν τῇ νυκτερινῇ δεήσει καί ἀγρυπνίᾳ· εἰ δ’ οὖν ἀλλ’ ἑνί παξαματίῳ ἀρκέσθητι καί ἑνί ποτηρίῳ ὕδατος ἄνευ ἀσθενείας καί ἀτονίας στομάχου σου. Καί μετά τό συνάμα τοῖς ἀδελφοῖς σου ἀποδοῦναι τάς ἑσπερινάς εὐχάς τῷ Θεῷ, βαλών μετάνοιαν εἰς τούς πόδας τοῦ προεστῶτος ὡς εἰς αὐτούς τούς πόδας τοῦ Χριστοῦ, καί εὐχήν ἐκεῖθεν λαβών καί ἀσπασάμενος τάς ἁγίας μορφάς τῶν ἁγίων, εἴσελθε σιωπῶν μηδενί μηδαμῶς ὁμιλῶν εἰς τό κελλίον σου, καί κλείσας τάς θύρας ἐπιλαβοῦ πρῶτον τοῦ βιβλίου, καί ἀναγνούς ὡσεί τρία φύλλα προσεχῶς ἐν αὐτῷ στῆθι εἰς προσευχήν, ἡσύχως ψάλλων καί προσευχόμενος τῷ Θεῷ ὡς παρά μηδενός ἀκουόμενος. Στῆθι δέ γενναίως ἐπισυνάγων σου τούς λογισμούς καί μή ἐῶν ῥέμβεσθαι αὐτούς ἀλλαχοῦ, σφίγξον σου τάς χεῖρας, ἕνωσόν σου τούς πόδας ἐπίσης ἀσαλεύτους ἐν βάσει μιᾷ, καί τούς μέν ὀφθαλμούς μῦσον τοῦ μή πρός ἄλλο τι βλέπειν καί τόν νοῦν διασκίδνασθαι, τόν δέ νοῦν αὐτόν καί ὅλην τήν καρδίαν ἆρον εἰς οὐρανούς καί Θεόν, ἐκεῖθεν μετά δακρύων καί στεναγμῶν τόν ἔλεον ἐκκαλούμενος. Ἔστωσάν σοι δέ ψαλμοί τεταγμένοι παρά τοῦ πνευματικοῦ σου πατρός, ὅσοι ῥήματα μετανοίας καί κατανύξεως φέρουσι καί ὅσοι τῇ δυνάμει ἐξικανοῦσι καί τῇ προθέσει σου. Δεῖ γάρ σε μετρεῖν τῇ τε ἰσχύϊ και τῇ ἀνδρείᾳ σου τήν τε τῶν ψαλμῶν ὑμνῳδίαν καί τό πλῆθος τῆς γονυκλισίας καί τόν χρόνον τῆς στάσεως, ἵνα μή τήν συνείδησιν ἕξῃς εἰς ἔλεγχόν σου λέγουσαν· «Ἔτι ἦν σοι δύναμις τοῦ στῆναι καί ὑμνῆσαι καί Θεῷ ἐξομολογήσασθαι». Πρός τούτοις ἔστωσάν σοι καί εὐχαί καί αὗται τεταγμέναι πρωΐας καί ἑσπέρας, ἐξομολόγησιν ἔχουσαι πρός Θεόν. Καί τήν εὐχήν συντελέσας ἀνάγνωθι πάλιν μικρόν, εἶτα ἐπιλαβοῦ καί τοῦ ἐργοχείρου σου, καί ἕως πρώτης φυλακῆς, ἤγουν ἕως τρίτης ὥρας διανυκτέρευσον τῆς νυκτός. Εἶθ’ οὕτως ἀναστάς καί ποιήσας τόν ἄμωμον, ἀνακλίθητι σφραγισάμενος ὅλον σου τό σῶμα ἐπί τό ψιάθιον, μεταλαβών δέ ὕπνου μέχρι τοῦ μεσονυκτίου καθεξῆς ποιήσεις, ὡς ὑπετυπώθη σοι ἄνωθεν.

Ἀλλά γάρ καί τούς λογισμούς τῆς καρδίας σου τῷ πνευματικῷ σου πατρί καθ’ ὥραν, εἰ δυνατόν, ἐξαγόρευε· εἰ δέ μή, τέως ἑσπέραν μή παρέλθῃς, ἀγαπητέ, ἀλλά καί μετά τόν ὄρθρον τά συμβαίνοντά σοι πάντα, σεαυτόν ἀνακρίνων, ἐξαγόρευε. Καί πίστιν ἀδίδακτον ἔχε πρός αὐτόν, κἄν ὁ κόσμος ἅπας αὐτόν λοιδορῇ καί διασύρῃ, κἄν αὐτός σύ τοῦτον τοῖς ὀφθαλμοῖς σου θεάσῃ πορνεύοντα, μή σκανδαλισθῇς, μηδέ τήν πίστιν σου ἐλαττώσῃς τήν πρός αὐτόν, πειθαρχῶν τῷ εἰπόντι· «Μή κρίνετε καί οὐ μή κριθῆτε».

Οὕτω δέ ποιοῦντός σου καθ’ ἑκάστην καί οὕτως ἀγωνιζομένου σου, οὐ βραδύνει ὁ Θεός τοῦ ἐπισκέψασθαί σε ἄνωθεν, ἀλλ’ ἐξαποστελεῖ σοι βοήθειαν ἐξ ἁγίου αὐτοῦ κατοικητηρίου, καί ἡ χάρις τοῦ Παναγίου αὐτοῦ Πνεύματος ἐπισκιάσει σοι. Καί κατά βραχύ προκόπτων ἐπί τό ἔργον σου τήν πνευματικήν ἡλικίαν αὐξήσεις καί εἰς ἄνδρα τέλειον ἀναδράμῃς, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, φωτιζόμενος καί φωτίζων φῶς γνώσεως, δίκην ἡλίου, πάντας τούς πλησιάζοντάς σοι καί ἐντυγχάνοντας, καί δοξάζων Θεόν καί βίῳ καί λόγῳ, τόν δόντα σοι τήν δωρεάν τοῦ Ἁγίου αὐτοῦ καί ζωοποιοῦ Πνεύματος, ᾧ πρέπει δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΚΖ΄. Περί τοῦ μή ἀμελῶς ἔχειν περί τήν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδέ καταφρονεῖν μιᾶς καί μόνης αὐτῶν, ἀλλ’ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μή ὡς καταφρονηταί ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν. Καί περί τοῦ ὑπομένειν γενναίως τούς πειρασμούς.

Ἀδελφοί καί πατέρες, οὐκ ἀκούετε τοῦ Κυρίου καί τῶν ἀποστόλων αὐτοῦ βοώντων· «Ἐάν τις, φησί, τόν νόμον ὅλον φυλάξῃ, πταίσῃ δέ ἐν ἑνί, γέγονε πάντων ἔνοχος», καί πάλιν· «Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται»; Καί ἵνα σαφέστερον ὅ λέγει ποιήσῃ, ἐπάγει λέγων· «Ὧ γάρ τις ἥττηται, τούτῳ καί δεδούλωται». Ὥστε, ἀδελφοί, ὁ ἑνί καί τῷ τυχόντι πάθει δουλούμενος, ὑπ’ αὐτοῦ καί δεσπόζεται καί ταῖς ἐντολαῖς τοῦ Κυρίου ὑπακούειν οὐ δύναται· πῶς γάρ, ὑπό ἀλλοτρίου δεσπότου κυριευόμενος; Διά τί δέ καί ἀφ’ ἑαυτῶν οὐ συνορῶμεν ἡμεῖς τῶν δεσποτικῶν καί ἀποστολικῶν ῥημάτων τήν ἀληθῆ δύναμιν, ἐκ τῶν ὁρωμένων ταύτην καλῶς στοχαζόμενοι;

Βλέπομεν γάρ ὅτι οἱ ἐν πελάγει πλέοντες οὐχί ἐάν τόσα ἤ τόσα στάδια πλεύσωσιν, εἶτα ἐγγύς που πρός τόν λιμένα γενόμενοι κινδύνῳ περιπέσωσι, ἀλλ’ οἱ τόν λιμένα φθάσαντες καί τῇ χέρσῳ ἀποδοθέντες σωθῆναι λέγονται· οὕτω καί οἱ ἐν ὁδῷ περιπατοῦντες καί πρός πόλιν τινά καταλαβεῖν σπεύδοντες, οὐχί ἐάν τόνδε τόν ποταμόν διαπεράσωσι καί τόδε τό ὄρος διέλθωσι κἀκείνους τούς ληστάς διαβάντες ἐκφύγωσι, μετά δέ ταῦτα ἑτέρῳ τινί ἀνδροφόνῳ ἤ θηρίῳ ἐντυχόντες παρ’ ἐκείνου ἀναλωθῶσιν ἤ καί βοθύνῳ τινί περιπεπτωκότες ἀποπνιγνῶσι, διασωθήσεσθαι καί τήν πόλιν ἐκείνην καταλαβεῖν ἐν ᾗ ἐπορεύοντο, λέγονται, ἀλλ’ οἱ πάντα πειρασμόν καί πᾶσαν θανατηφόρον ἐπιβουλήν Θεοῦ βοηθείᾳ διαφυγόντες. Καί οὐδέ οὗτοι! Εἰ γάρ μετά τό διαφυγεῖν πάντα τά ἐναντία ἀμελήσουσιν ἤ ῥᾳθυμήσουσι, καί νύξ αὐτούς καταλάβῃ καί αἱ πύλαι κλεισθῶσι τῆς πόλεως καί ἔξωθεν αὐτῆς εὑρεθῶσιν, οὐκ οἴδασι τί τέξεται ἡ ἐπιοῦσα ἡμέρα.

Νόει οὖν μοι πόλιν τήν βασιλείαν τῶν οὐρανῶν, νύκτα τόν ἑκάστου ἡμῶν θάνατον, ἐπιοῦσαν δέ ἡμέραν τήν τοῦ Κυρίου καί Θεοῦ παρουσίαν, ἥτις ἐστίν ἡ ἡμέρα τῆς κρίσεως. Ὁ τοίνυν μή φθάσαι σπουδάσας τοῦ ἐν αὐτῇ γενέσθαι τῇ βασιλείᾳ τῶν οὐρανῶν ἕως ἐν τῇ ἡμέρᾳ τοῦ τῇδε βίου ἐστίν, ἀλλ’ ἔξω ταύτης ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς αὐτοῦ εὑρεθῇ, νύξ ἐπ’ αὐτῷ τοῦ θανάτου γίνεται, καί οὐκ οἶδεν ἐν τῇ ἐπιούσῃ ἡμέρᾳ τῆς κρίσως τί ἄρα αὐτῷ συμβήσεται, κἄν τε εἰσελθεῖν ἐν αὐτῇ συγχωρηθῇ κἄν τε μή. Ἀλλά καί ἡ δορκάς ἤ ἡ ἔλαφος ἤ ἕτερόν τι τούτων τῶν ζῴων, οὐχ ὅταν τούτου μέν ἤ ἐκείνου τοῦ θηρευτοῦ καί τοῦ κυνός διαφύγῃ ἤ τῆς παγίδος τῆσδε ἤ τῆσδε ἀνώτερον γένηται, ὑπό δέ ἑτέρου τινός κατασχεθέν εἰς τάς χεῖρας αὐτῶν ἐμπέσῃ, διαδρᾶναι καί σωθῆναι λέγεται, ἀλλά τό μήθ’ ὅλως ἀγριευθέν ἤ ὑπό τινος μηχανῆς κρατηθέν. Νόει οὖν μοι πάλιν θηρευτάς τούς πονηρούς δαίμονας, κύνας δέ τούς πλάνους καί ψευδοδισκάλους ἀνθρώπους, οἵ διεστραμμένοι ὄντες καί πονηροί οὐχ ἑαυτούς διορθώσασθαι ἀλλά ἑτέρους διδάσκειν ἐπιχειροῦσιν, οὕς ὡς ὑλακτοῦντας κύνας λογίζεσθαι χρή καί φεύγειν τούς τοιούτους, ὡς διά τῶν λόγων δάκνοντας καί διασπαράσσοντας τά πρόβατα τοῦ Χριστοῦ καί ταῖς τῶν θηρευτῶν χερσί προδιδόντας αὐτά· ληστάς δέ τούς πονηρούς λογισμούς καί αἰσχρούς λογισμούς οἵτινες αἰφνιδίως ἐπιπίπτοντες τῷ ἀγωνιζομένῳ, ἤ φυγεῖν καί ἀπορραγῆναι τῆς συνοδίας αὐτόν παρασκευάζουσιν, ἑαυτόν οἰόμενον διασώσασθαι, ἤ κρατήσαντες τῷ συνδιασμῷ καί ταῖς συγκαταθέσεσι τοῦ λογισμοῦ συνδήσαντες ἀσφαλῶς καί περισφίγξαντες, τύπτουσιν αὐτόν οἱονεί τοῖς γαργαλισμοῖς καί ταῖς κινήσεσι τῆς σαρκός, καί διά τῆς ἀτόπου ἐπιθυμίας τοῦτον ἕλκοντες τῇ δυνάμει, τῷ βόθρῳ τῆς ἁμαρτίας καί τῷ κρημνῷ τῆς πράξεως ἀπορρίπτουσι.

Χρή οὖν πάσῃ δυνάμει τῶν μέν πονηρῶν πασῶν ἀπέχεσθαι πράξεων, τῶν δέ ἀγαθῶν ἔργων ἅμα πάντων ἀντέχεσθαι, καί τάς ἐντολάς τοῦ Θεοῦ ζέοντι πόθῳ καί προθυμίᾳ πάσῃ ποιεῖν καί μηδεμιᾶς καί τῆς τυχούσης ὡς ἐλαχίστης καταφρονεῖν. Ὁ γάρ λέγων· «Εἴθε μή τόδε μοι πέπρακται τό κακόν, τόδε μή πέπραχα τό ἁμάρτημα, ἐπεί τόδε ἤ τόδε οὐδέν ἐστι» φανερῶς ἁπάσας ὁμοῦ ἀνατρέπει τάς ἐντολάς τοῦ Θεοῦ καί ταύταις ἀνθίσταται. Ὑπονόει μοι, ἄνθρωπε, σκεῦος τίμιον ἐκ πασῶν γενόμενον τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷον ἐκ πίστεως, ἐκ φόβου Θεοῦ, ἐκ ταπεινώσεως, ἐκ σιωπῆς τῆς ἀπό ἀργοῦ λόγου, ἐξ ὑπακοῆς μέχρι θανάτου, ἐκ τῆς ἐκκοπῆς τοῦ ἔνδοθεν τῆς καρδίας θελήματος καί κινήματος, ἐκ τῆς ἀδιαλείπτου μετανοίας καί κατανύξεως, ἐκ τῆς ἀεννάου εὐχῆς, ἐκ τῆς τῶν ὀφθαλμῶν ἀκριβείας, ἐκ τῆς πρός τόν πλησίον ἀπροσπαθείας καί τῆς πρός πάντας ἐξ ἴσου ἀγάπης, ἐκ τῆς ἀφιλαργυρίας καί σωφροσύνης, ἐκ τῆς πρός τόν Θεόν ἐλπίδος καί τελείας ἀγάπης, ἐκ πασῶν ἄλλων τῶν ταύταις συνεπομένων ταῖς ἀρεταῖς. Μία γάρ ἑκάστη τούτων, οἱονεί πέταλον οὖσα καθ’ ἑαυτήν ἕν, ἡ μέν χρυσοῦν, ἡ δέ ἀργυροῦν, ἄλλη χαλκοῦν, ἑτέρα ἐκ λίθου τιμίου, καί καθεξῆς αἱ λοιπαί ἐξ ἑτέρων ἄλλων ὑλῶν, ἑνούμεναι διά τοῦ Πνεύματος καί ἀλλήλαις εἰς ἕν ἅπασαι συγκολλώμεναί τε καί συναρμολογούμεναι, εὔχρηστόν τι, ὡς εἴρηται, τόν ἄνθρωπον κατασκευάζουσι σκεῦος, ἐν ᾧ ἡ τοῦ Θεοῦ χάρις ὡς οἶνος νέος ἐμβάλλεται. Εἰπέ οὖν μοι, ἐάν μία ἐκ πασῶν τῶν εἰρημένων ἀρετῶν ἐπιλείψῃ, ἐξ ὧν καί δι’ ὧν συνετέθη καί συνηρμόσθη τό σκεῦος, ἆρα ἀνέξεται ὁ Θεός ἐμβαλεῖν ἐν αὐτῷ ὅλως τι τῶν χαρισμάτων τοῦ Πνεύματος αὐτοῦ, εἰ καί δοκεῖ πάνυ μικρά ἡ τρυμαλιά εἶναι τοῦ ἐπιλείποντος δῆθεν πετάλου ἤτοι τοῦ τόπου τῆς ἀρετῆς; Οὐδαμῶς! Πάντως γάρ ἐκ τοῦ κατ’ ὀλίγον διά τῆς μικρᾶς ἐκείνης ὀπῆς τό ἐμβληθέν ἀγνώστως ῥεῦσαν χυθήσεται.

Πῶς οὖν ἡμεῖς καί δίχα πολλῶν ἀρετῶν, ὧν τόν ἄφθαρτον καί ἀκένωτον οὐ κεκτήμεθα πλοῦτον ἐκ τῆς τῶν ἐντολῶν ἐργασίας, διά τῶν ὀλίγων κατορθωμάτων καί τούτων διεσπαρμένων ἀπ’ ἀλλήλων ταῖς ἁμαρτίαις, ὡς σκεύη ἑαυτούς εἶναι νομίζομεν τέλεια καί ὁλόκληρα, καί τό Ἅγιον Πνεῦμα ὡς θησαυρόν ἔνδον ἐν ἡμῖν φέρειν οἰόμεθα; Ἀλλ’ ὄντως κατά τόν εἰρηκότα «ἐματαιώθημεν ἐν τοῖς διαλογισμοῖς ἡμῶν καί ἐσκοτίσθη ἡ ἀσύνετος ἡμῶν καρδία καί φάσκοντες εἶναι σοφοί ἐμωράνθημεν». Εἰ γάρ καί Παῦλος ὁ θεῖος βοᾷ· «Ὁ Θεός ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, καί ἔχομεν τόν θησαυρόν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν», ἀλλά «σκεύη» μέν τά ἡμετέρα σώματά φησι, καθά καί ἀλλαχοῦ λέγει· «Οὐκ οἴδατε ὅτι τά σώματα ὑμῶν ναός εἰσι τοῦ ἐνοικοῦντος ἐν ὑμῖν Ἁγίου Πνεύματος καί οὐκ ἐστέ ἑαυτῶν», «ὀστράκινα» δέ εἰπών τό τῆς φύσεως ἡμῶν ᾐνίξατο ἀσθενές. Ἄθραυστα τοίνυν καί ἀδιάρρηκτά εἰσι τά τοιαῦτα σώματα διά τήν τοῦ ἐν αὐτοῖς θησαυροῦ ἀκαταμάχητον δύναμιν. Διό καί ἐπιφέρων φησίν· «Ἵνα τό πλεῖστον τῆς δυνάμεως μή ᾖ ἐξ ὑμῶν, ἀλλ’ ἐκ τοῦ Θεοῦ». Καί ἵνα ὑμῖν αὐτό ἐκδηλότερον ἀπεργάσωμαι, τοιοῦτόν ἐστιν ὅ φησι· «Μή νομίσῃς ὅτι ὑπό σοῦ, φησί, συνέχεται καί τηρεῖται ὁ ἐν σοί θησαυρός, ἀλλά ὑπό τοῦ ἐν σοί θησαυροῦ αὐτός σύ μᾶλλον τετήρησαι, ὑπό τῆς ἐν σοί χάριτος κατεσκευάσθης εἰς τό εἶναι σκεῦος εὔχρηστον τῷ Θεῷ. Τό δή θαυμαστόν, ὅτι καί ἐάν μή ὑφ’ ἡμῶν ἀλλ’ ὑφ’ ἑτέρων ἐχθρῶν τινων συντριβῇ τό σκεῦος, ὁ μέν θησαυρός μένει ἀκένωτος, τό δέ σκεῦος ἰσχυρότερόν τε καί ἀσφαλέστερον ὑπό τῆς τοῦ θησαυροῦ ἐνεργείας κατασκευάζεται· ὁ Θεός γάρ ἐστιν». Ὅθεν περί τούτου ὁ αὐτός ἀπόστολος λέγει· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ».

Ἀλλ’ ὅρα μοι πῶς διά τῶν τοιούτων λόγων πανταχοῦ τήν Τριάδα ἀχώριστον εἶναί φησι καί ἐν ἡμῖν μένουσαν· «Ὁ Θεός γάρ, φησίν, ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψε - τό Ἅγιον Πνεῦμα δηλονότι - ἐν ταῖς καρδίαις ἡμῶν» - οὕτω καί ὁ Κύριος ἔφη· «Κἀγώ Παράκλητον ἄλλον πέμψω ὑμῖν, τό Πνεῦμα τῆς ἀληθείας»-, καί πάλιν·«Ἔχομεν δέ τόν θησαυρόν τοῦτον ἐν σκεύεσιν ὀστρακίνοις» εἴτουν καρδίαις σαρκίναις. Βουλόμενος δέ δεῖξαί σοι τόν θησαυρόν, ὅτι οὐκ ἄλλος τίς ἐστι παρά τόν λάμψαντα, ἀλλά ὁμότιμος καί ὁμοούσιος αὐτοῦ ὑπάρχει, προσέθηκε λέγων· «Ἵνα τό πλεῖστον τῆς δυνάμεως μή ᾖ ἐξ ἡμῶν ἀλλ’ ἐκ τοῦ Θεοῦ», τοῦ ἐν ἡμῖν διά τῆς ἐλλάμψεως δηλονότι τοῦ Πνεύματος σκηνώσαντος. Τοῦτο γάρ ἐστιν ὁ θησαυρός, ἡ Ἁγία Τριάς, συνεχόμενος μέν ὑφ’ ἡμῶν διά τῆς τῶν ἐντολῶν, ὡς εἴρηται, πασῶν ἀκριβοῦς φυλακῆς, συνέχων δέ ὅλους ἡμᾶς διά τῆς αὐτοῦ φιλανθρωπίας τε καί δυνάμεως καί χάριτος, πάντοθεν ἀτρώτους καί ἀκλινεῖς καί ἀσαλεύτους συντηρῶν καί διαφυλάττων ἡμᾶς· οὕς καί ὡς ἀσθενοῦντας καί εὐολίσθους, μικρόν τι ἐλλείψαντας ἤ σφαλέντας, αὐτός εὐθύς ὁ θησαυρός συσφίγγει καί πρός ἑαυτόν ἑνοῖ τε καί συγκολλᾷ ἑαυτῷ καί ἀναπληροῖ τά ἡμῶν ὑστερήματα καί στερεοῖ καί παγιωτέρους ἡμᾶς ἀπεργάζεται.

Διά δή τοῦτο παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, παραστῆσαι ἑαυτούς ἀμέμπτους τῷ Κυρίῳ ἐκ πάσης ἁμαρτίας, ἐπιφερομένους μεθ’ ἑαυτῶν τήν φυλακήν πασῶν τῶν σωτηρίων αὐτοῦ ἐντολῶν. Οὕτω γάρ ταύτας ὁ τεχνίτης Θεός Λόγος λαβόμενος, ὡς ὕλην τινά διά χρυσοῦ καί ἀργύρου καί λίθων τιμίων συμπεφορημένην, αὐτός ὁμοῦ πάσας ἑνώσει καί εἰς εὔχρηστα διά τῶν τοιούτων σκεύη κατασκευάσει ἡμᾶς. Ἀλλά μή τάς μέν κομίσωμεν αὐτῷ, τάς δέ καταλείψωμεν, μηδέ ὅταν πάσας αὐτῷ προσενέγκωμεν, περί μίαν καί μόνην ἀμεληταί καί καταφρονηταί φανῶμεν τῷ Δεσπότῃ Χριστῷ τῷ Θεῷ, ἵνα μή ὀργισθείς προστρίψῃ κἀκείνας ἡμῖν καί ἐκβληθῆναι ἡμᾶς ἔξω τοῦ νυμφῶνος κελεύσῃ. Τοῦτο δέ παθόντες οὐδέν ἡμᾶς ὕστερον, εἰ καί πολλά κρούσαντες εἴπομεν· «Κύριε, Κύριε, ἄνοιξον ἡμῖν»!, ὠφελήσει. Ἐρεῖ γάρ· «Ὑπάγετε ἀπ’ ἐμοῦ! Οὐδέ γάρ οἶδα ὑμᾶς ὡς πιστούς, οὐδέ μέχρι θανάτου ὑπακούσαντας καί ἐκπληρώσαντάς μου τό πρόσταγμα. Διό ἀπέλθετε ἀπ’ ἐμοῦ».

Ταῦτα μέν οὖν, οἶδα, πρῶτος ὁ ταπεινός ἐγώ καί πανάθλιος, ὡς μηδέ μίαν πεπληρωκώς ἐντολήν τοῦ Θεοῦ μου, ἀκούσομαι. Εἶτα καί ὅσοι κατ’ ἐμέ ἀνυπότακτοι καί παρήκοοι τῶν ἐντολῶν τοῦ Θεοῦ, οἱ λέγοντες ἄφρονι λογισμῷ· «Εἴθε μή μεμοίχευκα! Τό γάρ ὀβολόν ἤ κλάσμα κεκλοφέναι ἄρτου, ποία ἁμαρτία ἐστίν;» Εἶτα πάλιν· «Μακάριος ἄν ἤμην, φησίν, ἐάν μή αἰσχροῖς καί βεβήλοις τῆς ἀρσενοφθορίας περιεπάρην κακοῖς. Τό γάρ λοιδορῆσαι ἤ φθονῆσαι, παῖξαί τε καί γελάσαι, ὁποία ἄρα ἐστίν ἁμαρτία;» οἱ πάλιν ἑαυτούς ἡγούμενοι, διά τό ἐκ σαρκικῶν τῆς ἁμαρτίας πράξεων καθαρεύειν, ὡς ἀγγέλους Θεοῦ καί μεγάλα περί ἑαυτῶν ἀφρόνως οἰόμενοι, μή ποιούμενοι δέ λόγον τῶν ψυχικῶν ἀρετῶν καί παθῶν, ἀλλά καί τῶν ἄλλων ἁπασῶν ἐντολῶν τοῦ Κυρίου καταφρονοῦντες καί πρός τήν ἐκπλήρωσιν αὐτῶν μή βιαζόμενοι ἑαυτούς, παραιτούμενοι δέ καί ὑπέρ ἐντολῆς Θεοῦ πᾶσαν ἐπίπονον πρᾶξιν καί κακοπάθειαν, καί ἀμερίμνως διάγοντες.

Τί γάρ ὄφελος, ἀδελφοί, τό πορνείας μέν ἀπέχεσθαι καί ἄλλης ἀκαθαρσίας σωματικῆς, δόξης δέ ἀντιποιεῖσθαι καί χρημάτων ἐφίεσθαι; Ἡ μέν γάρ τό σῶμα, ἡ δέ τήν ψυχήν διαφθείρει. Οὐ μόνον δέ, ἀλλά καί ἀπίστους ἡμᾶς κατά τήν τοῦ Κυρίου φωνήν ἡ δόξα τῶν ἀνθρώπων καί τό ταύτης ἐρᾶν ἀπεργάζεται· «Πῶς δύνασθε, φησί, πιστεύειν, δόξαν παρά ἀνθρώπων λαμβάνοντες καί τήν δόξαν τήν παρά τοῦ μόνου Θεοῦ ζητοῦντες;». Τί δέ τό ἀρσενοφθορίας μέν καθαρεύειν, φθόνῳ δέ καί μίσει καί ζήλῳ κατά τοῦ πλησίον ἐκτήκεσθαι; Τό γάρ πρός τόν ἀδελφόν μῖσος φονέα τόν κεκτημένον ἀποτελεῖ· «Ὁ γάρ μισῶν τόν ἀδελφόν αὐτοῦ, φησίν ὁ ἀπόστολος, ἄνθρωποκτόνος ἐστίν». Ἀρσενοκοίτης δέ καί φονεύς ἑνί πάντως κατά τούς ἱερούς κανόνας καί τῷ αὐτῷ ἐπιτιμίῳ καθυποβάλλονται καί ὑπόδικοι κρίσεως αἰωνίου ἀμετανόητοι διαμένοντες γίνονται. Τί δέ ἐάν μή μεθύσκεταί τις οἴνῳ, λοιδορεῖ δέ τόν ἀδελφόν αὐτοῦ; Ἀμφότεροι γάρ κατά τόν θεῖον ἀπόστολον τῆς βασιλείας ἐξωθοῦνται τῶν οὐρανῶν· «Μή πλανᾶσθε γάρ, φησίν, οὔτε πόρνοι, οὔτε ἀρσενοκοῖται», καί ἐπιφέρει· «οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι». Τί δέ τῆς νηστείας ὄφελος, εἰπέ μοι, μή προσούσης πρᾳότητος; Τί δέ τῆς πρᾳότητος ὄφελος, ἐάν ἐπί ὀλέθρῳ ψυχῆς ἐστι καί παραβάσει μιᾶς καί τῆς αὐτῆς ἐντολῆς τοῦ Θεοῦ; Ὥσπερ γάρ ὁ τῷ τύπτοντι ἀντιπίπτων καί ἀντιπύπτων, αὐτόν τόν εἰπόντα Θεόν ἀτιμάζει - «Τῷ τύπτοντί σου τήν σιαγόνα, φησί, στρέψον αὐτῷ καί τήν ἄλλην»-, οὕτω καί ὁ τοῦ βλασφημοῦντος εἰς Θεόν μακροθύμως ἀνεχόμενος, εἰς τόν βλασφημούμενον ἁμαρτάνει ὡς συνηδόμενος τῷ βλασφημοῦντι καί συνευδοκῶν αὐτῷ διά τῆς νομιζομένης μακροθυμίας. Τί τῇ ὑπακοῇ θαρρεῖς, ἀδελφέ, γαστριμαργίᾳ δουλούμενος; «Οὐδείς γάρ, φησί, δυσί κυρίοις δουλεύειν δύναται»· γαστρός δοῦλον Θεοῦ δοῦλον γενέσθαι ἀμήχανον. Τί ἐγκαυχᾷ τῇ πολλῇ τῶν ψαλμῶν μελέτῃ, μετεωριζομένου μέν τοῦ νοός σου, μή ἐπισταμένου δέ τῶν λεγομένων τήν δύναμιν; Εἰ δέ καί διά τοῦτο τῶν ἐπιτασσομένων σοι διακονιῶν ἀμελεῖς καί τῶν παρά τοῦ προεστῶτος ἐπιταχθεισῶν σοι δουλειῶν τῆς μονῆς, ἐγώ μέν σιωπῶ, σύ δέ οἶδ’ ὅτι ἀκήκοας τῆς θείας Γραφῆς λεγούσης· «Ἐπικατάρατος πᾶς ὁ ποιῶν τά ἔργα τοῦ Κυρίου ἀμελῶς». Τί ἐπερείδῃ τῶν ἐν τοῖς σωματικοῖς ἔργοις κόπῳ τῆς ἔνδοθεν ἀμελῶν ἐργασίας; Οὐκ ἀκούεις Παύλου λέγοντος· «Ἡ μέν γάρ σωματική γυμνασία πρός ὀλίγον ἐστίν ὠφέλιμος, ἡ δέ εὐσέβεια πανταχοῦ ὠφέλιμός ἐστιν»; Τί δέ, ἐάν καί τά ἀμφότερα κατορθώσῃ τις, τούς δέ συνόντας αὐτῷ ἤ καί τούς ἐν τῷ κόσμῳ ἀδελφούς κατακρίνῃ; «Ὧ γάρ, φησί, κρίματι κρίνετε κριθήσεσθε, καί ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν». Ὁ δέ καί πάντα τά εἰρημένα κατωρθωκώς καί μήτε ποιῶν τι τῶν ἀπηγορευμένων μήτε τούς ἀμελεῖς ἀδελφούς κατακρίνων, ἐν δέ καιρῷ πειρασμοῦ, ἐπελθόντων αὐτῷ ἐμπτυσμάτων καί ῥαπισμάτων καί ὕβρεων, ἐάν μή ὑπενέγκῃ ταῦτα ἀταράχως, ἤ ταραχθείς μέν τήν καρδίαν οὐ προφέρει δέ ῥῆμα ἀπρεπές, ἀλλά ὅλως ἐνδείξεται διά τοῦ ἔξωθεν σχήματος πρός ὀργήν κινηθεῖσαν αὐτοῦ τήν ὁρμήν τῆς ψυχῆς καί λόγον ὑβριστικόν ἀντιφθέγξεται ἤ ἕτερόν τι πρός ἄμυναν διαπράξεται, πῶς δοῦλον ἑαυτόν καί μιμητήν τοῦ ἰδίου Δεσπότου ὅλως εἰπεῖν ὁ τοιοῦτος τολμήσει καί οὐχί μᾶλλον ἀπεναντίας ἐχθρόν;

Οἱ φίλοι τοίνυν τοῦ Θεοῦ καί οἱ ἀγαπῶντες αὐτόν, ἐν ἑαυτοῖς αὐτόν ἔχοντες οἷα δή θησαυρόν τῶν ἀγαθῶν ἄσυλον, μετά χαρᾶς ἀφάτου καί θυμηδίας τάς τοιαύτας ὕβρεις καί ἐξουδενώσεις προσυποδέχονται, ὑπεραγαπῶντες ὡς εὐεργέτας ἐν εἰλικρινεῖ διαθέσει τούς ταῦτα εἰς αὐτούς ἐνδεικνυμένους καί πράσσοντας. Οἱ δέ γε λέγοντες ὅτι· «Κατά μέν τόν τῆς φιλονεικίας καί μάχης καιρόν κινούμεθα ὡς ἄνθρωποι πρός ὀργήν καί θυμόν, καί ἔσθ’ ὅτε καί ἀμυνόμεθα ἐν λόγοις καί αὐτοῖς ἔργοις τούς ἀδελφούς, ὕστερον δέ οὐκ ἔχομεν κατ’ αὐτῶν ἔχθραν ἐν τῇ ψυχῇ, ἀλλά πάντα ἀφίεμεν καί μάλιστα ἐάν καί συγχώρησιν πρός ἀλλήλους ποιήσωμεν», ἐοίκασί μοι ἀγράφῳ πυξίῳ ἐν ᾧ ὅταν λάβῃ καιρόν ὁ ἐχθρός καί πολέμιος τῶν ψυχῶν ἡμῶν ἐγγράφει δι’ αὐτῶν ἐκείνων τά πονηρά καί μιαρά αὐτοῦ δόγματα καί ὑπάγει· αὐτοί δέ πάλιν τά ἅπερ ἔγραψαν ὑπό τοῦ πονηροῦ κινηθέντες ἐξαλείφοντες, οὐ προαιροῦνται ἐγγράψαι τά τοῦ Χριστοῦ ἀντ’ αὐτῶν, ἵνα ἐλθών ὁ ὑπεναντίος εὑρήσῃ ἐγγεγραμμένας τάς πλάκας τῶν καρδιῶν αὐτῶν καί ἀποστραφῇ ἡττημένος καί κατῃσχυμένος, ἀλλ’ ὀκνηρίᾳ καί ῥᾳθυμίᾳ ἀγράφους ἕκαστος αὐτῶν ἐῶν ταύτας, ὅταν ἀποστείλῃ ὁ Κύριος γράψαι τά ἑαυτοῦ δόγματα ἔν τινι τῶν τοιούτων, εὐθύς ἐκεῖνοι γράφουσι προθύμως τά τοῦ ἐχθροῦ· καί τά μέν πικρά καί θανατηφόρα προσίενται, τά δέ ζωοποιά καί ὑπέρ μέλι γλυκέα ἐξ ἑαυτῶν ἀπωθοῦνται.

Ὁ μηδέν οὖν ἐπταικώς Κύριος ὁ Ἰησοῦς καί Θεός ἡμῶν ἐτύφθη, ἵνα οἱ μιμούμενοι αὐτόν ἁμαρτωλοί μή μόνον ἄφεσιν τῶν ἡμαρτημένων λάβωσιν, ἀλλά καί τῆς Θεόητος αὐτοῦ συγκοινωνοί διά τήν ὑπακοήν αὐτῶν γένωνται· καί ὁ μή τοῦτο ἐν ταπεινώσει καρδίας καταδεχόμενος, ὡς ἐπαισχυνόμενος τά τοῦ Δεσπότου πάθη μιμήσασθαι, ἐπαισχυνθήσεται καί αὐτόν ὁ Χριστός ἐνώπιον τῶν ἀγγέλων καί τοῦ Πατρός αὐτοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. Τό δέ λεγόμενον τοιοῦτόν ἐστι· Θεός ὤν ἐκεῖνος ἐγένετο δι’ ἡμᾶς ἄνθρωπος. Ἐρραπίσθη, ἐνεπτύσθη καί ἐσταυρώθη, διδάσκων οἱονεί καί λέγων ἑκάστῳ ἡμῶν δι’ ὧν πέπονθεν ὁ ἀπαθής τῇ Θεότητι· «Ἐάν βούλῃ, φησίν, ἄνθρωπε, γενέσθαι Θεός καί ζωῆς ἐπιτυχεῖν αἰωνίου καί σύν ἐμοί εἶναι, οὗπερ ὁ σός πραπάτωρ ποτέ καλῶς ἐπιθυμήσας οὐκ ἔτυχεν, οὕτω ταπεινώθητι, ὡς ἐταπεινώθην ἐγώ διά σέ· καί ἀποθέμενος τό ἀλαζονικόν τε καί ὑπερήφανον τοῦ δαιμονιώδους φρονήματος, δέξαι ῥαπίσματα, δέξαι ἐμπτύσματα, κολαφίσματα, καί ὑπόμεινον ταῦτα μέχρι θανάτου καί μή ἐπαισχυνθῇς. Εἰ δέ σύ παθεῖν αἰσχυνθῇς διά τάς ἐμάς ἐντολάς, ὡς ἐγώ ὁ Θεός ἔπαθον διά σέ, αἰσχύνην κἀγώ ἡγήσομαι τοῦ σύν ἐμοί εἶναί σε ἐν τῇ μετά δόξης ἐλεύσει μου καί ἐρῶ τοῖς ἀγγέλοις μου· Οὗτος ἐν τῇ ταπεινώσει μου ἐπῃσχύνθη με καί καταλιπεῖν τήν δόξαν τοῦ κόσμου καί ὁμοιωθῆναί μοι οὐ κατεδέξατο, νυνί δέ ὅτε τῆς δόξης μέν τῆς φθαρτῆς αὐτός ἐγυμνώθη, ἐγώ δέ ἐν τῇ τοῦ Πατρός μου ἀθανάτῳ δόξῃ δεδόξασμαι, καί τό ὅλως ὁρᾶν αὐτόν ἐπαισχύνομαι! Ἐκβληθήτω τοιγαροῦν ἔξω, ἀρθήτω ὡς οἱ ἀσεβεῖς ἵνα μή ἴδῃ τήν δόξαν Κυρίου!». Ταῦτα τοίνυν ἀκούσονται οἱ πάσας μέν τάς ἐντολάς κατά τό δοκοῦν τηροῦντες, δι’ αἰσχύνην δέ καί ἐντροπήν ἀνθρώπων μή καταδεχόμενοι τάς ἐξ αὐτῶν ἐπιφερομένας αὐτοῖς ὕβρεις καί ἀτιμίας ἤ λοιδορίας, μηδέ τούς ῥαπισμούς μηδέ τάς ἐξ αὐτῶν πληγάς ὑποφέροντες.

Φρίξατε, ἄνθρωποι, καί τρομάξατε, καί τάς ὕβρεις ἅς ὁ Θεός ὑπέστη διά τήν σωτηρίαν ἡμῶν, μετά χαρᾶς καί ὑμεῖς ὑπομείνατε! Ὁ Θεός ὑπό αἰσχίστου δούλου ῥαπίζεται ὑπόδειγμά σοι νίκης διδούς, καί σύ παρά τοῦ ὁμοιοπαθοῦς σου ἀνθρώπου οὐ καταδέχῃ τοῦτο παθεῖν; Θεοῦ μιμιτής αἰσχύνῃ γενέσθαι, καί πῶς συμβασιλεύσεις αὐτῷ καί συνδοξασθήσῃ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, μή ὑπομείνας αὐτόν; Εἰ γάρ κἀκεῖνος, ὅσον τό ἐπί σοί, ἄνθρωπος ἐπῃσχύνθη γενέσθαι διά σέ καί ἐν τῷ τῆς παραβάσεως πτώματι κείμενόν σε μέχρι τοῦ παρόντος κατέλιπεν, οὐχί μετά τῶν ἀπίστων καί ἀσεβῶν ἐν τοῖς τοῦ ᾅδου μυχοῖς ἐναπέμεινας, ἄθλιε; Πιστεύεις ὅτι Θεός ὁ Χριστός; «Ναί», φησίν. Εἰ οὖν πιστεύεις ὅτι ὁ Θεός ὁ ποιήσας τόν οὐρανόν καί τήν γῆν ἐστιν ὅς ἀκενώτως ἐκενώθη ἐκ τῶν κόλπων τῶν πατρικῶν, ὅς κατῆλθεν ἐπί τῆς γῆς ἐκ τοῦ ἀπείρου ὕψους τῆς Θεότητος καί τῆς ἀφράστου δόξης αὐτοῦ καί γέγονεν ἄνθρωπος εὐτελής καί πτωχός διά σέ, σύ πηλός ὤν καί τέφρα καί κόνις, οὐ καταδέχῃ τοῦ νομιζομένου ὑψηλοῦ σου θρόνου κατελθεῖν καί ταπεινωθῆναι τῷ ἀδελφῷ σου, τῷ κάτω μέν ἱσταμένῳ κατά γε τοῦτο δή τό ὁρώμενον, ἴσως δέ ταῖς ἀρεταῖς ὑπερκειμένῳ σου; Οὐκ ἀπορρίπτεις τήν στολήν τήν δοκοῦσαν εἶναι λαμπράν, ἐκείνου τό τρίχινον καί τήν ταπείνωσιν δυσωπούμενος; Οὐ παρορᾷς πάντα ἅ παίγνιον ὄντως ἐστί καί προσωπεῖον μᾶλλον ἀσχημοσύνης καί οὐ δόξα λαμπρότητος; Οὐχ ὅμοιος γίνῃ κατά πάντα τῷ σῷ πλαστουργῷ καί Θεῷ, τοῖς ἀδελφοῖς σου συνταπεινούμενος; Εἰ οὖν ὁμοιωθῆναι αὐτῷ οὐκ ἀνέχῃ, μείζονα σεαυτόν, ὡς οὐκ οἶδας, καί ἐνδοξότερον ἐκείνου κατασκευάζεις, ἄλλος ἡμῖν Ἄννας ἤ Καϊάφας ἤ Πιλᾶτος καί τύραννος δεικνύμενος, οὐ συγκάθεδρον ἀλλ’ ὡς ἕνα τῶν κατακρίτων βουλόμενος παρεστάναι σοι τόν Ποιητήν τοῦ παντός.

Ταῦτα τοίνυν πρός τούς πλουσίους καί ἄρχοντας καί τῶν ἄλλων ὑπερκαθεζομένους καί τάς ὀφρῦς ἀνασπῶντας μεθ’ ὑπεροπτικοῦ τοῦ φρονήματος. Τί δέ πρός τούς πάντα δῆθεν καταλιπόντας καί διά τήν τῶν οὐρανῶν βασιλείαν πτωχεύσαντας; Τί οὖν ἐροῦμεν; Ἰδού ἐπτώχευσας, ἀδελφέ, καί ἐμιμήσω τόν Δεσπότην σου Χριστόν καί Θεόν. Βλέπε τοιγαροῦν ἄρτι συνόντα σοι τοῦτον καί συναναστρεφόμενον μετά σοῦ, τόν ὑπεράνω πάντων τῶν οὐρανῶν. Ἰδού ὁδεύετε οἱ δύο ὁμοῦ· συνήντησέ τις ὑμῖν ἐν τῇ τοῦ βίου ὁδῷ, δέδωκε τῷ Δεσπότῃ σου ῥάπισμα, δέδωκε ὁμοίως καί σοί. Ὁ Δεσπότης οὐκ ἀντιλέγει καί σύ ἀντιπίπτεις; - Ναί, φησίν, εἶπε γάρ τῷ ῥαπίσαντι· « Ἐάν κακῶς ἐλάλησα, μαρτύρησον περί τοῦ κακοῦ· εἰ δέ καλῶς, τί με δέρεις;» Τοῦτο οὐχ ὡς ἀντιλέγων εἶπεν, ὥσπερ ὑπέλαβες, ἀλλ’ ἐπειδή ἐκεῖνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδέ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ἄλλως τε δέ καί ἵνα μή νομισθῇ ὅτι ὡς ἁμαρτίαν πεποιηκότα δικαίως αὐτόν ἔτυψεν ὁ εἰπών αὐτῷ· «Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ», τούτου χάριν ἀνεύθυνον ἑαυτόν ἀποφαίνων τοῦτο ἐφθέγξατο. Ἀλλ’ οὐχί πάντως καί ἡμεῖς τοιοῦτοι οἱ πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι. Καί γάρ ὕστερον πολλῷ χείρονα τούτου ὑποστάς οὐδέν οὐδαμῶς λαλήσας εὑρίσκεται, μᾶλλον μέν οὖν καί ὑπέρ τῶν σταυρωσάντων αὐτόν εὐχόμενος δείκνυται. Ἐκεῖνος παιζόμενος οὐκ ἀγανακτεῖ καί σύ δυσχεραίνεις; Ἐκεῖνος ἐμπτύσματα καί κολαφίσματα καί φραγγελώσεις ὑφίσταται καί σύ οὐδέ λόγον ἀνέχῃ σκληρόν καταδέξασθαι; Ἐκεῖνος σταυρόν καί θάνατον ἄτιμον καί τάς ἐκ τῶν ἥλων ὀδύνας δέχεται καί σύ τάς ἀτιμοτάτας διακονίας οὐ καταδέχῃ ποιεῖν; Καί πῶς τῆς δόξης αὐτοῦ συγκοινωνός γενέσθαι μή καταδεχόμενος; Ὄντως εἰς μάτην τόν πλοῦτον κατέλιπες, τόν σταυρόν ἆραι, ὡς ἐκεῖνος ἐκέλευσε, μετά τοῦ λόγου τῆς ἀληθείας μή βουληθείς· «Πώλησόν σου τά ὑπάρχοντα καί δός πτωχοῖς», τῷ νεανίσκῳ καί ἡμῖν ὁ Χριστός ἐνετείλατο σύν αὐτῷ, «καί ἆρον τόν σταυρόν σου καί δεῦρο ἀκολούθει μοι! ». Σύ δέ τόν πλοῦτον ἐσκόρπισας, ἆραι δέ τόν σταυρόν μή καταδεξάμενος, ὥσπερ εἴρηται, ὅπερ ἐστί τό τήν πάντων ὑπενεγκεῖν τῶν πειρασμῶν ἐκθύμως ἐπιφοράν, ἐναπειλείφθης ἐν τῇ τοῦ βίου ὁδῷ καί ἐχωρίσθης δυστυχῶς τοῦ γλυκυτάτου Δεσπότου σου καί Θεοῦ!

Ἀλλά παρακαλῶ, πατέρες καί ἀδελφοί, φυλάξωμεν πάσας τάς ἐντολάς τοῦ Χριστοῦ, ὑπομείνωμεν τούς ἐπερχομένους ἡμῖν πειρασμούς μέχρι θανάτου διά τόν πόθον τῆς βασιλείας τῶν οὐρανῶν, ἵνα καί τῆς δόξης τοῦ Ἰησοῦ κοινωνοί καί τῆς αἰωνίου ζωῆς μέτοχοι καί τῆς ἀπολαύσεως τῶν ἀπορρήτων ἀγαθῶν κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Λόγος ΚΗ΄. Περί τῆς ἐκ τοῦ Πνεύματος ἐγγινομένης τοῖς ἀγωνιζομένοις καί πρό τοῦ θανάτου ζωοποιοῦ νεκρώσεως. Καί ὅτι οἱ ἐν τῇ χάριτι ὑπέρ τόν νόμον γενόμενοι τήν τοῦ θείου φωτός χάριν γνωστῶς ἐν ἑαυτοῖς λαμβάνουσιν· οἱ γάρ μή λαβόντες ἤδη τοῦτο τό φῶς κατά τήν παροῦσαν ζωήν, μηδέ καθορῶντες αὐτό, ἔτι ὑπό τήν σκιάν τοῦ νόμου εἰσί καί κριθήσονται ὑπ’ αὐτοῦ. Καί ὁποῖον δεῖ εἶναι τόν τε προηγούμενον καί τόν ἱερέα, τόν δεσμεῖν καί λύειν ἄνωθεν λαβόντα τήν ἐξουσίαν. Καί ὅτι τῷ ἀληθῶς ἱερουργοῦντι καί ὑπό τοῦ θείου καταλαμπομένῳ φωτός πάντες κατάδηλοι, αὐτοί τε οἱ Πνεύματι περιπατοῦντες Θεοῦ καί οἱ μήπω τόν χοϊκόν ἐκδυσάμενοι ἄνθρωπον.

Ἀδελφοί καί πατέρες, βλέπετε πῶς ἀκούετε. Φησί γάρ ὁ Χριστός καί Θεός· «Ἐρευνᾶτε τάς Γραφάς». - Ἵνα τί φησίν; Ἵνα ἐν πρώτοις μέν τήν ἐπί σωτηρίαν ἄγουσαν ὁδόν διδαχθῶμεν, ἔπειτα καί διά τῆς πράξεως τῶν ἐντολῶν ἀμεταστρέπτως βαδίσαντες, ἐπ’ αὐτην τήν σωτηρίαν τῶν ψυχῶν ἡμῶν καταντήσωμεν. Τίς οὖν ἐστιν ἡ σωτηρία ἡμῶν; Ἰησοῦς ὁ Χριστός, καθώς ὁ ἄγγελος ἐπιστάς τοῖς ποιμέσιν ἔλεγεν· «Ἰδού εὐαγγελίζομαι ὑμῖν χαράν μεγάλην, ἥτις ἔσται παντί τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστός Κύριος ἐν πόλει Δαυίδ». Σπεύσωμεν οὖν ἕκαστος ἡμῶν, ἀγαπητοί, δράμωμεν εὐτόνως μηδέν φορτικόν ἤ βιωτικόν ἤ δυσβάστακτον ἐπιφερόμενοι, ἵνα μή σχολαιότερον βαδίζειν ἐκ τούτου ἀναγκαζόμενοι, οὐ δυνηθῶμεν φθάσαι καί εἰσελθεῖν ἐν τῇ πόλει Δαβίδ. Παρακαλῶ ὑμᾶς διά τῆς ἐνεργούσης ἐν ὑμῖν χάριτος μή ἀμελῆσαι τῆς σωτηρίας ὑμῶν, ἀλλά ἀναστάντες ὡς ἐξ ὕπνου τῆς πονηρᾶς οἰήσεως καί ἀμελείας, μή στῶμεν μηδέ καθίσωμεν ἕως ἄν ἔξω τοῦ κόσμου γενώμεθα καί τόν Σωτῆρα ἡμῶν καί Θεόν εὑρόντες καί κατιδόντες ἐκεῖ, προσκυνήσωμεν αὐτῷ καί προσπέσωμεν, καί μηδέ μέχρι τουτου στῶμεν, ἀλλ’ ἕως οὗ κἀκεῖνος πρός ἡμᾶς εἴπῃ· «Ὑμεῖς οὐκ ἐστέ ἐκ τοῦ κόσμου, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου».

Πῶς δέ τις ἔρχεται εἰς τό μή εἶναι ἐκ τοῦ κόσμου; Ἐάν ἑαυτόν σταυρώσῃ τῷ κόσμῳ καί τόν κόσμον ἑαυτῷ, καθώς καί ὁ Παῦλός φησιν· «Ἐμοί κόσμος ἐσταύρωται κἀγώ τῷ κόσμῳ». Καί τί ταῦτα, φησί, πρός ἐκεῖνα συνᾴδει τά ῥήματα; - Τά μέν ῥήματα, φησίν, ἄλλα, ἡ δέ δύναμις τῶν ἀμφοτέρων μία καί ἡ αὐτή. Ὥσπερ γάρ ὁ ἔξω τῆς οἰκίας ὤν, τούς ἔνδοθεν ἐγκεκλεισμένους οὐ καθορᾷ, οὕτως οὐδέ ὁ ἐσταυρωμένος τῷ κόσμῳ ἤτοι νενεκρωμένος αἴσθησίν τινα πρός τά ἐν κόσμῳ πράγματα κέκτηται. Καί ὥσπερ πάλιν τό νεκρόν σῶμα οὔτε πρός τά ζῶντα οὔτε πρός τά σύν αὐτῷ νεκρά κείμενα σώματα τήν οἱανοῦν αἴσθησιν ἔχει, οὕτως οὐδέ ὁ ἔξω τοῦ κόσμου ἐν Πνεύματι Θείῳ γεγονώς καί σύν Θεῷ ὤν δύναται πρός τόν κόσμον αἴσθησιν ἔχειν ἤ πρός τά τοῦ κόσμου πράγματα.

Οὕτω τοιγαροῦν, ἀδελφοί, καί πρό θανάτου θάνατος καί πρό τῆς ἀναστάσεως τῶν σωμάτων ψυχῶν ἀνάστασις γίνεται ἔργῳ καί δυνάμει καί πείρᾳ καί ἀληθείᾳ. Τοῦ θνητοῦ γάρ φρονήματος ὑπό τοῦ ἀθανάτου νοός ἐξαφανιζομένου καί τῆς νεκρότητος ὑπό τῆς ζωῆς διωκομένης ἡ ψυχή τότε, ὡς ἐκ νεκρῶν ἀναστᾶσα, ἑαυτήν ὁμολογουμένως ὁρᾷ, καθάπερ οἱ ἐξ ὕπνου ἀναστάντες ἑαυτούς βλέπουσι, καί τόν αὐτήν ἀναστήσαντα ἐπιγινώσκει Θεόν, ὅν κατανοοῦσα καί ᾧ εὐχαριστοῦσα, προσκυνεῖ καί δοξολογεῖ τήν ἄπειρον αὐτοῦ ἀγαθότητα. Τό δέ σῶμα οὐκ ἔχει πρός τάς ἰδίας ἐπιθυμίας τήν οἱανοῦν ἔμπνευσιν ἤ κίνησιν ἤ ἐνθύμησιν, ἀλλά νεκρόν ὅλον καί ἄπνουν ἐν τούτοις γίνεται.

Ἔστιν ὅτε καί αὐτῶν εἰπεῖν πολλάκις τῶν κατά φύσιν ὁ ἄνθρωπος ἐπιλανθάνεται τηνικαῦτα διά τό ἐν τοῖς ὑπέρ φύσιν ἀεί ἐνδιατρίβειν νοερῶς τήν ψυχήν. Καί εἰκότως· «Πνεύματι γάρ, φησί, περιπατεῖτε καί ἐπιθυμίαν σαρκός οὐ μή τελέσητε». Νεκρά γάρ ἡ σάρξ, ὥσπερ εἴρηται, διά τῆς ἐπιφοιτήσεως γινομένη τοῦ Πνεύματος, ἀνενοχλήτους ἡμᾶς τοῦ λοιποῦ ἐάσει καί ἀνεμποδίστως βιώσετε, ἐπειδή «νόμος τῷ δικαίῳ οὐ κεῖται», κατά τόν θεῖον ἀπόστολον, ὡς ὑπέρ νόμον δηλονότι πολιτευομένῳ. «Ὅπου γάρ, φησί, Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία», ἐλευθερία ἐκ τῆς τοῦ νόμου πάντως δουλείας. Ὁ γάρ νόμος ὁδηγός καί παιδαγωγός καί χειραγωγός καί διδάσκαλος δικαιοσύνης ἐστίν ἐν τῷ λέγειν· «Ποιήσεις τό καί το» καί αὖθις· «Τό καί τό οὐ ποιήσεις», ἡ δέ χάρις καί ἡ ἀλήθεια οὐχ οὕτως, ἀλλά πῶς; «Καί ποιήσεις πάντα καί εἴπῃς κατά τήν δοθεῖσάν σοι χάριν καί λαλοῦσαν ἐν σοί» καθά γέγραπται «Καί ἔσονται πάντες διδακτοί Θεοῦ», οὐ διά γραμμάτων καί χαραγμάτων τό καλόν ἐμανθάνοντες ἀλλ’ ἐν Ἁγίῳ Πνεύματι τοῦτο ἐκδιδασκόμενοι, οὐδέ ἐν λόγῳ μόνῳ ἀλλ’ ἐν φωτί λόγου καί ἐν λόγῳ φωτός μυστικῶς τά θεῖα μυούμενοι. «Τηνικαῦτα γάρ καί ἑαυτοῖς καί τοῖς πλησίον, φησί, διδάσκαλοι ἔσεσθε, οὐ μήν ἀλλά καί φῶς τοῦ κόσμου καί ἅλας τῆς γῆς».

Οἱ οὖν πρό τῆς χάριτος ὡς ὑπό νόμον ὄντες, καί ὑπό τήν αὐτοῦ σκιάν ὑπῆρχον καθήμενοι· οἱ δέ μετά τήν χάριν καί ἡμέραν γενόμενοι, τῆς σκιᾶς ἤτοι τῆς δουλείας τοῦ νόμου ἠλευθερώθησαν, ὑπεράνω δηλονότι γεγονότες αὐτοῦ, ὡς διά κλίμακός τινος, τῆς εὐαγγελικῆς πολιτείας, εἰς ὕψος ἀρθέντες καί τῷ νομοθέτῃ συμβιοτεύοντες, νομοθέται καί αὐτοί μᾶλλον ὄντες ἤ νόμου φύλακες.

Ἆρά γε ἐστίν ὅς ἔχει ὦτα ἀκούειν, ἵνα δυνηθῇ τῶν ὑπό τοῦ Πνεύματος λεγομένων ἐνωτισθῆναι τήν δύναμιν; Ἆρα καί νῦν ἐστιν ὁ νοῦν κεκτημένος Χριστοῦ, ἵνα νοήσῃ καλῶς καί θεοπρεπῶς τά ὑπό τούτου γραφόμενα; Ἆρα καί νῦν εὑρεθήσεταί τις ἔχων λαλοῦντα ἐν αὐτῷ τόν Χριστόν, ἵνα καλῶς ἰσχύσῃ διερμηνεῦσαι τά ἐγκεκρυμμένα τοῖς λόγοις μυστήρια; «Σοφίαν γάρ λαλοῦμεν, φησίν, οὐ τοῦ αἰῶνος τούτου τήν καταργουμένην, ἀλλά σοφίαν ἐν μυστηρίῳ, τήν ἀποκεκρυμμένην» μέν τοῖς πολλοῖς, ἡμῖν δέ καί λίαν ἀποκαλυπτομένην καί γινωσκομένην, τοῖς τῷ φόβῳ τοῦ Θεοῦ στοιχειουμένοις καί ἀεί βλέπουσι πρός αὐτόν.Οὐ γάρ ὅ οὐκ οἴδαμεν λαλοῦμεν, ἀλλ’ ὅ εἴδαμεν μαρτυροῦμεν, ὅτι τό φῶς ἐν τῇ σκοτίᾳ ἤδη φαίνει καί ἐν νυκτί καί ἐν ἡμέρᾳ καί ἐντός καί ἐκτός, ἐντός μέν ἐν ταῖς καρδίαις ἡμῶν, ἐκτός δέ ἐν τῷ νοΐ περιλάμπον ἡμᾶς ἀνεσπέρως, ἀτρέπτως, ἀναλλοιώτως, ἀσχηματίστως, λαλοῦν, ἐνεργοῦν, ζῶν καί ζωοποιοῦν καί φῶς τούς λαμπομένους ἀπεργαζόμενον. Ἡμεῖς μαρτυροῦμεν ὅτι ὁ Θεός φῶς ἐστι, καί οἱ αὐτόν καταξιωθέντες ἰδεῖν πάντες ὡς φῶς ἐθεάσαντο, καί οἱ λαβόντες αὐτόν ὡς φῶς αὐτόν ἔλαβον, ὅτι προπορεύεται ἔμπροσθεν αὐτοῦ τό φῶς τῆς δόξης αὐτοῦ καί δίχα φωτός ἀμήχανόν ἐστι φανῆναι αὐτόν, καί οἱ μή ἰδόντες τό φῶς αὐτοῦ οὐδέ ἐκεῖνον εἶδον, ὅτι ἐκεῖνος φῶς ἐστι, καί οἱ μή λαβόντες τό φῶς οὔπω τήν χάριν ἔλαβον· οἱ γάρ τήν χάριν λαβόντες φῶς Θεοῦ καί Θεόν ἔλαβον, καθώς εἶπε τό φῶς, ὁ Χριστός· «Ἐνοικήσω ἐν αὐτοῖς καί ἐμπεριπατήσω».

Οἱ δέ μήπω τοῦτο παθόντες ἤ ἀξιωθέντες, πάντες οἱ τοιοῦτοι ὑπό τόν πρό τῆς χάριτος νόμον εἰσί, δοῦλοι καί μαθηταί δούλων καί ἀκροαταί νόμου καί τέκνα παιδίσκης καί υἱοί σκότους τυγχάνουσι, κἄν βασιλεῖς κἄν πατριάρχαι, κἄν ἀρχιερεῖς κἄν ἱερεῖς, κἄν ἄρχοντες κἄν ἀρχόμενοι, κἄν λαϊκοί κἄν μονάζοντες, κἄν ἀσκηταί κἄν ἡγούμενοι, κἄν πτωχοί κἄν πλούσιοι, κἄν ἀσθενεῖς κἄν ὑγιεῖς τῷ σώματι πέλωσι. Πάντες γάρ οἱ ἐν σκότει καθήμενοι υἱοί σκότους εἰσι καί μετανοῆσαι βούλονται. Ἡ γάρ μετάνοια θύρα ἐστίν ἐξάγουσα ἀπό τοῦ σκότους καί εἰσάγουσα εἰς τό φῶς. Ὁ οὖν πρός τό φῶς μή εἰσελθών οὐ διῆλθε τήν θύραν τῆς μετανοίας καλῶς· εἰ γάρ διῆλθεν, ἐγένετο ἄν ἐν φωτί. Ὁ δέ μή μετανοῶν ἁμαρτάνει, διότι οὐ μετανοεῖ· «Τῷ γάρ εἰδότι καλόν ποιεῖν καί μή ποιοῦντι, φησίν, ἁμαρτία αὐτῷ ἐστιν». Ὁ δέ ποιῶν τήν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας καί μισεῖ τό φῶς καί οὐκ ἔρχεται πρός τό φῶς, ἵνα μή φανερωθῇ αὐτοῦ τά ἔργα. Νῦν μέν γάρ ἑκουσίως καί αὐτοπροαιρέτως διά μετανοίας εἰσερχόμενοι πρός τό φῶς, ἐλεγχόμεθα μέν καί κρινόμεθα, ἀλλά μυστικῶς τοῦτο καί ἀποκεκρυμμένως ἐν τῷ ἐνδοτέρῳ ταμείῳ τῶν ψυχῶν ἡμῶν πρός καθαρισμόν μέν καί ἄφεσιν τῶν ἁμαρτημάτων ἡμῶν, ἐλέει καί φιλανθρωπίᾳ Θεοῦ, ὑφιστάμεθα, μόνου δηλαδή Θεοῦ - καί ἡμῶν - τά καθ’ ἡμᾶς ἐπισταμένου καί βλέποντος· τότε δέ, ἤγουν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, πρός τούς μή θέλοντας νῦν ἐλθεῖν πρός τό φῶς, ἀλλά μισοῦντας αὐτό, τό ἄρτι κρυπτόμενον φῶς ἀποκαλυφθήσεται καί τά κρυπτά τούτουν πάντα φανερά γενησονται. Καί οἷοί ἐσμεν ἕκαστος ἡμῶν νυνί τῶν ἀνθρώπων, ἑαυτούς περικρύπτοντες καί διά μετανοίας φανερῶσαι τά ἑαυτῶν μή βουλόμενοι, τότε ὑπό τοῦ φωτός δῆλοι καί φανεροί Θεῷ καί τοῖς πᾶσι γενώμεθά τε καί γενησόμεθα.

Καί θέα μοι ἐνταῦθα τῆς αἰσχύνης τό μέγεθος. Ὥσπερ γάρ ἐν οἰκίᾳ ἔνδον τάς θύρας ἐχούσῃ συγκεκλεισμένας, ἐάν ἐξ ἡμῶν τις ὑπάρχων καί ὡς παρά τινος τῶν ἔξωθεν μή καθορώμενος, ἀφειδῶς ἁμαρτάνει, μοιχείας δῆθεν ποιῶν καί παιδοφθορίας ἤ ἕτερά τινα μυσαρά ἐργαζόμενος, εἶτα φανερωθείς αἴφνης τό πονηρόν ἐργαζόμενος, μεγάλην τήν αἰσχύνην ὑφίσταται· ἤ καί πάλιν ἄλλως, ἐάν κατά τοῦ βασιλέως τις μελετᾷ καί τά κατ’ αὐτοῦ ἐγγράφως ἐκτίθησιν ἤ ἐάν λέγῃ τι καί βουλεύηται τῶν μή δεόντων ἁπλῶς, ἔνδον, ὡς εἴρηται, κεκρυμμένος οἰκίας -, εἶτα τοῦ βασιλέως μετά τῆς συγκλήτου ἁπάσης καί τῆς συνήθους ἄλλης δορυφορίας ἐπιστάντος καί τήν οἰκίαν περικυκλώσαντος, αἴφνης τοῦ οἰκήματος ἀρθέντος ὅλου, αὐτός φανερωθῇ καί πάντα αὐτοῦ τά βουλεύματα, μεγάλην τήν τιμωρίαν καί τήν καταδίκην καθυπομένει, οὕτω καί τότε τόν αὐτόν τρόπον εἰς πάντας τούς ἐν τῷ κόσμῳ γενήσεται· καί νύξ μέν ὡς ἡμέρα φωτισθήσεται, οἰκία δέ πᾶσα καί σπήλαιον καί οὐρανός αὐτός καί γῆ ἀρθήσονται, καί πάντες οἱ μή τόν Χριστόν ἐνδεδυμένοι, ἤγουν οἱ μή λαβόντες τό φῶς, ὡς προείπομεν, καί ἐν αὐτῷ προόντες καί φῶς ὄντες, γυμνοί φανήσονται καί πολλῆς τῆς αἰσχύνης πάντοθεν πληρωθήσονται. Οὐ μόνον δέ ἀλλά καί πᾶσα πρᾶξις ἑκάστου, καλή τε καί κακή, καί πᾶς λόγος καί πᾶσα ἔννοια καί ἐνθύμησις, ἡ ἀπ’ αὐτῆς δηλαδή τῆς γεννήσεως ἑκάστου ἡμῶν και μέχρις ἐσχάτης ἀναπνοῆς ἐν ἡμῖν γεννηθεῖσα, ἐκεῖ συνηγμένως τότε ἐν ἑκάστῳ τῶν ἀνθρώπων φανήσονται. Καί τίς ἄρα ἔσται ἡ σύγκρισις, ἀδελφοί, ταύτης καί μόνης τῆς αἰσχύνης τότε; Ἤ ποία τιμωρία μείζων τοῦ φόβου ἐκείνου καί τῆς ἐντροπῆς τοῖς τηνικαῦτα οὕτως εὑρισκομένοις, ὡς εἴρηται, σκοτεινοῖς καί δίχα τοῦ φωτίζοντος Πνεύματος; Ὁποῖον δέ τόν βίον, ὁποίαν τήν διαγωγήν ἕξει ὁ ἄνθρωπος, ὁ ἐν τῷ σκότει καθήμενος, ἵνα μή τῇ αἰφνιδίῳ τοῦ φωτός ἐπιλάμψει ῥύπος που διαλογισμοῦ ἤ πράξεώς τινος εὑρεθῇ ἐν αὐτῷ; Διό σπουδάσωμεν, ἀδελφοί μου, ἀπ’ ἐντεῦθεν ἤδη διά μετανοίας τήν στενήν πύλην εἰσελθεῖν καί τό ἔνδον ταύτης θεάσασθαι φῶς. Ναί, παρακαλῶ, μή ἐκκακήσωμεν τοῦ κρούειν καί τοῦ ζητεῖν καί τοῦ αἰτεῖσθαι πρό τοῦ ἀνοιγῆναι ἡμῖν καί δοθῆναι καί εἰσακουσθῆναι, ἔτι δέ καί μέχρις ἄν εἰσέλθωμεν καί λάβωμεν φῶς καί ἄσβεστον αὐτό σχῶμεν ἐν ταῖς καρδίαις ἡμῶν.

Ἀλλά μηδέ ἐξαπατῶμεν ἑαυτούς ἡμᾶς καί, ὀπίσω τῶν τῆς σαρκός ἡμῶν θελημάτων ἀκολουθοῦντες, ἐκπορνεύσωμεν ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν, διδασκάλους ἡμᾶς ἑαυτούς καθιστῶντες, ἡγούμενοί τε καί ἀρχιερεῖς καί ἱερεῖς ἐν καταφρονήσει Θεοῦ καί τῆς ἑαυτῶν σωτηρίας δηλονότι γενόμενοι. Εἰ γάρ εἰπόντος Ἰησοῦ τῷ Νικοδήμῳ· «Ἐάν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται τήν βασιλείαν ἰδεῖν τοῦ Θεοῦ», καί τοῦ Νικοδήμου ἀνταποκριθέντος αὐτῷ· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μή δύναται εἰς τήν κοιλίαν τῆς μητρός αὐτοῦ δεύτερον εἰσελθεῖν καί γεννηθῆναι;» ἐμέμψατο αὐτόν ὁ Ἰησοῦς καί εἶπε· «Σύ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ καί ταῦτα οὐ γινώσκεις;» καίτοι μήπω μηδαμῶς πιστεύσαντος μηδέ τά τῆς χάριτος ἐπισταμένου, πόσης ἄρα κατακρίσεώς ἐσμεν ἡμεῖς ἄξιοι, οἱ μετά τήν χάριν ὄντες διδάσκαλοι καί μή τά μυστήρια τῆς χάριτος ἐπιστάμενοι, οἱ τοσαύτης ἀπολαύσαντες διδασκαλίας καί καθ’ ἑκάστην δι’ ἀποστόλων καί προφητῶν καί διδασκάλων καί αὐτοῦ τοῦ Κυρίου διδασκόμενοί τε καί προμαρτυρούμενοι;

Εἰ γάρ οὐκ οἴδαμεν πῶς δεῖ ἡμᾶς ἐν τῷδε τῷ βίῳ ἀναστρέφεσθαι, οὐδέ ὅπως ἐν ἔργοις πρότερον ἀγαθοῖς ἐντρέφεσθαι δεῖ καί παριστάνειν ἑαυτούς ἡμᾶς δούλους τῇ δικαιοσύνῃ, ὡς ἐνώπιον Κυρίου καί οὐκ ἀνθρώπων ἱσταμένους καί ἀμέμπτως Θεῷ δουλεύειν ζῶντι συνταξαμένους, οὐδέ ὁποῖοί τε καί ποταποί ὀφείλομεν πρῶτον γίνεσθαι καί οὕτω τῶν ἄλλων προΐστασθαι, πῶς εἰπέ μοι, τοῦ δεσποτικοῦ ποιμνίου τήν φυλακήν ἐγχειρισθῶμεν καί ἐπιμέλειαν; Πῶς ποιμάνωμεν αὐτό κατά τό θέλημα τοῦ ἀρχιποιμένος Χριστοῦ καί ἐπί νομάς ἐξαγάγωμεν αὐτό ἀειζώους; Ἀλλ’ ὤ τῆς πωρώσεως ἡμῶν καί τῆς τοῦ Θεοῦ καί τῶν θείων καταφρονήσεως! Ὥσπερ γάρ ἀσπίς τά ὦτα βύσαντες, ὡσεί κωφοί τε καί ἄλαλοι γεγονότες δίκην νεκρῶν καί πεπηρωμένοι ὄντες τά τῆς ψυχῆς αἰσθητήρια, οὐδέ τῶν λαλουμένων λαμβάνομεν αἴσθησιν, οὐδ’ ὅτι ποτέ ἐστι χριστιανισμός ἐπιστάμεθα, ἀλλά καί τό τῆς οἰκονομίας μυστήριον ἀγνοοῦντες καί ἀκριβῶς τά τῶν χριστιανῶν μυστήρια μή εἰδότες, ἀλλ’ ὡς περί τοῦ φωτός τῆς γνώσεως, μᾶλλον δέ αὐτό τό τῆς γνώσεως φῶς δεικνύειν τοῖς πολλοῖς ἀναισχύντως ἐπιχειροῦμεν. Ἡ γνῶσις οὐκ ἔστι τό φῶς, ἀλλά τό φῶς ἡ γνῶσις ὑπάρχει, ἐπειδή ἐν αὐτῷ καί δι’ αὐτοῦ καί ἐξ αὐτοῦ τά πάντα· οὗ ἡμεῖς τήν ὅρασιν ἀπαρνούμενοι, δήλους ἑαυτούς ποιοῦμεν μήτε γεννηθέντας μήτε εἰς φῶς τό ἄνωθεν προελθόντας, ἀλλ’ ἔτι ἔμβρυα ὄντες ἤ ἐκτρώματα, εἰπεῖν ἀληθέστερον, τοῖς ἱερεῖς τόποις ἐπιπηδῶμεν καί τῶν ἀποστολικῶν ἐπιβατεύομεν θρόνων καί, τό δή χαλεπώτερον, χρήμασιν οἱ πλείους τήν ἱερωσύνην ἀφοβίᾳ Θεοῦ ἐξωνούμεθα καί τῆς βασιλικῆς ποίμνης ὡς ποιμένες, οἱ μηδέ ἄρνες ποτέ γεγονότες, ζητοῦμεν προΐστασθαι· καί ταῦτα πρός τό μόνον ἐμπλῆσαι δίκην θηρῶν τάς ἑαυτῶν γαστέρας καί τἆλλα πάντα τελέσαι ὅσαπερ ἡ ἔφεσις τοῦ χείρονος ἀπαιτεῖ καί ἡ πρός τά κάτω ἐπιθυμία καί ὄρεξις.

Οὕτως ὑπῆρχον ἐξ ἀρχῆς, ἀδελφοί, οἱ ἀπόστολοι; Οὕτως οἱ τῶν ἀποστόλων διάδοχοι; Οὕτως οἱ πατέρες ἡμῶν καί διδάσκαλοι; Βαβαί τῆς τόλμης τῶν τοιούτων τῆς φοβερᾶς, ὅτι οὐ μόνον εἰς τά χρήματα προδόται τά αἰσθητά καί ἱερόσυλοι γίνονται, οἱ πρός μόνον τό γλωσσόκομον ἀπονεύοντες, ἀλλα καί αὐτοῦ τοῦ θείου πλούτου κατατολμῶσιν ἐφάψασθαι, ὅθεν οὐδέ αἰσχύνονται λέγειν· «Ἡμέτερόν ἐστι τό δεσμεῖν καί λύειν, καί τοῦτο κατά τήν παροῦσαν ἐλάβομεν ζωήν ἡμεῖς ἄνωθεν». Ὤ τῆς ἀναισχυντίας, ἵνα μή λέγω τῆς ἐσχάτης παραπληξίας! Ἀπό τίνος, ὦ οὗτος, εἰπέ μοι, καί διατί τήν ἐξουσίαν ταύτην ἄνωθεν ἔλαβες; Ὅτι πάντα καταλιπών τῷ Χριστῷ ἠκολούθησας; Ὅτι τῆς ἐπιγείου δόξης καταπεφρόνηκας; Ὅτι ταπεινός τῷ πνεύματι γέγονας; Ὅτι πάντα πωλήσας τοῖς πένησι δέδωκας; Ὅτι τήν σεαυτοῦ ψυχήν ἀπώλεσας ἤτοι τῷ κόσμῳ ἐνέκρωσας καί ἐν οὐδενί σαρκός θελήματι ταύτην εὕρηκας; Ἤ καί σύ, ὥσπερ πάλαι οἱ μαθηταί τοῦ Χριστοῦ, ἤκουσας παρ’ αὐτοῦ, ἐμφυσήσαντός σοι δηλονότι καί εἰπόντος· «Λάβε Πνεῦμα Ἅγιον! Ἄν τινων ἀφήσῃς τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατήσῃς, ἐπισχεθήσονται»;

«Ἀλλά τῶν ἱερέων ἡ ἐξουσία» φησίν. Οἶδα κἀγώ· τοῦτο γάρ ἀληθές. Οὐ πάντων δέ καί τῶν ἁπλῶς ἱερέων, ἀλλά τῶν ἐν πνεύματι ταπεινώσεως ἱερουργούντων τό Εὐαγγέλιον καί ἐν ἀμέμπτῳ βίῳ πολιτευομένων, τῶν ἑαυτούς πρότερον τῷ Κυρίῳ παραστησάντων καί θυσίαν τελείαν, ἁγίαν, εὐάρεστον, τήν καθαράν αὐτῶν λατρείαν ἐν τῷ ναῷ τοῦ ἑαυτῶν σώματος ἔνδον πνευματικῶς ἐπιδειξαμένων καί προσδεχθέντων καί ἐμφανισθέντων εἰς τό ἄνω θυσιαστήριον καί παρά τοῦ ἀρχιερέως Χριστοῦ προσφορά τελεία τῷ Θεῷ καί Πατρί προσενεχθέντων καί δυνάμει Πνεύματος Ἁγίου μεταποιηθέντων καί ἀλλαγέντων καί εἰς Χριστόν, τόν δι’ ἡμᾶς ἀποθανόντα καί ἐν δόξῃ ἀναστάντα Θεότητος, μεταμορφωθέντων· τῶν ἐν ταπεινώσει τελείᾳ νυκτός καί ἡμέρας μετανοούντων καί πενθούντων καί μετά δακρύων οὐχ ὑπερ ἑαυτῶν μόνων δεομένων, ἀλλά καί ὑπέρ τῆς ἐμπιστευθείσης αὐτοῖς ποίμνης καί ὑπέρ πασῶν τῶν ἐν τῷ κόσμῳ ἁγίων ἐκκλησιῶν τοῦ Θεοῦ· οὐ μόνον δέ, ἀλλά καί τῶν σφοδρῶς κλαιόντων ὑπέρ ἀλλοτρίων ἁμαρτημάτων ἐνώπιον τοῦ Θεοῦ, τῶν μηδέν πλέον τῆς ἀναγκαίας τροφῆς καταχρωμένων, μηδέ ἐν μηδενί θεραπείαν ἤ ἀπόλαυσιν ἐπιτηδευόντων τοῦ σώματος ἀλλά, καθώς γέγραπται, «πνεύματι περιπατούντων καί ἐπιθυμίαν μή ἐπιτελούντων σαρκός»· ἔτι δέ τῶν μήτε πτωχόν μήτε πλούσιον μήτε ἄρχοντα μήτε ἀρχόμενον μήτε αὐτόν ἐκεῖνον τόν τό διάδημα περικείμενον ἕνεκα τοῦ δικαίου καί τῆς ἐντολῆς τοῦ Θεοῦ προτιμωμένων, τῶν μή προφάσει ἐλέους ἤ δώρων δόσεως ἕνεκα ἤ φόβου ἤ ἀγάπης ἤ τινος ἑτέρου ὁρωμένου ἤ ἀοράτου πράγματος καταμαλακιζομένων καί παραβλεπόντων ἤ παραβαινόντων τήν ἐντολήν τοῦ ἐπί πάντων Θεοῦ.

Τῶν τοιούτων ἐστί τό δεσμεῖν καί λύειν καί ἱερουργεῖν καί διδάσκειν, οὐχί δέ τῶν ἐξ ἀνθρώπων τήν ψῆφον καί τήν χειροτονίαν μόνον λαμβανόντων· «οὐ γάρ ἀφ’ ἑαυτοῦ, φησί, τις τήν τιμήν λαμβάνει, ἀλλ’ ὁ ὑπό τοῦ Κυρίου καλούμενος». Οὐκ εἶπεν· ὁ ἐξ ἀνθρώπων τήν ψῆφον δεχόμενος, ἀλλ’ ὁ ἐκ Θεοῦ εἰς τοῦτο προορισθείς καί προχειρισθείς. Οἱ γάρ ἐξ ἀνθρώπων καί δι’ ἀνθρώπων κλέπται εἰσί καί λησταί, καθώς εἶπεν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ θύρα. Πάντες ὅσοι ἦλθον καί ἔρχονται οὐ δι’ ἐμοῦ, ἀλλά ἀλλαχόθεν ἐπιβαίνοντες, κλέπται εἰσί καί λησταί».

Μή οὖν πλανᾶσθε, ἀαδελφοί, ὁ ἐν σκότει διάγων ἔξω τῆς θύρας ἐστίν, ὁ δέ δοκῶν εἰσελθεῖν καί οὐ διά τοῦ φωτός εἰσελθών, ἔξω καί αὐτός τῆς μάνδρας ἐστίν. Εἰ γάρ φῶς τοῦ κόσμου καί θύρα ὁ Χριστός, φωτοειδής πάντως θύρα ἐστί καί οὐχί θύρα μόνον ἁπλῶς, καί ὁ ἐν ταύτῃ γεγονώς ἐν τῷ τοῦ κόσμου φωτί γέγονε. Φῶς δέ τοῦ κόσμου ἐστίν οὐχ ὡς αἰσθητῶς ὁρώμενος, ἀλλ’ ὡς νοερῶς θεωρούμενος. Ὁ γάρ αἰσθητός ἥλιος μόνον φωτίζει τά σωματικά ὄμματα οὐκ ἀνθρώπων ἀλλά καί ἀλόγων ζῴων, τετραπόδων ἅμα καί πετεινῶν· ὁ δέ νοητός ἥλιος, ὁ ἐν τῷ κόσμῳ ἐπιφανείς, ψυχάς λογικάς μόνον. Ἀλλ’ οὐδέ ταύτας ἀκρίτως πάσας καί ἀναξίως φωτίζειν οἶδεν· οὐ γάρ ἄψυχος ἤ, μᾶλλον εἰπεῖν, οὐκ ἄζωός ἐστιν, ὥσπερ οὐδέ δοῦλος ἤ κτίσμα εἰς ὑπηρεσίαν ἄλλων ταχθείς, καθά δή ὁ αἰσθητός οὗτος ἥλιος ἀνατέλλων ἐπί δικαίους καί ἀδίκους καί ἐπί πονηρούς ἅμα καί ἀγαθούς. Ἀλλ’ εἰ καί φῶς καλεῖται καί ἥλιος ὀνομάζεται, ἀλλά καί ὑπέρ φῶς ἅπαν καί ὑπέρ ἥλιον, ὡς φωτός καί ἡλίου ποιητής καί Δεσπότης, ὑπάρχει ζωή καί ζωοποιός, ἀλήθεια, δικαιοσύνη ἁγιασμός, ἁπλοῦς, ἀσύνθετος, ἀγαθός καί πᾶν ἀγαθόν καί ὑπέρ πᾶν ἀγαθόν. Ὡς οὖν ἀλήθεια καί ὤν καί καλούμενος, τοῖς ἀληθῶς ἐπιστρέφουσιν ἀλήθεια γίνεται· ὡς δέ δικαιοσύνη ὑπάρχων, τοῖς πᾶσαν ἀδικίαν μισήσασι δικαιοσύνη ἐστίν· ὡς ἁγιασμός , τοῖς ἐκπλυθεῖσι καί καθαρθεῖσι διά δακρύων· ὡς ἁπλοῦς, τοῖς μηδεμίαν πονηρίαν ἤ κακίαν ἔνδοθεν ἐπιφέρουσιν· ὡς ἀσύνθετος, τοῖς μηδεμίαν διπλόην ἤ διψυχίαν ἤ δυσπιστίαν ψυχῆς ἔχουσιν· ὡς ἀγαθός, τοῖς τῆς μετανοίας πνευματικοῖς ἔργοις σωματικάς τινας ἤ βιωτικάς μερίμνας καί φροντίδας μή συνεπαγομένοις καί τούτοις ἀναμιγνύουσι καί ἀναφύρουσιν αὐτάς, ἀλλά γυμνοῖς τῇ γνώμῃ καί τῇ τῆς ψυχῆς προθέσει ἐν ἀκακίᾳ προσερχομένοις αὐτῷ, ὧν καί ἀποδεχόμενος τό ἀπερίεργον παντός ἀγαθοῦ συντόμως τούτους ἐμπλίπλησι καί τῶν ὑπέρ νοῦν καί ὑπέρ ἔννοιαν ἀγαθῶν κοινωνούς εὐθύς τῷ ἀποκαλυφθῆναι καί φανῆναι ἀποκαθίστησι.

«Καί τίς, φησί, τούς τοιούτους, εἰ ἄρα τοιοῦτοί εἰσι καί νῦν, ἐπιγνώσεται;». Ὁ ἄνωθεν ὑπό τοῦ Πνεύματος ἐλλαμπόμενος. Ὁ δέ λέγων καί μή γινώσκων αὐτούς, τί καί μαρτυρίαν παρά ἄλλων καταδέχεται δέξασθαι; Οὐκ οἶδεν ὅτι, κἄν ἀγνοῶν εἰσαγάγῃ λύκον εἰς τά πρόβατα τοῦ Χριστοῦ, αὐτός τῶν προβάτων τό κρῖμα λήψεται; «Καί τίς γινώσκει, φησίν· ἄνθρωπος ὑπάρχει καί ἀγνοεῖ τά ἐν καρδίᾳ». Εἰ μή τυφλός ἐστιν, οὐκ ἄν ἀγνοήσῃ τόν τοιοῦτόν ποτε. Πῶς γάρ ὁ βλέπων οὐ διαχωρίσει πρόβατον καί λύκον, ληστήν καί ποιμένα; Εἰ δέ τυφλός ἐστι πρός ταῦτα, χειραγωγόν καί ὁδηγόν ἐπιζητησάτω, μᾶλλον καί τῆς τοιαύτης ἐργασίας καί διακρίσεως παυσάσθω, μήτε ὁδηγός ἄλλων γενόμενος μήτε ὁδηγόν ἑτέροις ἀποκαθιστῶν, κἄν ὅλον ἔχῃ τόν κόσμον συμμαρτυροῦντα αὐτῷ. Τοῦτο γάρ ἐγώ λέγω, ὅτι ὁ βλέπων πνευματικῶς καί ἀκούων ὡσαύτως, ὅν ἄν ἴδῃ καί συντύχῃ καί πολλάκις προσομιλήσῃ, αὐτήν αὐτοῦ βλέπει τήν ψυχήν, εἰ καί μή κατ’ οὐσίαν, ἀλλά κατ’ ἰδέαν, ὁποία ἐστί καί ποταπή. Τοίνυν, εἰ καί Πνεύματος Ἁγίου μεταλαβεῖν κατηξιώθῃ, ἐξ αὐτῆς αὐτοῦ τῆς ὄψεως τοῦτο γινώσκει· εἰ δέ ἔτι ἀτελής ὁ βλεπόμενος πρός τήν χάριν ἐστί καί οὕπω θεοειδής ἐχρημάτισε, διά τῶν λόγων αὐτοῦ μᾶλλον ὁ τοῦτον βλέπων καί ὁμιλῶν ἐπιγνώσεται - καθά δή καί αὐτός ὁ Δεσπότης ἡμῶν καί Θεός ἀπεφήνατο εἰπών· «Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς», καί πάλιν· «Ὥσπερ δένδρον ἐκ τοῦ καρποῦ, οὕτως ἄνθρωπος ἐκ τοῦ λόγου αὐτοῦ ὁποῖός ἐστι γινώσκεται»-, πλήν καί οὗτος παρά τῶν ὑγιαινόντων τόν λόγον καί τά τῆς ψυχῆς αἰσθητήρια· οἱ γάρ λοιποί τῶν ἀνθρώπων καί πρός αὐτά τά ἔργα ἀναισθήτως καί ἀδιακρίτως διάκεινται.

Νηστεύοντα γάρ τινά μετά κενοδοξίας ὁρῶντες ἀποδέχονται, καί τόν ἐσθίοντα μετά ταπεινώσεως κατακρίνουσιν. Ἄλλον ἐν ταπεινώσει ἐγκρατευόμενον ὑποκριτήν εἶναι λογίζονται, τόν δέ μετά γαστριμαργίας ἐσθίοντα ὡς ἁπλοῦν ἡγοῦνται καί ἀνεπιτήδευτον, ᾧ καί συνεσθίειν συχνοτέρως ἡδύνονται, τά ἑαυτῶν πάθη παραμυθούμενοι. Ἀλλά γάρ καί τούς τόν σαλόν ὑποκρινομένους καί ἀστεῖα καί φλυαρίας λέγοντας ἀκαίρως, σχήματά τε ἀπρεπῆ διαπραττομένους καί τούς λοιπούς κινοῦντας πρός γέλωτα, ὡς τήν ἀρετήν αὐτῶν καί ἀπάθειαν διά τῶν τοιούτων δῆθεν ἐπιτηδευμάτων καί σχημάτων καί λόγων καλύπτειν σπουδάζοντας λογισάμενοι, ὡς ἀπαθεῖς καί ἁγίους τιμῶσι, τούς δέ ἐν εὐλαβείᾳ καί ἀρετῇ καί ἀφελότητι καρδίας διάγοντας καί ἁγίους τῷ ὄντι πέλοντας, ὡς οἷα δή τῶν ἄλλων ἀνθρώπων ἕνα παραλογίζονταί τε καί παρατρέχουσιν. Ἄλλοι πάλιν τόν λάλον καί ἐπιδεικτικόν διδακτικόν μᾶλλον καί πνευματικόν εἶναι λογίζονται, τόν δέ σιωπηλόν καί περί ἀργολογίαν ἀκριβαζόμενον ἄγροικον καί ἄφωνον ἀποφαίνονται. Ἕτεροι τόν ἐν Πνεύματι Ἁγίῳ φθεγγόμενον ὡς ὑψηλόφρονα καί ὑπερήφανον ἀποστρέφονται, τοῖς λόγοις αὐτοῦ πληττόμενοι μᾶλλον ἤ κατανυσσόμενοι, τόν δέ ἀπό κοιλίας ἤ ἐκ μαθημάτων τορνολογοῦντα καί τῆς αὐτῶν σωτηρίας καταψευδόμενον ὑπερεπαινοῦσι καί ἀποδέχονται. Καί οὕτως οὐδείς ἐν τοῖς τοιούτοις ἐστίν ὁ καλῶς καί ὡς ἔχει τό πρᾶγμα ἰδεῖν καί διακρῖναι δυνάμενος.

Ὁ γάρ ἅπαξ τυφλός πρός πάντα τυφλός ἐστιν, οὕτω καί ὁ κωφός ὤν πρός πάντα κωφός ἐστιν. Οὐ γάρ ὁ τυφλός τόν μέν ὁρᾷ, τόν δέ οὔ, οὐδέ ὁ κωφός τοῦ μέν ἀκούει τῆς φωνῆς, τοῦ δέ οὔ, ἀλλά καθόλου κἀκεῖνος καί οὗτος πηροί τάς αἰσθήσεις εἰσίν. Οὕτω τοιγαροῦν πᾶς ἀναίσθητος πρός τό ἕν πρός πάντα ἀναίσθητός ἐστιν, ὡς καί ὁ ἔχων αἴσθησιν πρός τό ἕν ἐν αἰσθήσει πάντων ἐστί καί τῆς αἰσθήσεως αὐτῶν ἐκτός ἐστιν. Ἐν τῇ αἰσθήσει τῶν πάντων ἐστί καί ὑπό τῆς αἰσθήσεως αὐτῶν οὐ καταλαμβάνεται. Ὀ κωφός πρός τόν λόγον κωφός πρός πᾶσαν φωνήν ἐστιν, ὡς καί ὁ ἀκούων τοῦ λόγου τῶν πάντων ἀκούει. Οὗτος κωφεύων ἐστί πρός πᾶσαν φωνή· πάντων ἀκούει καί οὐδενός, εἰ μή τῶν ἐν λόγῳ μόνων τούς λόγους ποιουμένων, καί οὐδ’ αὐτῶν ἀλλά τοῦ λόγου μόνου, τοῦ ἐν τῇ φωνῇ ἀφώνως φθεγγομένου. Ὁ τυφλός πρός τό ἕν τυφλός ὅλως πρός πάντα ἐστίν, ὁ δέ βλέπων ἐν τῷ ἑνί ἐν θεωρίᾳ τῶν πάντων ἐστί καί τῆς θεωρίας τῶν πάντων ἀπέχεται καί ἐν τῇ θεωρίᾳ τῶν πάντων γίνεται καί ἔξω τῶν θεωρουμένων ἐστίν. Ἐν τῷ ἑνί οὗτος ὤν τά πάντα ὁρᾷ, καί ἐν πᾶσιν ὤν οὐδέν τῶν πάντων ὁρᾷ. Οὕτως οὖν ὁ βλέπων ἐν τῷ ἑνί διά τοῦ ἑνός καί ἑαυτόν καί πάντας καί ἅπαντα καθορᾷ, καί κεκρυμμένος ὤν καί ἐν αὐτῷ οὐδέν τῶν πάντων ὁρᾷ. Ὁ τοίνυν ἀκούων καί βλέπων καί αἰσθανόμενος οἶδε τῶν λεγομένων τήν δύναμιν, ὁ δέ μή εἰδώς πρόδηλός ἐστιν ὅτι οὔτε τά αἰσθητήρια τῆς ψυχῆς τετρανωμένα καί ὑγιᾶ ἐπιφέρεται. Ὁ δέ οὕτως ἔχων οὔπω ἔγνω ὅτι «προσκυνητής μικτός ἐστιν, ἐπίγειος καί οὐράνιος, πρόσκαιρος καί ἀθάνατος, βασιλεύων τῶν ἐπί γῆς, βασιλευόμενος ἄνωθεν, ἐπόπτης τῆς ὁρωμένης κτίσεως, μύστης τῆς νοουμένης», ὥς πού τίς φησιν ἐν θεολογίᾳ βεβοημένος. Ἀλλ’ ἐν τιμῇ ὤν παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καί ὠμοιώθη αὐτοῖς, καί ὁμοιωθείς μένει τοιοῦτος ἔτι, μή ἐπαναστραφείς, μή ἐπανακληθείς ἤ ἐπί τό πρῶτον ἀξίωμα ἀναχθείς κατά τήν τῆς οἰκονομίας δωρεάν τοῦ Δεσπότου καί Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἔτι δέ κτῆνος ὤν ἄλογον, ὥσπερ Δαυιτικῶς εἴρηται, ὄνος, τυχόν, ἤ βοῦς ἤ χοῖρος, οἷς οἱ μαργαρῖται τῆς ἀπορρήτου γνώσεως οὐ δίδονται πρός Θεοῦ, τήν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐπουρανίου ἀνθρώπου τε καί Θεοῦ, ἐν τῷ λογικῷ καί νοερῷ ἀνθρώπῳ οὐδαμῶς ἐνεδύσατο. Ταύτην δέ μή εὐαισθήτως καί γνωστῶς ἐνδυσάμενος, αἷμα μόνον ἐστί καί σάρξ, πνευματικῆς δόξης αἴσθησιν μή δυνάμενος διά τοῦ λόγου λαβεῖν, καθάπερ καί οἱ ἐκ γεννητῆς τυφλοί διά λόγου μόνου τό τοῦ ἡλίου φῶς ἰδεῖν οὐ δύνανται. Ἀλλά δεῦτε οἱ τό φῶς τό νοητόν ἐν ἑαυτοῖς ἔχοντες, δῶμεν δόξαν δι’ αὐτοῦ τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος ΚΘ΄. Περί τοῦ μή δεῖν λέγειν, ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τόν βουλόμενον καί τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καί ὅτι πᾶς ὁ τά ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει. Καί περί δακρύων, ὅτι ἐκ φύσεως ἡμῖν τά δάκρυα πρόσεστι.

Ἀδελφοί καί πατέρες, πολλοί καθ’ ἑκάστην λέγουσιν - ὧν ἀκούομεν καί ἡμεῖς λεγόντων - · «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν ἀποστόλων καί τόν Χριστόν, ὡς ἐκεῖνοι, κατιδεῖν ἠξιώθημεν, ἅγιοι ἄν ἐγενόμεθα καί ἡμεῖς ὡς ἐκεῖνοι»- ἀγνοοῦντες ὅτι αὐτός ἐκεῖνος ἐστιν, ὁ καί τότε καί νῦν ἐν ὅλῳ τῷ κόσμῳ λαλῶν. Εἰ γάρ μή ὁ πάλαι καί νῦν ἐστιν ὁ αὐτός, ὡσαύτως ὤν κατά πάντα Θεός κἄν ταῖς ἐνεργείαις κἄν τοῖς τελέσμασι, πῶς ἐν Υἱῷ λέγων ἀεί φαίνεται ὁ Πατήρ καί ὁ Υἱός ἐν τῷ Πατρί διά Πνεύματος ταῦτα· «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγώ ἐργάζομαι»;

Ἀλλ’ ἴσως ἐρεῖ τις· «Οὐκ ἔστιν ἴσον τό ἐκεῖνον αὐτόν τότε σωματικῶς ἰδέσθαι καί τό ἀκούειν νῦν μόνον τῶν λόγων αὐτοῦ καί τά περί ἐκείνου καί τῆς βασιλείας αὐτοῦ ἐκδιδάσκεσθαι». Κἀγώ φημι μή εἶναι πάντως ἴσον τό νῦν καί τό τότε, ἀλλά κατά πολύ τό ἄρτι καί τό νῦν μεῖζον καί εὐκόλως μᾶλλον πρός πίστιν πλείονα καί πληροφορίαν ἄγον ἡμᾶς ὑπέρ τό τότε σωματικῶς καί ἰδεῖν καί ἀκοῦσαι αὐτοῦ. Τότε μέν γάρ ἄνθρωπος τοῖς ἀγνώμοσιν Ἰουδαίοις ἐφαίνετο εὐτελής, νῦν δέ Θεός κηρύττεται ἡμῖν ἀληθής. Τότε τοῖς τελώναις καί τοῖς ἁμαρτωλοῖς συνανεστρέφετο σωματικῶς καί συνήσθιε, νῦν δέ ἐκ δεξιῶν κάθηται τοῦ Θεοῦ καί Πατρός, ὁ μηδέποτε καί μηδαμοῦ χωρισθείς αὐτοῦ, καί τόν κόσμον ἅπαντα τρέφειν πιστεύεται, καί χωρίς αὐτοῦ οὐδέν γίνεσθαι λέγομεν - εἰ δέ καί πιστεύομεν -. Τότε καί ὑπό τῶν εὐτελεστάτων κατεφρονεῖτο λεγόντων· «Οὐχί οὗτός ἐστιν ὁ υἱός τῆς Μαρίας καί τοῦ τέκτονος Ἰωσήφ; νυνί δέ ὑπό βασιλέων καί ἀρχόντων ὡς τοῦ ἀληθινοῦ Θεοῦ Υἱός καί ἀληθής Θεός προσκυνεῖται, καί ἐδόξασε καί δοξάζει τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί ἀληθείᾳ - εἰ καί παιδεύει πολλάκις αὐτούς ἁμαρτάνοντας - σιδηροῦς αὐτούς ὑπέρ πάντα τά ἔθνη, τά ὑπό τόν οὐρανόν, ἀντί ὀστρακίνων ποιήσας. Τότε ὡς εἷς τῶν λοιπῶν ἀνθρώπων φθαρτός καί θνητός ἐνομίζετο, καί μέγα ἦν ἐν ἀνθρωπίνῳ σώματι ἀναλλοιώτως καί ἀτρέπτως τόν ἄμορφον