Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Ε΄. Περί μετανοίας. Καί ὅτι οὐκ ἀρκεῖ ἡμῖν ἡ τῶν ἐνόντων μόνον διάδοσις καί ἡ ἀπογύμνωσις αὐτή τῶν πραγμάτων εἰς κάθαρσιν ψυχῆς, ἐάν μή καί τό πένθος κτησώμεθα. Καί περί τῆς τοῦ Ἀδάμ ἐξορίας. Καί ὅτι εἰ μετενόησε παραβάς, οὐκ ἄν τοῦ παραδείσου ἐξέπεσε. Καί οἷον ἀγαθόν εἰργάσατο αὐτοῦ ἡ μετά τήν ἔκπτωσιν μετάνοια. Καί περί τῆς δευτέρας τοῦ Κυρίου παρουσίας καί τῆς τῶν ἁμαρτωλῶν κατακρίσεως. Καί πρός τό τέλος, ἔλεγχος τῶν ἐν κακίᾳ καί ὑποκρίσει ζώντων.
Προηγούμενο: Λόγος Γ΄. Περί τοῦ ὅτι χρή καλῶς ὑποτάσσεσθαι καί μή ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρός Θεόν συνεθέμεθα. Καί ὅτι οὐ δεῖ γογγίζειν ἐπί ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος Δ΄. Περί μετανοίας καί κατανύξεως. Καί ἐκ ποίων ταύτην ἔργων κτήσασθαι δυνατόν. Καί ὅτι ἄνευ δακρύων ἀδύνατον εἰς καθαρότητα καί ἀπάθειαν ἐλάσαι τινά.

Ἐπειδήπερ, πατέρες καί ἀδελφοί, τοῦ ἁγίου πατρός ἡμῶν Συμεών τοῦ Στουδιώτου τά θεόπνευστα τῶν ὑψηλῶν αὐτοῦ πράξεων ἀναγινώσκετε συγγράμματα, ἅπερ ἐκεῖνος εἰς πολλῶν ὠφέλειαν ἐξέθετο θείῳ κινούμενος Πνεύματι, μετά τῶν ἄλλων αὐτοῦ ὑπερφυῶν κατορθωμάτων καί τοῦτο ῥητῶς οὕτως, καθώς ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ ἐκεῖνος ἀπαραβάτως ἐφύλαξεν, ἔγραψε καί ἐδίδαξε λέγων· «Ἀδελφέ, ἄνευ δακρύων μή κοινωνήσῃ ποτέ». Τοῦτο οἱ ἀκροαταί ἀκούσαντες - πολλοί γάρ παρῆσαν οὐ μόνον λαϊκοί, ἀλλά καί μοναχοί τῶν ὀνομαστῶν καί περιδόξων ἐπ’ ἀρετῇ -, ἐθαύμασαν ἐπί τῷ λόγῳ καί ἀλλήλοις ἐνατενίσαντες εἶπον, ὡς ὑπομειδιῶντες, ὁμοθυμαδόν μιᾷ τῇ φωνῇ· «Λοιπόν ἡμεῖς οὐδέποτε κοινωνήσωμεν, ἀλλά μείνωμεν ἅπαντες ἀκοινώνητοι!».Τούτων ἀκούσας ὁ ἄθλιος ἐγώ καί ταλαίπωρος, κατ’ ἰδίαν τε μνησθείς ἐκείνων αὐτῶν τῶν ταῦτα εἰπόντων καί τῶν ῥημάτων αὐτῶν καί διαπονηθείς, ἔκλαυσα πικρῶς, ἐν ὀδύνῃ καρδίας μου λέγων οὕτως ἐν ἐμαυτῷ· «Ἆρα γε οὕτω περί τοῦ πράγματος ἀληθῶς διακείμενοι καί ὡς ἀδύνατον εἶναι τοῦτο ἀπό ψυχῆς λογισάμενοι, εἶπον ἅ εἶπον; ἤ ὡς μικρόν τι μᾶλλον κατόρθωμα λογισάμενοι τό κατά τόν καιρόν τῆς κοινωνίας κλαῦσαι μόνον, τοῦ ῥήματος κατεγέλασαν;». Πάντως γάρ εἰ μή καθ’ ἑκάστην ἡμέραν καί νύκτα ἔργον ἔχει τό κλαίειν τις ἐνώπιον Χριστοῦ τοῦ Θεοῦ, οὐδέ ὅτε τῶν θείων μυστηρίων μεταλαβεῖν βουληθῇ, κἄν ὁπωσοῦν πενθῆσαι ἤ κλαῦσαι ἰσχύσει κατά Θεόν καί δακρύων κατενεγκεῖν σταλαγμούς· πῶς γάρ, ἐάν μή κατ’ οἰκονομίαν τινά ἄρρητον ἤ σύμβασιν ἐξ αἰτίας τινός σπανίως ἐπέλθῃ τινί; ὅ οὐδέ θαυμαστόν μοι δοκεῖ, ὅπου γε πολλοί καί ἐν αὐτῇ τῇ ἐξόδῳ τῆς ψυχῆς αὐτῶν ἔκλαυσαν ὁμοῦ καί ἐδάκρυσαν (οἶμαι δέ οὐ πολλοί, ἀλλά λίαν ὀλίγοι καί εὐαρίθμητοι). Εἰ δέ καί τοῦτο ἀδύνατον πάντῃ λογίζονται, τό μετά δακρύων καθ’ ἑκάστην μετέχειν τῶν φρικτῶν μυστηρίων, φεῦ τῆς ἀγνοίας αὐτῶν, βαβαί τῆς ἀναλγησίας, οἴμοι τῆς ἀνοίας τῶν ταῦτα λεγόντων καί ἀμελείας καί τῆς πωρώσεως. Εἰ γάρ ἑαυτούς ἔκρινον, οὐκ ἄν ὑπό τῶν ἰδίων λόγων ἐκρίνοντο· εἰ μετανοίας ἐπεμελοῦντο, οὐκ ἄν ἀδύνατον εἶναί ποτε τοῦτο ἀπηρεύξαντο· εἰ πρᾶξιν μετήρχοντο ἔγκαρπον, οὐκ ἄν ἄγευστοι τοῦ τοιούτου καλοῦ τῆς τοιαύτης δωρεᾶς τοῦ Θεοῦ ὅλως ἐτύγχανον· εἰ φόβον Θεοῦ ἐν καρδίᾳ ἐκτήσαντο, οὐ μόνον ἐν τῷ καιρῷ τῆς μεταλήψεως τῶν θείων μυστηρίων δυνατόν εἶναι τό πενθεῖν καί κλαίειν διεμαρτύραντο, ἀλλά καί ἐν πάσῃ ὥρᾳ εἰ οἷόν τε.

Διό καί τήν ὑμετέραν ἀγάπην περί τούτου πληροφορῆσαι βουλόμενος, ὡς πρός ἐκείνους αὐτούς τούς οὕτως εἰπόντας τόν λόγον ποιούμενος, διερωτῆσαι προῄρημαι· «Εἴπατέ μοι, ὦ βέλτιστοι ἀδελφοί, διά τί τοῦτο ἀδύνατον»; «Ἐπειδή, φησίν, οἱ μέν εὐχερῶς καί ἐξ ἑτοίμου πρός κατάνυξιν ἔχουσιν, οἱ δέ σκληροκάρδιοί τινες καί λιθοκάρδιοι ὄντες, οὐδέ τυπτόμενοι κατανύσσονται. Οἱ οὖν οὕτως ἔχοντες, πῶς κλαίειν καί πενθεῖν δύνανται καί μετά δακρύων ἀεί κοινωνεῖν; Ἀλλά καί οἱ ἱερεῖς αὐτοί τήν θείαν καί ἀναίμακτον λειτουργίαν ἐπιτελοῦντες, πῶς δύνανται κλαίειν; Αὐτό οὖν τοῦτο τό εἶναι σκληρούς, ὥς φατε, καί πρός κατάνυξιν δυσκινήτους, πόθεν αὐτοῖς, εἴπατε εἰ ἐπίστασθε, προσεγένετο; Εἰ δ’ ἀγνοεῖτε, μικρόν τι τοῦ ὕψους ὑμῶν ἀνεπαισχύντες ὑφέντες καί τήν ἀκοήν εὐμενῶς ὑποκλίναντες, μή ἀπαξιώσητε μαθεῖν ἐξ ἐμοῦ τοῦ ἐσχάτου. Γέγραπται γάρ· Ἐάν δέ τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω».

«Πόθεν οὖν, φησίν, ὁ μέν σκληρός, ὁ δέ εὐκατάνυκτος;». Ἄκουσον. Ἐκ προαιρέσεως ὁ μέν ἀγαθῆς, ὁ δέ φαύλης· καί ἐξ ἐννοιῶν ὁ μέν πονηρῶν, ὁ δέ τοιούτων· καί ἐκ πράξεων ὁ μέν ἐναντίων, ὁ δέ φιλοθέων. Καί εἰ δοκεῖ, σκόπησον καί εὑρήσεις ἅπαντας τούς ἐξ αἰῶνος διά μόνων τῶν τριῶν τούτων, ὅτι πολλοί ἐξ ἀγαθῶν ἐγένοντο πονηροί καί ἐκ πονηρῶν ἀγαθοί. Πόθεν γάρ - ἵνα ἄνωθεν αὐτούς ἐπαριθμήσωμαι - , ὁ Ἑωσφόρος ἐξέπεσεν; οὐχί προαιρέσει καί λογισμῷ συγκαταθέμενος πονηρῷ; Πόθεν ὁ Κάϊν ἀδελφοκτόνος ἐγένετο; οὐχί τῇ πονηρᾷ προαιρέσει ἑαυτόν τοῦ Ποιητοῦ προτιμήσας καί λογισμοῖς πονηροῖς ἐξακολουθήσας, τῷ φθόνῳ ἔκδοτος γέγονε καί τόν φόνον εἰργάσατο; Πόθεν δέ ὁ Σαούλ ἐζήτει κρατῆσαι καί ἀποκτεῖναι τόν Δαυίδ, ὅν ὡς ἑαυτόν ἐτίμα τό πρότερον καί ὑπερηγάπα ὡς εὐεργέτην; ἐκ φύσεως ἤ ἐκ πονηρᾶς προαιρέσεως; εὔδηλον ὅτι ἐκ πονηρᾶς προαιρέσεως· ἐκ φύσεως γάρ οὐδείς ἐγένετο πονηρός, ἐπειδή οὐδέ πονηρῶν ἔργων ποιητής ὁ Θεός, ἀλλά λίαν καλῶν, μάλα δή ἀγαθός ὤν καί τοῦτο οὐ θέσει καί προαιρέσει, ἀλλά φύσσει καί ἀληθείᾳ. Πρός τούτοις πόθεν ὁ μέν εἷς ληστής, ὁ συσταυρωθείς τῷ Δεσπότῃ Ἰησοῦ Χριστῷ, ἔλεγεν· «Εἰ Υἱός εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν καί ἡμᾶς», ὁ δέ ἕτερος αὐτῷ ἀνθυπέφερεν· «Οὐδέ φοβῇ σύ τόν Θεόν; ὅτι ἡμεῖς μέν δικαίως, ἄξια γάρ ὧν ἐπράξαμεν ἀπελάβομεν, οὗτος δέ οὐδέν ἄτοπον ἔπραξε»; Πόθεν, εἰπέ μοι, ὁ μέν ταῦτα, ὁ δέ ἐκεῖνα ἐφθέγξατο; καί ὁ μέν ἐδικαιώθη, ὁ δέ κατεκρίθη; Οὐχί ἐκ προαιρέσεως ἕκαστος καί λογισμῶν ὁ μέν ἀγαθῶν, ὁ δέ πονηρῶν; Ἐκ τούτων γάρ καί ὁ μέν ἀπιστίαν, ὁ δέ πίστιν κτησάμενος ἔλεγε· «Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου».

Ἵνα δέ τούς ἄλλους παρήσω πολλούς ὄντας, ἐκ τούτων ὧν εἰπεῖν βούλομαι μάθετε καί διδάχθητε ὅτι προαιρέσεως αὐτεξουσιότητι ἕκαστος, ἤ κατανυκτικός καί ταπεινός, ἤ σκληροκάρδιος καί ὑπερήφανος γίνεται. Καί εἰκότως. Δύο γάρ τινων ἀποτασσομένων τῷ βίῳ ὁμοτέχνων, ὁμογενῶν, συνηλικιωτῶν, ἔσθ’ ὅτε καί ἀδελφῶν, ὁμογνωμόνων, ὁμοτρόπων, πονηρῶν, φημί, καί σκληρῶν, ἀσπλάχνων, ὠμοτάτων, φιλασάρκων καί φιλαργύρων καί πᾶν εἶδος κακίας καί πονηρίας μετελθόντων ἐπίσης, καί εἰσερχομένων αὐτῶν ἅμα εἰς τό τῆς ἀσκήσεως στάδιον, ὁ μέν αὐτῶν κατορθοῖ πᾶσαν ὁμοῦ ἀρετήν, ζέσει πίστεως καί προθέσεως, πάντων ἀποκοπήν ποιούμενος τῶν κακῶν, ὁ δέ χείρων ἤ ὅπερ ἦν πρό τοῦ ἀποτάξασθαι γίνεται. Πόθεν οὖν οὐκ ἐπίσης καί τά τῆς ἀρετῆς αὐτοῖς κατωρθώθη, ὥσπερ καί τά τῆς κακίας ἐκορυφώθη; Οὐχί ὅτι ὁ μέν προθέσει ψυχῆς ἀγαθῆς πάντα τά κατά Θεόν ὑπέμεινε λυπηρά, καί πρός τούτοις προσέχων ἦν ἐξ αὐτῆς εἰσόδου καί ἀποταγῆς νουνεχῶς ταῖς θείαις Γραφαῖς καί οἴκοθεν ἀφ’ ἑαυτοῦ τό ἀγαθόν ποιεῖν ἐξελέξατο, μιμούμενος τούς τῶν εὐλαβεστέρων ἀνδρῶν βίους καί συναμιλλώμενος αὐτοῖς ἐν νηστείαις καί προσευχαῖς, ἐν δεήσεσιν, ἐν σιωπῇ χειλέων, ἐν κατανύξει καί δάκρυσιν, ἐν ἀποχῇ βρωμάτων ἡδέων καί ἀκαίρων ὁμιλιῶν, ἐν ἀποχῇ θυμοῦ καί ὀργῆς καί κραυγῆς, ὑπομένων ἐμπόνως ὕβρεις καί θλίψεις καί στενοχωρίας, καί τά εὐτελῆ καί ἀτιμότερα ἐκλεγόμενος τῶν ἔργων, μή ἀντιλέγων ἤ γογγύζων ἐπιτασσόμενος, ἀλλά προθύμως ἐπιτελῶν πάντα καί τόν ἔσχατον ἀεί μεταδιώκων τόπον καί ἑαυτόν εὐτελέστερον λογιζόμενος πάντων καί, ἁπλῶς εἰπεῖν, πάντα ποιῶν μετά γνώσεως, ὅσα ἡμᾶς αἱ θεῖαι Γραφαί σαφῶς ἐκδιδάσκουσιν, ἵνα τυχών ἐλέους καί συγχωρήσεως τῶν προτέρων κακῶν, εὕρῃ παρρησίαν ἐνώπιον τοῦ Θεοῦ; Ὁ δέ τά ἐναντία τούτων πάντων προθέσει ψυχῆς πονηρᾶς ποιῶν, ἔμεινεν ὅπερ ἦν καί πρό τοῦ ἀποτάξασθαι πονηρός, ἵνα μή λέγω καί χείρων ἤ ὅπερ ἦν.

Οὕτως οὐκ ἐκ φύσεως, ὥσπερ τινές οἴονται, ἀλλ’ ἐκ προαιρέσεως γίνεται πᾶς ἄνθρωπος εἴτε ταπεινός καί εὐκατάνυκτος, εἴτε σκληρός τήν καρδίαν καί πεπωρωμένος καί ἀκατάνυκτος. Πότε γάρ, εἰπέ μοι, κατανυγήσεται τήν ψυχήν καί δάκρυον ἐκ ὀφθαλμῶν σταλάξει ὁ πᾶσαν ἡμέραν σχεδόν ὧδε κἀκεῖσε περιερχόμενος καί μήτε σιωπῆς χειλέων, μήτε εὐχῆς, μήτε ἀναγνώσεως καί ἡσυχίας ἐπιμελούμενος, ἀλλά ποτέ μέν προσομιλῶν τοῖς πλησίον ἐν ταῖς συνάξεσι, καί οὐ μόνον ἑαυτόν ἀλλά καί οἷς προσομιλεῖ τῆς ὠφελείας ἀποστερῶν, ποτέ δέ διασύρων καί λοιδορούμενος τούς εὐλαβεῖς τῶν ἀδελφῶν καί αὐτόν ἔσθ’ ὅτε τόν προηγούμενον; Πότε κατάνυξιν κτήσεται ὁ πάντα περιεργαζόμενος τά τῆς μονῆς, καί οὐ μόνον τά τῆς μονῆς, ἀλλά καί ἑνός ἑκάστου τόν βίον; καί ποτέ μέν λέγων πρός τινας τῶν ἀδελφῶν· «Ἤκουσα χθές τό καί τό» φησί, ποτέ δέ· «Ἔμαθες τί τῷ δεῖνι συνέβη τῷ ταπεινῷ;» καί πάλιν· «Ἠκούσατε τοῦ δεῖνος τήν συμφοράν; ». Ὁ τοιοῦτος ἄρα πότε τῶν οἰκείων ἀναμνημονεύσει κακῶν, ἵνα καί πονέσας δάκρυον καταφέρῃ ἐξ ὀφθαλμῶν αὐτοῦ; Ὁ δέ καί τῆς συνάξεως ἐξερχόμενος ἐν τῷ καιρῷ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν καί ἐγγύς ἤ μακράν καθήμενος καί προσομιλῶν μετά τινων - ποτέ μέν ἐκείνου ποτέ δέ τῶν ἄλλων τάς ἀνωφελεῖς συντυχίας προβαλλομένων καί οὕτω λεγόντων· «Ἠκούσατε, φησί, τί τόν δεῖνα πεποίηκεν ἀδελφόν ὁ ἠγούμενος;» ὁ δέ· «Λοιπόν, ἐάν εἴπω ὑμῖν τί τόν δεῖνα πεποίηκεν τόν ταπεινόν, τί ἔχετε εἰπεῖν»; καί οὕτω τοιαῦτα καί χείρονα τούτων ὁ ὁμιλῶν καί ἀπασχολῶν καί ἀπασχολούμενος εἰς φλυαρίας τοιαύτας, πότε εἰς συναίσθησιν ἔλθῃ τῶν οἰκείων ἁμαρτημάτων καί ἑαυτόν ἀποκλαύσεται;

Ὁ γάρ μή προσέχων τοῖς θεοπνεύστοις λογίοις, μηδέ θύραν τιθέμενος περί τά χείλη αὐτοῦ, μηδέ ἀποστρέφων τό οὖς αὐτοῦ ἐξ ἀκοῆς ματαίας καί μεμνημένος τῆς ἐσχάτης ἀπολογίας καί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, ὅπως γυμνοί καί τετραχηλισμένοι ὀφείλομεν παραστήσεσθαι πάντες αὐτῷ καί δοῦναι λόγον ὑπέρ τῶν βεβιωμένων ἡμῖν, πῶς ἄρα, εἰ πλεῖον τῶν ἑκατόν χρόνων ἐπιζήσει ἐν τῷ μοναχικῷ σχήματι, δάκρυον κτήσεται καί πενθήσει θερμῶς ἑαυτόν; Πῶς ὁ τῶν πρωτείων ἀντιποιούμενος ἐν τῇ στάσει τῆς ἐκκλησίας, ἐν τῇ καθέδρᾳ τῆς τραπέζης, καί ὑπέρ τῶν τοιούτων ἀεί μαχόμενος καί λυπούμενος, λυπηθήσεταί ποτε ὑπέρ τῆς ἰδίας ψυχῆς καί κλαύσει πικρῶς ἐνώπιον τοῦ Θεοῦ; Ὁ δέ καί προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ἀδυναμίαν προβαλλόμενος, δυνατός ὤν καί σφριγῶν καί νέος, ἐν τῇ στάσει τῆς ἐκκλησίας, καί παραμετρῶν ἑαυτόν τοῖς πολλά κοπιάσασι καί χρονίσασι τῇ ἀσκήσει τῶν εὐλαβεστέρων ἀδελφῶν, λέγων· «Μή δεύτερός εἰμι τοῦ δεῖνος ἤ τοῦ δεῖνος ἐγώ; ὅτι ἐκεῖνος ἐπακουμβίζων ἵσταται καί ἀπερχόμενος ἵσταται»- συνεξισάζων ἑαυτόν ἐκείνοις, ὁ ἴσως ἀνάξιος ὤν καί τῆς κάτω χώρας, πότε τῆς ἑαυτοῦ ἀσθενείας ἐπιγνώμων γένηται, ἵνα καί στενάξας ἀπό ψυχῆς κατανυγῇ τήν καρδίαν καί δακρύσῃ τοῖς ὀφθαλμοῖς; Ἡ γάρ κενοδοξία, δοῦλον αὐτόν τῇ ἀκηδίᾳ ἐκδοῦσα, οὐκέτι ἐν οὐδενί καρτερῆσαι ἀφίησιν αὐτόν ἐν ὑπομονῇ· καί διάγει ἔκτοτε ἕκαστος τῶν τοιούτων εἰς πᾶσαν σύναξιν ἐν ῥᾴθυμίᾳ καί ἀμελείᾳ, τοῖς πλησιάζουσιν αὐτῷ καί ἀνεχομένοις ἀκούειν αὐτοῦ προσομιλῶν συνεχῶς μάταια καί γραώδη μυθεύματα. Καί οὕτως ἀναισθήτως ἤ μᾶλλον εἰπεῖν ἀναλγήτως τοῖς πνευματικοῖς καί θεοσεβέσιν ἀνδράσι συνεισερχόμενος ἐν ταῖς θείαις συνάξεσιν, ἀνωφελῶς ἐκεῖθεν ἐξέρχεται, μηδεμίαν ἀλλοίωσιν ὅλως πρός τό κρεῖττον ἐπαισθανόμενος προσγινομένην αὐτῷ, τήν διά τῆς κατανύξεως τοῖς ἀγωνιζομένοις ἀπό Θεοῦ διδομένην, τοῦτο μᾶλλον ἀρκεῖν ἑαυτῷ οἰόμενος, τό μή ἀπολιμπάνεσθαι τῶν τετυπωμένων συνάξεων - ὄρθρου λέγω καί λυχνικοῦ καί τῶν ψαλλομένων ὡρῶν -, οὕτως ἁπλῶς εἰς τήν κατόρθωσιν τῶν ἀρετῶν καί τήν τελείωσιν τῶν τετελειωμένων, εἰς τήν κατά Χριστόν ἡλικίαν. Ἔγνων γάρ τινας ὑπό τῆς τοιαύτης ἀπάτης κατασχεθέντας καί σπουδήν μέν ποιουμένους ὥστε μή περιπεσεῖν εἰς ἁμαρτίαν τινά σαρκικήν μεθ’ ἑτέρων συναφθέντας σωμάτων· ὅπως δέ τά ἐν κρυφῇ γινόμενα ἤ καί ἐν τῷ ἀφανεῖ μελετώμενα τῆς καρδίας μή ἐκφυγεῖν τό καθόλου φροντίζοντας, καί οἰομένους σωθήσεσθαι ἄνευ τινός ἄλλης ἐργασίας, εὐχῆς λέγω καί σιωπῆς χειλέων καί ἀγρυπνίας καί ἐγκρατείας καί πτωχείας πνευματικῆς καί ταπεινώσεως καί ἀγάπης, μετά μόνης τῆς ἁπλῶς οὕτω γινομένοις ἐν ταῖς συνάξεσιν ὑπαντῆς. Ἀλλ’ οὐχ’ οὕτως ἔχει· Θεός γάρ οὐ βλέπει εἰς πρόσωπον, οὐδέ εἰς μόνην τήν ἔξωθεν καταστολήν τῶν ἠθῶν, οὐδέ εἰς τάς κραυγάς ἡμῶν, ἀδελφοί, ἀλλ’ εἰς καρδίαν συντετριμμένην καί τεταπεινωμένην καί ἥσυχον καί τόν φόβον τοῦ Θεοῦ ἐπιφερομένην· «Ἐπί τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ’ ἤ ἐπί τόν πρᾷον καί ἥσυχον καί τρέμοντά μου τούς λόγους».

Τί δέ καί περί τῶν ἀναξίως προσερχομένων καί αἰτήσεις ποιουμένων εἰς τούς προεστῶτας αὐτῶν εἴπω; Καί οἱ μέν ὅσοι εὐλαβείας δῆθεν τῆς ἔξωθεν ἐπιμελόμενοι μόνον ἤ, μᾶλλον εἰπεῖν, ὅσοι πρός τά κέρδη καί τήν δόξαν καί τά παρόντα μόνον κεχήνασιν· «Οὐκ ἐσμέν ἄξιοι, φασί, καί ἡμεῖς, τίμιε πάτερ, διακονῆσαι τῇ μονῇ καί τοῖς ἀδελφοῖς; ἤ μόνος ὁ δεῖνα καί ὁ δεῖνα εἰς τήν δεῖνα καί δεῖνα διακονίαν ἐστίν ἄξιος, καί οἰκονομεῖν οἶδεν ἐκεῖνος κρεῖττον παρ’ ἡμᾶς τά πράγματα; Δοκίμασον, εἰ βούλει, καί ἡμᾶς καί εὑρήσεις ποιοῦντας καί οἰκονομοῦντας κρεῖττον ἤ ὡς ἐκεῖνοι τά τῆς μονῆς πράγματα», οἱ δέ ὅσοι τῇ ἀμελείᾳ καί ῥᾳθυμίᾳ ἐξ αὐτῆς αὐτῶν τῆς ἀποταγῆς ἐκδότους δεδώκασιν ἑαυτούς, ἀδυναμίαν σώματος προβαλλόμενοι, οἱ ἀπό τοῦ κόσμου χθές καί πρώην ἐλθόντες καί μυρίων κακῶν γέμοντες, πρό τοῦ ὑποταγῆναι καί ἱδρῶσαι καί κοπιᾶσαι αὐτούς εἰς τό ἔργον τοῦ Θεοῦ, ἀπερχόμενοι ἵστανται, ὡς εἴρηται, μετά τῶν πολλά κεκοπιασάντων ἐπακουμβίζοντες. Καί ἐάν εἴπῃ ὁ πλησίον αὐτοῦ πρός ἕνα τούτων· «Εἴσελθε, ἀδελφέ, εἰς τόν συνήθη σου τόπον καί στῆθι ψάλλων ἐκεῖ μετά τῶν ἀδελφῶν· δύνασαι γάρ», ἀποκρίνεται λέγων· «Ἀπό τῶν ὧδε μᾶλλον προσεχέστερον ἀκούων, κάλλιον ψάλλω ἤπερ ἀφ’ οὗ ἐκ συνηθείας ἵσταμαι τόπου». Ἐάν δέ πάλιν προσθείς ὁ ἀδελφός εἴπῃ αὐτῷ· «Οὐ δύνασαι ὧδε ἵστασθαι, ἀδελφέ, ἄνευ προστάξεως τοῦ προεστῶτος ἡμῶν», ἀκούσας ἐκεῖνος εὐθύς ἀπελθών αἰτεῖται τόν προεστῶτα, σώματος ἀδυναμίαν προφασιζόμενος καί ἀσθένειαν, ἕως οὗ ἐπιτύχῃ τοῦ ἰδίου σκοποῦ· «Καί ἵνα, φησί, πάτερ, ἀκούω τόν πρῶτον κανονάρχον καί ἵσταμαι εἰς τό πρῶτον στηθέον ἤ εἰς τό δεύτερον τοῦ δεῖνος ἐγγύς», παρισάζων ἑαυτόν τῷ κεκοπιακότι πολλά· καί ὁπηνίκα τοῦ σκοποῦ τύχῃ, ἔκτοτε οὐδέποτε δύναται στῆναι ἐν τῷ χορῷ. Κατά μικρόν δέ καί εἰς πᾶσαν ἄλλην ὑπόθεσιν τοῖς πρώτοις ὁ τοιοῦτος σπουδάζων συναριθμεῖν ἑαυτόν, τήν ἔξωθεν εὐλάβειαν ὑποκρίνεται, προσποιεῖται κοσμίαν καταστολήν, τοῖς ἐρχομένοις ἐν τῇ μονῇ φίλοις τῶν ἄλλων καί ἄρχουσι σπουδάζει προσυπαντᾶν καί ἐν οἷς προσέρχονται ἀδελφοῖς συχνότερον ἀπέρχεται ἐπί τῷ γνώριμος γενέσθαι αὐτῶν, ὠφελεῖσθαι προφασιζόμενος ὑπό τῶν λεγομένων ὑπ’ ἐκείνων συντυχιῶν καί ἑρμηνειῶν τῆς θείας Γραφῆς.

Λοιπόν οὖν περιτρέχειν ἄρχεται τό μοναστήριον ἀπό κέλλης εἰς κέλλαν ἀπερχόμενος καί λέγων ἑνί ἑκάστῳ· «Πίστευσον, ἀδελφέ, οὕτως σε ἀγαπῶ, ὅτι ἐάν μή ἴδω σε, οὐδέ ζῆν νομίζω τήν ἡμέραν ἐκείνην». Εἰ μέν οὖν εὑρέθῃ τις, ἐξ ὧν ἀπερχόμενος ταῦτα λέγει, φοβούμενος τόν Θεόν, ἀποκρίνεται λέγων αὐτῷ· «Μνησθείη σου ὁ Θεός τῆς ἀγάπης, ἀδελφέ μου· τί γάρ καί βλέπεις εἰς ἐμέ ἀγαθόν;». Ὁ δέ· «Καί τί, φησίν, οὐκ ἔχεις σύ τῶν καλῶν; Ποῖος γάρ οὕτω πραῢς, εὐλαβής, σοφός, γνωστικός, ἄπλαστος καί τό μεῖζον πάντων πατρός σπλάχνα κεκτημένος, πρός πάντας φιλάδελφος ὤν;» Ταῦτα δέ λέγων πρός τό γεύσασθαι ἀποβλέπεται μετ’ αὐτοῦ. Ὀ δέ πνευματικός ἀδελφός ὁμιλεῖ αὐτῷ κατά τήν δοθεῖσαν αὐτῷ χάριν τά πρός σωτηρίαν ψυχῆς καί, ὅσον τό ἐφ’ ἑαυτόν τούς ἐπαίνους αὐτοῦ ἀπωθούμενος, διορθοῦται τόν ἀδελφόν. Εἰ δέ μή τοιοῦτος εὑρεθῇ, ἀλλ’ ἀπ’ ἐναντίας σαρκικός καί ἀστήρικτος, εὐθύς φυσιοῦται ἐν ἑαυτῷ ὑπό τῶν ἐπαίνων ἐκείνου καί ἀποκριθείς λέγει πρός αὐτόν· «Καί τί κρεῖσσον τῆς ἀγάπης, ὦ πάτερ καί ἀδελφέ; ὄντως οὐδέν· καί μακάριος ὁ ταύτην κτησάμενος», καί ἄλλα τινά, ὅσα οἶδε τόν κόλακα ἀποδέχεσθαι καί πρός εὐφημίαν αὐτοῦ διερεθίζειν. Εἶτα ὥσπερ τοῖς ἐπιπλάστοις ἐπαίνοις καταθελγόμενος, νοός κουφότητι χαυνωθείς ὁ τοιοῦτος, εἰ μέν τῶν εὐπόρων ἐστίν, αὐτίκα οὐδ’ ὑποχωρῆσαι τοῦτον ἐᾷ, ἀλλ’ ἀξιοῖ συνεστιασθῆναι αὐτόν αὐτῷ, καί βρώμασιν αὐτόν δεξιούμενος κενούς ἐπαίνους ἀντιλαμβάνει, τούς εἰς ἀέρα μέν διαλυομένους, βλάβην δέ οὐ τήν τυχοῦσαν τῇ αὐτοῦ προξενοῦντας ψυχῇ. Εἰ δ’ οὖν ἀλλά μετά τάς πολλάς καί ἀνωφελεῖς ὁμιλίας λέγει αὐτῷ· «Μηδέν μοι μέμψῃ, ἀδελφέ. Οἶδεν ἡ ἀγάπη, οὐδέν ἔχω ἄξιόν σου, ἵνα σύν ἐμοί τροφῆς μεταλάβῃς. Ἀλλ’ ἐπεί τοιαύτην διάθεσιν καί ἀγάπην πρός ἡμᾶς τούς ταπεινούς κέκτησαι, ἔχομεν ἀπό τοῦ νῦν κοινῶς καί φιλικῶς καταπολαύειν ὧν ἄν ἐπιχορηγήσῃ Κύριος ἡμῖν εἰς βρῶσιν, καί συνευφραίνεσθαί σοι». Ἔκτοτε οὖν παρεμπίπτει ἐν ἑκατέροις τούτοις φροντίς ἀνεξάλειπτος, καί οὐ παύονται πόρους ἐπιζητοῦντες, ὅθεν ἄν καί προσγένηται αὐτοῖς διά τῆς τῶν βρωμάτων δαψιλείας τήν δοκοῦσαν ἀγάπην βεβαιότερον ἐμπεδώσασθαι.

Οὕτω τοίνυν μετά πάντων προφάσει ἀγάπης, μᾶλλον δέ ἀπάτης συνδήσας ἑαυτόν τοῖς πᾶσι, ποτέ μέν αὐτός ἄλλον, ποτέ δέ τῶν ἄλλων ὁ καθ’ εἷς αὐτόν προσκαλούμενος, οὐκ ἐπιλείπει αὐτόν τράπεζα καί εὐθηνία τῶν εἰς τρυφήν χορτασμάτων εἰς κόρον, καί οὕτω γίνεται χοῖρος καί δεσμεῖται ταῖς ἡδοναῖς καί θεραπεύει ἐνδελεχῶς τήν γαστέρα, ὀκνῶ γάρ εἰπεῖν καί τά αὐτοῦ ὑπογάστρια. Διό καί μετ’ ἐπιτηδεύσεως ἐκ τῶν ἐράνων γαστριζόμενος καθ’ ἑκάστην τῆς ἑσπέρας ἐρχομένης μετά τήν τῶν ἀποδειπνίων ἀκολουθίαν εἰς τό κελλίον αὐτοῦ ἀπερχόμενος, λέγει τῷ ὑπουργοῦντι αὐτῷ· «Ἴδε, ταπεινέ, τῷ δίψει συνέχομαι. Ἀλλά θερμόν εὐτρεπίσας, δός μοι πιεῖν καί ἀναψῦξαι τῆς δίψης». Ἐκεῖνος οὖν, ὡς ἐξ ἔθους ἔχων, εὔνους εὑρίσκεται παραχρῆμα καί δραστικώτατος ὑπηρέτης, οἷα δή καί αὐτός αὐτῷ συνευωχούμενος καί ζωηρότερον μᾶλλον πίνων τόν οἶνον καί ἐκτροφῶν, τοῦ σκότους αὐτῷ λανθάνειν ἐπιβραβεύοντος. Ὅς καί μετά τό πιεῖν ἅπαξ πρός ὄρεξιν αὖθις διεγείρεται βρωμάτων καί λεληθότως τῇ τῶν βρωμάτων ἡδύτητι ὥσπερ ὑποκλεπτόμενος, ἀνεπαισθήτως κορέννυται καί παχεῖαν ἀπεργάζεται τήν γαστέρα καί δυσμεταχείριστον καί τῇ τῆς ψυχῆς ὁρμῇ μή ὑπείκουσαν. Τότε λέγει αὐτῷ ὁ λογισμός· «Ἀπόλυσόν σου τόν ὑπουργόν καί στῆθι ποίησόν σου τήν συνήθη εὐχήν». Ἀνταποκρίνεται ὁ ἕτερος λογισμός καί λέγει αὐτῷ· «Καί πῶς ἰσχύεις στῆναι ἐμπεπλησμένος ὤν καί κατάγομος; Κοιμήθητι μικρόν καί τῇ φύσει βοήθησον εἰς τό ἐξαναλῶσαι τά βρώματα καί πρό τῆς συνάξεως ἐγέρθητι. Καί τότε μᾶλλον, εὐκίνητον ἔχων τό σῶμα, εὔξῃ καλῶς». Ὑπακούει τῷ λογισμῷ καί πεσών ὑπνοῖ καί ἐάν ἔξυπνος γένηται, οὐκ ἐγείρεται, ἀλλά λέγει· «Ταχύ ἐστιν, ὑπνώσω ἔτι μικρόν». Καί οὕτως ὑπερτιθεμένου, φθάνει ἡ σύναξις τοῦ ὄρθρου, καί τηνικαῦτα ἐγειρόμενος εἰσέρχεται εἰς τήν σύναξιν, τό συνειδός ἔχων ἔλεγχον τῆς ἀμελείας καί ῥᾳθυμίας αὐτοῦ.

Καθώς οὖν προείπομεν, ὡς ἔθος αὐτῷ ἐστι, συχνοτέρως εἰς τάς τῶν φίλων καί ἀγαπητῶν πατέρων κέλλας ἀπερχόμενος ἕως βράδυ κάθηται συνδειπνῶν, συμπίνων, προσομιλῶν αὐτοῖς· καί οὕτως ἐν τῷ κελλίῳ ἐρχόμενος, ἄχρηστος γίνεται οὐ μόνον ἐν τῇ ἑσπερινῇ εὐχῇ, ἀλλά δή καί ἐν τῇ τοῦ ὄρθρου συνάξει, μηδέν ὅλως πνευματικόν ἤ ἐννοῆσαι ἤ διαπράξασθαι δυνάμενος. Ἀλλά καί ἐν τῇ αὐτοῦ κέλλῃ, ἐάν ἕτερος ἐλθών παραβάλῃ, ὁμοίως τήν νύκτα παρέλκει, ἔσθ’ ὅτε λοιδορῶν καί κατακρίνων βίους ἑτέρων, καί μένει οὗτος τόν ὅλον τῆς ζωῆς αὐτοῦ χρόνον προσαπολλύς ἐν κραιπάλῃ καί μέθῃ καί μερίμναις οὐκ ἀγαθαῖς.

Ἀλλά τίνος ἕνεκα ταῦτα πάντα διῆλθον; Ἵνα δείξω ὑμῖν, ἀδελφοί, ὅτι ὁ τοιοῦτον ἕλκων βίον οὐ δύναταί ποτε δάκρυον ἐξ ὀφθαλμῶν αὐτοῦ καταγαγεῖν· πῶς γάρ ὁ ἀεί τήν αὐτοῦ θεραπεύων γαστέρα καί διηνεκῶς φροντίζων ὁμοίως τοῖς ἔθνεσι τί φάγεται αὔριον καί τί πίεται καί ὡς δεσποίνῃ δουλεύων τῇ τοῦ φάρυγγος ἡδονῇ; Δῶμεν δέ καί ἀπέχεσθαι τῶν εἰρημένων αὐτόν καί μήτε πρός ἄλλου τινός κέλλαν χωρεῖν, μήτε ἄλλον αὐτόν ὑποδέχεσθαι ἐν τῇ κέλλῃ αὐτοῦ, μήτε κόρῳ γαστρός καί πότῳ καί ἀργολογίαις προσανέχειν, ἀλλά κλείσαντα τάς θύρας ἔνδον μένειν τῆς κέλλης μονώτατον· τί οὖν ὁ ὄφελος αὐτῷ, ἐάν μή πνευματική ὑπάρχῃ καί μετά γνώσεως ἡ ἐργασία αὐτοῦ, ἀλλά κάθηται ἀναγινώσκων πρός τό ἀποστηθίσαι τι, ἵνα ἔχῃ τοῦτο λέγειν ἐν καιρῷ συνάξεως ἤ καί παρουσίᾳ φίλων, ὥστε φαίνεσθαι αὐτόν γνωστικόν; Θῶμεν δέ ὅτι οὐχ ἕνεκα τούτου, ἀλλά χάριν ὠφελείας καί τοῦ ἀκοῦσαι λόγον Θεοῦ ἐντυγχάνει ταῖς θείαις Γραφαῖς, εἶτα ἐγερθείς ἵσταται εἰς προσευχήν· ἡ δέ προσευχή αὐτοῦ ἔστωσαν, εἰ δοκεῖ, ψαλμοί δύο ἤ τρεῖς ἤ δέκα ἤ ἑκατόν, αἱ προσκυνήσεις ὡσαύτως, ὅσας ἄν καί εἴποις ποιεῖν, εἶθ’ οὕτως ἐκπληρώσας πάντα ἀνακλίνεται καί πλέον οὐδέν· τί οὖν, εἰπέ μοι, ὄφελος αὐτῷ ἐκ τῆς τοιαύτης καί μόνον ἐργασίας, ἐάν μή καί ὁ καρπός τῆς εὐχῆς καί τῆς ἀναγνώσεως ἐπανθήσῃ τῇ ψυχῇ αὐτοῦ διά τῶν δακρύων τῆς μετανοίας, ὅς ἐστιν ἡ ἀπάθεια, ἡ ἐπίκτησις τῆς ταπεινοφροσύνης ὁμοῦ καί πρᾳότητος, καί ἡ γνῶσις μετά σοφίας τοῦ πνεύματος; Παντί γάρ τῷ μετά γνώσεως ἐργαζομένῳ τήν πνευματικήν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ ἀναλόγως δίχα πάσης ἀμφιβολίας ἡ τῶν εἰρημένων ἐπιγίνεται κτῆσις τῆς ἐμπόνου ἐργασίας αὐτοῦ. Εἰ δέ ἐργαζομένῳ κατά τό δοκεῖν καί πονοῦντι οὐκ ἐπανθήσει τά εἰρημένα, οὐκ ἔστιν κατά Θεόν ἡ ἐργασία αὐτοῦ ἀλλά μόνον πρός ἀνθρώπων ἀρέσκειαν, καί εἰκότως τῶν κρειττόνων ἐξαμαρτάνει.

Οὕτω τοίνυν ἀεί τόν ἑαυτοῦ βίον ἕκαστος τῶν προειρημένων διερχόμενος, δυνήσεταί ποτε ἆρα, ὡς ὁ ἀπό τῆς ἀρχῆς τῆς ἀποταγῆς αὐτοῦ δούς ἑαυτόν ὅλον εἰς τό πάντα τά κατά θεόν λυπηρά ὑπομεῖναι καί παθεῖν, καθώς ἄνωθεν προειρήκαμεν, δάκρυον ἤ κατάνυξιν κτήσασθαι ἤ τήν ἐκ τοῦ κόσμου συνοῦσαν αὐτῷ κακίαν καί πονηρίαν καί σκληροκαρδίαν ἀποβαλέσθαι καί ταπείνωσιν κτήσασθαι; Οὐδαμῶς. Πλανᾷ ἑαυτόν ὅστις ἄν ᾖ, ὁ ταῦτα νομίζων ἤ καί νομοθετῶν. Ὡς γάρ οὐκ ἐνδέχεται τόν μή ἐκπυρούμενον σίδηρον τῷ πυρί ὁμοίως τῷ ἐκπυρουμένῳ λαμπρύνεσθαι ἤ εἰς ἁπαλότητα δι’ ἑτέρας τινός μηχανῆς ἔρχεσθαι καί χαλκεύεσθαι καί εἰς ἐργαλεῖον κατασκευάζεσθαί ποτε εὔχρηστον, οὕτως οὐδέ τόν ἀμελῆ καί ῥᾴθυμον καί τοιοῦτον ἕλκοντα βίον ἐπιβλαβῆ, οἷον ὁ λόγος ἐδήλωσε, δυνατόν τῷ ἀναδεξαμένῳ ἐκ πρώτης τύπους ἀγαθούς ἐξ ὑπακοῆς πατέρων πνευματικῶν καί βίον ἐνάρετον ἔχοντι ἐξισωθῆναι καί τῶν αὐτῶν ἐκείνῳ καταπολαῦσαι δωρεῶν καί χαρισμάτων τοῦ Πνεύματος. Καί εἰκότως. Ὁ μέν γάρ ταπεινός ὤν τήν καρδίαν καί ταπεινοτέρας ἔχων τάς ἐννοίας καί συντετριμμένον τόν λογισμόν προαιρούμενός τε σπουδαιότερον ταῖς θείαις Γραφαῖς ἐξακολουθεῖν καί πᾶσαν ὑπομένων θλῖψιν και πάντα πειρασμόν ὑποφέρων, ἔτι δέ καί μετά πάντων τῶν εὐτελεστέρων συναριθμῶν ἑαυτόν, τάς πράξεις αὐτοῦ δηλονότι καί τά κακά ἀναλογιζόμενος καί μεμφόμενος ἑαυτόν καθ’ ἑκάστην καί βλέπων ἁμαρτωλόν ἑαυτόν, προκόπτει συντόμως καί ὑπό τῆς θείας χάριτος, ὅταν μή ἔχῃ ἄνθρωπον, τά πρός σωτηρίαν διδάσκεται, ἐξορίζων κατ’ ὀλίγον ἀπό τῆς αὐτοῦ ψυχῆς τάς ἐνούσας αὐτῷ ἀπό τοῦ κόσμου κακίας καί πονηρίας, ἀντεισάγων δέ ἀντ’ ἐκείνων τάς ἀρετάς. Ὁ δέ γέμων ἀκαθαρσίας ὁμοῦ καί οἰήσεως καί μή βουλόμενος ἐνώπιον τῆς κραταιᾶς χειρός τοῦ Θεοῦ ταπεινωθῆναι καί ἀνακαλύψαι τά τῆς καρδίας αὐτοῦ πατρί πνευματικῷ καί κολληθῆναι αὐτῷ καί πάντα δρᾶσαι καί παθεῖν, ὅσα πρός ἀρετήν καί Θεόν μετά συνέσεως φέρει καί τελεοῖ τόν κατά Θεόν ἄνθρωπον, γίνεται χείρων ἤ ὅπερ ἦν ἐν τῷ κόσμῳ τοῦ ὑλικοῦ πνεύματος ἀντιστραφέντος καί ἐνοικήσαντος εἰς αὐτόν μετά τῶν ἑπτά πνευμάτων τῆς πονηρίας. Καί οὕτως ὁ μέν ὑπερβαίνει τοσοῦτον καί ὑπερνικᾷ τόν συνεισελθόντα αὐτῷ ἀδελφόν, ὅσον ὁ τρέχων ἐλευθερίως τόν ἐν δεσμοῖς καί πέδαις σιδηραῖς κατεχόμενον· ὁ δέ ἡττᾶται καί τοῖς προτέροις ἐναπομένει κακοῖς ἤ καί χείροσι, μή θελήσας οἴκοθεν ἐκλέξασθαι καί ποιῆσαι τό ἀγαθόν ἐν τῷ ὑπεισελθεῖν καί ἀναδέξασθαι τούς ἀγῶνας τῆς ἀρετῆς.

Διά τοῦτο οὖν, ὡς ἔφθην εἰπών, ἐργασίας ἐστί καρπός ἡ κατάνυξις καί καρπῶν πρόξενος, μᾶλλον δέ ποιητική πασῶν τῶν ἀρετῶν καί δημιουργός αὕτη καθέστηκε, καθώς πᾶσα Γραφή θεόπνευστος μαρτυρεῖ. Τοιγαροῦν καί ὁ θέλων κόψαι πάθη ἤ κτήσασθαι ἀρετάς, ταύτην πρό πάντων τῶν καλῶν καί μετά πασῶν τῶν ἀρετῶν ὀφείλει ἐπιμελῶς ἐκζητεῖν. Χωρίς γάρ ταύτης οὐ θεάσεται καθαράν ποτε τήν ἑαυτοῦ ψυχήν· εἰ δέ μή ταύτην, οὐδέ τό σῶμα πάντως κτήσεται καθαρόν. Ἄνευ γάρ ὕδατος ἀμήχανον ἐκπληθῆναι τό ῥερυπωμένον ἱμάτιον, καί δίχα δακρύων ἀμηχανέστερον ἀποπλυθῆναι καί καθαρθῆναι κηλίδων καί μολυσμῶν τήν ψυχήν. Μή προφασιζώμεθα προφάσεις ψυχοβλαβεῖς καί ματαίας, μᾶλλον δέ εἰπεῖν εἰς ἅπαν ψευδεῖς καί τῆς ἀπωλείας προξένους, ἀλλ’ ἐκζητήσωμεν τήν βασιλίδα ταύτων τῶν ἀρετῶν ὁλοψύχως.

Ὁ γάρ ταύτην ὁλοψύχως ἐπιζητῶν, εὑρίσκει αὐτήν· μᾶλλον δέ αὕτη παραγινομένη εὑρίσκει τόν ἐκζητοῦντα ἐπιπόνως αὐτήν, καί κἄν χαλκοῦ κἄν σιδήρου κἄν ἀδάμαντος σκληροτέραν ἔχῃ καρδίαν, ἅμα τῷ παραγενέσθαι κηροῦ παντός μαλακωτέραν ταύτην ἐργάζεται. Πῦρ γάρ ἐστι θεῖον διαλῦον ὄρη καί πέτρας καί λεῖα πάντα ποιοῦν καί μεταποιοῦν εἰς παραδείσους καί ἀλλοιοῦν τάς αὐτό δεχομένας ψυχάς. Μέσον γάρ τούτων πηγή βλύζουσα γίνεται, ὕδωρ ζωῆς ἀεί πηδῶν καί ἁλλόμενον καί καταρδεῦον πλουσίως αὐτάς, καί ὥσπερ ἀπό δεξαμενῆς τινος καταρρέον εἰς τούς ἐγγύς καί μακράν, καί ὑπερεμπιπλοῦν τάς μετά πίστεως δεχομένας τόν λόγον ψυχάς. Ἐκπλύνει μέν γάρ ἐκ πρώτης τοῦ ῥύπου τούς μετόχους αὐτοῦ, εἶτα συνεκπλύνει τά πάθη καί ἀπορρύπτει, ὥσπερ τραυμάτων λεπίδας ταῦτα ἐξανασπῶν, φημί δή πονηρίαν, φθόνον, κενοδοξίαν καί τἆλλα πάντα ἅ τούτοις συνέπεται· οὐ μόνον δε ἀλλά καί ὥσπερ τις φλόξα περιτρέχουσα κατ’ ὀλίγον ἐξαφανίζει ἐκκαίουσα καθ’ ὥραν ὡς ἀκάνθας αὐτάς καί καταφλέγουσα· ἥτις καί πρῶτον μέν πόθον ἐμποιεῖ τῆς τελείας τούτων ἐλευθερίας τε καί καθάρσεως, ἔπειτα καί τῶν ἀποκειμένων καί ἡτοιμασμένων παρά Θεοῦ ἀγαθῶν τοῖς ἀγαπῶσι αὐτόν.

Ταῦτα δέ πάντα μετά δακρύων, μᾶλλον δέ διά τῶν δακρύων, τό τῆς κατανύξεως θεῖον πῦρ ἀπεργάζεται· ἄνευ δέ δακρύων, ὡς ἔφαμεν, οὐδέ ἕν τούτων ἤ ἐν ἡμῖν αὐτοῖς ἤ ἔν τισιν ἑτέροις γέγονέ ποτε ἤ γενήσεται. Οὐδέ γάρ ἀπό τῶν θείων Γραφῶν ἀποδείξει τοῦτό τις, ὅτι δακρύων δίχα καί κατανύξεως διηνεκοῦς ἐκαθάρθη τις ἀνθρώπων ποτέ ἤ ἅγιος γέγονεν ἤ Πνεῦμα Ἅγιον ἔλαβεν ἤ τόν Θεόν ἐθεάσατο ἤ σκηνώσαντα ἔνδον αὐτοῦ ἔγνωκεν ἤ ὅλως τοῦτον ἔσχε ποτέ ἔνοικον ἐν τῇ καρδίᾳ αὐτοῦ, μή προηγησαμένης μετανοίας καί κατανύξεως καί ὡς ἀπό πηγῆς ἀεί βρυόντων δακρύων διηνεκῶν, τῶν κατακλυζόντων δηλονότι καί τήν τῆς ψυχῆς ἐκπλυνόντων οἰκίαν, καί αὐτήν καταδροσιζόντων καί ἀναψυχόντων τήν ὑπό τοῦ ἀπροσίτου πυρός κατεχομένην καί καταφλεγομένην ψυχήν.

Οἱ οὖν λέγοντες μή εἶναι δυνατόν καθ’ ἑκάστην νύκτα καί ἡμέραν πενθεῖν καί κλαίειν, ἑαυτούς πάσης ἀρετῆς γυμνούς εἶναι διαμαρτύρονται. Εἰ γάρ οἱ πατέρες ἡμῶν οἱ ἅγιοι οὕτως ἀποφηνάμενοι λέγουσι· «Ὁ θέλων κόψαι πάθη, κλαυθμῷ κόπτει αὐτά καί ὁ θέλων κτήσασθαι ἀρετάς, κλαυθμῷ κτᾶται αὐτάς», εὔδηλον ὅτι ὁ μή κλαίων καθ’ ἑκάστην, οὔτε τά πάθη κόπτει οὔτε τάς ἀρετάς κατορθοῖ, κἄν, ὡς οἴεται, δοκῇ πάσας μετέρχεσθαι. Τί γάρ ὠφελοῦσιν, εἰπέ μοι, τά ἐργαλεῖα τῆς τέχνης τοῦ τεχνίτου μή παρόντος, τοῦ τήν ὕλην εἰδότος μεταχειρίσασθαι καί ταύτην ποιῆσαι σκεῦος ἁρμόδιον; Τί δέ τόν κηπουρόν ὀνίσησιν, ἐάν ὅλον μέν τόν κῆπον ἐργάσηται καί λαχάνου πᾶν γένος σπείρῃ τε καί φυτεύσῃ ἐν αὐτῷ, μή κατέλθῃ δέ ὑετός ἄνωθεν ἐπ’ αὐτοῖς ἤ μή οὔσης ἀρδείας αὐτῷ ὕδατος; Πάντως οὐδέν. Οὕτως οὐδέ ὁ τάς ἄλλας ἀρετάς μετερχόμενος καί κοπιῶν ἐν αὐταῖς ὀνήσεταί τι χωρίς ταύτης τῆς ἁγίας καί μακαρίας δεσποίνης καί δημιουργοῦ πασῶν τῶν ἀρετῶν.

Ὥσπερ γάρ βασιλεύς δίχα τοῦ ὑπ’ αὐτόν στρατεύματος ἀσθενής καί εὐχείρωτος τοῖς πᾶσι γίνεται καί οὐδέ βασιλεύς φαίνεται, ἀλλ’ ὡς εἷς τῶν λοιπῶν ἀνθρώπων ἐστίν, ὡσαύτως δέ καί τά τοῦ πλήθους στρατεύματα καί στρατόπεδα δίχα βασιλέως ἤ τοῦ ἀρχιστρατήγου αὐτῶν εὐχερῶς διασκορπίζονται καί ὑπό τῶν ἀντιπάλων ἐξαφανίζονται, οὕτως λόγισαι εἶναι τό πένθος πρός τάς λοιπάς ἀρετάς. Στρατόπεδον μέν γάρ ἐπί τό αὐτό συναγόμενον ἁπάσας νόει μοι εἶναι τάς τῶν εἰσαγωγικῶν ἀρετάς, βασιλέα δέ τούτων καί στρατηγάρχην τό μακάριον πένθος καί τόν κλαυθμόν, δι’ οὖ ἐπί παράταξιν ἅπαν διατίθεται καί παρατάσσεται τό στρατόπεδον, προθυμοποιούμενον, ἀλειφόμενον, ἐνισχυόμενον, διδασκόμενον, ὅπλα τε αἵρειν καί ὅπῃ δεῖ καί πῶς καί πότε καί ποταπά καί ἐπί ποίῳ καί ποταπῷ τῷ ἀντιπάλῳ κατά καιρόν καί καιρούς καλῶς ὁριζόμενον, τίνας τε πέμπειν σκοπούς καί ὁποίους ἱστᾷν φύλακας καί τί τοῖς ἀπό τῶν ἀντιπάλων πεμπομένοις προσδιαλέγεσθαι χρή καί ποίοις - ἔστι γάρ καί ἀπό μόνης ὁμιλίας τρέψαι πάντας αὐτούς, ἐνίοτε δέ καί ἐκ τοῦ μηδέ εἰς συντυχίαν αὐτούς προσδέξασθαι -, πῶς δέ καί ἐνέδρας κατ’ αὐτῶν καί λόγους εἴτουν ἐγκρύμματα, καί πότε καί ποίους τοῦ στρατοπέδου εἰς τοῦτο ἐκπέμψαι καί ἐν ποίοις τόποις, αὐτό δή τό πένθος, λέγω, σαφῶς διατάττεται· ἄνευ δέ τούτου ὁ λαός τῶν ἀρετῶν ἅπας εὐχείρωτος.

Καί διά τοῦτο πρό πάντων καί μετά πάντων ἔργον ἔστω πᾶσιν ἡμῖν, ἀδελφοί, ἡ μετάνοια καί ὁ συνημμένος ταύτῃ κλαυθμός· καί τά τῷ κλαυθμῷ συνεπόμενα δάκρυα· οὔτε γάρ δίχα μετανοίας κλαυθμός, οὔτε δίχα κλαυθμοῦ δάκρυα, ἀλλά τά τρία ταῦτα ἀλλήλοις συνδέδενται, καί οὐκ ἔστι δίχα τοῦ ἑτέρου φανῆναι τό ἕτερον. Μή οὖν λέγῃ τις ἀδύνατον εἶναι τό καθ’ ἑκάστην κλαίειν· ὁ γάρ τοῦτο λέγων, ἀδύνατον εἶναι λέγει καί τό καθ’ ἑκάστην μετανοεῖν καί ἀνατρέπει πάσας τάς θείας Γραφάς, ἵνα μή λέγω καί αὐτήν τήν ἐντολήν τοῦ Κυρίου τήν λέγουσαν· «Μετανοεῖτε, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν», καί πάλιν· «Αἰτεῖτε καί λήψεσθε, ζητεῖτε καί εὑρήσετε, κρούετε καί ἀνοιγήσεται ὑμῖν». Εἰ γάρ τό μετανοεῖν καί κλαίειν καί δακρύειν καθ’ ἑκάστην λέγεις ἀδύνατον, τό ταπεινοφρονεῖν καί πάντοτε χαίρειν καί ἀδιαλείπτως προσεύχεσθαι, ἀλλά μήν καί αὐτήν κτήσασθαι καθαράν τήν καρδίαν ἀπό παντοίων παθῶν τε καί λογισμῶν πονηρῶν πρός τό θεάσασθαί τινα τόν Θεόν, πῶς ἐρεῖ ποτε δυνατόν παρά ἀνθρώπων κατορθωθῆναι φθαρτῶν; Οὐδαμῶς· καί οὕτω γενήσεταί σοι τό μετά ἀπίστων καταταγῆναι καί οὐ πιστῶν. Εἰ μέν γάρ ὁ Θεός πάντα ταῦτα ὡς δυνατά παρ’ ἡμῖν γίνεσθαι καί εἶπε καί λέγει καί καθ’ ἑκάστην βοᾷ, σύ δέ ἀντιλέγεις ἀπ᾿ἐναντίας ἐκείνῳ, ἀδύνατα λέγων εἶναι ἡμῖν καί οὐ δυνατά, πάντως τῶν ἀπίστων διαφέρεις οὐδέν.

Θέλεις οὖν μή κοινωνῆσαί ποτε δίχα δακρύων; Ποίησον τά παρά σοῦ καθ’ ἡμέραν ᾀδόμενά τε ὁμοῦ καί ἀναγινωσκόμενα, καί τηνικαῦτα δυνήσῃ καί τοῦτο ἀδιαλείπτως ἐπιτελεῖν. Ποῖα ταῦτα; Καί ὅλως σύ ἀγνοεῖς; Ἄκουε τοῦ λέγοντος· «Οὐ γάρ οἱ ἀκροαταί τοῦ νόμου δίκαιοι οὗτοι παρά τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταί τοῦ νόμου δικαιωθήσονται». Ἀλλ’ ἵνα μή τόν λόγον μηκύνωμεν, αὐτά σοι λέγω, τά τοῦ Δαυίδ ἀναμνήσομαι ῥήματα· «Εἰ ἀναβήσομαι, φησίν, ἐπί κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καί τοῖς βλεφάροις μου νυσταγμόν καί ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ», καί πάλιν· «Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπό προσώπου τῶν ἁμαρτιῶν μου, ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τήν κεφαλήν μου, ὡσεί φορτίον βαρύ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καί ἐσάπησαν οἱ μώλωπές μου ἀπό προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καί κατεκάμφθην ἕως τέλους, ὅλην τήν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ἐκακώθην καί ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπό στεναγμοῦ τῆς καρδίας μου καί ἐγενόμεην ὡς στρουθίον μονάζον ἐπί δώματος, ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ὅτι σποδόν ὡσεί ἄρτον ἔφαγον καί τό πόμα μου μετά κλαυθμοῦ ἐκίρνων. Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τήν κλίνην μου, λούσω καθ’ ἑκάστην τήν κλίνην μου τήν στρωμνήν μου βρέξω». Φησί δέ καί ὁ τῆς Κλίμακος ἅγιος Ἰωάννης· «Δίψα καί ἀγρυπνία ἐξέθλιψαν καρδίαν· καρδίας δέ θλιβείσης ἐξεπήδησαν ὕδατα». Ὁπόσα δέ καί ἄλλα περί τούτων ἡμῖν διαλέγεται, αὐτῇ τῇ βίβλῳ ὁ θελήσας ἐγκῦψαι μαθήσεται.

Εἰ οὖν καί σύ ταῦτα, ἅ καθ’ ἑκάστην ψάλλεις καί ἀναγινώσκεις ἤ ἄλλων ἀναγινωσκόντων ἀκούεις, ἀπαραλείπτως ἐν ὅλῃ καρδίᾳ μετά ταπεινοφροσύνης καί πίστεως διάξεις, ἀμήν εὐαγγελίζομαί σοι χαράν μεγάλην, ὅτι ἐάν ἐπιμείνῃς ταῦτα ποιῶν, διψῶν, ἀγρυπνῶν, μέχρι θανάτου ὑποτασσόμενος καί ὑπακούων ἀδιακρίτως καί ἀνυποκρίτως τῷ προεστῶτί σου, ὑποφέρων τε πᾶσαν θλῖψιν καί ὕβριν καί λοιδορίαν καί διαβολήν, οὐ μήν δέ ἀλλά καί μάστιγας καί αἰκίας παρά τῶν εὐτελεστέρων σου ἀδελφῶν, ἐν πάσῃ εὐχαριστίᾳ διατιθέμενος ἀμνησικάκως πρός αὐτούς καί ὑπέρ αὐτῶν προσευχόμενος, χαῖρε καί ἀγαλλία χαρᾷ ἀνεκλαλήτῳ, ὅτι οὐ μόνον ἐν ἑσπέρᾳ καί πρωῒ καί μεσημβρίᾳ, ἀλλά καί ἐσθίοντί σοι καί πίνοντι καί πολλάκις προσομιλοῦντι, ψάλλοντι καί ἀναγινώσκοντι καί εὐχομένῳ καί ἐπί κλίνης ἀνακειμένῳ σοι, ἡ θεία δωρεά καί ἀνεκλάλητος αὕτη ἐλθοῦσα καταδιώξει σε πάσας τάς ἡμέρας τῆς ζωῆς σου καί συνοδεύσει σοι ἐν ὁδῷ καί συγκαταλύσει σοι καταλύοντι καί διακονοῦντι συνδιακονήσει σοι, παραμυθουμένη καί παρακαλοῦσα τάς ἐκ τοῦ κόπου ὀδύνας σου. Καί τότε γνώσεις, ὡς λίαν πρεπόντως καί καλῶς ὁ ἅγιος εἴρηκε Συμεών μή κοινωνῆσαι ἄνευ δακρύων τινά, καί ὡς δυνατόν τοῦτο καί ἐπ’ ἀληθείας πᾶσιν ἁρμόδιον. Οὐ γάρ ἐκεῖνος, ἀλλά δι’ ἐκείνου τό Ἅγιον Πνεῦμα καί εἶπε καί ἔγραψεν. Εἰ γάρ οὐδείς ἀναμάρτητος, οὐδ’ ἄν ἡμέρα μία ἡ ζωή αὐτοῦ, καί οὐδείς δύναται ἁγνήν ἔχειν τήν καρδίαν, εὔδηλον ὅτι ἄνευ μετανοίας καί δακρύων ὀφείλει ἄνθρωπος διελθεῖν μίαν καί μόνην ἡμέραν ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ· ὅσον τό ἐπ’ αὐτόν. Εἰ γάρ καί μή ἔχει δάκρυα, ἀλλά τέως ζητεῖν ὀφείλει ταῦτα ἐξ ὅλης ἰσχύος τε καί ψυχῆς. Οὐδέ γάρ ἄλλως δύναται γενέσθαι ἀναμάρτητος, οὐδέ τήν καρδίαν ἁγνός.

Εἰ δέ μή χαμευνῆσαι καί ἀγρυπνῆσαι βουληθῇ τις, ἀναλογιζόμενος τό πλῆθος τῶν ἁμαρτημάτων αὐτοῦ καί τό βάρος τῶν αὐτοῦ σφαλμάτων, καί διορθώσασθαι ἀνέξεται τούς προσοζέσαντας καί σαπέντας ὑπό ἀμελείας καί καταφρονήσεως μώλωπας τῆς ἐμπαθοῦς ὀρέξεως καί τῶν προλήψεων αὐτοῦ, τῶν εἰς ἀναισθησίαν αὐτόν ἀγουσῶν - τοῦτο γάρ ἡ ὄντως ἀφροσύνη ἐστί -, πῶς εἰς συναίσθησιν ἔλθῃ τῆς μελλούσης τῶν ἁμαρτωλῶν καταδίκης καί κατακρίσεως καί κλαύσει ἐν ὀδύνῃ τῆς καρδίας αὐτοῦ;

Εἰ οὐ βούλεται κακοπαθῆσαί τις ἐν τῷ ταλαιπωρηθῆναι καί κατακαμφθῆναι ἕως τέλους καί ὅλην τήν ἡμέραν σκυθρωπάζων πορεύεσθαι, ἐν τῷ κακωθῆναί τε καί ταπεινωθῆναι ἕως σφόδρα καί ὠρύεσθαι ἀπό στεναγμοῦ τῆς καρδίας αὐτοῦ καί ὡς στρουθίον μονάζον γενέσθαι ἐπί δώματι καί πελεκᾶνι ἐρημικῷ ὁμοιωθῆναι, ἐν τῷ διαθέσει ψυχῆς ξένον γενέσθαι ἀπό πάντων τῶν ἐν τῇ μονῇ καί τῶν ἐν τῷ κόσμῳ καί ἀπαρρησίαστον ἀπό μεγάλων τε καί μικρῶν, ἐν τῷ κοπιᾶν ἐν στεναγμῷ καί τόν ἄρτον ὡσεί σποδόν ἐσθίειν καί τό κιρνᾶν τό πόμα αὐτοῦ μετά κλαυθμοῦ, πῶς ἰσχύσει ποτέ, ἀδελφοί, ἤ λούειν καθ’ ἑκάστην νύκτα τήν κλίνην αὐτοῦ ἤ ἐν δάκρυσι τήν στρωμνήν αὐτοῦ βρέχειν; Ὄντως οὐδέποτε οὐδαμῶς, οὐ μόνον ταῦτα ἐν ἐαυτῷ γεγονότα οὐ μή θεάσηται, ἀλλ’ οὐδέ ἐν εὐχῆ αὐτοῦ εὑρήσει αὐτά, οὐδέ τόπον ἑτοιμάσαι ἰσχύσει τῷ Κυρίῳ, οὐδέ σκήνωμα ἄξιον τῷ Θεῷ Ἰακώβ, ὅς ἐστι Χριστόν Κύριος, ὁ Σωτήρ καί Θεός ἡμῶν. Εἰ δέ μή ταῦτα προετοιμάσει καλῶς, οὐδέ μετά δακρύων, δηλονότι, οὐδέ ἀξίως καί ὡς δεῖ κοινωνῶν, τόν Βασιλέα καί Θεόν ἐν ἑαυτῷ ὑποδέξεται, κἄν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιήσειε.

«Τά γάρ ἅγια τοῖς ἁγίοις» καθ’ ἑκάστην οἱ μέν λέγουσι καί τοῖς ἄλλοις κηρύττουσι, μέγα ἐκβοῶντες αὐτοῖς - εἴθε δέ καί ἑαυτοῖς-, οἱ δέ λεγόντων ἐκείνων ἀκούετε. Τί οὖν; Ὁ μή ἅγιος καί ἀνάξιος; Οὔ, ἀλλ’ ὁ μή καθ’ ἑκάστην τά κρυπτά τῆς καρδίας αὐτοῦ ἐξαγγέλλων, ὁ μή μετάνοιαν ἀξίαν ὑπέρ τούτων καί ὑπέρ τῶν ἐν ἀγνοίᾳ ἐπιδεικνύμενος, ὁ μή πενθῶν ἀεί καί σκυθρωπάζων πορευόμενος καί τά προειρημένα μή μετερχόμενος ἐν σπουδῇ, οὗτος οὐκ ἄξιος. Ὁ δέ ταῦτα πάντα ποιῶν καί καί ἐν στεναγμοῖς καί δάκρυσι τόν ἑαυτοῦ βίον διανύων, καί σφόδρα ἐστίν ἄξιος οὐκ ἐν ἑορτῇ μόνον, ἀλλά καθ’ ἑκάστην ἡμέραν ἐξ αὐτῆς, εἰ τολμηρόν εἰπεῖν, τῆς ἀρχῆς τῆς μετανοίας καί ἐπιστροφῆς αὐτοῦ τῶν θείων τούτων ἐν μετοχῇ γίνεσθαι μυστηρίων. Συγγνωστός γάρ ἐστιν ὁ τοιοῦτος, ὡς ἐν τούτοις καί τοῖς τοιούτοις ἔργοις μέλλων ἐγκαρτερεῖν μέχρι τέλους, ὁδεύων ἐν ταπεινώσει καί συντετριμμένῃ καρδίᾳ. Οὕτω γάρ ποιῶν καί οὕτως ἔχων, φωτίζεται τήν ψυχήν ὁσημέραι, βοηθούμενος ἐκ τῆς μεταλήψεως τῶν ἁγίων, καί εἰς τελείαν κάθαρσιν καί ἁγιότητα συντόμως μᾶλλον ἀνάγεται.

Ἄλλως δέ πως ἀποπλυθῆναι ἤ καθαρθῆναι τό ῥερυπωμένον ἡμῶν σκεῦος καί τήν μολυνθεῖσαν οἰκίαν ἡμῶν οὐκ ἔνι. Ἐγώ γάρ οὐδέν πλέον οὔτε ἀπό τῶν θείων Γραφῶν μεμάθηκα, οὔτε ἐξ ἐμαυτοῦ γνῶναι ἴσχυσα. Λέγοντος γάρ ἀκούομεν καθ’ ἑκάστην τοῦ ἀποστόλου· «Δοκιμαζέτω γάρ, φησίν, ἕκαστος ἑαυτόν καί οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καί ἐκ τοῦ ποτηρίου πινέστω. Ὁ γάρ ἀναξίως ἐσθίων καί πίνων τό σῶμα τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καί πίνει» καί πάλιν·«Ὁ δέ ἀναξίως ἐσθίων τό σῶμα καί τό αἷμα τοῦ Κυρίου, ἔνοχος ἔσται τοῦ σώματος καί αἵματος τοῦ Κυρίου, μή διακρίνων τό σῶμα τοῦ Κυρίου ». Εἰ δέ ὁ μή ἀξίους τούς καρπούς τῆς μετανοίας ἐπιδειξάμενος, ἀνάξιος εἶναι ὑπό πάσης θεοπνεύστου Γραφῆς ἀπελέγχεται, πῶς, εἰπέ μοι σύ, δίχα δακρύων ποτέ καθαρθῆναί τις δυνηθῇ καί ἀξίως, ὅσον τό ἐπ’ αὐτῷ, τῶν μυστηρίων μεταλαβεῖν; Καρπός γάρ τῆς μετανοίας πρῶτος ταῦτά εἰσι καί, ὥσπερ ἡ βδελυρά τοῦ σώματος ῥύσις καί ἡ τῆς καρδίας πρός πᾶν πάθος οἱονεί ἐνήδονος μίξις τῷ διαβόλῳ οἵα τις θυσία προσάγεται παρ’ ἡμῶν, οὕτω τά ἐξ αὐτῆς χεόμενα πάλιν δάκρυα θυσία εὐπρόσδεκτος τῷ Δεσπότῃ προσφέρονται καί τῆς ἐμπαθοῦς ἐκείνης ἡδονῆς τό αἶσχος ἀποκαθαίρουσι, καί τοῦτο δηλῶν ὁ Δαυίδ ἔλεγε· «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει». Καί εἰκότως· ἐν ἕξει γάρ τοιαύτῃ γενομένη ἡμῶν ἡ ψυχή καί οὕτω καθ’ ἑκάστην ταπεινουμένη, ἡμέραν μίαν οὐ διέρχεταί ποτε ἄνευ δακρύων κατά τόν εἰρηκότα Δαυίδ· «Λούσω καθ’ ἑκάστην νύκτα τήν κλίνην μου, ἐν δάκρυσί μου τήν στρωμνήν μου βρέξω».

Διά τοῦτο οὖν παρακαλῶ καί ὑμᾶς, πατέρες καί ἀδελφοί μου, ἐν σπουδῇ ἕκαστος τήν ἑαυτοῦ ψυχήν ἐν τούτοις καί τοῖς τοιούτοις ἐγγυμνασάτω ἔργοις, ἥτις κατανυγεῖσα καί μεταποιηθεῖσα κατά μικρόν, πηγή γίνεται ποταμούς δακρύων καί κατανύξεως ἀναβλύζουσα. Εἰ δέ μή οὕτω καθαροί γεγονέναι σπουδάσομεν, ἀλλ’ ἐν ἀμελείᾳ καί ῥᾳθυμίᾳ καί χαυνότητι πορεύεσθαι θελήσομεν, ἐγώ μέν οὐδέν ἐρῶ φορτικόν φειδοῖς τῆς ἀγάπης ὑμῶν, πλήν τοῦτο, ἵτι κἄν συμβῇ ποτέ τινα μετά δακρύων ἴσως κοινωνῆσαι, ἤγουν ἤ πρό τῆς λειτουργίας ἤ ἐν τῇ θείᾳ λειτουργίᾳ ἤ καί ἐν αὐτῷ τῷ καιρῷ τῆς τῶν θείων μεταλήψεως κλαῦσαι, τάς δέ λοιπάς ἡμέρας τε καί νύκτας οὐ προθυμεῖται τοῦτο ποιεῖν, οὐδέν αὐτῷ ἐκ τοῦ πρός ἅπαξ κλαῦσαι τό ὄφελος ἔσται. Οὐ γάρ τοῦτο μόνον ἀξίους ἡμᾶς εὐθύς ἀποκαθαῖρον ποιεῖ, ἀλλά τό καθ’ ἑκάστην καί ἀδιαλείπτως μέχρι θανάτου πενθεῖν, ὡς αὐτός ἠμῖν ὁ Δεσπότης ποιεῖν προσέταξε «Μετανοεῖτε, λέγων, αἰτεῖτε καί ζητεῖτε καί κρούετε». Ἕως πότε; «Ἕως οὗ λήψεσθε, φησί, καί εὑρήσετε καί ἀνοιγήσεται ὑμῖν». Τίς; Ἡ βασιλεία τῶν οὐρανῶν, δηλονότι.

Αὕτη γάρ ἡ μετάνοια καί ἡ οὕτως ἀπαραλείπτως, ὡς εἴπομεν, μέχρι θανάτου μετά πόνου καί θλίψεως ἐπιτελουμένη, κατά μικρόν μικρόν δάκρυα προχέειν ἡμᾶς ποιεῖ πικρά, δι’ ὧν ἀποσμήχει καί ἀποκαθαίρει τόν τῆς ψυχῆς ῥύπον καί μολυσμόν· μετά ταῦτα δέ μετάνοιαν ἡμῖν ἐμποιεῖ καθαράν καί εἰς γλυκέα τά πικρά δάκρυα μεταβάλλει καί χαράν ἀένναον ἀπογεννᾷ ἐν ταῖς καρδίαις ἡμῶν καί τό ἄδυτον φέγγος ἰδεῖν προξενεῖ, ὅ εἰ μή πάσῃ σπουδῇ καταλαβεῖν ἀγωνισόμεθα, πνευματικοί πατέρες καί ἀδελφοί, οὐκ ἄν τῶν παθῶν ἁπάντων τελείως ἀπαλλαγῶμεν, οὐ ἄν τάς ἀρετάς κτησώμεθα πάσας, οὐκ ἄν ἀξίως ἤ μετά δακρύων τῶν κατά Θεόν ἰσχύσωμεν ποτε τῶν θείων μυστηρίων καθ’ ἑκάστην μεταλαμβάνειν ἤ τό συνόν αὐτοῖς θεάσασθαι θεῖον φῶς. Ἀλλ’ οὐδέ τήν καρδίαν ἕξομέν ποτε καθαράν, οὐδέ τό Ἅγιον Πνεῦμα ἐνοικήσει γνωστῶς ἐν ἡμῖν, οὐδέ ἰδεῖν ἀξιωθησόμεθα, ὡς οἱ ἅγιοι, τόν Θεόν οὔτε ἐνταῦθα ὄντες οὔτε ἐκεῖ μοί δοκεῖ, τυφλοί ἀπελθόντες, ἀλλ’ ὡς ὁ Θεολόγος λέγει Γρηγόριος, τοσοῦτον τῆς ἐκείνου θέας ἐκπέσομεν «κατά τήν ἀναλογίαν τῆς ἑκάστου ἡμῶν ἀπεντεῦθεν ἀμβλυωπίας», καθ’ ὅσον τοῦ φωτός αὐτοῦ ἑκουσίως ἑαυτούς ὑστερήσαμεν ἐν τῇ παρούσῃ ζωῇ.

Ἀλλά γένοιτο πάντας ἡμᾶς, καθαιρομένους τε καί καθαρθέντας, τοῦτον ἀξιωθήσεσθαι κατιδεῖν. Οἱ γάρ ἐκτός τῶν δύο τούτων τοῦ βίου ὑπεξερχόμενοι, ἄδηλον ἔχουσι τό πέρας τῆς περί αὐτούς ἀποφάσεως. Τό δέ ἄδηλον καί ἀβέβαιον, ἀνέλπιστον καί ἀπληροφόρητον· ὁ γάρ μή χάριτι τήν καρδίαν βεβαιούμενος ἐξ οὐδενός ἑτέρου τήν ἀκαταίσχυντον ἐλπίδα ἀδίστακτόν ποτε, οἶμαι, κτήσεται· ὁ δέ ταύτην μή ἔχων, διά τίνος ἄλλου εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα συναρπαγήσεται τοῖς ἁγίοις; Διά τίνος δέ καί ἡ λαμπάς ἡμῶν τότε ἐξαναφθήσεται, ἐσβεσμένη ἀπό τῶν ὧδε τυγχάνουσα; Ποῦ τοῦ ἐλαίου καί πόθεν εὑρισκομένου καί ποίου τοῦ πυρός, εἰπέ μοι, τοῦ ταύτην ἀνάψαι μέλλοντος, ἤ πόθεν ἤ πῶς, ἵνα τότε ἑτοιμασθέντες φαιδροί φαιδραῖς ταῖς λαμπάσι τῷ νυμφίῳ προσυπαντήσωμεν; Ἐξαναστάντων γάρ ἡμῶν ὡς ἐξ ὕπνου, εὐθύς πρός τήν ἀπάντησιν, ὡς ἀκούετε, τρέχειν μέλλομεν. Εἰ οὖν καθεζομένων καί ἐν τοῖς μνήμασιν οἰκούντων ἡμῶν, ἐκβοήσασα ἡ σάλπιγξ ἐξυπνήσει ἡμᾶς, ἐάν μή ἀπό τῶν ὧδε, ὡς λαμπάδας προαναφθείσας, ἔχωμεν τάς ψυχάς, ἀλλ’ εὑρεθῶσιν ἤ μηδόλως ἤ ὀλίγον τι καί μικρόν φαίνουσαι καί ὅσον οὔπω σβεσθῆναι, κατά τήν εὐαγγελικήν φωνήν, μέλλουσαι, ποῦ τότε εὑρήσομεν ἤ τάς παντελῶς ἐσβεσμένας ἀνάψαι ἤ ταῖς σβεννυμέναις ἀπό τῆς ἐνδείας τοῦ ἐλαίου προσθεῖναί τι μικρόν; Ὄντως οὐδέν οὐδαμοῦ εὑρήσομεν. Διά τοῦτο σπουδάσωμεν ἀπεντεῦθεν ἤδη ταύτας ἀνάψαι διά μετανοίας ὁμοῦ καί δακρύων φαιδρῶς, ἵνα ἐν τῇ ἀναστάσει λαμπροί λαμπρῶς τῷ νυμφίῳ προσυπαντήσωμεν καί συνεισελευσώμεθα αὐτῷ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καί τῶν αἰωνίων κατααπολαύσωμεν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Ε΄. Περί μετανοίας. Καί ὅτι οὐκ ἀρκεῖ ἡμῖν ἡ τῶν ἐνόντων μόνον διάδοσις καί ἡ ἀπογύμνωσις αὐτή τῶν πραγμάτων εἰς κάθαρσιν ψυχῆς, ἐάν μή καί τό πένθος κτησώμεθα. Καί περί τῆς τοῦ Ἀδάμ ἐξορίας. Καί ὅτι εἰ μετενόησε παραβάς, οὐκ ἄν τοῦ παραδείσου ἐξέπεσε. Καί οἷον ἀγαθόν εἰργάσατο αὐτοῦ ἡ μετά τήν ἔκπτωσιν μετάνοια. Καί περί τῆς δευτέρας τοῦ Κυρίου παρουσίας καί τῆς τῶν ἁμαρτωλῶν κατακρίσεως. Καί πρός τό τέλος, ἔλεγχος τῶν ἐν κακίᾳ καί ὑποκρίσει ζώντων.
Προηγούμενο: Λόγος Γ΄. Περί τοῦ ὅτι χρή καλῶς ὑποτάσσεσθαι καί μή ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρός Θεόν συνεθέμεθα. Καί ὅτι οὐ δεῖ γογγίζειν ἐπί ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος