Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Θ΄. Περί ἐλεημοσύνης. Καί τίς ἐστιν ὁ πεινῶντα τόν Θεόν τρέφων καί διψῶντα ποτίζων καί καθεξῆς. Καί πῶς τοῦτό τινι κατορθωθήσεται. Καί ὅτι εἰ μή τις καί ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καί θρέψει καί ποτίσει Χριστόν, οὐδέν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τούς πένητας, ἑαυτόν δέ ἄτροφον παρορᾶν καί γυμνόν τῆς δικαιοσύνης τοῦ Θεοῦ.
Προηγούμενο: Λόγος Ζ΄. Περί προσπαθείας τῆς εἰς τούς συγγενεῖς. Καί τίς ἡ ἀπάτη αὐτῆς καί εἰς οἷον βόθρον καί δεσμόν κατάγει τούς κρατουμένους ὑπ’ αὐτῆς. Καί περί ἀπογνώσεως καί τῆς ἐν ταύτῃ διαφορᾶς. Καί τί ἐστι τό «Ὁ πιστεύσας καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται».
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος Η΄. Περί τελείας ἀγάπης καί τίς ἡ ταύτης ἐνέργεια. Καί ὅτι ἐὰν μή διά σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδέ πιστοί καί χριστιανοί δυνάμεθα εἶναι, ἀλλ’ οὐδέ υἱοί καί τέκνα Θεοῦ χρηματίσωμεν.

Ἀδελφοί καί πατέρες, εἰ ὁ τήν ἀρετήν ὑποκρινόμενος πρός ἀπάτην πολλῶν καί ἀπώλειαν, ἄθλιος ὄντως ἐστί καί παρά Θεῷ καί ἀνθρώποις κατακεκριμένος ὑπάρχει καί βδελυκτός, εὔδηλον ὅτι ὁ ἐμπάθειάν τινα, ἀπαθής ὤν, πρός σωτηρίαν πολλῶν καί ὠφέλειαν ἐν προσποιήσει κατά τούς παλαιούς πατέρας σχηματιζόμενος, ἐπαινετός καί μακάριος. Ὥσπερ γάρ ὁ διάβολος ἐν προσχήματι ὄφεως καί συμβουλῆς, τῷ δοκεῖν μέν χρηστῆς καί ἐπωφελοῦς, τῇ δέ ἀληθείᾳ θανασίμου τυγχανούσης καί τοῦ Θεοῦ και πάντων τῶν ἐν τῷ παραδείςῳ καρπῶν ἀποστερούσης τόν ἄνθρωπον, θεομάχος καί ἀνθρωποκτόνος ἐδείχθη, οὕτω καί ὁ ἐν προσχήματι κακίας πονηρούς τινας λόγους κατά τό φαινόμενον ἐκφέρων, ἵνα τά τελούμενα τῷ διαβόλῳ ὑπό τῶν ὑποκρινομένων τήν ἀρετήν καί εὐλάβειαν ἀναμαθών ἐπιστρέψῃ τούς δρῶντας τά κακά πρός μετάνοιαν και σωτηρίαν καί ἐξομολόγησιν, χρηστομίμητος ὄντως καί συνεργός Θεοῦ καί σωτήρ ἀνθρώπων προφανῶς γίνεται.Τοῦτο δέ μόνων ἐκείνων ἔργον ἐστίν, ὧν ἡ αἴσθησις ἀναίσθητός ἐστι τοῦ ἀέρος τούτου καί τοῦ κόσμου καί τῶν πραγμάτων αὐτοῦ τῆς αἰσθήσεως, ὧν ἡ διάνοια οὐ προσπάσχει τοῖς ὁρωμένοις ἀλλ’ ἐξέστη τῆς τοῦ σώματος ταπεινώσεως, τῶν ἰσαγγέλων λέγω, τῶν τελείως τῷ Θεῷ ἑνωθέντων καί ὅλον Χριστόν ἐν ἑαυτοῖς ὁλοτελῶς κτησαμένων ἔργῳ καί πείρᾳ, αἰσθήσει καί γνώσει καί θεωρίᾳ.

Κακόν τοιγαροῦν τό ἐπακροᾶσθαι ἤ παρατηρεῖν λάθρᾳ τί ὁ πλησίον προσομιλεῖ ἤ διαπράττεται, ἀλλ’ ἐάν πρός τό ὀνειδίσαι ἤ ἐκφαυλίσαι ἤ λοιδορῆσαι ἤ ἐκπομπεῦσαι ἐν καιρῷ ἅπερ εἶδεν ἤ ἤκουσεν· εἰ δέ πρός τό συμπαθῶς καί σοφῶς ἐν φρονήσει τά τοῦ πλησίον ἐπιδιορθώσασθαι καί ἀπό ψυχῆς ὑπέρ αὐτοῦ μετά δακρύων προσεύξασθαι τοῦτο ποιεῖ, οὐκ ἔστιν πονηρόν τό τοιοῦτον. Εἶδον γάρ ἐγώ ἄνθρωπον πολλά ἐπιτηδεύματα καί πολλούς τρόπους ποιοῦντα, ὅπως μηδέν αὐτόν τῶν γινομένων ἤ λεγομένων ὑπό τῶν συνόντων αὐτῷ διαλανθάνῃ· οὐκ ἐποίει δέ τοῦτο πρός βλάβην, μή γένοιτο, ἀλλ’ ὅπως τόν μέν λόγῳ, τόν δέ δώροις, τόν δέ ἑτέρᾳ τινί προφάσει τῶν ἐναντίων πράξεων καί λογισμῶν ἀποστήσῃ. Καί εἶδον τόν τοιοῦτον ποτέ μέν κλαίοντα διά τόν δεῖνα, ποτέ δέ θρηνοῦντα ὑπέρ τοῦ δεῖνος, ποτέ δέ καί τάς ἑαυτοῦ ὄψεις καί τό στῆθος αὐτοῦ τύπτονα ὑπέρ ἄλλου, τό τοῦ ἁμαρτήσαντος ἐν λόγῳ ἤ ἐν ἔργῳ ἀναδεχόμενον πρόσωπον δηλονότι, καί ὡς ἐκεῖνον αὐτόν εἶναι τόν τό κακόν ποιήσαντα λογιζόμενον ἑαυτόν καί τῷ Θεῷ ἐξομολογούμενον καί προσπίπτοντα καί πενθοῦντα σφοδρῶς. Καί εἶδον ἕτερον ἐπί τοῖς κατορθοῦσι καί ἀγωνιζομένοις τοσοῦτον χαίροντα καί τήν ἐκείνων προκοπήν ἀποδεχόμενον, ὡς δοκεῖν ἐκεῖνον αὐτόν μᾶλλον ἤ ἐκείνους τῶν ἀρετῶν καί πόνων μέλλειν ἀπολήψεσθαι τούς μισθούς· ἐπί δέ τοῖς ἐν λόγῳ ἤ ἔργῳ καταπίπτουσι καί τοῖς κακοῖς ἐπιμένουσι τοσοῦτον ἐλυπεῖτο καί ἔστενεν, ὡς δοκεῖν αὐτόν μόνον ἐν ἀληθείᾳ ὑπέρ ἐκείνων πάντων λόγον ἀποδοῦναι προσαπαιτούμενον καί τῇ κολάσει παραδοθῆναι. Καί εἶδον ἕτερον οὕτω τήν σωτηρίαν τῶν ἀδελφῶν αὐτοῦ παραζηλοῦντα καί θέλοντα, ὡς πολλάκις μετά δακρύων θερμῶν ἐξ ὅλης ψυχῆς δέεσθαι τοῦ φιλανθρώπου Θεοῦ ἤ κἀκείνους σωθῆναι ἤ καί αὐτόν σύν ἐκείνοις κατακριθῆναι, ἀπό διαθέσεως θεομιμήτου καί Μωσαϊκῆς ὅλως σωθῆναι μόνον ἑαυτόν θέλοντα. Τῇ ἁγίᾳ γάρ ἀγάπῃ ἐν Ἁγίῳ Πνεύματι πνευματικῶς αὐτοῖς συνδεθείς, οὐδέ εἰς αὐτήν τήν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν προῃρεῖτο καί χωρισθῆναι αὐτῶν. Ὤ δεσμός ἅγιος, ὤ δύναμις ἄφατος, ὤ ψυχῆς οὐρανόφρονος, μᾶλλον δέ εἰπεῖν θεοφορουμένης καί ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ καί τῇ τοῦ πλησίον σφόδρα τετελειωμένης!

Ὁ τοίνυν εἰς ταύτην οὔπω πεφθακώς τήν ἀγάπην, μηδέ ἴχνος αὐτῆς ἐν τῇ ἑαυτοῦ ψυχῇ θεασάμενος μηδέ τήν παρουσίαν αὐτῆς ὅλως ἐπαισθανθείς, ἔτι τῇ γῇ καί τοῖς ἐν τῇ γῇ μᾶλλον δέ ὑπό γῆν κρύπτεσθαι πέφυκεν, ὥσπερ ὁ λεγόμενος ἀσπάλαξ, τυφλός δηλαδή ὤν καί αὐτός ὡς ἐκεῖνος καί μόνῃ τῇ ἀκοῇ τῶν ἐπί γῆς λαλούντων ἐπακρουώμενος. Ὤ τῆς συμφορᾶς, ὅτι ἐκ Θεοῦ γεννηθέντες καί ἀπαθανατισθέντες ἐπουρανίου τε κλήσεως μέτοχοι καί κληρονόμοι Θεοῦ καί συγκληρονόμοι Χριστοῦ καί πολῖται τῶν οὐρανῶν γενόμενοι, αἴσθησιν οὔπω τῶν τοσούτων ἐλάβομεν ἀγαθῶν· ἀλλ’ ἀναισθήτως, ἵν’ οὕτως εἴπω, ὥσπερ σίδηρος ἐμβάλλεται τῷ πυρί ἤ ὡς ἄψυχον δέρμα ἐμβάπτεται ἀνεπαισθήτως κοκκίνῃ βαφῇ, οὕτω καί ἡμεῖς ἔτι ἐν τοῖς τοσούτοις ἀγαθοῖς τοῦ Θεοῦ μέσον ὄντες διακείμεθα, μηδεμίαν αἴσθησιν ἐν ἑαυτοῖς ἔχειν ὁμολογοῦντες. Καί ὡς ἤδη σεσωσμένοι καί τοῖς ἁγίοις κατειλεγμένοι ἐνσεμνυνόμεθα, σχηματιζόμενοί τε καί κοσμούμενοι καί τήν ἁγιωσύνην ὑποκρινόμενοι, ὡς ἐπί ὀρχήστρας ἤ σκηνῆς ἀθλίως βοιοῦντες, τοῖς μίμοις καί ταῖς πόρναις ἐξομοιούμεθα, αἵ τό φυσικόν οὐκ ἔχουσαι κάλλος ἐπιτρίμμασι καί βαφαῖς ξέναις ἑαυτάς κοσμεῖν ἀφρόνως οἴονται. Ἀλλ’ οὐχί καί τῶν ἁγίων τῶν ἄνωθεν γεννωμένων οἱ χαρακτῆρες τοιοῦτοι.

Χρεών δέ εἰδέναι, ὅτι ὥσπερ τό βρέφος ὅταν τῆς μητρικῆς νηδύος προέλθοι, τοῦ ἀέρος τούτου ἀνεπαισθήτως αἰσθάνεται καί εὐθέως πρός κλαυθμόν καί θρῆνον αὐτομάτως κινεῖται, οὕτω καί ὁ γεννηθείς ἄνωθεν καί ἐκ τοῦ κόσμου μέν τούτου ὡς ἐκ νηδύος σκοτεινῆς προελθών, εἰσελθών δέ εἰς τό νοητόν καί οὐράνιον φῶς καί οἱονεί προκύψας ἔνδον τούτου μικρόν, εὐθύς χαρᾶς ἀφάτου πληροῦται καί δάκρυα ἀνωδύνως προχέει, ἐννοῶν, τό εἰκός, ὅθεν ἐρρύσθη καί ἐν οἵῳ γενέσθαι κατηξιώθη φωτί· ἀρχή γάρ τοῦ εἰς χριστιανούς καταλεγῆναί τινα τοῦτό ἐστιν. Οἱ δέ γε τοῦ τοιούτου καλοῦ ἐν γνώσει καί θεωρίᾳ μήπω γενόμενοι, μηδέ ζητήσαντες αὐτό ἐν ἐπιμονῇ πολλῇ καί θρήνοις καί δάκρυσιν, ἵνα διά τῶν τοιούτων πράξεων καθαρθέντες τύχωσιν αὐτοῦ καί τέλεον ἑνωθέντες αὐτῷ κοινωνίαν σχῶσι μετ’ αὐτοῦ, εἰπέ, χριστιανοί καθόλου κληθῶσιν; Οὐκ εἰσί γάρ ὡς χρή. Εἰ γάρ τό γεννώμενον ἐκ τῆς σαρκός σάρξ ἐστι καί τό γεννώμενον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν, ὁ σωματικῶς γεννηθείς καί ἀνήρ γεγονώς, πνευματικῶς δέ μηδέ ὅτι γε ὀφείλει γεννηθῆναι ἐννοήσας ἤ πιστεύσας ἤ σπουδάσας ποτέ, πῶς ἄρα πνευματικός γένηται καί πνευματικοῖς ἀνδράσιν ἑαυτόν συναριθμήσειεν, εἰ μή λάθρᾳ, ὡς ὁ τά ῥυπαρά ἱμάτια ἐνδεδυμένος, ἑαυτόν παρενείρει τοῖς λαμπροφοροῦσιν ἁγίοις, καί ἐπί τῆς βασιλικῆς τραπέζης μετ’ αὐτῶν συνανακλιθείς ἔξω βληθείη χεῖρας καί πόδας δεθείς, ὡς μή φωτός υἱός ἀλλά σαρκός καί αἵματος, καί παραπεμφθείη τῷ αἰωνίῳ πυρί, τῷ ἡτοιμασμένῳ τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ; Ὁ γάρ λαβών ἐξουσίαν υἱός γενέσθαι Θεοῦ βασιλείας τε οὐρανῶν καί αἰωνίων ἀγαθῶν κληρονόμος, ὁ μαθών πολυτρόπως διά ποίων ἔργων και ἐντολῶν ὀφείλει εἰς ταύτην τήν τιμήν καί τήν δόξαν ἀναχθῆναι, καί τούτων μέν ἁπάντων καταφρονήσας, προτιμήσας δέ τά ἐπίγεια καί φθειρόμενα καί τόν χοιρώδη βίον προκρίνας καί τήν πρόσκαιρον δόξαν τῆς αἰωνίου δόξης κρείττονα ἡγησάμενος, πῶς οὐχί δικαίως πάντων τῶν πιστῶν χωρισθήσεται καί μετά τῶν ἀπίστων σύν αὐτῷ τῷ διαβόλῳ κατακριθήσεται;

Διό παρακαλῶ πάντας ὑμᾶς, ἀδελφοί καί πατέρες, σπουδάσατε ἕως καιρός ἐστι καί ἐν τοῖς ζῶσίν ἐσμεν, ἀγωνίσασθε ἵνα υἱοί Θεοῦ γένησθε, ἵνα φωτός χρηματίσητε τέκνα - ταῦτα γάρ ἡ ἄνωθεν ἡμῖν γέννησις δίδωσι -, μισήσατε τόν κόσμον καί τά ἐν κόσμῳ, μισήσατε τήν σάρκα καί τά ἐξ αὐτῆς τικτόμενα πάθη, μισήσατε πᾶσαν ἐπιθυμίαν κακήν καί τήν πλεονεξίαν μέχρι ἐλαχίστου εἴδους καί πράγματος. Τοῦτο δέ ποιῆσαι δυνησόμεθα, ἐάν τό μέγεθος τῆς μελλούσης ἡμᾶς διαδέξασθαι δόξης καί χαρᾶς καί τρυφῆς ἐννοήσωμεν. Τί γάρ, εἰπέ μοι, τοσοῦτον μεῖζον ἐν οὐρανῷ ἤ ἐπί τῆς γῆς ὡς τό γενέσθαι τινά υἱόν Θεοῦ καί κληρονόμον αὐτοῦ καί συγκληρονόμον Χριστοῦ; Πάντως οὐδέν! Ἀλλά διά τό προτιμᾶν ἡμᾶς τά ἐπίγεια καί τά ἐν χερσί καί διά τό μή ζητεῖν τά ἐν οὐρανοῖς ἀποκείμενα ἀγαθά μηδέ τῷ πόθῳ τούτων ἐκκρέμασθαι, σαφῆ παρέχομεν τοῖς ὁρῶσιν ἀπόδειξιν ὅτι πρῶτον μέν ἀπιστίας νόσῳ κρατούμεθα, καθώς γέγραπται· «Πῶς δύνασθε πιστεύειν δόξαν παρά ἀνθρώπων λαμβάνοντες, τήν δέ δόξαν τήν παρά τοῦ μόνου Θεοῦ μή ἐπιζητοῦντες;» - ἔπειτα καί δοῦλοι παθῶν γεγονότες τῇ γῇ καί τοῖς ἐν αὐτῇ προσηλούμεθα μηδ’ ὅλως ἀνανεῦσαι βουλόμενοι πρός οὐρανούς καί Θεόν, ἀλλ’ ἐν ἀφροσύνῃ ψυχῆς παρακρουόμενοι τάς τοῦ Θεοῦ ἐντολάς ἐκπίπτομεν τῆς υἱοθεσίας αὐτοῦ.

Τί γάρ ἀφρονέστερον, εἰπέ μοι, τοῦ παρακούοντος τοῦ Θεοῦ καί μή σπουδάζοντος ἐπιτυχεῖν τῆς υἱοθεσίας αὐτοῦ; Ὁ γάρ πιστεύων ὅτι ἔστι Θεός, μεγάλα τινά φαντάζεται περί αὐτοῦ. Οἶδε γάρ ὅτι μόνος Δεσπότης καί Κτίστης καί Κύριος αὐτός ἐστι τῶν ἀπάντων, καί ὅτι ἀθάνατος, ἀῒδιος, ἀκατάληπτος, ἄφραστος, ἄφθαρτος, καί τῆς βασιλείας αὐτοῦ τέλος οὐκ ἔσται. Ὁ γοῦν τοιοῦτον εἰδώς τόν Θεόν, πῶς οὐ ποθήσει αὐτόν; Πῶς οὐ σπουδάσει καί αὐτήν τήν ψυχήν αὐτοῦ εἰς θάνατον ὑπέρ τῆς ἀγάπης αὐτοῦ θεῖναι, ἵνα καταξιωθῇ, μή εἴπω υἱός αὐτοῦ καί κληρονόμος γενέσθαι, ἀλλά κἄν τῶν γνησίων αὐτοῦ δούλων εἷς, τῶν ἱσταμένων πλησίον αὐτοῦ; Εἰ δέ πᾶς μέν ὁ ἀγωνιζόμεος καί φυλάττων ἀπαρατρώτως πάσας τάς ἐντολάς τοῦ Θεοῦ, καί τέκνον Θεοῦ καί υἱός Θεοῦ γεννηθείς ἄνωθεν γίνεται, καί πιστός ὄντως καί χριστιανός τοῖς πᾶσι γνωρίζεται, ἡμεῖς δέ τῶν τοῦ Θεοῦ ἐντολῶν καταφρονοῦμεν καί ἀθετοῦμεν τούς νόμους αὐτοῦ, οὕς ἐκδικήσει ἐκεῖνος ἐλθών μετά δόξης αὖθις καί δυνάμεως φοβερᾶς, καί δεικνύομεν ἑαυτούς ἐν μέν τῇ πίστει τοῖς ἔργοις αὐτοῖς ἀπίστους, ἐν δέ τῇ ἀπιστίᾳ διά τῶν λόγων μόνον πιστούς. Ἄνευ γάρ ἔργων, μή πλανᾶσθε, οὐδέν ἡμᾶς ἡ πίστις μόνη ὠφελήσει· νεκρά γάρ ἐστι, νεκροί δέ ζωῆς οὐ γίνονται μέτοχοι, εἰ μή πρότερον διά τῆς τῶν ἐντολῶν ἐργασίας ταύτην ζητήσουσιν. Ἐν γάρ τῇ ἐργασίᾳ τούτῃ ἀναφύεται ὥσπερ τις πολύχους καρπός ἐντός ἡμῶν ἡ ἀγάπη, ἡ ἐλεημοσύνη, ἡ πρός τόν πλησίον συμπάθεια, ἡ πραότης, ἡ ταπείνωσις, ἡ ὑπομονή τῶν πειρασμῶν, ἡ ἁγνεία, ἡ καθαρότης τῆς καρδίας, δι’ ἧς καταξιούμεθα ὁρᾶν τόν Θεόν καί ἐν ᾗ ἡ τοῦ Ἁγίου Πνεύματος παρουσία καί ἔλλαμψις γίνεται, ἥτις καί ἄνωθεν ἡμᾶς γεννᾷ καί υἱούς Θεοῦ ἀποτελεῖ καί τόν Χριστόν ἐπενδύει καί τήν λαμπάδα ἀνάπτει καί τέκνα φωτός ἀποδεικνύει καί τοῦ σκότους τάς ψυχάς ἐλεθεροῖ καί τῆς αἰωνίου ζωῆς κοινωνούς ἡμᾶς ἀπ’ ἐντεῦθεν ἤδη γνωστῶς ἀπεργάζεται.

Μή οὖν ἐπί μόναις ἄλλαις τισίν ἐργασίαις καί ἀρεταῖς θαρρήσαντες, νηστείαις λέγω ἤ ἀγρυπνίαις ἤ χαμευνίαις καί ποικίλαις ἄλλαις κακοπαθείαις, ταύτης τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ Κυρίου καταφρονήσωμεν, ὡς δι’ ἐκείνων καί χωρίς ταύτης σωθῆναι δυνάμενοι. Ἀδύνατον γάρ τοῦτο, ἀδύνατον! Καί πειθέτωσάν σε καί αἱ πέντε μωραί παρθένοι καί οἱ πολλά σημεῖα καί θαύματα ἐν τῷ τοῦ Χριστοῦ ὀνόματι πεποιηκότες, οἵ διά τό μή ἔχειν ἐν ἑαυτοῖς τήν ἀγάπην καί τήν τοῦ Παναγίου Πνεύματος χάριν ἤκουσαν ἀπό τοῦ Κυρίου· «Ἀπέλθατε ἀπ’ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας! Οὐ γάρ οἶδα ὑμᾶς πόθεν ἐστέ», καί οὐ μόνον οὗτοι ἀλλά μετά τούτων καί πολλοί ἕτεροι, οἵτινες παρά μέν τῶν ἁγίων ἐβαπτίσθησαν ἀποστόλων καί τῶν μετά ταῦτα ἁγίων, τῆς δέ χάριτος τοῦ Ἁγίου Πνεύματος μή καταξιωθέντες διά πονηρίας ὑπερβολήν, οὔτε βίον ἄξιον τῆς κλήσεως ἧς ἐκλήθησαν ἐπεδείξαντο, οὔτε τέκνα Θεοῦ ἐχρημάτισαν, ἀλλ’ ἔμειναν σάρκες ὄντες καί αἵματα, μηδέ ὅτι ἐστι Πνεῦμα πιστεύσαντες ἤ ζητήσαντες ἤ λαβεῖν προσδοκήσαντες.Ὅθεν οἱ τοιοῦτοι οὐδέ τῶν τῆς σαρκός ἐπιθυμιῶν οὐδέ τῶν ψυχικῶν παθῶν δεσπόται ποτέ γενέσθαι ἰσχύσουσιν, οὔτε τι γενναῖον ἐν ἀρεταῖς ἐπιδείξονται, φησί γάρ ὁ Κύριος· «Οὐ δύνασθε χωρίς ἐμοῦ ποιεῖν οὐδεν». Ἀλλά παρακαλῶ, πατέρες καί ἀδελφοί, σπουδάσωμεν ἡμεῖς ὅση δύναμις, ἵνα μέτοχοι ἔνθεν ἤδη τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς καταξιωθῶμεν γενέσθαι, ὅπως καί τῶν παρόντων καί τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: Λόγος Θ΄. Περί ἐλεημοσύνης. Καί τίς ἐστιν ὁ πεινῶντα τόν Θεόν τρέφων καί διψῶντα ποτίζων καί καθεξῆς. Καί πῶς τοῦτό τινι κατορθωθήσεται. Καί ὅτι εἰ μή τις καί ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καί θρέψει καί ποτίσει Χριστόν, οὐδέν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τούς πένητας, ἑαυτόν δέ ἄτροφον παρορᾶν καί γυμνόν τῆς δικαιοσύνης τοῦ Θεοῦ.
Προηγούμενο: Λόγος Ζ΄. Περί προσπαθείας τῆς εἰς τούς συγγενεῖς. Καί τίς ἡ ἀπάτη αὐτῆς καί εἰς οἷον βόθρον καί δεσμόν κατάγει τούς κρατουμένους ὑπ’ αὐτῆς. Καί περί ἀπογνώσεως καί τῆς ἐν ταύτῃ διαφορᾶς. Καί τί ἐστι τό «Ὁ πιστεύσας καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται».
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος