Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Ι΄. Περί μετοχῆς Πνεύματος Ἁγίου καί ἁγιωσύνης καί τελείας ἀπαθείας. Καί ὅτι ὁ ἀγαπῶν τήν ἐξ ἀνθρώπων δόξαν οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἄν πάσας κατώρθωσε.
Προηγούμενο: Λόγος Η΄. Περί τελείας ἀγάπης καί τίς ἡ ταύτης ἐνέργεια. Καί ὅτι ἐὰν μή διά σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδέ πιστοί καί χριστιανοί δυνάμεθα εἶναι, ἀλλ’ οὐδέ υἱοί καί τέκνα Θεοῦ χρηματίσωμεν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος Θ΄. Περί ἐλεημοσύνης. Καί τίς ἐστιν ὁ πεινῶντα τόν Θεόν τρέφων καί διψῶντα ποτίζων καί καθεξῆς. Καί πῶς τοῦτό τινι κατορθωθήσεται. Καί ὅτι εἰ μή τις καί ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καί θρέψει καί ποτίσει Χριστόν, οὐδέν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τούς πένητας, ἑαυτόν δέ ἄτροφον παρορᾶν καί γυμνόν τῆς δικαιοσύνης τοῦ Θεοῦ.

Ἀδελφοί καί πατέρες, ἔδει μέν μή τολμᾶν με πρός ὑμᾶς ὅλως φθέγγεσθαι, μηδέ διδασκάλου τάξιν ἐπέχειν ἐνώπιον τῆς ἀγάπης ὑμῶν· ἀλλ’ ἐπεί περ ἐπίστασθε ὅτι, ὥσπερ τό ὑπό τοῦ τεχνίτου κατασκευασθέν ὄργανον οὐχ ὅταν ἐκεῖνο βούληται, ἀλλ’ ὅταν ὑπό τοῦ πνεύματος οἱ αὐλοί μέν πληρωθῶσιν, ὑπό δέ τῶν δακτύλων τοῦ τεχνίτου εὐρύθμως κρούηται, τότε καί τόν ἦχον ἀποτελεῖ καί τάς ἀκοάς τῶν πάντων ἡδυτάτου μέλους ἀποπληροῖ, οὕτω δέ καί ἐπ’ ἐμοί συμβαίνειν ἐννοεῖν ὑμᾶς χρή καί μή, τῇ ὀργάνου εὐτελείᾳ ἀποβλέποντας, ἀηδῶς πρός τά ῥηθήσεσθαι μέλλοντα διατεθῆναι. Ἀλλά πρός τήν τοῦ Πνεύματος χάριν, τήν ἄνωθεν ἐμπνέουσαν καί πληροῦσαν τῶν πιστῶν τάς ψυχάς, καί πρός αὐτόν τόν δάκτυλον τοῦ Θεοῦ, τόν τάς νευράς τοῦ νοός κρούοντα καί πρός τό λαλεῖν ἡμᾶς διεγείροντα ἀφορῶντες, ὡς σάλπιγγος ἠχούσης δεσποτικῆς ἤ, ἀληθέστερον εἰπεῖν, τοῦ Βασιλέως τῶν ὅλων ὡς δι’ ὀργάνου λαλοῦντος ἡμῖν, μετά φόβου καί τρόμου ἐν συνέσει καί ἡσυχίᾳ πολλῇ ἀκούσατε.

Πάντες μέν ἄνθρωποι σκοπεῖν καί ἑαυτοῖς προσέχειν ὀφείλομεν, πιστοί τε καί ἄπιστοι, μικροί τε καί μεγάλοι, ἵνα οἱ μέν ἄπιστοι πρός ἐπίγνωσιν καί πίστιν τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ γενώμεθα, οἱ δέ πιστοί ἵνα καλῶς πολιτευσάμενοι εὐάρεστοι αὐτῷ ἐν παντί ἔργῳ ἀγαθῷ ἀναφανῶμεν· οἱ δέ μικροί ὅπως τοῖς μεγάλοις ὑποταγῶμεν διά τόν Κύριον, οἱ μεγάλοι δέ ὡς πρός τέκνα γνήσια τούς μικρούς διατεθῶμεν διά τήν λέγουσαν ἐντολήν τοῦ Κυρίου· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνί ἑκάστῳ τούτων τῶν ἐλαχίστων, ἐμοί ἐποιήσατε». Οὐ γάρ περί τῶν πενομένων μόνον, ὥς τινες οἴονται, καί τῶν τῆς σωματικῆς τροφῆς ἀπορούτων τοῦτο ὁ Κύριος εἴρηκεν, ἀλλά καί περί πάντων τῶν ἄλλων ἡμῶν ἀδελφῶν, τῶν οὐ λιμῷ τηκομένων ἄρτου καί ὕδατος, ἀλλά λιμῷ ἀργίας καί ὑπακοῆς τῶν ἔντολῶν τοῦ Κυρίου - ὅσῳ γάρ ἡ ψυχή τιμιωτέρα ὑπάρχει τοῦ σώματος, τοσοῦτον καί ἡ πνευματική τροφή τῆς σωματικῆς ἀναγκαιοτέρα καθέστηκεν, - οἶμαι δέ ὅτι καί περί ταύτης μᾶλλον λέγειν τόν Κύριον· «Ἐπείνασα καί οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καί οὐκ ἐποτίσατέ με», ἤ περί τῆς σωματικῆς καί φθειρομένης τροφῆς. Διψᾷ γάρ ἀληθῶς τήν σωτηρίαν ἑνός ἑκάστου ἡμῶν καί πεινᾷ, ἡ δέ σωτηρία ἡμῶν ἡ ἀποχή πάσης ἁμαρτίας ἐστίν· ἀποχήν δέ πάσης ἁμαρτίας δίχα τῆς τῶν ἀρετῶν ἐργασίας καί τῆς ἐκπληρώσεως πασῶν τῶν ἐντολῶν κατορθωθῆναι ἀδύνατον. Διά γάρ τῆς τῶν ἐντολῶν ἐκπληρώσεως τρέφεσθαι εἴωθε παρ’ ἡμῶν ὁ Δεσπότης ἡμῶν καί Θεός καί Κύριος τοῦ παντός. Λέγουσι γάρ οἱ πατέρες ἡμῶν οἱ ἅγιοι ὅτι καθάπερ ἐκ τῶν πονηρῶν ἡμῶν πράξεων οἱ δαίμονες τρέφονται καί ἰσχύουσι καθ’ ἡμῶν, ἐπάν δέ ἡμεῖς τῶν κακῶν ἀφιστάμεθα, λιμοκτονοῦνται ἐκεῖνοι καί ἐκνευρίζονται, οὕτω λογίζομαι καί τόν διά τήν ἡμετέραν σωτηρίαν πτωχεύσαντα τρέφεσθαι παρ’ ἡμῶν καί παρορᾶσθαι πάλιν λιμώττοντα. Καί τοῦτο ἐξ αὐτοῦ τοῦ βίου τῶν ἁγίων ἔστι γνῶναι καί πληροφορηθῆναι ἡμᾶς καί, ἵνα τούς ἄλλους παρήσω πολλούς ὄντας καί ὑπέρ ἀριθμόν ψάμμου πέλοντας, ἐξ ἑνός ἤ μιᾶς ἁγίας πληροφορήσω τήν ὑμετέραν ἀγάπην.

Οἶδα ὅτι Μαρίας τῆς Αἰγυπτίας τόν βίον ἀκούετε, οὐκ ἄλλου τινός διηγουμένου αὐτόν, ἀλλ’ αὐτῆς ἐκείνης τῆς ἰσαγγέλου ὡς ἐν τάξει ἐξαγορεύσεως τήν πτωχείαν αὐτῆς δηλούσης ἐν τῷ εἰπεῖν ὅτι· «Οὐδέ διδόντων μοι πολλάκις τινῶν τῆς ἁμαρτίας μισθόν ἐλάμβανον. Τοῦτο δέ, φησίν, ἐποίουν οὐχ ὡς εὐποροῦσα τῶν ἀναγκαίων - στυππεῖον γάρ νήθουσα ἐτρεφόμην -, ἀλλ’ ὅπως πολλούς ἐραστάς σχῶ ἐν ἑτοίμῳ τοῦ πάθους μου». Καί ὅτε ἐν τῷ πλοίῳ εἰσελθεῖν ἔμελλε καί εἰς Ἀλεξάνδρειαν ἀπελθεῖν, ἐπί τοσοῦτον ὑπῆρχε πτωχή, ὡς μηδέ ναῦλον, μηδέ δαπάνην κεκτῆσθαι αὐτήν. Ὅτε δέ τῇ παναμώμῳ Θεοτόκῳ συνταξαμένη ἐπί τήν ἔρημον ὥρμησε, δύο παρά τινος φόλλεις λαβοῦσα ἄρτους ὠνήσατο, καί οὕτω τόν Ἰορδάνην διαπεράσασα μέχρι τέλους αὐτῆς ἐν τῇ ἐρήμῳ ἐνεκαρτέρησε, μηδέ ἀνθρώπου πρόσωπον ἰδοῦσα, εἰ μή μόνον τοῦ Ζωσιμᾶ, μή τοί γε πεινῶντα πτωχόν θρέψασα ἤ διψῶντα ποτίσασα ἤ γυμνόν ἐπενδύσασα ἤ τούς ἐν φυλακῇ ἐπισκεψαμένη ἤ ξένους συναγαγοῦσα· τοὐναντίον μᾶλλον μέν οὖν καί πρός ἀπωλείας βάραθρον πολλούς συνελάσασα, ἐν τῷ καταγωγίῳ τῆς ἁμαρτίας αὐτούς ὑπεδέχετο. Πῶς οὖν, εἰπέ μοι, σωθήσεται αὕτη καί μετά τῶν ἐλεημόνων εἰς τήν τῶν οὐρανῶν βασιλείαν συνεισελεύσεται, ἡ μήτε πλοῦτον καταλιποῦσα, μήτε ὑπάρχοντα δοῦσα πένησι, μήτε ἐλεημοσύνην ποτέ ὅλως ποιήσασα, χρηματίσασα δέ μᾶλλον ἄλλοις μυρίοις πρόξενος ἀπωλείας; Ὁρᾷς πῶς ἐάν διά χρημάτων καί σωματικῆς τροφῆς μόνης τήν ἐλεημοσύνην εἴπωμεν γίνεσθαι καί διά ταύτης παρ’ ἡμῶν τόν Κύριον τρέφεσθαι καί μόνους τούς οὕτω τρέφοντας αὐτόν καί ποτίζοντας καί ἁπλῶς θεραπεύοντας σῴζεσθαι, τούς δέ μή τοῦτο ποιοῦντας ἀπόλλυσθαι, ἄτοπον εἶναι δόξει τοῦτο, ὡς καί πολλούς τῶν ἁγίων τῆς βασιλείας ἐκβάλλεσθαι. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι!

Τά γάρ ἐν τῷ κόσμῳ πράγματά τε καί χρήματα κοινά τῶν πάντων ἐστίν, ὥσπερ τό φῶς καί ὁ ἀήρ οὗτος ὅν ἀναπνεύομεν, καί αὐτή ἡ βοσκή τοῖς ἀλόγοις ζῴοις ἔν τε τοῖς πεδίοις ἔν τε τοῖς ὄρεσι. Πᾶσι μέν οὖν τά πάντα κοινά τῇ χρήσει μόνῃ τῆς ἀπολαύσεως καθεστήκασι, κατά δεσποτείαν δέ οὐδενός· ἡ δέ πλεονεξία, ὥσπερ τύραννος εἰσελθοῦσα τῷ βίῳ, τά κοινῶς τοῖς πᾶσιν ὑπό τοῦ Δεσπότου δοθέντα ἄλλοθεν ἄλλως ὑπό τῶν αὐτῆς δούλων καί ὑπηρετῶν κατεμερίσατο, φραγμοῖς περικλείσασα καί πύργοις καί μοχλοῖς καί θύραις κατασφαλισαμένη, πάντας ἄλλους ἀνθρώπους τῆς ἀπολαύσεως τῶν τοῦ Δεσπότου ἀγαθῶν ἀπεστέρησε, δεσπότης εἶναι τούτων ἡ ἀναιδής λέγουσα καί μηδένα ἀδικεῖν τῶν ἁπάντων φιλονεικοῦσα. Οἱ δέ ὑπηρέται καί δοῦλοι τῆς τυράννους ταύτης, κατά διαδοχήν ἕκαστος αὐτῶν οὐ δεσπότης τῶν ἀποκειμένων πραγμάτων καί χρημάτων, ἀλλά πονηρός τις δοῦλος καί φύλαξ γίνεται. Πῶς οὖν, εἰ ἐκ τῶν τοιούτων χρημάτων ἤ φόβῳ τῶν ἀπειλουμένων τιμωριῶν ἤ ἐλπίδι τοῦ ἑκατονταπλασίονα λήψεσθαι ἤ συμφοραῖς ἀνθρώπων ἐπικαμφθέντες, ὀλίγα τινά ἤ και πάντα ἐξενεγκόντες, τοῖς ἐν στενοχωρίᾳ καί ὑστερήσει μέχρι τότε παρεωραμένοις δώσουσιν, ἐλεήμονες λογισθήσονται, ἤ ὡς Χριστόν θρέψαντες ἤ ὡς ποιήσαντες ἔργον μισθοῦ ἄξιον; Οὐδαμῶς, ἀλλ’ ὡς ἐγώ φημι, καί μετάνοιαν χρεωστοῦσι μέχρι θανάτου, ὑπέρ ὧν ἐπί χρόνοις ταῦτα κατέσχον καί τούς ἀδελφούς τήν χρῆσιν αὐτῶν ἀπεστέρησαν.

Πῶς δέ καί οἱ κατά τό δοκεῖν πτωχοί γεγονότες - ὥσπερ Χριστός ὁ Θεός, πλούσιος ὤν, ἐπτώχευσε δι’ ἡμᾶς- , αὐτούς ἡμᾶς ἐλεοῦντες τόν δι’ ἡμᾶς γενόμενον ὡς ἡμεῖς ἐλεεῖν λογιζόμεθα; Νόει μοι καλῶς τό λεγόμενον. Ἐγένετο ὁ Θεός διά σέ πτωχός ἄνθρωπος, γενέσθαι χρεωστεῖς καί σύ, ὁ πιστεύων εἰς αὐτόν, ὅμοιος ἐκείνῳ πτωχός. Πτωχός ἐκεῖνος κατά τήν ἀνθρωπότητα, πτωχός σύ κατά τήν Θεότητα. Σκόπησον τοίνυν πῶς θρέψεις αὐτόν, πρόσεχε ἀκριβῶς. Ἐπτώχευσεν ἵνα σύ πλουτήσῃς, ἵνα σοί μεταδῷ τοῦ πλούτου τῆς χάριτος αὐτοῦ· διά τοῦτο σάρκα ἀνέλαβεν ἐκεῖνος, ἵνα μεταλάβῃς σύ τῆς ἐκείνου Θεότητος. Ὅταν γοῦν σεαυτόν πρός ὑποδοχήν αὐτοῦ εὐτρεπίσῃς, τότε ὑποδεχθήσεσθαι αὐτόν ὑπό σοῦ λέγεται. Ὅταν δέ δι’ ἐκεῖνον πεινᾷς σύ καί διψᾷς, τροφή ἐκείνῳ καί πόσις ταῦτα λογίζεται. Πῶς; Ὅτι διά τούτων καί τῶν τοιούτων ἔργων καί πράξεων καθαίρεις σου τήν ψυχήν καί τοῦ λιμοῦ καί τοῦ ῥύπου τῶν παθῶν ἀπαλλάττεις σαυτόν· καί ὁ ἀναδεξάμενός σε οὕτω καί ἰδιοποιησάμενος τά κατά σέ πάντα Θεός καί θεόν σε ποιῆσαι ἐπιποθῶν, ὡς ἐκεῖνος ἐγένετο ἄνθρωπος, ἅπερ ποιεῖς σεαυτῷ, ἐκεῖνος ταῦτα πανθάνειν λογίζεται καί λέγει· «Ἐφ’ ὅσον ἐποίησας τῇ ἐλαχίστῃ ψυχῇ σου, ἐμοί ἐποίησας».

Διά ποίων γάρ ἄλλων ἔργων οἱ ἐν σπηλαίοις καί ὄρεσι τῷ Θεῷ εὐηρέστησαν, εἰ μή δι’ ἀγάπης πάντως καί μετανοίας καί πίστεως - πάντα γάρ τόν κόσμον ἀφέντες καί αὐτῷ μόνῳ ἀκολουθήσαντες, διά μετανοίας καί δακρύων ἐδέξαντό τε αὐτόν καί ἐξένισαν, ἔθρεψάν τε καί διψῶντα ἐπότισαν -, ἄλλως δέ πάντες πάντως οἵ ἐκ τοῦ ἁγίου βαπτίσματος υἱοί Θεοῦ χρηματίζουσιν, ἐλάχιστοι δέ καί κατά κόσμον εἰσί καί πτωχοί; Οἱ οὖν γνόντες ἐν αἰσθήσει ψυχῆς ὅτι υἱοί γεγόνασι τοῦ Θεοῦ, οὐκέτι ἀνέχονται κόσμῳ καλλωπισθῆναι φθαρτῷ, ἐνδεδυμένοι γάρ εἰσι τόν Χριστόν. Τίς δέ ἀνθρώπων καταδέξεταί ποτε, πορφύρᾳ βασιλικῇ ἐστολισμένος, ῥυπῶντα και διερρωγότα χιτῶνα ἐπάνω ταύτης ἐνδύσασθαι; Οἱ δέ μή τοῦτο εἰδότες καί γυμνοί τοῦ βασιλικοῦ ὄντες ἐνδύματος, σπουδάσαντες δέ διά μετανοίας καί τῶν ἄλλων, ὡς εἴπομεν, ἀγαθοεργιῶν καί ἐνδυσάμενοι οὕτω τόν Χριστόν, αὐτόν ἐκεῖνον ἐνδύουσι τόν Χριστόν· χριστοί γάρ καί αὐτοί, ὡς υἱοί Θεοῦ ἀπό τοῦ θείου βαπτίσματος, πέλουσιν. Εἰ δέ μή τοῦτο ποιήσουσιν, ἀλλά τούς γυμνούς μέν ἅπαντας, τούς ἐν τῷ κόσμῳ, ἐνδύσουσιν, ἑαυτούς δέ γυμνούς καταλείψουσι, τί ὠφέλησαν; Εἶτα πάλιν, ἀδελφοί Χριστοῦ οἱ βαπτισθέντες εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος λεγόμεθα· καί οὐ τοῦτο μόνον, ἀλλά καί μέλη ἐσμέν αὐτοῦ. Ἀδελφός οὖν ὑπάρχων αὐτοῦ καί μέλος, ἐάν πάντας μέν ἄλλους τιμήσῃς, ξενίσῃς, θεραπεύσῃς, σεαυτόν δέ παρίδῃς καί διά πάντων οὐκ ἀγωνίσῃ εἰς τό ἀκρότατον τῆς κατά Θεόν πολιτείας καί τιμῆς ἀνελθεῖν, ἀλλά λιμῷ ὀκνηρίας ἤ δίψει ῥᾳθυμίας ἤ φυλακῇ στενωτάτῃ τοῦδε τοῦ ῥυπαροῦ σώματος διά γαστριμαργίας ἤ φιληδονίας τήν σεαυτοῦ ψυχήν καταλείψῃς ῥυπῶσαν, αὐχμῶσαν, ἐν βαθυτάτῳ σκότει κειμένην ὡσεί νεκράν, οὐχί τόν τοῦ Χριστοῦ ἐνύβρισας ἀδελφόν; Οὐχί πεινῶντα αὐτόν καί διψῶντα κατέλιπες; Οὐχί φυλακῇ ὄντα οὐκ ἐπεσκέψω αὐτόν; Τοιγαροῦν καί διά τοῦτο ἀκούσεις· «Σεαυτόν οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ».

Εἰ δέ λέγει τις· «Καί ἐπειδή, φησί, τοιοῦτόν ἐστι καί μισθόν τῶν παρ’ ἡμῶν διδομένων χρημάτων ἤ πραγμάτων οὐκ ἔχομεν, τίς καί διδόναι τοῖς πένησι χρεία ἐστίν;» ἀκουσάτω τοῦ μέλλοντος αὐτόν κρῖναι καί ἀποδοῦναι ἑκάστῳ κατά τά ἔργα αὐτοῦ, οἱονεί λέγοντος πρός αὐτόν· «Ἄφρων, τί εἰσήνεγκες εἰς τόν κόσμον ἤ τί τό ὁρώμενον αὐτός ἐποίησας; Οὐχί γυμνός ἐκ κοιλίας μητρός σου προῆλθες, γυμνός δέ ἐξελεύσῃ τοῦ βίου καί τετραχηλισμένος τῷ ἐμῷ βήματι παραστήσῃ; Καί ὑπέρ ποίων σου χρημάτων μισθούς μοι προσαπαιτεῖς; Διά ποίων δέ σῶν πραγμάτων ἐλεεῖν λέγεις τούς ἀδελφούς σου καί διά τούτων ἐμέ, τόν πάντα ταῦτα οὐχί σοί μόνῳ, ἀλλά κοινά τοῖς πᾶσι προθέμενον; Ἤ ἐπιθυμεῖν με ὑπολαμβάνεις τινός καί δωροδοκεῖσθαι ὁμοίως τοῖς φιλαργύροις τῶν κρινόντων ἀνθρώπων οἴει κἀμέ; ἔστι γάρ καί τοῦτο ἐξ ἀγνοίας λογίσασθαί σε. Οὐχί χρημάτων ὅλως ἐπιθυμῶν, ἀλλά ὑμᾶς ἐλεῶν, οὐχί τά ὑμέτερα θέλων λαβεῖν, ἀλλά τοῦ ἐπ’ αὐτοῖς κρίματος ἐλευθερῶσαι ὑμᾶς βουλόμενος, ταῦτα νομοθετῶ καί δι’ ἕτερόν τι οὐδέν».

Ἀλλά γάρ μή δοκῇς, ἀδελφέ, ὅτι ἀπορεῖ ὁ Θεός καί οὐ δύναται θρέψαι τούς πένητας καί διά τοῦτο προστάσσει ἡμῖν ἐλεεῖν αὐτούς καί περί πολλοῦ ποιεῖσθαι τήν ἐντολήν ταύτην. Μή γένοιτο! Ἀλλ’ ὅπερ διά πλεονεξίας καθ’ ἡμῶν καί εἰς ἀπώλειαν ἡμῶν ἐποίησεν ὁ διάβολος, τοῦτο διά τῆς ἐλεημοσύνης ὑπέρ ἡμῶν κατεσκεύασε καί εἰς σωτηρίαν ἡμῶν ἐποίησε γίνεσθαι ὁ Χριστός. Οἷόν τι λέγω; Ὑπέθετο ἡμῖν ὁ διάβολος τά εἰς κοινήν προτεθέντα χρείαν ἰδιοποιήσασθαι καί ἀποθησαυρίσαι αὐτά, ὅπως διά τῆς πλεονεξίας ταύτης δύο ἡμῖν ἐγκλήματα περιάψῃ καί τῆς αἰωνίου τιμωρίας καί κατακρίσεως ὑπαιτίους ποιήσῃ, ἕν μέν τό τῆς ἀνελεημοσύνης, ἕτερον δέ τῆς ἐπί τά ἀποκείμενα χρήματα καί οὐκ ἐπί τόν Θεόν ἐλπίδος.Ὁ γάρ ὑποκείμενα χρήματα ἔχων ἐπί τόν Θεόν ἐλπίζειν οὐ δύναται· καί τοῦτο δῆλον ἐξ ὧν ὁ Χριστός καί Θεός ἡμῶν εἶπεν· «Ὅπου, φησίν, ὁ θησαυρός ὑμῶν, ἐκεῖ καί ἡ καρδία ὑμῶν ἔσται». Ὁ οὖν μεταδιδούς τοῖς πᾶσιν ἐκ τῶν ἀποκειμένων αὐτῷ χρημάτων, μισθόν ὑπέρ αὐτῶν οὐ χρεωστεῖται λαβεῖν, ἀλλά καί ὑπόδικος μᾶλλόν ἐστι τῆς ἕως τότε ἀδίκου ἀποστερήσεως· οὐ μήν ἀλλά καί ὑπεύθυνος τῶν κατά καιρούς λιμῷ καί δίψει τόν βίον ἀπολειπόντων, οὕς αὐτός τότε δυνάμενος θρέψαι οὐκ ἔθρεψε, κατορύξας τά τῶν πενήτων καί ἐάσας αὐτούς τῷ κρύει καί τῷ λιμῶ βιαίως ἀποθανεῖν, ὡς φονεύς τοσούτων ἀποδειχθείς, ὅσους θρέψαι ἠδύνατο.

Τούτων τοίνυν ἁπάντων τῶν ἐγκλημάτων τό κρίμα ἡμῖν ἀφείς ὁ ἀγαθός Δεσπότης καί εὔσπλαγχνος, οὐχ ὡς ἀλλότρια κατέχοντας ἡμᾶς, ἀλλ’ ὡς οἰκεῖα ἡμῶν λογίζεται ταῦτα καί οὐ δεκαπλασίονα μόνον, ἀλλ’ ἑκατονταπλασίονα δοῦναι ἡμῖν ἐπαγγέλλεται, τοῖς ἐν ἱλαρότητι ταῦτα τοῖς ἀδελφοῖς διανέμουσιν. Ἱλαρότης δέ ἐστι τό μή ὡς οἰκεῖα λογίζεσθαι ταῦτα, ἀλλ’ ὡς ὑπό τοῦ Θεοῦ ἐγχειρισθέντα αὐτῷ εἰς οἰκονομίαν τῶν συνδούλων αὐτοῦ, καί ἀφθόνως ταῦτα μετά χαρᾶς καί μεγαλοψύχως σκορπίζειν, μή ἐκ λύπης ἤ ἐξ ἀνάγκης, ἄλλως τε δέ καί ἵνα μετά χαρᾶς τά ἀποθησαυρισθέντα κενώσωμεν ἐπ’ ἐλπίδι τῆς ἀληθινῆς ἐπαγγελίας, ἧς ἡμῖν ὁ Θεός ἐπηγγείλατο, ἑκατονταπλασίονα δοῦναι τόν μισθόν ὑπέρ τούτου. Εἰδώς γάρ ὁ Θεός ὅτι ὅλως ὅλοι τῇ τῶν χρημάτων ἐπιθυμίᾳ καί τῇ τοῦ πλούτου μανίᾳ κρατούμεθα καί δυσαποσπάστως ἔχομεν πρός αὐτά, καί οἱ τούτων πολυτρόπως ἀποστερούμενοι αὐτήν τήν ἑαυτῶν ζωήν ἀπολέγονται, τῷ καταλλήλῳ φαρμάκῳ ἐχρήσατο, ἐπαγγειλάμενος δοῦναι ἡμῖν, ὥσπερ εἴρηται, ὑπέρ ὧν κατακενοῦμεν εἰς τούς πένητας, ἑκατονταπλασίονα τόν μισθόν, ἵνα καί τοῦ ἐπ’ αὐτοῖς κρίματος τῆς πλεονεξίας ἐν πρώτοις ἀπαλλαγῶμεν, ἔπειτα καί τοῦ ἐπ’ αὐτά ἔχειν τήν πεποίθησιν καί ἐλπίδα παυσώμεθα καί τάς καρδίας ἡμῶν ἐλευθέρους κτησώμεθα ἀπό τῶν τοιούτων δεσμῶν· ἵνα ἐλεύθεροι γεγονότες πρότερον, τότε ἐπί τάς πράξεις τῶν ἐντολῶν αὐτοῦ ἀκωλύτως βαδίσωμεν καί δουλεύσωμεν αὐτῷ ἐν φόβῳ καί τρόμῳ, οὐχ ὡς ἐκείνῳ τι χαριζόμενοι, ἀλλ’ ὡς ἡμεῖς διά τῆς δουλείας εὐεργετούμενοι. Ἄλλως δέ οὐκ ἔνι σωθῆναι ἡμᾶς. Οἱ γάρ πλούσιοι τήν τῶν χρημάτων ἀπόθεσιν, ὡς οἷά τινος φορτίου καί ἐμποδίου πρός τόν κατά Θεόν βίον, πρότερον ἐνεργεῖν ἐκελεύθησαν καί οὕτω τόν σταυρόν ἐπί ὤμων αἴρειν καί τῷ Δεσπότῃ κατ’ ἴχνος ἀκολουθεῖν· τά γάρ ἀμφότερα ἐπιφέρεσθαι ἡμᾶς πάντῃ ἀδύνατον. Οἱ δέ γε τούτων ὄντες ἐκτός καί ἐν αὐταρκείᾳ ζῶντες ἤ καί ὑστερήσει τῶν ἀναγκαίων διάγοντες, οὐδέν τό ἐμποδίζον αὐτούς ἔχουσιν, ἐάν τῇ στενῇ καί τεθλιμμένῃ ὁδῷ βαδίζειν ἐθέλωσιν· ἀλλ’ οἱ μέν προθέσεως χρήζουσι μόνον πρός τοῦτο, οἱ δέ ἐν αὐτῇ τῇ ὁδῷ περιπατοῦντές εἰσι, διό ἐν ὑπομονῇ καί εὐχαριστίᾳ διάγειν ὀφείλουσι. Καί ὁ Θεός, δίκαιος ὤν, οὕτω πορευομένους αὐτούς εἰς αἰώνιον ζωήν καί ἀπόλαυσιν, ποιήσῃ αὐτῶν τό κατάλυμα.

Τό δέ πάντα δοῦναι μέν τά κτήματα καί χρήματα, πρός δέ τάς ἐπιφοράς τῶν πειρασμῶν καί τῶν λοιπῶν θλιβερῶν μή γενναίως ἀνταγωνίσασθαι, ὀλιγώρου μοι ψυχῆς δοκεῖ καί ἀγνοούσης τόν σκοπόν τῆς ὠφελείας αὐτῆς. Ὥσπερ γάρ ὁ χρυσός κατιωθείς εἰς βάθος οὐ δύναται ἄλλως καθαρθῆναι καλῶς καί εἰς τήν οἰκείαν λαμπρότητα ἐπανελθεῖν, εἰ μή πυρί βληθῇ καί σφύραις πολλάκις τυφθῇ, οὕτω καί ψυχή τῷ ἰῷ τῆς ἁμαρτίας κατιωθεῖσα καί εἰς βάθος ἀχρειωθεῖσα, οὐ δύναται ἄλλως καθαρθῆναι καί τό ἀρχαῖον κάλλος ἀπολαβεῖν, εἰ μή πολλοῖς πειρασμοῖς προσομιλήσῃ καί ἐν τῇ χωνείᾳ εἰσέλθῃ τῶν θλίψεων. Τοῦτο γάρ ὑπεμφαίνει καί αὐτός ὁ λόγος τοῦ Κυρίου ἡμῶν, οὕτω λέγων· «Πώλησόν σου τά ὑπάρχοντα καί δός πτωχοῖς καί ἆρον τόν σταυρόν σου καί δεῦρο ἀκολούθει μοι»- τούς πειρασμούς καί τάς θλίψεις διά τοῦ σταυροῦ αἰνιττόμενος.Οὐδέν οὖν ἀπό μόνης τῆς τῶν χρημάτων καί πραγμάτων ἀπορρίψεως κερδήσουσιν οἱ ταῦτα ἀποβαλλόμενοι καί πρός τόν μονήρη βίον αὐτομολοῦντες, ἐάν μή μέχρι τέλους τοῖς πειρασμοῖς καί ταῖς θλίψεσι καί ταῖς κατά Θεόν λύπαις ἐγκαρτερήσωσιν. Οὐ γάρ εἶπεν ὁ Χριστός· «Ἐν τῇ ἀποθέσει τῶν πραγμάτων ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν», ἀλλ’ «ἐν τῇ ὑπομονῇ ὑμῶν». Ὅτι μέν γάρ καί ἡ τῶν χρημάτων πρός τούς πένητας διανομή καί ἡ φυγή τοῦ κόσμου καλή καί ὠφέλιμος δῆλον, ἀλλ’ οὐ δύναται αὐτή καθ’ ἑαυτήν μόνη τέλειον τόν κατά Θεόν ἄνθρωπον ἀπεργάσασθαι ἄνευ τῆς τῶν πειρασμῶν ὑπομονῆς. Καί ὅτι τοῦτο οὕτως ἔχει καί οὕτω δοκεῖ τῷ Θεῷ, ἄκουσον αὐτοῦ πρός τόν πλούσιον λέγοντος· «Εἰ θέλεις, φησί, τέλειος εἶναι, πώλησόν σου τά ὑπάρχοντα καί δός πτωχοῖς καί ἆρον τόν σταυρόν σου καί δεῦρο ἀκολούθει μοι» - διά τοῦ σταυροῦ τάς θλίψεις, ὡς εἴρηται, καί τούς πειρασμούς αἰνιττόμενος.

Ἐπειδή γάρ ἡ βασιλεία τῶν οὐρανῶν βιαστή ἐστι καί βιασταί ἁρπάζουσιν αὐτήν καί ἄλλως οὐκ ἔνι τοῖς πιστοῖς εἰσελθεῖν εἰς αὐτήν, εἰ μή διά τῆς στενῆς πύλης τῶν πειρασμῶν τε καί θλίψεων, εἰκότως ἡμῖν τό θεῖον ἐντέλλεται λόγιον· «Ἀγωνίζεσθε, φησί, διά τῆς στενῆς πύλης εἰσελθεῖν», καί αὖθις· «Ἐν τῇ ὑπομονῇ κτήσασθε τάς ψυχάς ὑμῶν», καί· «Δεῖ ὑμᾶς διά πολλῶν θλίψεων εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν». Ὁ μέν γάρ σκορπίζων τά ἑαυτοῦ χρήματα τοῖς δεομένοις καί ἀναχωρῶν ἐκ τοῦ κόσμου καί τῶν πραγμάτων αὐτοῦ ἐπ’ ἐλπίδι μισθοῦ, ἐν ἡδονῇ πολλῇ τήν συνείδησιν ἐπιφέρεται καί ἔσθ’ ὅτε καί ὑπό κενοδοξίας κλέπτεται τούς μισθούς. Ὁ δέ μετά τό πάντα δοῦναι τοῖς πένησι καί τά λυπηρά ὑπομένων ἐν εὐχαριστίᾳ ψυχῆς καί ἐγκαρτερῶν τοῖς δεινοῖς, πικρίας μέν πάσης καί πόνων ὀδυνηρῶν ἐπαισθάνεται, ἄσυλον δέ τόν λογισμόν ἔχει νῦν τε καί εἰς τό μέλλον μεγάλην τήν ἀνταπόδοσιν, ὡς τά πάθη μιμησάμενος τοῦ Χριστοῦ καί ὑπομένων αὐτόν ἐν ἡμέραις ἐπαγωγῆς τῶν πειρασμῶν τε καί θλίψεων.

Διά τοι τοῦτο παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, σπουδάσωμεν κατά τήν φωνήν τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδή κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀπεταξάμεθα, ἵνα διά τῆς στενῆς εἰσέλθωμεν πύλης, ἥτις ἐστίν ἡ ἐκκοπή καί ἀποφυγή τοῦ σαρκικοῦ ἡμῶν φρονήματος καί θελήματος. Ἄνευ γάρ τοῦ νεκρωθῆναι ἡμᾶς τῇ σαρκί καί ταῖς ἐπιθυμίαις αὐτῆς καί τοῖς θελήμασιν αὐτῆς οὐκ ἔνι τυχεῖν ἀνέσεως καί ἀπαλλαγῆς τῶν κακῶν καί ἐλευθερίας τῆς ἐπιγινομένης ἡμῖν ἀπό τῆς παρακλήσεως τοῦ Ἁγίου Πνεύματος. Ταύτης δέ χωρίς - λέγω δή τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος - οὐδείς ὄψεται τόν Κύριον, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. Ὅτι μέν γάρ καλόν εἰργάσω, πάντα σου τά χρήματα σκορπίσας τοῖς δεομένοις, εἴ γε καί οὐδέν ἑαυτῷ ὑπελείπω κατά τόν Ἀνανίαν ἐκεῖνον, καί πρός τούτοις κόσμῳ ἀπετάξω καί τοῖς ἐν κόσμῳ, καί φυγών τόν βίον καί τάς φροντίδας αὐτοῦ ἔδραμες εἰς λιμένα ζωῆς, τήν μόρφωσιν τῆς εὐσεβείας περιβαλλόμενος, σύμφημι κἀγώ καί ἐπαινῶ σε τῆς πραγματείας. Χρή δέ σέ καί τό φρόνημα τῆς σαρκός, ὥσπερ τούς χιτῶνας ἄρτι, καί αὐτό ἀποδύσασθαι καί κατά τήν στολήν, ἥν ἐνεδύσω διά Χριστόν, κτήσασθαι τούς τρόπους τῆς ψυχῆς καί αὐτό δή πνευματικόν σου φρόνημα· οὐ μόνον δέ ἀλλά καί τόν φωτεινόν ἐπενδύσασθαι χιτῶνα διά μετανοίας, ὅπερ ἐστίν αὐτό τό Πνεῦμα τό Ἅγιον. Τοῦτο δέ ἄλλως οὐ γίνεται, εἰ μή διά τῆς ἐπιμόνου τῶν ἀρετῶν ἐργασίας καί τῆς ὑπομονῆς τῶν θλίψεων. Θλιβομένη γάρ ἡ ψυχή διά τῶν πειρασμῶν κινεῖται εἰς δάκρυα, τά δάκρυα δέ καθαίροντα τήν καρδίαν ποιοῦσιν αὐτήν ναόν καί καταγωγίον τοῦ Ἁγίου Πνεύματος.Οὐδέ γάρ ἀρκεῖ ἡμῖν εἰς σωτηρίαν καί τελειότητα ἡ περιβολή μόνη τοῦ σχήματος καί ὁ ἔξω κόσμος τοῦ ἀδριάντος, ἀλλ’ ὥσπερ τόν ἔξω, οὕτω καί τόν ἐντός ἡμῶν ἄνθρωπον κοσμῆσαι χρεών τῇ καταστολῇ τοῦ Πνεύματος καί ἐξ ὁλοκλήρου θῦσαι ἑαυτούς τῷ Θεῷ ψυχῇ τε καί σώματι, καί τῇ μέν σωματικῇ γυμνασίᾳ γυμνάζειν τό σῶμα πρός τούς πόνους τῆς ἀρετῆς εἰς τό εὐτόνως ἐθίζεσθαι τοῖς κατά Θεόν λυπηροῖς καί φέρειν γενναίως τό πικρόν τῆς νηστείας, τό βεβιασμένον τῆς ἐγκρατείας, τήν ἀνάγκην τῆς ἀγρυπνίας, τήν ἅπασαν κακοπάθειαν, τῇ δέ εὐσεβείᾳ τοῦ Πνεύματος παιδαγωγεῖν τήν ψυχήν εἰς τό φρονεῖν ἅ δεῖ φρονεῖν καί μελετᾶν ἀεί τά τῆς αἰωνίου ζωῆς, ταπεινόφρονά τε εἶναι, πραεῖαν, συντετριμμένην, κατανυκτικήν, πενθοῦσαν καθ’ ἑκάστην καί τό φῶς πρός ἑαυτήν διά τῆς προσευχῆς ἐκκαλουμένην τοῦ Πνεύματος, ἅ καί προσγίνεσθαι ταύτῃ διά μετανοίας θερμοτάτης εἰώθασι, καθαιρομένῃ διά δακρύων πολλῶν ὧν ἄνευ οὐδέ τόν χιτῶνα ταύτης ἔξεστί ποτε καθαρθῆναι, οὐδέ εἰς ὕψος αὐτήν ἀναδραμεῖν θεωρίας. Ὥσπερ γάρ ἱμάτιον ἐκ βορβόρου ποθέν καί κοπρίας εἰς βάθος μολυνθέν, ἄλλως καθαρθῆναι τοῦτο ἀμήχανον, εἰ μή διά πολλοῦ ὕδατος καί πολλῆς θλίψεως τῶν ποδῶν, οὕτω καί ὁ χιτών τῆς ψυχῆς ἐκ βορβόρου καί κοπρίας ἐφαρμάτων παθῶν μολυνθείς, ἄλλως ἀπορρυφθῆναι οὐ δύναται, εἰ μή διά πολλῶν δακρύων καί ὑπομονῆς τῶν πειρασμῶν τε καί θλίψεων. Δύο γάρ οὐσῶν οὐσιωδῶς ἐν ἡμῖν ῥεύσεων ἐκ τοῦ σώματος - λέγω δή τῶν ἄνωθεν ἐπεισρεόντων δακρύων καί τῶν ἀπό τῶν γονίμων δυνάμεων -, καί τῶν μέν μολυνόντων τήν ψυχήν παρά φύσιν καί νόμον κενουμένων, τῶν δέ καθαιρόντων αὐτήν ἐκ μετανοίας ῥεόντων, χρή τούς μεμολυσμένους τήν ψυχήν τῇ ἐφαρμάρτῳ πράξει τῆς ἁμαρτίας καί τῇ ἐμπαθεῖ κινήσει τῆς καρδίας ἀλόγων ἐπιθυμιῶν μορφάς ἐν ἑαυτοῖς ἐγχαράξαντας, διά πολλῶν καθαρθῆναι δακρύων καί τόν χιτῶνα τῆς ψυχῆς καθαρώτατον κτήσασθαι. Ἄλλως γάρ ἰδεῖν τόν Θεόν, αὐτό τό φῶς ὅ φωτίζει παντός ἀνθρώπου καρδίαν, ἐρχομένου διά μετανοίας πρός αὐτόν, ἀμήχανον, εἴπερ οἱ καθαροί τῇ καρδίᾳ ὁρῶσι Θεόν.

Σπουδάσωμεν οὖν, παρακαλῶ, πατέρες μου καί ἀδελφοί καί τέκνα, καθαράν κτήσασθαι τήν καρδίαν ἐξ ἐπιμελείας τῶν τρόπων καί διηνεκοῦς ἐξομολογήσεως τῶν κρυπτῶν λογισμῶν τῆς ψυχῆς. Ἡ γάρ συνεχῶς καί καθ’ ἑκάστην γινομένη παρ’ ἡμῶν ἐξομολόγησις τῶν τοιούτων, ἐκ μεταμέλου κινουμένη καρδίας, μετάνοιαν ἡμῖν τῶν πραχθέντων ἤ καί μελετηθέντων ἐργάζεται, ἡ δέ μετάνοια κινεῖ τό δάκρυον ἐκ βαθέων ψυχῆς, τό δέ δάκρυον καθαίρει τήν καρδίαν καί μεγάλας ἁμαρτίας ἐξαφανίζει, ἀπαλειφομένων δέ τούτων διά δακρύων ἐν παρακλήσει γίνεται ἡ ψυχή τοῦ Θείου Πνεύματος καί γλυκυτάτης κατανύξεως νάμασι καταρδεύεται, ἀφ’ ὧν καθ’ ἑκάστην πιαίνεται νοητῶς καί τρέφει τοῦ Πνεύματος τούς καρπούς καί ἐν καιρῷ προσφόρως, ὡς πολύχουν σῖτον, αὐτούς ἀναδίδωσιν εἰς τροφήν ἀδάπανον τῆς ψυχῆς καί εἰς ζωήν αὐτῆς ἄφθαρτον καί αἰώνιον. Ἐν τούτῳ δέ διά σπουδῆς καλῶς καταντήσασα, οἰκειοῦται Θεῷ καί γίνεται οἶκος Τριάδος Θείας καί ἐνδιαίτημα, ὁρῶσα καθαρῶς τόν ἑαυτῆς Ποιητήν καί Θεόν καί προσομιλοῦσα αὐτῷ καθ’ ἑκάστην, ἐξίσταται τοῦ σώματος καί τοῦ κόσμου καί τοῦ ἀέρος τούτου καί εἰς οὐρανούς οὐρανῶν ἀνερχομένη καί κουφιζομένη ταῖς ἀρεταῖς καί ταῖς πτέρυξι τῆς ἀγάπης τοῦ Θεοῦ, καταπαύει μετά πάντων δικαίων ἀπό τῶν πόνων αὐτῆς καί γίνεται ἐν ἀπείρῳ καί θείῳ φωτί, ἔνθα τῶν ἀποστόλων Χριστοῦ, τῶν μαρτύρων, τῶν ὁσίων καί πασῶν τῶν ἄνω δυνάμεων τά τάγματα συγχορεύουσι.

Τοιαύτης οὖν καί ἡμεῖς γενώμεθα καταστάσεως, ἀδελφοί ἐν Χριστῷ, ἵνα μή ἀπολειφθῶμεν τῶν πατέρων ἡμῶν τῶν ἁγίων, ἀλλ’ ἵνα διά σπουδῆς τῶν καλῶν καί ἐργασίας τῶν ἐντολῶν τοῦ Χριστοῦ εἰς ἄνδρα τέλειον φθάσωμεν, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Οὐδέν γάρ τό κωλῦον, εἰ μόνον θελήσομεν. Οὕτω γάρ καί Θεόν δοξάσομεν ἐν ἡμῖν αὐτοῖς καί Θεός παρ’ ἡμῶν εὐφρανθήσεται καί Θεόν εὕρωμεν ἀπό τῆς παρούσης ἀναχωροῦντες ζωῆς, ὡς μέγαν κόλπον τοῦ Ἀβραάμ ὑποδεχόμενον ἡμᾶς καί ἐπιθάλποντα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: Λόγος Ι΄. Περί μετοχῆς Πνεύματος Ἁγίου καί ἁγιωσύνης καί τελείας ἀπαθείας. Καί ὅτι ὁ ἀγαπῶν τήν ἐξ ἀνθρώπων δόξαν οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἄν πάσας κατώρθωσε.
Προηγούμενο: Λόγος Η΄. Περί τελείας ἀγάπης καί τίς ἡ ταύτης ἐνέργεια. Καί ὅτι ἐὰν μή διά σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδέ πιστοί καί χριστιανοί δυνάμεθα εἶναι, ἀλλ’ οὐδέ υἱοί καί τέκνα Θεοῦ χρηματίσωμεν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος