Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΙΒ΄. Περί ἐγκρατείας καί ὑπομονῆς εἰς τήν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καί περί σιωπῆς. Καί ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τούς ἀγωνιζομένους ἐν ἀληθείᾳ.
Προηγούμενο: Λόγος Ι΄. Περί μετοχῆς Πνεύματος Ἁγίου καί ἁγιωσύνης καί τελείας ἀπαθείας. Καί ὅτι ὁ ἀγαπῶν τήν ἐξ ἀνθρώπων δόξαν οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἄν πάσας κατώρθωσε.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΙΑ΄. Περί νηστείας. Καί ὅτι οὐ χρή τό τῆς νηστείας ὠφέλιμον ἐν τῇ πρώτῃ καί μόνῃ τῶν νηστειῶν ἑβδομάδι σπουδαίως τηρεῖν καί ἀσπάζεσθαι, ἀλλά τήν ἴσην καί τήν αὐτήν σπουδήν ἐν πάσαις ταῖς ἑβδομάσι τῶν νηστειῶν ἀναγκαῖον τοῖς σπουδαίοις διατηρεῖν.

Ἀδελφοί καί πατέρες, ἔδει μέν ἡμᾶς τῇ παρελθούσῃ κυριακῇ τά νῦν μέλλοντα ῥηθήσεσθαι παρ’ ἡμῶν πρός τήν ὑμετέραν ἀγάπην εἰπεῖν. Ἀλλ’ ἐπείπερ εἰδώς ἤμην, ὅτι ἅπαν τό χριστιανικώτατον φῦλον, μοναχῶν τε φημί καί λαϊκῶν, τῇ ἁγίᾳ καί πρώτῃ ἑβδομάδι τῶν νηστειῶν ζεούσῃ τῇ προθυμίᾳ τό τῆς νηστείας καλόν ἕκαστος ἡμῶν τῶν πιστῶν ὑποδέχεται, καί πᾶς τις ἐπί τόν αὐτοῦ τράχηλον τόν ταύτης ζυγόν ἐπιτίθησιν ἑκόντι, καί οὐδείς ἐστιν, οὐδέ τῶν λίαν ἀπεγνωκότων τῆς ἑαυτῶν σωτηρίας καί ἐν ἀφοβίᾳ καί καταφρονήσει Θεοῦ πολιτευομένων, ὅς τήν ἑβδομάδα ἐκείνην τόν τῆς νηστείας ἀπωθεῖται νόμον καί οὐχί μᾶλλον καί αὐτός μετά πάντων, τό ὅσον ἐφ’ ἑαυτῷ, ἐγκρατεύεται, σήμερον ἤδη λέξων ἔρχομαι βραχέα καί ὀλίγα τοῦ ἐνεστῶτος χάριν καιροῦ πρός ὑμᾶς.

Ἐπειδή γάρ, ὡς εἴρηται, τήν παρελθοῦσαν πρῶτην τῶν νηστειῶν ἑβδομάδα ἅπαντες οἱ πιστοί ἐναγωνίως διέρχονται, παρελθούσης δέ ταύτης καί τοῦ σαββάτου καταλαβόντος, ἐπεί καί ἡ τοῦ Θεοῦ ἐκκλησία ἑορτήν ἄγειν ἐκ παραδόσεως ἔλαχε τήν τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου ἤ, μᾶλλον εἰπεῖν, τήν ἐκ Θεοῦ δι’ αὐτοῦ γενομένην τῷ πιστοτάτῳ λαῷ αὐτοῦ σωτηρίαν παράδοξον, ὡσαύτως δέ καί τῇ κυριακῇ πάντες τήν τῆς ὀρθοδόξου πίστεως ἀνάμνησιν ποιούμενοι, εὐχαριστηρίους ὕμνους τῷ παναγάθῳ Θεῷ ἡμῶν ᾄδομεν, ἀεί φθονῶν τά καλά πονηρός, ἑκάστῳ τῶν πιστῶν λανθανόντως ὑπεισερχόμενος καί ῥᾳθυμίᾳ καί ἀμελείᾳ τοῦτον ἀοράτως καταδεσμεύων, ἀπορρίψαι πείθει καταφρονητικῶς ἀφ’ ἑαυτοῦ τόν σωτηριώδη τῆς νηστείας ζυγόν καί πρός τήν προτέραν παλινδρομῆσαι συνήθειαν, διά τοῦτο τήν σήμερον ὑπομιμνήσκω καί παρακαλῶ τήν ὑμετέραν ἀγάπην ὁμοῦ καί πατρότητα τοῦ μή ὑπακοῦσαι καθόλου τῷ δυσμενεῖ, μηδέ τῇ πονηρᾷ συνηθείᾳ τῆς ἀκορέστου γαστριμαργίας συναπαχθῆναι, μηδέ πρός τήν ὄπισθεν καί χρονίαν τῶν πονηρῶν ἐπιθυμιῶν ἐκπλήρωσιν ἐπαναστρέψαι, ἀλλ’ ὡς τήν πρώτην καί τήν δευτέραν ταύτην τῶν νηστειῶν ἑβδομάδα τιμήσωμεν, καί καθεξῆς ὁμοῦ τάς λοιπάς.

Ναί πατέρες καί ἀδελφοί μου, εὐεργετήσωμεν οὕτω ποιοῦντες ἑαυτούς καί μή ἅπερ συνήξαμεν τότε, νυνί ἀπολέσαι καταδεξώμεθα, προσθεῖναι δέ μᾶλλον καί αὐξῆσαι σπουδάσωμεν, ἀλλά μηδέ ἅπερ ὄπισθεν καλῶς ἀνῳκοδομήσαμεν νῦν κακῶς καταλῦσαι θελήσωμεν. Μνημονευέτω δέ ὑμῶν ἕκαστος τήν ἐκ τῆς νηστείας ὠφέλειαν καί οἵας ἀπήλαυσε παρά Θεοῦ δωρεᾶς ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις καί προθυμότερος γινέσθω πρός τό ἑξῆς. Καί γάρ εἴωθεν ἡ ἰατρός τῶν ψυχῶν ἡμῶν αὕτη τοῦ μέν τῆς σαρκός τάς πυρώσεις καί τάς κινήσεις συστέλλειν, τοῦ δέ τό θυμῶδες καταπραΰνειν, τοῦ δέ τόν ὕπνον ἀποδιώκειν, τοῦ μέν τό πρόθυμον διεγείρειν, τοῦ δέ τόν νοῦν ἀνακαθαίρειν καί τῶν πονηρῶν λογισμῶν ἐλεύθερον αὐτόν ἀποκαθιστᾶν, ἄλλου τήν ἀδάμαστον γλῶσσαν δαμάζειν καί οἱονεί χαλινῷ τινι τῷ φόβῳ τοῦ Θεοῦ ταύτην ἐπέχειν καί μή ἐᾶν ὅλως ἀργούς ἤ σαπρούς λόγους φθέγγεσθα· ἑτέρου τούς μετεώρους σκεπάζει ἀφανῶς καί ἱστᾷ ὀφθαλμούς καί περιέργως αὐτούς οὐκ ἐᾷ ὧδέ τε κἀκεῖσε φέρεσθαι, ἀλλ’ ἑαυτόν ἕκαστον παρασκευάζει σκοπεῖν καί τῶν ἰδίων ἁμαρτημάτων τε καί ἐλαττωμάτων μεμνῆσθαι διδάσκει. Νηστεία τόν νοητόν ζόφον καί τό ἐπικείμενον τῇ ψυχῇ κάλυμμα τῆς ἁμαρτίας κατά μικρόν ἐκλεπτύνει καί ἀπελαύνει, καθάπερ τήν ὀμίχλην ὁ ἥλιος. Νηστεία τόν πνευματικόν ἀέρα νοερῶς ἡμῖν καθορᾶν ἐμποιεῖ, ἐν ᾧ οὐκ ἀνατέλλει, ἀλλά ἀεί λάμπει ὁ ἄδυτος ἥλιος Χριστός ὁ Θεός ἡμῶν. Νηστεία, συνεργόν λαβοῦσα τήν ἀγρυπνίαν, τό σκληρόν ὑπεισελθοῦσα τῆς καρδίας μαλλάσσει καί ἀντί τῆς πρῴην κραιπάλης κατανύξεως πηγάς βλυστάνειν παρασκευάζει, ὅπερ καί ἐν ἡμῖν γενέσθαι σπουδάσωμεν ἕκαστος ἡμῶν, παρακαλῶ, ἀδελφοί. Τούτου γάρ γενομένου εὐκόλως σύν Θεῷ, πᾶσαν τήν τῶν παθῶν θάλασσαν διαρρήξομεν καί τά κύματα διελθόντες τῶν πειρασμῶν τοῦ πικρῶς τυραννοῦντος ἡμᾶς, εἰς τόν λιμένα ἐγκαθορμισθῶμεν τῆς ἀπαθείας.

Ταῦτα δέ, ἀδελφοί μου, οὐκ ἐν μιᾷ ἡμέρᾳ, οὐδέ ἐν μιᾷ ἑβδομάδι γενέσθαι δυνατόν, ἀλλά ἐν πολλῷ χρόνῳ καί πόνῳ καί κόπῳ κατά τό ἀναλογίαν τῆς ἑκάστου προθέσεώς τε καί προαιρέσεως, ἔτι δέ καί κατά τό μέτρον τῆς πίστεως καί τῆς τῶν ὁρωμένων καί νοουμένων πραγμάτων καταφρονήσεως, οὐ μόνον δέ, ἀλλά καί κατά τήν θέρμην τῆς ἀδιαλείπτου μετανοίας καί αὐτῆς τῆς ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ταμείῳ ἀεννάου ἐργασίας ἤ συντομώτερον ἤ βραδύτερον Θεοῦ δωρεᾷ τε καί χάριτι κατορθοῦνται, ἄνευ δέ νηστείας οὐδέν οὔτε τούτων οὔτε τῶν ἄλλων ἀρετῶν κατορθωθῆναί ποτε παρά τινος ἠδυνήθη· νηστεία γάρ πάσης ἐργασίας πνευματικῆς ἀρχή καί θεμέλιος. Ὅσα τοιγαροῦν οἰκοδομήσεις ἐπί τόν θεμέλιον τοῦτον, ἄπτωτα καί ἀκατάλυτα, ὡς ἐπί στερεάν πέτραν κτισθέντα, γίνεται· ἐπάν δέ τοῦτον τόν θεμέλιον ἄρῃς καί ἀντ’ αὐτοῦ γαστρός κόρον καί ἐπιθυμίας ἀτόπους ὑποθῇ, ὥσπερ ψάμμος ὑπό τῶν πονηρῶν ταῦτα λογισμῶν καί τοῦ ποταμοῦ τῶν παθῶν ὑποσύρεται καί πᾶσαν τήν οἰκοδομήν τῶν ἀρετῶν καταστρέφει. Ἵν’ οὖν μή καί ἐφ’ ἡμῶν τοῦτο γένηται, στῶμεν περιχαρῶς ἐπί τόν στερεόν θεμέλιον τῆς νηστείας, στῶμεν, ἀδελφοί μου, καλῶς, στῶμεν αὐτοθελῶς· ὁ βάρ ἀβουλήτως ἐπί τήν τῆς νηστείας πέτραν ἀναβαίνειν ἀναγκαζόμενος, ἑαυτόν πάντως ἐκεῖθεν ὑπό τῆς ἐπιθυμίας ὑποσυρείς πρός καθροφαγίαν κατακρημνίζει, καί βιβρώσκων αὐτός τοῦ πονηροῦ, ὡς δοκεῖ, κατάβρωμα γίνεται· νόμος γάρ θεῖός ἐστι καί τούς παραβαίνειν τολμῶντας ὥσπερ δήμιος ὁ διάβολος παραλαμβάνων μαστίζει, εἰ καί μή εὐθύς, μηδέ παραχρῆμα, τοῦ Θεοῦ μακροθυμοῦντος ἐφ’ ἡμᾶς καί τήν μετάνοιαν ἡμῶν ἀπεκδεχομένου, ἀλλ’ ὅμως οὐκ ἐκφευξόμεθα τάς χεῖρας αὐτοῦ πάντως ἤ ἐνταῦθα ἤ ἐν τῷ μέλλοντι αἰῶνι, ἀμετανοήτως ἐπιμένοντες τῇ ἁμαρτίᾳ, ἐπειδή τήν μετ’ αὐτοῦ καταδίκην οὕτως ἔχοντες ἀποληψόμεθα καί ὑπ’ αὐτοῦ καί σύν αὐτῷ ἀθάνατα κολασθῆναι κρίσει δικαίᾳ Θεοῦ κατακριθῶμεν. Εἰ γάρ καί τούς προεστῶτας ἡμῶν λανθάνομεν, ἀλλά γε τόν τῶν προεστώτων Δεσπότην ὁμοῦ καί Θεόν λαθεῖν οὐ δυνάμεθα.

Φυλαξώμεθα τοιγαροῦν, ἀδελφοί, μή ἀπό λαθροφαγίας μόνον, ἀλλά καί ἀπό κόρου τῶν ἐπί τῆς τραπέζης παρατιθεμένων βρωμάτων ἡμῖν. Ναί, παρακαλῶ καί παρακαλῶν οὐ παύσομαι, μνήσθητε τῆς παρελθούσης ἁγίας ἑβδομάδος. Ἀναλογίσασθε τήν ἐκ τῆς νηστείας καί ἀγρυπνίας, εὐχῆς τε καί ψαλμῳδίας, ὡς ἔφην, ὠφέλειαν, ἀλλά τήν κατήφειαν, ἀλλά τήν εὐλάβειαν, ἀλλά τήν σιωπήν. Ὥσπερ γάρ ἀοίκητόν μοι ἐξ ἀνθρώπων ἐδόκει τότε εἶναι τό μοναστήριον, ὑπό ἀγγέλων μόνων ἐγκατοικούμενον, διά τό μή ὅλως ἕτερόν με ἀκοῦσαί τι ῥῆμα βιωτικόν, ἀλλ’ ἤ μόνην τήν ὑφ’ ὑμῶν πρός Θεόν ἀναπεμπομένην δοξολογίαν, ἤ καί ἀγγέλων ἔργον ἐστί. Πιστεύω δέ ὅτι, ὥσπερ ὑμεῖς ἐπιτελεῖτε τό τῶν ἀγγέλων ἔργον, οὕτω καί οἱ ἄγγελοι ἀοράτως συνδιῆγον ὑμῖν καί συνέψαλλον. Μή οὖν χωρισθῆναι τῆς μετ’ ἐκείνων συναυλίας διά τῆς πολυλογίας καί ἀργολογίας θελήσητε, μηδέ φωναῖς ἀτάκτοις ἤ κραυγαῖς ἀμέτροις αὐτούς μέν ἀφ’ ὑμῶν, τούς δέ δαίμονας πλησιάσαι ὑμῖν, ὡς τό πρίν, ποιήσητε, ἀλλά προσεχέτω ἕκαστος ἑαυτῷ καί τό ἐργόχειρον αὐτοῦ καί τήν διακονίαν αὐτοῦ, ὡς τῷ Θεῷ δουλεύων καί οὐκ ἀνθρώποις, ἐπιμελῶς ἐκτελείτω. Γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὁ ποιῶν τά ἔργα Κυρίου ἀμελῶς».

Ἐν ταῖς θείαις τῶν συνάξεων ἀναγνώσεσιν ἀλλήλους πρός ἀκρόασιν διεγείρειν, ὦ ἀδελφοί, μή ἐλίπητε. Καί γάρ ὥσπερ ἐπί τῆς αἰσθητῆς τραπέζης ἐσθίειν προτρεπόμεθά τε καί παρακελευόμεθα τοῖς πλησίον, καί οὕς ἄν τῶν ἄλλων πλεῖον ἀγαπῶμεν, παραβιαζόμεθα ἐπί τό φαγεῖν, οὕτω δή καί ἐπί τῆς ψυχοτρόφου ταύτης τραπέζης προσέχειν καί προτρέπεσθαι τοῖς πλησίον χρεωστοῦμεν, ἵνα μή ὡς μή ἀγαπῶντες ἀλλήλους κατακριθῶμεν καί τό μαθηταί εἶναι Χριστοῦ ἀπολέσωμεν. Λέγει γάρ· «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοί μαθηταί ἐστε, ἐάν ἀγαπᾶτε ἀλλήλους». Ὁ οὖν ἐπί τῆς αἰσθητῆς τραπέζης τόν ἑαυτοῦ φίλον μή παραβιασάμενος εἰς ἑστίασιν τά μέγιστα αὐτόν πολλάκις ὠφέλησεν· ὁ δέ ἐπί τῆς πνευματικῆς τραπέζης, τῆς ἀκροάσεως τῶν θείων λέγω λογίων, τοῦτο ποιῶν, οὐ τήν τυχοῦσαν ζημίαν τοῖς αὐτῷ πλησιάζουσι προξενεῖ. Ἐπειδή τῶν βρωμάτων μέν ἐκείνων ἡ πλησμονή καί τήν ψυχήν καί τό σῶμα διαφθείρειν εἴωθε πολλάκις καί βλάπτειν, τά δέ ἐνταῦθα ὑπό τῶν ἁγίων λεγόμενα καί νοῦν φωτίζει καί ψυχήν ἁγιάζει καί τῷ σώματι αὐτῷ δι’ αὐτῆς πάντως τοῦ ἁγιασμοῦ μεταδίδωσι καί ὑγιεινότερον καί ῥωμαλεώτερον καθιστᾷ.

Προσεχέτω τοιγαροῦν ἕκαστος τῇ ἀναγνώσει. Οἱ γάρ λόγοι τῶν ἁγίων Θεοῦ λόγοι καί οὐκ ἀνθρώπων εἰσίν. Ἐμβαλέτω τούτους ἐν τῇ καρδίᾳ αὐτοῦ καί τηρείτω αὐτούς ἀσφαλῶς, ἐπειδή οἱ λόγοι τοῦ Θεοῦ λόγοις ζωῆς εἰσι καί ὁ ἔχων αὐτούς ἐν ἑαυτῷ καί φυλάσσων αὐτούς, ἔχει ζωήν αἰώνιον. Ἐπί μέν γάρ πολυτελοῦς πολλάκις καθεσθέντες τραπέζης, οὐκ οἶμαί ποτε ῥᾳθυμήσαντά τινα ἐξ ὐμῶν ὅλως ἀπονυστάξαι καί μή μόνον τά ἀρκοῦντα λαβεῖν, ἀλλά καί τά εἰς τήν αὔριον μετά σπουδῆς ἄραντα ἀπελθεῖν καί ἤ φίλοις τισίν ἤ πτωχοῖς αὐτά μεταδοῦναι προθυμηθέντα. Ἔνθα δέ λόγοι ζωῆς πρόκεινται καί τούς ἐξ αὐτῶν τρεφομένους ἀθανάτους ἀποτελοῦσι, καθεύδειν, εἰπέ μοι, καί ῥᾳθυμεῖν ἤ νυστάζειν καί ῥέγχειν ἔξεστί τινι, ὥσπερ ἐμψύχῳ νεκρῷ; Ὤ τῆς ζημίας! Ὤ τῆς ἀναισθησίας καί τῆς νωθρότητος! Ὁ ἐπί τραπέζης καθήμενος καί τῶν προκειμένων μή ὀρεγόμενος τῆς κατά φύσιν ὑγιείας προδήλως ἐστέρηται· οὕτω καί ὁ ἀναγνώσεως θείας ἀκούων καί μή μεθ’ ἡδονῆς ἀφάτου καί ἀΰλου ὀρέξεως αΰλως τοῖς ἀΰλοις καί θείοις λογίοις ψυχικῶς ἐντρυφῶν καί τάς αἰσθήσεις πάσας αὐτοῦ νοερῶς ἐμπιπλῶν ἐκ τῆς τούτων γλυκύτητος, ἀσθενής τῇ πίστει ἐστί καί τῶν πνευματικῶν δωρεῶν εἰς ἅπαν ἄγευστος, ἐν μέσῳ δηλονότι πολλῶν ἀγαθῶν λιμῷ καί δίψει τηκόμενος. Καθάπερ γάρ νεκρός ὕδατι λουόμενος ἀνεπαισθήτως ἔχει, οὕτω καί οὗτος ὑπό τῶν ζωηρῶν καί θείων τοῦ λόγου ναμάτων ἐπαντλούμενος οὐκ αἰσθάνεται.

Ὅσοι τοίνυν λόγον ζωῆς ἐν ἑαυτοῖς ἔχετε, ὅσοι τραφῆναι τόν ἄρτον τοῦτον τοῦ λόγου ἐφθάσατε, ὄσοι μή νεκροί ἀλλ’ ἐκ νεκρῶν ζῶντες γεγόνατε καί τῆς ἀληθινῆς ζωῆς ἀπεγεύσασθε καί σπλάγχνα οἰκτιρμῶν πρός τούς πλησίον παρά τοῦ εὐσπλάγχνου Θεοῦ λαβόντες ἐκτήσασθε, διεγείρειν καί παρακαλεῖν καί νουθετεῖν τούς πλησίον καί πάντας, εἰ οἷόν τε, μή παύσησθε, ἀλλ’ ὡς οἰκεῖα μέλη, μᾶλλον δέ ὡς μέλη Χριστοῦ καί υἱούς ὄντας Θεοῦ, παιδαγωγεῖν, ἐπιτιμᾶν καί ἐλέγχειν αὐτούς προθυμήθητε, οὐχ ἵνα τούτους λυπήσητε, ἀλλ’ ἵνα πατρικῆς ὀργῆς καί ἀγανακτήσεως ἐλευθερώσητε, οὐδ’ ἵνα βλάψητε, ἀλλ’ ἵνα τά μέγιστα αὐτούς ὠφελήσητε, τά τοῦ Θεοῦ καί Πατρός αὐτῶν θελήματα παρασκεύζοντες αὐτούς ἐκπληροῦν. Ἐάν οὕτω ποιῆτε καί οὕτω τόν ἑαυτοῦ ἀδελφόν ἕκαστος ὑμῶν διεγείρῃ πρός παροξυσμόν ἀγάπης καί καλῶν ἔργων, συντόμως ἅπαντες πρός ὕψος ἀρθῶμεν τῶν ἀρετῶν καί ἐκπληρωταί τῶν ἐντολῶν ἀναφανῶμεν τοῦ Θεοῦ καί τῆς βασιλείας τῶν οὐρανῶν ὁμοθυμαδόν ἐπιτύχωμεν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος ΙΒ΄. Περί ἐγκρατείας καί ὑπομονῆς εἰς τήν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καί περί σιωπῆς. Καί ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τούς ἀγωνιζομένους ἐν ἀληθείᾳ.
Προηγούμενο: Λόγος Ι΄. Περί μετοχῆς Πνεύματος Ἁγίου καί ἁγιωσύνης καί τελείας ἀπαθείας. Καί ὅτι ὁ ἀγαπῶν τήν ἐξ ἀνθρώπων δόξαν οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἄν πάσας κατώρθωσε.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος