Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΙΔ΄. Περί μετανοίας καί ἀρχῆς βίου μοναδικοῦ. Καί πῶς τις ὁδῷ καί τάξει προβαίνων εἰς ἀρετήν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται.
Προηγούμενο: Λόγος ΙΒ΄. Περί ἐγκρατείας καί ὑπομονῆς εἰς τήν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καί περί σιωπῆς. Καί ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τούς ἀγωνιζομένους ἐν ἀληθείᾳ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΙΓ ΄. Περί τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καί ὁποία τίς ἐστιν ἤ πῶς ἐν ἡμῖν γίνεται ἡ ἀνάστασις τοῦ Χριστοῦ καί ἐν αὐτῇ ἡ ἀνάστασις τῆς ψυχῆς. Καί τί τό μυστήριον ταύτης τῆς ἀναστάσεως. Ἐλέχθη μετά τό Πάσχα τῇ δευτέρᾳ τῆς δευτέρας ἑβδομάδος τοῦ Πάσχα.

Ἀδελφοί και πατέρες, ἤδη τό Πάσχα, ἡ χαρμόσυνος ἡμέρα, ἡ πάσης εὐφροσύνης καί θυμηδίας, τῆς τοῦ Χριστοῦ ἀναστάσεως κατά περίοδον τοῦ χρόνου παραγινομένης ἀεί μᾶλλον δέ καθ’ ἑκάστην καί ἀεννάως γινομένης ἐν τοῖς εἰδόσι τό μυστήριον ταύτης, χαρᾶς καί ἀγαλλιάσεως ἀφάτου ἐπλήρωσε τάς καρδίας ἡμῶν, λύσασα ἐπί τό αὐτό τῆς πανσέπτου νηστείας τόν κόπον ἤ μᾶλλον εἰπεῖν, τελειώσασα καί ἅμα παρακαλέσασα ἡμῶν τάς ψυχάς, διό καί πρός ἀνάπαυσιν καί εὐχαριστίαν πάντας ὁμοῦ τούς πιστούς προσκαλεσαμένη, ὡς ὁρᾶτε, διῆλθεν. Εὐχαριστήσωμεν οὖν τῷ Κυρίῳ, τῷ διαβιβάσαντι ἡμᾶς τό πέλαγος τῆς νηστείας καί εἰς τόν λιμένα τῆς αὐτοῦ ἀναστάσεως ἀγαγόντι μετ’ εὐθυμίας ἡμᾶς· εὐχαριστήσωμεν αὐτῷ, οἵ τε καλῶς καί προθύμως μετά ζεούσης προθέσεως καί ἀγώνων τῆς ἀρετῆς τόν δρόμον διανύσαντες τῆς νηστείας καί οἱ ἀσθενήσαντες περί ταῦτα δι’ ὀλιγωρίαν καί ψυχῆς ἀσθένειαν, ἐπειδή αὐτός ἐστιν ὁ καί τοῖς σπουδαίοις ὑπέρ ἐκ περισσοῦ διδούς τούς στεφάνους καί τούς ἀξίους μισθούς τῶν ἔργων αὐτῶν, καί συγγνώμην αὖθις τοῖς ἀσθενεστέροις, ὡς ἐλεήμων καί φιλάνθρωπος, ἀπονέμων. Ὁρᾷ γάρ τάς διαθέσεις ἡμῶν τῶν ψυχῶν καί τάς προαιρέσεις μᾶλλον ἤ τούς κόπους τοῦ σώματος, δι’ ὧν γυμνάζομεν πρός ἀρετήν ἑαυτούς, ἤ πλεῖον τήν ἄσκησιν προθυμίᾳ ψυχῆς ἐπιτείνοντες ἤ ἔλαττον δι’ ἀσθένειαν σώματος ταύτην τῶν σπουδαίων ποιούμενοι, καί κατά τάς προθέσεις ἡμῶν ἀντιμετρεῖ τά ἔπαθλα καί τά τοῦ Πνεύματος ἑκάστῳ χαρίσματα, ποιῶν ἤ περίφημον καί ἔνδοξον τῶν σπουδαίων τινά ἤ ἐῶν ταπεινόν ἔτι καί δεόμενον ἐπιπονωτέρας καθάρσεως.

Ἀλλά γάρ ἴδωμεν, εἰ δοκεῖ, καί καλῶς ἐξετάσωμεν, τί τό μυστήριον τῆς τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, ὅπερ ἀεί τοῖς βουλομένοις ἡμῖν μυστικῶς γίνεται, καί πῶς ἐν ἡμῖν ὁ Χριστός ὡς ἐν μνήματι θάπτεται καί πῶς ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανίσταται, συνανιστῶν καί ἡμᾶς ἑαυτῷ. Ἐστι δέ ὁ σκοπός τοῦ λόγου τοιοῦτος.

Ὁ Χριστός καί Θεός ἡμῶν, ἐπί σταυροῦ κρεμασθείς καί προσηλώσας ἐν αὐτῷ τήν ἁμαρτίαν τοῦ κόσμου, θανάτου γευσάμενος, κατῆλθεν ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου. Ὥσπερ οὖν ἐξ ᾅδου πάλιν ἀνελθών εἰς τό ἄχραντον ἑαυτοῦ σῶμα εἰσῆλθεν, οὗ κατελθών ἐκεῖσε οὐδαμῶς ἐχωρίσθη, καί εὐθύς ἀνέστη ἐκ τῶν νεκρῶν καί μετά ταῦτα ἀνῆλθεν εἰς οὐρανούς μετά δόξης πολλῆς καί δυνάμεως, οὕτω δή καί νῦν ἐξερχομένων ἡμῶν ἐκ τοῦ κόσμου καί εἰσερχομένων διά τῆς τῶν παθημάτων τοῦ Κυρίου ἐξομοιώσεως ἐν τῷ τῆς μετανοίας καί ταπεινώσεως μνήματι, αὐτός ἐκεῖνος ἐξ οὐρανῶν κατερχόμενος, εἰσέρχεται ὡς ἐν τάφῳ ἐν τῷ ἡμῶν σώματι, καί ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανιστᾷ νεκράς οὔσας ὁμολογουμένως αὐτάς, καί τηνικαῦτα βλέπειν ἐμπαρέχει τῷ οὕτως ἀναστάντι σύν τῷ Χριστῷ τήν δόξαν τῆς μυστικῆς αὐτοῦ ἀναστάσεως.

Ἀνάστασις οὖν Χριστοῦ ἡ ἡμετέρα ὑπάρχει ἀνάστασις, τῶν κάτω κειμένων. Ἐκεῖνος γάρ μή πεσών εἰς ἁμαρτίαν ποτέ, καθά γέγραπται, μηδέ ἀλλοιωθείς τῆς ἰδίας δόξης κἄν ὁπωσοῦν, πῶς ἀναστήσεταί ποτε ἤ δοξασθήσεται, ὁ ἀεί ὤν ὑπερδεδοξασμένος καί ὑπεράνω πάσης ἀρχῆς καί ἐξουσίας διαμένων ὡσαύτως; Ἀνάστασις καί δόξα Χριστοῦ ἡ ἡμετέρα, καθάπερ εἴρηται, δόξα ὑπάρχει, ἡ διά τῆς ἐν ἡμῖν αὐτοῦ ἀναστάσεως γινομένη καί δεικνυμένη καί ὁρωμένη ἡμῖν. Ἅπαξ γάρ οἰκειωσάμενος τά ἡμέτερα, ἅ ποιεῖν ἐν ἡμῖν αὐτός, ταῦτα ἑαυτῷ ἐπιγράφεται. Ἀνάστασις δέ ψυχῆς ἡ ἕνωσίς ἐστι τῆς ζωῆς· ὥσπερ γάρ τό νεκρόν σῶμα, εἰ μή δέξεται ἐν ἑαυτῷ τήν ζῶσαν ψυχήν καί ἀμίκτως ταύτῃ μιγῇ, ζῆν οὐ λέγεται οὐδέ δύναται, οὕτως οὐδέ ψυχή μόνη ζῆν αὐτή καθ’ ἑαυτήν δύναται, εἰ μή ἀρρήτως καί ἀσυγχύτως ἑνωθῇ Θεῷ, τῇ ὄντως αἰωνίᾳ ζωῇ. Πρό γάρ τῆς ἐν γνώσει καί ὁράσει καί αἰσθήσει ἑνώσεως νεκρά ἐστιν, εἰ καί νοερά ὑπάρχει καί τῇ φύσει ἀθάνατος. Οὔτε γάρ γνῶσις δίχα ὁράσεως, οὔτε ὅρασις δίχα αἰσθήσεως. Ἔστι δέ τό λεγόμενον οὕτως· ὅρασις καί ἐν τῇ ὁράσει γνῶσις καί αἴσθησις (ἐν τοῖς πνευματικοῖς δέ τοῦτό φημι, ἐν γάρ τοῖς σωματικοῖς καί δίχα ὁράσεως αἴσθησις γίνεται). Οἷόν τι λέγω; Τυφλός εἰς λίθον τόν πόδα κρούων αἰσθάνεται, ὁ δέ νεκρός οὔ· ἐν τοῖς πνευματικοῖς δε εἰ μή εἰς θεωρίαν ἔλθῃ ὁ νοῦς τῶν ὑπέρ ἔννοιαν, τῆς μυστικῆς ἐνεργείας οὐκ αἰσθάνεται. Ὁ οὖν πρό τῆς θεωρίας τῶν ὑπέρ νοῦν καί λόγον καί ἔννοιαν ἐπαισθάνεσθαι λέγων ἐν τοῖς πνευματικοῖς, τῷ τάς ὄψεις πηρῷ ἔοικεν, ὅς ἐν οἷς μέν πάσχει ἀγαθοῖς ἤ κακοῖς ἐπαισθάνεται, ἀγνοεῖ δέ τά ἐν χερσίν ἤ ποσί καί τά παραίτια ζωῆς ἤ θανάτου τούτῳ γενόμενα· τά γάρ ἐπερχόμενα αὐτῷ κακά ἤ ἀγαθά οὐδαμῶς ἐπαισθάνεται τῆς ὀπτικῆς ἐστερημένος δυνάμεως καί αἰσθήσεως, ὅθεν καί πολλάκις τήν ῥάβδον ἐπάρας πρός τήν τοῦ ἐχθροῦ ἄμυναν, ἀντ’ ἐκείνου ἔσθ’ ὅτε τόν ἑαυτοῦ φίλον μᾶλλον ἐτύπτησε, τοῦ ἐχθροῦ πρό τῶν ὀφθαλμῶν αὐτοῦ ἱσταμένου καί διαγελῶντος αὐτόν.

Ἀνάστασιν Χριστοῦ οἱ πλείονες μέν τῶν ἀνθρώπων πιστεύουσιν, ὀλίγοι δέ λίαν εἰσίν οἱ καί ταύτην βλέποντες καθαρῶς, οἱ δέ γε μή θεασάμενοι οὐδέ προσκυνεῖν δύνανται, ὡς ἅγιον καί Κύριον, τόν Χριστόν Ἰησοῦν· «Οὐδείς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μή ἐν Πνεύματι Ἁγίῳ», καί ἀλλαχοῦ· «Πνεῦμα ὁ Θεός, καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί ἀληθείᾳ δεῖ προσκυνεῖν». Οὐδέ γάρ λέγει τό ἱερώτατον λόγιον, ὅ καθ’ ἑκάστην ἐπί στόματος περιφέρομεν· Ἀνάστασιν Χριστοῦ πιστεύσαντες, ἀλλά τι; «Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τόν μόνον ἀναμάρτητον». Πῶς οὖν προτρέπεται νῦν ἡμᾶς τό Πνεῦμα λέγειν τό Ἅγιον - ὡς αὐτήν ἰδόντες, ἥνπερ οὐκ εἴδομεν· «Ἀνάστασιν Χριστοῦ θεασάμενοι», ἅπαξ πρό χιλίων ἐτῶν ἀναστάντος τοῦ Χριστοῦ καί μηδέ τότε τοῦτον ἀνιστάμενον ἰδόντος τινός; Ἆρα μή ψεύδεσθαι ἡμᾶς βούλεται ἡ θεία Γραφή; Ἄπαγε, ἀλλ’ ἀληθεύειν μᾶλλον παρεγγυᾷ, ὡς ἐν ἑνί ἑκάστῳ ἡμῶν τῶν πιστῶν ἐγγινομένης δηλονότι τῆς Χριστοῦ ἀναστάσεως καί τοῦτο οὐχ ἁπλῶς, ἀλλά καθ’ ὥραν, ὡς εἰπεῖν, αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ ἐν ἡμῖν ἐξανισταμένου, λαμπροφοροῦντος καί ἀπαστράπτοντος τάς τῆς ἀφθαρσίας καί Θεότητος ἀστραπάς. Ἡ φωτοφόρος γάρ παρουσία τοῦ Πνεύματος ὑποδεικνύει, μᾶλλον δέ αὐτόν ἐκεῖνον τόν ἀναστάντα ὁρᾷν χαρίζεται. Διό καί λέγομεν· «Θεός Κύριος καί ἐπέφανεν ἡμῖν», καί τήν δευτέραν αὐτοῦ ὑποσημαίνοντες παρουσίαν ἐπιφέροντες οὕτω λέγομεν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου». Οἷς οὖν ἐπιφανῇ ὁ Χριστός ἐξαναστάς, πάντως πνευματικῶς αὐτοῖς τοῖς πνευματικοῖς ὄμμασι ὁρώμενος δείκνυται. Ὅταν γάρ ἐν ἡμῖν διά τοῦ Πνεύματος γένηται, ἀνιστᾷ ἡμᾶς ἐκ νεκρῶν καί ζωοποιεῖ καί αὐτόν ἐν ἡμῖν ὅλον ὁρᾷν ζῶντα δίδωσι, τόν ἀθάνατον καί ἀνώλεθρον, οὐ μόνον δέ, ἀλλά καί συνανιστῶντα καί συνδοξάζοντα ἡμᾶς ἑαυτῷ τρανῶς γινώσκειν χαρίζεται, καθώς πᾶσα θεία Γραφή μαρτυρεῖ.

Ταῦτα τοίνυν εἰσί τά τῶν χριστιανῶν θεῖα μυστήρια, αὕτη ἡ ἐγκεκρυμμένη τῆς πίστεως ἡμῶν δύναμις, ἥν οἱ ἄπιστοι ἤ δύσπιστοι ἤ μᾶλλον εἰπεῖν ἡμίπιστοι οὐχ ὁρῶσιν, οὔτε μήν ἰδεῖν οὐδαμῶς δύνανται. Ἄπιστοι δέ, δύσπιστοι καί ἡμίπιστοι, οὗτοί εἰσιν οἱ μή διά τῶν ἔργων τήν πίστιν ἐπιδεικνύμενοι. Ἔργων γάρ δίχα καί οἱ δαίμονες πιστεύουσι καί Θεόν εἶναι τόν Δεσπότην ὁμολογοῦσι Χριστόν· «Οἴδαμεν γάρ σε, φασί, τόν Υἱόν τοῦ Θεοῦ», καί ἀλλαχοῦ· «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν». Ἀλλ’ ὅμως οὔτε τούς δαίμονας οὔτε τούς ἀνθρώπους αὐτούς ἡ τοιαύτη πίστις ὠφελήσει. Οὐδέ γάρ τῆς πίστεως ταύτης ὄφελος, νεκρά γάρ ἐστι κατά τόν θεῖον ἀπόστολον· «Ἡ πίστις γάρ, φησί, δίχα τῶν ἔργων νεκρά ἐστιν», ὥσπερ καί τά ἔργα δίχα πίστεως. Νεκρά δέ πῶς; Ὅτι τόν ζωογονοῦντα Θεόν οὐκ ἔχει ἐν ἑαυτῇ, ὅτι τόν εἰπόντα· «Ὁ ἀγαπῶν με τάς ἐντολάς τάς ἐμάς τηρήσει, καί ἐγώ καί ὁ Πατήρ ἐλευσόμεθα καί μονήν παρ’ αὐτῷ ποιησόμεθα» οὐκ ἐκτήσατο ἐν ἑαυτῇ, ἵνα τῇ παρουσίᾳ αὐτοῦ ἐξαναστήσῃ τόν κεκτημένον αὐτήν ἐκ νεκρῶν καί ζωοποιήσῃ αὐτόν καί τόν ἀναστάντα ἐν αὐτῷ καί αὐτόν ἀναστήσαντα κατιδεῖν χαρίσηται. Νεκρά οὖν ἐστιν ἡ τοιαύτη πίστις τούτου γε ἕνεκα, μᾶλλον δέ νεκροί οἱ ταύτην χωρίς τῶν ἔργων κεκτημένοι εἰσίν. Ἡ γάρ πίστις, ἡ εἰς Θεόν, ἀεί ζῇ καί ζῶσα ζωοποιεῖ τούς ἐκ προθέσεως ἀγαθῆς προσερχομένους καί ὑποδεχομένους αὐτήν, ἥτις καί πρό τῆς ἐργασίας τῶν ἐντολῶν πολλούς ἐκ τοῦ θανάτου εἰς την ζωήν ἀνήγαγε καί τόν Χριστόν καί Θεόν ὑπέδειξε. Καί ἔμελλον ἄν, εἰ ἐνέμειναν ταῖς αὐτοῦ ἐντολαῖς καί ταύτας μέχρι θανάτου ἐφύλαξαν, διαφυλαχθῆναι καί αὐτοί ὑπ’ αὐτῶν - οἷοι δηλονότι γεγόνασιν ὑπό μόνης τῆς πίστεως· ἐπεί δέ μετεστράφησαν ὡς τόξον στρεβλόν καί ταῖς προτέραις αὐτῶν περιεπάρησαν πράξεσιν, εἰκότως εὐθύς καί περί τήν πίστιν εὑρέθησαν ναυαγήσαντες καί τοῦ ἀληθινοῦ πλούτου, ὅς ἐστι Χριστός ὁ Θεός, ἑαυτούς δυστυχῶς ἀπεστέρησαν. Ὅπερ ἵνα μή πάθωμεν καί ἡμεῖς, τηρήσωμεν, ἀξιῶ, τάς ἐντολάς τοῦ Θεοῦ ὅση δύναμις, ἵνα καί τῶν παρόντων καί τῶν μελόντων ἀγαθῶν, λέγω δή αὐτῆς τῆς τοῦ Χριστοῦ θέας, ἐπαπολαύσωμεν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: Λόγος ΙΔ΄. Περί μετανοίας καί ἀρχῆς βίου μοναδικοῦ. Καί πῶς τις ὁδῷ καί τάξει προβαίνων εἰς ἀρετήν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται.
Προηγούμενο: Λόγος ΙΒ΄. Περί ἐγκρατείας καί ὑπομονῆς εἰς τήν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καί περί σιωπῆς. Καί ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τούς ἀγωνιζομένους ἐν ἀληθείᾳ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος