Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΚΕ΄. Περί ἀλλοιώσεως ψυχῆς τε καί σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καί τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν.
Προηγούμενο: Λόγος ΚΓ΄. Περί μετανοίας καί φόβου Θεοῦ. Καί ὁποῖον ἀγῶνα ἔχει ψυχῆς καί πόνον καρδίας ὁ μετά συντετριμμένου τοῦ πνεύματος μετανοῶν. Καί τίνα εἰσίν ἅ λέγει καί πρός τόν φιλάνθρωπον Κύριον εὔχεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΚΔ΄. Περί γνώσεως πνευματικῆς. Καί ὅτι ὁ ἐγκεκρυμμένος τοῦ Πνεύματος θησαυρός ἐν τῷ γράμματι τῆς θείας Γραφῆς οὐ πᾶσιν εὔδηλός ἐστι καί τοῖς βουλομένοις, ἀλλά μόνοις τοῖς τόν διανοίγοντα τόν νοῦν κτησαμένοις εἰς τό συνιέναι τάς Γραφάς.

Ἀδελφοί καί πατέρες, ἔοικεν ἡ πνευματική γνῶσις οἰκίᾳ τινί μέσον τῆς κοσμικῆς καί ἑλληνικῆς γνώσεως κατεσκευασμένῃ ἐν ᾗ ὥσπερ κιβώτιον στερρόν καί κατησφαλισμένον ἡ γνῶσις τῶν θεοπνεύστων Γραφῶν καί ὁ ἐν αὐτῇ ἄφραστος πλοῦτος ἀποτεθησαυρισμένος ἀπόκειται, ὅν οὐκ ἄν ποτε οἱ ἐν τῷ οἴκῳ εἰσερχομένοι κατιδεῖν δυνηθῶσιν, εἰ μή τό κιβώτιον αὐτοῖς πάντως διανοιχθῇ. Οὐκ ἔστι δέ ὑπό ἀνθρωπίνης σοφίας ἀνοιχθῆναι τοῦτό ποτε, διό καί μένει ἄγνωστος πᾶσιν ἀνθρώποις τοῖς ἐν τῷ κόσμῳ ὁ ἐναποκείμενος ἐν αὐτῷ πλοῦτος τοῦ Πνεύματος. Καί καθάπερ κἄν αὐτό τό κιβώτιον ὅλον ἐπί τῶν ἑαυτοῦ ὤμων ἀναλαβών ἐπιφέρηται ἄνθρωπος, τόν ἐναποκείμενον ἐν αὐτῷ ἀγνοεῖ θησαυρόν, οὕτω κἄν πάσας ἀναγνῷ καί ἐκστηθίσηται ὁ ἄνθρωπος τάς Γραφάς καί ὡς ἕνα ψαλμόν περιφέρῃ αὐτάς, τήν ἐγκεκρυμμένην ἐν αὐταῖς τοῦ Ἁγίου Πνεύματος δωρεάν ἀγνοεῖ. Οὔτε γάρ διά τοῦ κιβωτίου τά ἐν τῷ κιβωτίῳ, οὔτε διά τῆς Γραφῆς τά ἐν τῇ Γραφῇ δῆλα καθίστανται. Καί πῶς, ἄκουσον.

Βλέπεις κιβώτιον μικρόν, κεκλεισμένον πάντοθεν ἀσφαλῶς καί, ὅσον ἀπό τοῦ βάρους καί τῆς ἔξωθεν εὐπρεπείας αὐτοῦ, ὑπολαμβάνεις ἤ καί ἴσως παρά τινων ἀκούων πιστεύεις ἔνδοθεν ἔχειν αὐτό θησαυρόν, ὅ καί ἄρας μετά σπουδῆς πορεύῃ· τί οὖν σοι ἔσται, εἰπέ μοι, τό ὄφελος, ἐάν ἐσφραγισμένον αὐτό καί κεκλεισμένον ἀεί περιφέρῃς καί οὐκ ἀνοίξῃς; Οὐ θεάσῃ ποτέ, ἔτι ζῶν, τόν ἐν αὐτῷ θησαυρόν, οὐκ ἴδῃς τῶν ἐν αὐτῷ λίθων τήν διαύγειαν, τῶν μαργαριτῶν τήν λαμπρότητα, τοῦ χρυσοῦ τήν ἀστράπτουσαν αἴγλην. Τί σοι τό ὄφελος, ἐάν ἐξ αὐτῶν οὐ καταξιωθήσῃ λαβεῖν κἄν ὀλίγον καί ὠνήσασθαί τι τῶν πρός διατροφήν ἤ ἔνδυσιν, ἀλλά περιφέρεις μέν, ὡς εἴπομεν, ἐσφραγισμένον τό κιβώτιον δι’ ὅλου, πολλοῦ καί πολυτίμου πεπλησμένον τοῦ θησαυροῦ, αὐτός δέ σύ λιμῷ καί δίψῃ καί γυμνότητι κατατρύχῃ; Πάντως οὐδέν.

Ταῦτά μοι καί ἐπί τῶν πνευματικῶν ὑπολάμβανε ἀδελφέ. Νόει μοι οὖν κιβώτιον τό Χριστοῦ Εὐαγγέλιον καί τάς λοιπάς θείας Γραφάς, ἐχούσας ἐν αὐταῖς ἐγκεκλεισμένην καί ἐσφραγισμένην τήν αἰώνιον ζωήν καί σύν αὐτῇ τά ἐν αὐτῇ ἄρρητα καί αἰσθητοῖς ὄμμασι μή καθορώμενα αἰώνια ἀγαθά κατά τήν τοῦ Κυρίου φωνήν· «Ἐρευνᾶτε τάς Γραφάς, ὅτι ἐν αὐταῖς ἐστιν ἡ ζωή ἡ αἰώνιος». Ἄνθρωπον δέ τόν ἄραντα τό κιβώτιον ὑπόθου μοι εἶναι τόν τάς Γραφάς πάσας ἀποστηθίσαντα καί ἐπί στόματος ἀεί ταύτας ἐπιφερόμενον. Ἐπιφέρεται οὖν αὐτάς ὡς ἐν κιβωτίῳ τῷ μνημονευτικῷ τῆς ψυχῆς, ἔχοντι τάς ἐντολάς τοῦ Θεοῦ ὡς λίθους τιμίους, ἐν αἷς ὑπάρχει ἡ ζωή ἡ αἰώνιος - οἱ γάρ τοῦ Χριστοῦ λόγοι φῶς εἰσι καί ζωή εἰσιν, ὡς αὐτός οὗτός φησιν· «Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τήν ζωήν»-, σύν ταῖς ἐντολαῖς δέ ὡς μαργαρίτας τάς ἀρετάς. Ἀπό γάρ τῶν ἐντολῶν αἱ ἀρεταί, ἐκ δέ τούτων ἡ ἀποκάλυψις τῶν μυστηρίων, τῶν ἐν τῷ γράμματι ἀποκεκρυμμένων καί κεκαλυμμένων. Διά γάρ τῆς ἐκπληρώσεως τῶν ἐντολῶν ἡ ἐργασία τῶν ἀρετῶν, διά δέ τῆς πράξεως τῶν ἀρετῶν ἡ πλήρωσις τῶν ἐντολῶν γίνεται, καί οὕτω διά τούτων ἀνοίγεται ἡμῖν ἡ θύρα τῆς γνώσεως, μᾶλλον δέ οὐ διά τούτων, ἀλλά διά τοῦ εἰπόντος· «Ὁ ἀγαπῶν με τάς ἐντολάς μου τηρήσει καί ὁ Πατήρ μου ἀγαπήσει αὐτόν καί ἐγώ ἐμφανίσω αὐτῷ ἐμαυτόν». Ὅταν οὖν ἐνοικήσῃ καί ἐμπεριπατήσῃ ὁ Θεός ἐν ἡμῖν καί ἐμφανίσῃ αὐτός ἑαυτόν αἰσθητῶς ἡμῖν, τότε καί γνωστῶς καθορῶμεν τά ἐν τῷ κιβωτίῳ ἤγουν τά ἐν τῇ θείᾳ Γραφῇ ἐγκεκρυμμένα θεῖα μυστήρια. Ἄλλως δέ οὐκ ἔνι, μηδείς πλανάσθω, διανοιγῆναι τήν κιβωτόν τῆς γνώσεως καί τῶν ἐν αὐτῇ ἀγαθῶν ἀπολαῦσαι ἤ ἐν μετοχῇ καί θεωρίᾳ γενέσθαι αὐτῶν. Ποίων δέ καί τίνων φημί ἀγαθῶν; Ἀγάπης τελείας, τῆς πρός τόν Θεόν δηλονότι καί τόν πλησίον, καταφρονήσεως τῶν ὁρωμένων ἁπάντων, τό νεκρωθῆναι τήν σάρκα καί τά μέλη ταύτης τά ἐπί γῆς μέχρι καί ἐπιθυμίας κακῆς, ἵνα ὥσπερ ὁ νεκρός ὅλως οὐ λογίζεται οὐδέ αἰσθάνεταί τινος, οὕτω καί ἡμεῖς αὐτοί μηδεμίαν ἔννοιαν ἐπιθυμίας κακῆς ἤ ἐμπαθοῦς αἰσθήσεως ὅλως ἐννοῶμέν ποτε ἤ ἐπαισθανώμεθα τοῦ κακοῦ τῆς τυραννώδους ὀχλήσεως, μόνον δέ τῶν ἐντολῶν μνημονεύωμεν τοῦ Σωτῆρος Χριστοῦ· ἔτι δέ ἀθανασίας, ἀφθαρσίας, δόξης ἀϊδίου, ζωῆς αἰωνίου, βασιλείας οὐρανῶν, υἱοθεσίας διά τῆς ἀναγεννήσεως τοῦ Ἁγίου Πνεύματος καί τό γενέσθαι ἡμᾶς θεούς θέσει τε καί χάριτι, χρηματίσαι τε κληρονόμους Θεοῦ, συγκληρονόμους δέ Χριστοῦ, καί συνάμα τούτοις τόν νοῦν Χριστοῦ κτήσασθαι καί δι’ αὐτοῦ ἰδεῖν τόν Θεόν καί Χριστόν αὐτόν ἐνοικοῦντα κατά τήν Θεότητα και ἐμπεριπατοῦντα γνωστῶς ἐν ἡμῖν.

Τούτων οὖν ἁπάντων καί τῶν ὑπέρ τούτων ἀρρήτων καί ἀνεκφράστων οἱ τάς ἐντολάς ἀκούοντες τοῦ Θεοῦ καί ποιοῦντες αὐτάς, διά τῆς ἀνοίξεως ἧς ἔφαμεν κιβωτοῦ, ἤγουν διά τῆς ἀποκαλύψεως τῶν νοερῶν ὀφθαλμῶν καί τῆς θέας τῶν ἐν τῇ θείᾳ ἐγκεκρυμμένων Γραφῇ, ἀξιοῦνται καί πλουσίως ἐπαπολαύουσιν. Οἱ δ’ ἄλλοι, ἄγνοιαν ἔχοντες τῶν εἰρημένων ἁπάντων καί ἀπειρίαν, ἄγευστοί εἰσι τῆς τούτων γλυκύτητος, τῆς τούτων ἀθανάτου ζωῆς, ἐπερειδόμενοι τῇ μαθήσει μόνῃ τῶν Γραφῶν· οὕς καί καταδικάζουσα καί κατακρίνουσα μᾶλλον αὕτη ἐν τῇ ἐξόδῳ ἔσται ἤ τούς μηδόλως τῶν Γραφῶν ἀκηκοότας. Ἐκ γάρ τῶν τοιούτων τινές ἀπό ἀγνοίας πλανώμενοι πάσας στρεβλοῦσι τάς θείας Γραφάς, μεθερμηνεύοντες αὐτάς κατά τάς ἐμπαθεῖς ἐπιθυμίας αὐτῶν, συνιστάνειν θέλοντες ἑαυτούς, ὅτι δή καί δίχα τῆς ἀκριβοῦς τῶν ἐντολῶν τοῦ Χριστοῦ φυλακῆς σωθῆναι μέλλουσιν, ἀπαρνούμενοι τήν δύναμιν ὅλως τῶν ἁγίων Γραφῶν.

Καί εἰκότως· τά γάρ ἐσφραγισμένα καί κεκλεισμένα, τά πᾶσιν ἀνθρώποις ἀθέατά τε καί ἄγνωστα, διανοιγόμενα δέ ὑπό μόνου τοῦ Ἁγίου Πνεύματος καί οὕτως ἀποκαλυπτόμενα θεατά γινόμενα ἡμῖν καί γνωστά, πῶς ἄρα εἰδέναι ἤ γνῶναι ἤ κἄν ποσῶς ἐννοῆσαί ποτε ἐξισχύσουσιν, οἱ τήν παρουσίαν τοῦ Ἁγίου Πνεύματος, τήν ἔλλαμψιν, τόν φωτισμόν, τήν ἐνοίκησιν τής εἰς αὐτούς, μηδέποτε γνῶναι λέγοντες; Πῶς ἐν καταλήψει γένωνται τῶν τοιούτων μυστηρίων, οἱ μηδόλως ποτέ ἐν ἑαυτοῖς ἐπεγνωκότες γενομένην τήν ὑπ’ αὐτοῦ ἀναχώνευσιν, τήν ἀνακαίνισιν, τήν ἀλλοίωσιν, τήν ἀνάπλασιν, τήν ἀναγέννησιν; Οἱ δέ μήπω βαπτισθέντες ἐν Πνεύματι ἁγίῳ, τήν ἀλλοίωσιν τῶν βαπτισθέντων ἐν τούτῳ πῶς εἰδέναι δύνανται; Οἱ μή γεννηθέντες ἄνωθεν, τῶν γεννηθέντων ἐκεῖθεν - καθώς εἶπεν ὁ Κύριος - τήν δόξαν πῶς ἴδωσι, τῶν ἐκ Θεοῦ γεννηθέντων καί τέκνων γενομένων Θεοῦ; Οἱ μή τοῦτο παθεῖν ἐθελήσαντες, ἀλλά δι’ ἀμελείας ταύτην προσαπολέσαντες - καί γάρ ἔλαβον ἐξουσίαν τοῦ γενέσθαι τοιοῦτοι - , ποίᾳ γνώσει δυνηθῶσιν, εἰπέ μοι, κατανοῆσαι ἤ κἄν ὁπωσοῦν ἐννοῆσαι ἰσχύσωσιν, οἷοι ἐκεῖνοι ἐχρημάτισαν;

Πνεῦμά ἐστιν ὁ Θεός ἀόρατον, ἀθάνατον, ἀπρόσιτον, ἀκατάληπτον, καί τοιούτους ποιεῖ τούς ἐξ αὐτοῦ γεννωμένους, ὁμοίους τῷ γεγενηκότι Πατρί, σώματι μόνῳ ληπτούς ὄντας καί ὁρατούς, τά δ’ ἄλλα μόνῳ Θεῷ γινωσκομένους καί Θεόν μόνον γινώσκοντας, μᾶλλον δέ μόνῳ Θεῷ βουλομένους γινώσκεσθαι, πρός ὅν καί βλέπειν ἀεί ἐφίενται καί ὑπ’ αὐτοῦ γλίχονται ὁρᾶσθαι. Ἄλλως δέ, καθάπερ οἱ ἄπειροι τῶν γραμμάτων ἴσον τοῖς ἐμπείροις τάς βίβλους ἀναγινώσκειν οὐ δύναται, οὕτως οὐδέ οἰ μή διά πράξεως τάς τοῦ Χριστοῦ ἐντολάς διελθεῖν ἐθελήσαντες, ἴσον τῶν εἰς αὐτάς ἐπαγρυπνησάντων καί πεπληρωκότων αὐτάς καί ὑπέρ αὐτῶν τό αἷμα κεκενωκότων τό ἴδιον, ἰσχύσουσιν, ὡς ἐκεῖνοι, τῆς τοῦ Ἁγίου Πνεύματος ἀποκαλύψεως ἀξιωθῆναί ποτε. Ὥσπερ γάρ ὁ βιβλίον ἐσφραγισμένον καί κεκλεισμένον λαβών ἄνθρωπος οὐ δύναται τά ἐν αὐτῷ γεγραμμένα ἰδεῖν ἤ ὁποῖά εἰσιν ἐννοῆσαι ἕως ἐσφραγισμένον ἐστί τό βιβλίον, κἄν πᾶσαν τήν σοφίαν τοῦ κόσμου μεμάθηκεν, οὕτως οὐδέ ὁ πάσας τάς θείας Γραφάς, ὡς εἴπομεν, ἐπί στόματος ἔχων δυνήσεταί ποτε τήν ἐν αὐταῖς ἐγκεκρυμμένην μυστικήν καί θείαν δόξαν ὁμοῦ καί δύναμιν γνῶναι καί κατιδεῖν, εἰ μή πάσας διέλθῃ τάς ἐντολάς τοῦ Θεοῦ καί τόν Παράκλητον λάβῃ μεθ’ ἑαυτοῦ, διανοίγοντα τούς λόγους αὐτῷ ὡς τό βιβλίον καί τήν ἐν αὐτοῖς ἐπιδεικνύοντα δόξαν μυστικῶς, οὐ μήν ἀλλά καί τά ἐν τούτοις ἀποκεκρυμμένα τοῦ Θεοῦ ἀγαθά σύν αὐτῇ τῇ ταῦτα βλυζούσῃ αἰωνίᾳ ζωῇ ἀποκαλύπτοντα, ἅ πᾶσι τοῖς καταφρονηταῖς καί ἀμελεστέροις κεκαλυμμένα ὑπάρχει καί ἀφανῆ τό καθόλου. Καί εἰκότως· ἐπειδή γάρ τάς αἰσθήσεις αὐτῶν πάσας εἰς τήν τοῦ κόσμου ματαιότητα προσήλωσαν καί τοῖς τερπνοῖς τοῦ βίου καί ταῖς ὡραιότησι τῶν σωμάτων προσπάσχουσι, σκοτεινόν τό τῆς ψυχῆς ὀπτικόν περιφέροντες, πρός τά νοητά κάλλη τῶν ἀπορρήτων τοῦ Θεοῦ ἀγαθῶν ἰδεῖν καί ἀναβλέψαι οὐ δύνανται.

Καί καθάπερ ὁ ἀσθενῶν τάς ὄψεις τοῦ σώματος οὐ δύναται κἄν ποσῶς εἰς ἡλιακήν ἀκτῖνα τρανότερον λάμπουσαν ἀποβλέψαι, ἀλλ’ εἰ καί πρός αὐτήν ἀτενίσει, τέλεον εὐθύς καί ὅπερ κέκτηται φῶς προσαπόλλυσιν, οὕτω δή καί ὁ τά τῆς ψυχῆς ὄμματα ἀσθενῆ καί τάς αἰσθήσεις αὐτάς ἐμπαθεῖς ἔχων, ἀπαθῶς καί βλάβης ἐκτός κάλλος ἤ ὡραιότητα σώματος καί κατανοῆσαι οὐ δύναται, ἀλλά καί ἥνπερ πρό τούτου εἰρήνην εἶχε τῶν λογισμῶν καί γαλήνην τῆς πονηρᾶς ἐπιθυμίας, καί αὐτήν χρονίζων ἐν τῇ μελέτῃ τοῦ πάθους ἀπόλλυσι. Τοιγαροῦν οὐδέ τήν ἑαυτοῦ ἀσθένειαν ὁ τοιοῦτος καταμαθεῖν ὅλως δύναται. Εἰ γάρ ἀσθενεῖν ἑαυτόν πεποίηκεν, ἐπίστευσεν ἄν ὅτι εἰσί τινες ὑγιαίνοντες ἕτεροι, καί ἴσως ἐμέμψατο ἑαυτόν ποτε ὡς αἴτιον αὐτόν ἑαυτῷ χρηματίσαντα καί τά πρός ἀπαλλαγήν ταύτης ἐφρόντισε. Νυνί δέ τούς πάντας ἔχων ἐμπαθεῖς ὁ τοιοῦτος, αὐτοῖς ἑαυτόν ἐξισοῖ καί ἀδύνατον λέγει εἶναι τό ὑπέρ τούς πάντας γενέσθαι αὐτόν. Τί τοῦτο; Ἵνα συναποθάνῃ τῷ πάθει, μή θέλων τοῦ τοιούτου κακοῦ ἀπαλλαγῆναι ὁ ἄθλιος. Εἰ γάρ ἠβουλήθη, ἴσχυσεν ἄν, ὡς ἐκ Θεοῦ τό δύνασθαι εἰληφώς. Ὅσοι γάρ εἰς τό ὄνομα αὐτοῦ ἐβαπτίσθημεν, ἐξουσίαν ἐλάβομεν παρ’ αὐτοῦ τήν πρῴην δυσγένειαν τῆς φθορᾶς ὡς ἱμάτιον παλαιόν ἀποδύσασθαι καί υἱοί Θεοῦ χρηματίσαι καί τόν Χριστόν ἐπενδύσασθαι.

Ἀλλά μή γένοιτο ἡμᾶς, ἀδελφοί, ἐξομοιωθῆναι τοῖς οὕτω ἔχουσι καί τοιαῦτα φρονοῦσι, κεχερσωμένοις οὖσι καί χοϊκοῖς. Γένοιτο δέ ἐξακολουθῆσαι Χριστῷ, τῷ ὑπέρ ἡμῶν ἀποθανόντι καί ἐγερθέντι καί εἰς οὐρανούς ἡμᾶς ἀνυψώσαντι, καί αὐτοῦ τοῖς ἴχνεσιν ἀεί ἕπεσθαι, καθαιρομένους διά τῆς μετανοίας τοῦ σπίλου τῆς ἁμαρτίας καί ἐπενδυομένους τόν φωτεινόν χιτῶνα τῆς ἀφθαρσίας τοῦ Πνεύματος ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος ΚΕ΄. Περί ἀλλοιώσεως ψυχῆς τε καί σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καί τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν.
Προηγούμενο: Λόγος ΚΓ΄. Περί μετανοίας καί φόβου Θεοῦ. Καί ὁποῖον ἀγῶνα ἔχει ψυχῆς καί πόνον καρδίας ὁ μετά συντετριμμένου τοῦ πνεύματος μετανοῶν. Καί τίνα εἰσίν ἅ λέγει καί πρός τόν φιλάνθρωπον Κύριον εὔχεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος