Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Κστ΄. Περί ἀρχῆς βίου λίαν ἐπωφελοῦς καί σωτηρίου, ἁρμοζούσης τοῖς ἄρτι τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀποτασσομένοις καί πρός τόν μοναδικόν ἀποτρέχουσι βίον. Καί διδασκαλίας εἰς ἀρχαρίους λυσιτελεστάτη.
Προηγούμενο: Λόγος ΚΔ΄. Περί γνώσεως πνευματικῆς. Καί ὅτι ὁ ἐγκεκρυμμένος τοῦ Πνεύματος θησαυρός ἐν τῷ γράμματι τῆς θείας Γραφῆς οὐ πᾶσιν εὔδηλός ἐστι καί τοῖς βουλομένοις, ἀλλά μόνοις τοῖς τόν διανοίγοντα τόν νοῦν κτησαμένοις εἰς τό συνιέναι τάς Γραφάς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΚΕ΄. Περί ἀλλοιώσεως ψυχῆς τε καί σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καί τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν.

Ἀδελφοί καί πατέρες, ὀφείλει ὁ μοναχός μή μόνον τάς ἐν τῇ ψυχῇ γινομένας ἀλλοιώσεις καί μεταβολάς ἐπίστασθαι καί νοεῖν, ἀλλά καί τάς αἰτίας αὐτῶν, ὁποῖαί ποτ’ ἄν ὦσι καί πόθεν ἐν αὐτῷ συμβαίνουσι γίνεσθαι. Ποτέ μέν γάρ αἰφνίδιος γίνεται χαρά τῇ ψυχῇ, ποτέ δέ λύπη ταύτῃ ὡσαύτως ἐπέρχεται καί βάρος σφοδρόν. Καί ποτέ μέν εὐκατάνυκτος γίνεται, ποτέ δέ σκληραίνεται ἡ αὐτή καί ὡς λίθος πεπώρωται. Ἄλλοτε πάλιν πραεῖα καί ταπεινή γίνεται καί μετά μικρόν μετέωρος καί θυμώδης καί λυσσῶσα πρός πάντας τούς ἀδελφούς. Καί ποτέ μέν χαύνη καί ῥᾴθυμος καί ἀπρόθυμος εἰς πᾶν ἔργον ἀγαθόν γίνεται, ποτέ δέ διεγηγερμένη καί γρηγοροῦσα καί πρόθυμος εἰς πᾶσαν ὑπακοήν, ὡς καί τούς συνόντας σκώπτειν καί διεγείρειν πρός τό καλόν. Καί ποτέ μέν συνεσταλμένη ὑπάρχει καί εὐλαβής, ποτέ δέ διακεχυμένη καί ἀναιδής. Καί ποτέ μέν τῶν ἀπόντων ἀγαπητικῶς μεμνημένη καί προσκαλουμένη πρός ἑαυτήν, ποτέ δέ οὐδέ ἐκείνους οὐδέ τούς συνόντας βούλεται καθορᾶν. Καί ποτέ μέν συμπνιγομένη ἐφ’ ἑαυτήν γίνεται, ὡς καί τήν ζωήν αὐτῆς ἀπολέγεσθαι, ποτέ δέ ἐπί τοσοῦτον πλατυνομένη καί ἡ ἀγαλλίασις ἐν ταύτῃ πληθύνεται, ὡς μηδέ ἐπισχεῖν δυναμένη ἑαυτήν, εἰ καί τοῦτο βιάζεται.

Ταῦτα μέν οὖν πέφυκε γίνεσθαι περί τάς φυσικάς κινήσεις τῆς ψυχῆς καί τοῦ σώματος, ὁπόταν ἐναγωνίως ἔχωμεν περί τήν ἐργασίαν τῆς ἀρετῆς καί τῶν ἐντολῶν τήν ἐκπλήρωσιν. Ἀλλά καθάπερ οὕτως ἀλλοιοῦται τά τῆς ψυχῆς, τόν αὐτόν τρόπον καί τά τοῦ νοός ἀλλοιοῦται ἡμῶν καί οὕτω πως μεταβάλλεται. Ποτέ μέν γάρ ὀξύς εἰς τό νοῆσαί ἐστι καί ὀξύτερος εἰς τό τά νοούμενα ἤτοι βλεπόμενα παρ’ αὐτοῦ διελθεῖν καί διακρῖναι συντόμως, ποτέ δέ ἀργός πρός τά ἀμφότερα γίνεται καί βραδύς. Καί ποτέ μέν ὁ αὐτός ἄνους οἱονεί καί ἄλαλος γίνεται καί κωφός, ποτέ δέ εὔνους τις καί εὔλαλος, ἀκουστικός τε ἅμα καί συνετός. Καί ποτέ μέν τυφλός, ποτέ δέ ὁρατικός, εἰς βάθος καί ὕψος θεωρίας ὑπέρ τό μέτρον τῆς ἀνθρωπίνης φύσεως εἰσελθεῖν βιαζόμενος. Καί ποτέ μέν ἁπλοῦς πρός πᾶσαν θεωρίαν ἐστί καί ἐλεύθερος, μή μεμνημένος ὅλως τῶν ἔμπροσθεν αὐτοῦ γεγονότων κακῶν μηδέ τι τούτων ἐννοῶν τό καθόλου, ποτέ δέ ποικίλος, οἱονεί τά μή γινόμενα ἐννοῶν καί ἐπινοῶν καί πονηρευόμενος· καί ὥσπερ φλόξ ἐν ὑγροῖς ξύλοις ὑπό καπνοῦ συμπνιγομένη γίνεται, πονηρευόμενος οὐκ εἰς τούς παρόντας μόνους, ἀλλά δή καί περί τινων ἀπόντων πολλάκις μάταια καί ψευδῆ ἀναπλάττει ἐν ἑαυτῷ ἐνθυμήματα· ἔνθεν τοι καί τῆς καρδίας πολλά λυπουμένης καί μή συντιθεμένης εἰς τά τοιαῦτα τῷ νῷ, οὐδέν οὐδαμῶς ὠφελῆσαι δύναται, οὐδέ ἀποστῆσαι αὐτόν τῶν ματαίων συλλογισμῶν.

Καί ταῦτα μέν περί τε τῶν ἀλλοιώσεων τοῦ νοός καί τῆς νοερᾶς ἡμῶν καί θείας ψυχῆς. Αἱ δέ γινόμεναι ἡμῖν περί τό σῶμα ἀνωμαλίαι, εἰ καί δοκοῦσιν εἶναι εὐδιάγνωστοι καί ῥᾳδίως ἡμῖν ἐπιγινωσκόμεναι, ἀλλ’ οὐχ οὕτως ἔχει. Πολλή γάρ ἐν τούτῳ μάλιστά ἐστιν ἡ ἐκ φύσεως ὡς ἐπί τό πλεῖστον μεταβολή. Ἡ μέν γάρ ψυχή ἄτρεπτος τῇ φύσει καί τῇ οὐσίᾳ ἐστίν, ὡσαύτως δέ καί ὁ νοῦς ταύτῃ συνάμα παρά τοῦ Κτίστου γεγένηται, μόνῃ δηλαδή τῇ προαιρέσει ἀγόμενα καί τῷ ἰδίῳ θελήματι ἀρετῆς ἤ κακίας ἐπιλαμβανόμενα, τουτέστι φωτός ἤ σκότους συγκοινωνοί αἰωνίως καί κληρονόμοι καθίστανται, ἡ ψυχή, φημί, καί ὁ νοῦς ἑνί τούτων προαιρέσει, ὡς εἴρηται, καί θελήματι ἑκουσίως κολλώμενα, εἴτε τῷ ἀγαθῷ τά ἀγαθά γίνονται, εἴτε τῷ πονηρῷ καί πονηρά χρηματίζουσι. Τό δέ γε σῶμα καί τῇ φύσει τρεπτόν, ὅτι καί σύνθετον, καί τῇ οὐσίᾳ ῥευστόν, ὅτι ἐξ ὕλης φθαρτῆς ἔκτισται καί ῥευστῆς, τήν σύγκρασιν ἔχον ἤτοι τήν σύστασιν ἐκ τῶν ἐναντίων πρός ἑαυτά. Ἐκ θερμοῦ γάρ καί ψυχροῦ, ὡς φασίν οἱ περί ταῦτα σοφοί καί ἡ ἀλήθεια ἔχει, ἐκ ξηροῦ τε καί ὑγροῦ ἡ οὐσία τούτου ἐστί. Πλήν αὐτό καθ’ ἑαυτό ἐστέρηται καί προαιρέσεως καί θελήσεως, εἰ χρή δέ εἰπεῖν καί κινήσεως, εἰ μή τι πάντως τήν τούτου ῥεῦσιν καί τό χωροῦν εἰς φθοράν κίνησίν τις εἴπῃ τῆς αὐτοῦ ὑποστάσεως φυσικήν, ἥτις ἐστίν ἄλογος· εἰ δέ ἄλογος αὕτη, δῆλον ὅτι καί ἀναμάρτητος καί παρά Θεοῦ ἀκατάκριτος. Καί εἰκότως· ὅς γάρ τῇ φύσει παρέπεται, τοῦτο καί καταδίκης ἐκτός. Πύρωσιν δέ καί ἐπιθυμίαν γάμου, συνουσίας μίξιν, ἡδονήν, γαστριμαργίαν, λαιμαργίαν, πολυυπνίαν, ἀργίαν, στολισμόν ἱματίων καί τἆλλα πάντα ἅπερ, ὡς οἱ πολλοί νομίζουσι, τό σῶμα ἐπιζητεῖ, οὐ τό σῶμα, ὡς οὐδέ ὅτε νεκρόν, ἀλλ’ ἡ ψυχή διά τούτου ταῦτα ἐπιζητεῖ ἡδυνομένην, ἅπαξ τῷ πηλῷ συγκραθεῖσα καί οἵα δή σῦς ἐν τῷ βορβόρῳ ταύτης ἐγκυλινδεῖσθαι θέλουσα τῶν ἡδονῶν πως, τῆς συγκραθείσης αὐτῇ γλιχομένη σαρκός. Μηδείς οὖν πρός ταῦτα ὑπό τοῦ ἰδίου σώματος συνωθεῖσθαι καί καταναγκάζεσθαι ὑπολάβοι· οὐκ ἔστι τοῦτο. Ἀλλά πῶς; ἄκουε συνετῶς.

«Ἔπλασεν ὁ Θεός τόν ἄνθρωπον, χοῦν λαβών ἀπό τῆς γῆς». Ἰδού ἐγώ ἔδειξά σοι τό σῶμα, δεῖξον οὖν μοι καί σύ ποῖα τά πάθη τά ἐν αὐτῷ· ἀλλ’ οὐδέν οὐκ ἔχεις ὅλως εἰπεῖν. Εἶτα τί; «Καί ἐνεφύσησεν εἰς τό πρόσωπον αὐτοῦ Κύριος ὁ Θεός, καί ἐγένετο ἄνθρωπος εἰς ψυχήν ζῶσαν» καί ἀνέστη ἀπό τῆς γῆς καί περιεπάτει, τοῦ ἐν αὐτῷ πνεύματος κινοῦντος δηλονότι τό σῶμα δεσποτικῶς τε καί ἐξουσιαστικῶς. Πύρωσις δέ ἤ κίνησις ἤ γαστρός ἄλογος μανία καί ὄρεξις οὐδαμοῦ ἔτι ἦν, ἀλλά ἦν αὐτῷ ζωή ἀστασίαστος καί ἄλυπος διαγωγή. Ἴδωμεν οὖν μήποτε, διά τό μή εἶναι θῆλυ ἤ διά τό μή εἶναι τά πρός ἐπιθυμίαν κινοῦντα βρώματα, τούτου γε ἕνεκα ὁ ἄνθρωπος οὔτε πρός συνουσίας ἐπιθυμίαν, οὔτε πρός γαστριμαργίαν κεκίνητο· τί οὖν φησίν; «Ἐξανέτειλε ὁ Θεός πᾶν δένδρον ὡραῖον καί ἦν ὅ τε Ἀδάμ καί ἡ Εὔα ἐν τῷ παραδείσῳ γυμνοί καί οὐκ ᾐσχύνοντο». Ὁρᾷς ὅτι οὔτε τό θήλειαν εἶναι τήν Εὔαν οὔτε τό γυμνούς ἀμφοτέρους τυγχάνειν πρός σωφροσύνην παρέβλαψέ τινα ἐξ αὐτῶν; Ἀλλά καί γυμνοί ἦσαν καί οὔτε ἀλλήλους ἐγίνωσκον, οὔτε ᾐσχύνοντο, οὔτε μήν ὑπό τῆς τοῦ σώματος φύσεως πρός μίξιν ἐνήγοντο, ἀλλά μετά τήν ἁμαρτίαν καί τήν παράβασιν καί μετά τό ἔξω γενέσθαι τοῦ παραδείσου καί τοῦ Θεοῦ γυμνωθῆναι καί τῆς αὐτοῦ θείας δόξης ἀποπεσεῖν, τότε, ὡς γέγραπται, «ἔγνω Ἀδάμ τήν γυναῖκα αὐτοῦ καί συλλαβοῦσα ἔτεκε».

Τοιγαροῦν, ἀγαπητέ, ἐάν τόν Θεόν ἀγαπήσῃς γνησίως καί σύ, καί ἐμμείνῃς ἐν τῇ ἀγάπῃ αὐτοῦ, οὐχ ὑπό τινος πάθους κυριευθήσῃ ποτέ, οὐδέ ὑπό τῆς ἀνάγκης καταδυναστευθήσῃ τοῦ σώματος. Καθάπερ γάρ πρός οὐδέν τό σῶμα κινεῖσθαι δύναται δίχα ψυχῆς, οὕτως οὐδέ ἡ τῷ Θεῷ δι’ ἀγάπης ἑνωθεῖσα ψυχή συναπάγεσθαι ἰσχύει πρός τάς τοῦ σώματος ἡδονάς καί ὀρέξεις, ἀλλ’ οὐδέ πρός ἄλλας ἐπιθυμίας τινάς τῶν ὁρωμένων ἤ καί ἀοράτων πραγμάτων ὁμοῦ καί παθῶν. Δέδεται γάρ ὑπό τῆς γλυκείας ἀγάπης τοῦ Θεοῦ ἡ ὁρμή τῆς καρδίας αὐτῆς ἤ μᾶλλον εἰπεῖν πᾶσα ἡ ῥοπή τοῦ θελήματος αὐτῆς. Αὕτη οὖν συνδεθεῖσα τῷ ἑαυτῆς, ὥσπερ εἴρηται, Ποιητῇ, πῶς, εἰπέ, δύναται τῷ σώματι πυροῦσθαι ἤ ὅλως ἰδίας ἐπιθυμίας ἀποπληροῦν; Οὐδαμῶς.

Αἱ δέ φυσικῶς ἑπόμεναι καί γινόμεναι ἐν τῷ αὐτῷ σώματι μεταβολαί πρόδηλοι· συμβαίνουσι γάρ καί εἰς πάντας γίνονται τούς ἁγίους. Ποτέ μέν γάρ ὑγείαν ἄγειν λέγεται, ὅταν πρός ἑαυτάς αἱ ὗλαι μή στασιάζωσι, ποτέ δέ νόσῳ περιπίπτειν καταναγκάζεται, ὁπόταν ἕν ἀπό τῶν τεσσάρων στοιχείων ἤ πλεονάσῃ ἤ ἔλαττον ἑαυτοῦ γένηται, κατεξανιστάμενον δηλονότι τῶν ἄλλων ἤ ὑπ’ ἐκείνων μᾶλλον ἐπικρατούμενον καί αὐτοτυραννούμενον, ἐξ ὧν γίνονται ῥεύματα, ἀκρωτηριασμοί καί ὅλου ἴσως τοῦ ζῴου διαφθορά, μηδέν ἐκ τούτων παραβλαπτομένην ἡμῶν τῆς ψυχῆς, ἐπειδή τά μέν πλεῖστα τούτων ἀπό ἀκρασίας βρωμάτων καί πομάτων ἐγγίνονται, τά δέ καί ἀπό τῆς τῶν ἀνέμων καί τοῦ ἀέρος ἐναλλαγῆς. Ψυχροῦ γάρ ὄντος αὐτοῦ, τά ψυχρᾶς εἶναι φύσεως λαχόντα σώματα βλάπτονται καί ἀσθενέστερα γίνονται, ὡς ἐπί πολύ ψυχραινόμενα, τά δέ θερμῆς ὄντα κράσεως εὐκρατότερα μᾶλλον καί ἰσχυρότερα γίνονται. Ὅταν δέ θερμός πάλιν γένηται ὁ ἀήρ, τά μέν ψυχρά θάλπονται οἱοενί καί ἀναζωοῦνται, ὡς ὑπό τοῦ ἡλίου αἱ μυῖαι καί τά λοιπά ζῳύφια λαμπόμενα ὑπό τῶν ἀκτίνων αὐτοῦ καί δυνατώτερα καί εἰκινητότερα γίνονται, τά δέ θερμοτέρας ὕλης μετέχοντα ὅλως ὑπερεμπίπρανται καί ἐκλύονται καί πρός πᾶσαν πρᾶξιν καί κίνησιν ὡσαύτως ἀσθενῆ καί ἀδρανῆ γίνονται. Καί ἁπλῶς ἕκαστον κατά ἀναλογίαν τῆς ἑαυτοῦ συγκράσεως ἐν τῇ τοῦ ἀέρος ἐναλλαγῇ καί τῶν ἀνέμων ἀναλόγως καί τήν μεταβολήν ἐπιδέχεται. Ἀλλά γάρ καί δίχα τούτων ὡσαύτως ἰδιαιτέρως ἐστίν ἡ ἐκ βρώσεως καί πόσεως περιττῆς καί ἡ ἐξ ἄκρας νηστείας μεταβολή, οὐ μόνον δέ ἀλλά καί ἐκ πολυυπνίας ἤ ἀγρυπνίας καί ἐκ κόπου ἤ ἀργίας σωματικῆς μεταβολή τις γίνεται ἐν ἡμῖν. Ἄλλη δέ πάλιν ἐστίν ἡ ἐξ αὐτῆς τῆς ἐνυπαρχούσης ὕλης τῷ σώματι καί τοῦ ἐν ἡμῖν κινουμένου φυσικοῦ θερμοῦ ἀναδιδομένη καπνώδης πυρά, ὡς ὑπό ὕδατος σβεσθείσης ἀνθρακιᾶς, καί ποτέ μέν πρός μόνην τήν κεφαλήν, ποτέ δέ ἐν ὅλῳ διαχεομένη τῷ σώματι.

Ἐπί δέ πᾶσι τούτοις ἄλλος πάλιν ἐστί παραχωρήσει τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ καί Δεσπότου ἐπιφερόμενος ἡμῖν ὑπό τῶν δαιμόνων κατ’ οἰκονομικήν παίδευσιν πρός ταπείνωσιν πειρασμός. Ποῖος δή οὗτός ἐστιν; Αὐτό τό βάρος τοῦ σώματος, ὅ καί δίχα τινός ἑτέρας αἰτίας διά κενοδοξίαν μόνην ἤ ἔπαρσιν ἤ διά τό κατακρῖναι ἄλλον ἀμελῆ ἤ καί δι’ ἑτέρας πλείστας αἰτίας τῷ δαίμονι τούτῳ παραδιδόμεθα εἰς ὄλεθρον μέν τῆς σαρκός καί συντριμμόν τῆς ψυχῆς, πεῖραν δέ καί γυμνασίαν περισσοτέραν αὐτῆς καί ἵνα τό περί ἡμᾶς συμπαθές τοῦ Θεοῦ καί εὔσπλαγχνον ἐπιγνόντες, ὅλην πρός αὐτόν μεταθῶμεν ἐκ διαθέσεως τήν ἀγάπην καί πρός ἐκεῖνον ὅλον τόν πόθον κτησώμεθα.

Τοιγαροῦν καί ταῦτα οὐ πάντες ἐπίστανται, ἀλλά τάς μέν ψυχικάς ἀλλοιώσεις καί τάς μεταβολάς τάς τοῦ σώματος, οἱ μέσως πως πρός τήν ἀρετήν ἔχοντες, ἕκαστος τούτων μερικῶς τι νοεῖ, ὅτε δ’ ἄν καί συμβῇ ἐν αὐτῷ γενέσθαι τι τοιοῦτον, περί γάρ τῶν τελείως ἐσκοτισμένων οὐδείς ἡμῖν λόγος· τάς δέ γε γινομένας ἐν τῷ νοΐ μεταβολάς, ὡς εἴπομεν, καί στροφάς μόνοι οἱ ἀπαθεῖς καί τέλειοι, οἱ καθαροί τε καί ἐλεύθεροι τῇ ψυχῇ, ὡσαύτως καί τῷ νοΐ, γινώσκουσι. Καί οὐδ’ αὐτοί· οὐ γάρ ἑαυτῶν, ἀλλ’ οὗτινός εἰσιν, ἐξ ἐκείνου καί περί τούτων διδάσκονται. Ποτέ μέν γάρ, ἐκ τῶν ἀνωμαλιῶν τῶν ἐν τῷ νοΐ συμβαινουσῶν, ἡ ψυχή στενοῦται καί στυγνή γίνεται, ὑφελομένη τι τῆς προσούσης χαρᾶς, πλήν ὅμως ἀνδρισαμένη καί τόν νοῦν διανίστησι· ποτέ δέ ὁ νοῦς, ἐξ ὧν ἡ ψυχή πάσχει, συμπάσχει καί οὗτος καί ὑπό τήν νύκτα γενέσθαι καταναγκάζεται μέν, οὐ καταδέχεται δέ, βιάζεται δέ μένειν ἐν τῷ φωτί καί ἴσως διαυγάζει καί τήν ψυχήν. Ἄλλοτε ὑπό τῆς ἀνωμαλίας πάλιν τοῦ σώματος τά ἀμφότερα τυραννοῦνται σφοδρῶς, ποτέ μέν ἔξωθεν βαρούμενα καί τό μέν βάρος ἐπαισθανόμενα καί τήν εἰρηνικήν κατάστασιν σῶαν ἔχοντα, ποτέ δέ ἔσωθεν ταραττόμενα, ὡς μηδέ ἐλπίζειν τόν πάσχοντα εἰς τήν προτέραν ἐπανελθεῖν γαληνιαίαν κατάστασιν. Οὕτω τοίνυν ἡ μέν ψυχή καί ὁ νοῦς ἀπό τοῦ σώματος, ὁ δέ νοῦς ἀπό τῆς ψυχῆς πάλιν αὐτῆς καί ἡ ψυχή αὖθις ἀπό τοῦ νοός καί τοῦ σώματος πλημμελεῖ. Οὐ τά δύο δέ πάντοτε, ἡ ψυχή καί ὁ νοῦς, ἐκταράσσονται, ἀλλά καί ἐκ τούτων πάλιν ποτέ μέν ἡ ψυχή μόνη πάσχει, τοῦ νοός ἐρομένου αὐτήν· «Τί, φησίν, ἔχεις;» καί παραμυθουμένου αὐτήν, ποτέ δέ ὁ νοῦς ἐκτυφλοῦται καί συγκαλύπτεται καί ἡ ψυχή, ἐλευθέρα οὖσα, δυνάμει θείου πυρός ἐκδιώκει τόν ζόφον καί αἴρει τό κάλυμμα καί τόν νοῦν διαβλέπειν ποιεῖ.

Διά τοῦτο εἶπον, ὦ πατέρες καί ἀδελφοί, ὅτι οὐ χρή νοεῖν μόνον ἡμᾶς τάς τροπάς καί μεταβολάς καί τάς συμβαινούσας ἀλλοιώσεις ἡμῖν, ἀλλά καί εἰδέναι πόθεν αὗται καί πῶς καί ἀπό τίνων, ὁποῖοί τε πνεύουσιν ἄνεμοι λογισμῶν καί ἐκ τίνων οἱ ποταμοί κατέρχονται ἤ ἐπέρχονται τῶν παθῶν τε καί πειρασμῶν, ἵνα καί τήν οἰκίαν στηρίξωμεν ἀσφαλῶς τῆς ψυχῆς καί τό πηδάλιον εὐθύνωμεν τοῦ πλοίου καλῶς καί μή ἀτεχνῶς ἤ ἀφυῶς αὐτό μεταχειρισώμεθα. Τούτων δέ τήν γνῶσιν βίος παρέχει μετά ἀκριβείας καί κανόνος ἀπαραλείπτως ἐπιτελούμενος. Θεῖναι γάρ ὅρον ἐν ἑαυτῷ χρεών καί τύπον τόν μοναχόν καί εἰδέναι αὐτόν, πῶς ἑκάστην ἡμέραν διέρχεσθαι δεῖ, ὡς ἄν εὔδρομος πρός ἐργασίαν τῆς ἀρετῆς ᾗ καί μή ἐμποδίζηται τῇ ἀπειρίᾳ πρός τόν δρόμον αὐτῆς. Οὕτω γάρ καί ἑαυτῷ τήν ὁδόν ἐξομαλίσει τήν τραχεῖαν ὁμοῦ καί ἐπίπονον, ταύτης ἐν ἕξει τοῦ καλοῦ καί συνηθείᾳ δηλονότι γενόμενος καί Θεῷ προκόπτων καί ἀναβάσεις τιθέμενος ἐν τῇ καρδίᾳ αὐτοῦ εὐαρεστήσει, ἐκ τῶν μικροτέρων ἐπί τά μείζω καί τελεώτερα ἀνατρέχων, καί τῶν εἰρημένων ἁπάντων ἐν γνώσει γενήσεται καί πολλῶν ἄλλων διδάσκαλος ἀρετῆς χρηματίσει, φωτίζων διά τοῦ λόγου καί τοῦ βίου τούς αὐτῷ ἐντυγχάνοντας, ἅτε δή ὡς φωτισθείς καί αὐτός ἄνωθεν, καί ἀνακαλύπτων βαθέα τοῖς μετά πόθου ζητοῦσι τά βάθη μαθεῖν τά τοῦ Πνεύματος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: Λόγος Κστ΄. Περί ἀρχῆς βίου λίαν ἐπωφελοῦς καί σωτηρίου, ἁρμοζούσης τοῖς ἄρτι τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀποτασσομένοις καί πρός τόν μοναδικόν ἀποτρέχουσι βίον. Καί διδασκαλίας εἰς ἀρχαρίους λυσιτελεστάτη.
Προηγούμενο: Λόγος ΚΔ΄. Περί γνώσεως πνευματικῆς. Καί ὅτι ὁ ἐγκεκρυμμένος τοῦ Πνεύματος θησαυρός ἐν τῷ γράμματι τῆς θείας Γραφῆς οὐ πᾶσιν εὔδηλός ἐστι καί τοῖς βουλομένοις, ἀλλά μόνοις τοῖς τόν διανοίγοντα τόν νοῦν κτησαμένοις εἰς τό συνιέναι τάς Γραφάς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος