Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΚΖ΄. Περί τοῦ μή ἀμελῶς ἔχειν περί τήν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδέ καταφρονεῖν μιᾶς καί μόνης αὐτῶν, ἀλλ’ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μή ὡς καταφρονηταί ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν. Καί περί τοῦ ὑπομένειν γενναίως τούς πειρασμούς.
Προηγούμενο: Λόγος ΚΕ΄. Περί ἀλλοιώσεως ψυχῆς τε καί σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καί τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος Κστ΄. Περί ἀρχῆς βίου λίαν ἐπωφελοῦς καί σωτηρίου, ἁρμοζούσης τοῖς ἄρτι τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀποτασσομένοις καί πρός τόν μοναδικόν ἀποτρέχουσι βίον. Καί διδασκαλίας εἰς ἀρχαρίους λυσιτελεστάτη.

Ἀδελφοί καί πατέρες, πᾶς ἄνθρωπος ὁ ἄρτι τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ πᾶσιν ἀποταξάμενος, ἐπί δέ τόν βίον τοῦτον καί τό στάδιον τῶν μοναχῶν ἀποδραμών, εἴ γε διά Θεόν ἀπετάξατο καί τήν τέχνην τῶν τεχνῶν ταύτην μαθεῖν αἱρεῖται καί μή εἰς κενόν βούλεται γενέσθαι τήν ἀπό τοῦ κόσμου αὐτοῦ ἀναχώρησιν, ἐξ αὐτῆς ἀρχῆς μετά προθυμίας πάσης καί θερμοτάτης προθέσεως τά τῆς ἀρετῆς σπουδαίως ὀφείλει ποιεῖν. Καί ἵνα προπαίδειάν τινα τῶν στοιχείων τῆς ἐπιστήμης τῶν ἐπιστημῶν, λέγω δή τῆς ἡμετέρας ἀσκήσεως, τοῖς ἄρτι πρός ταύτην οἱονεί τήν σχολήν ἀπό τοῦ κόσμου παραγενομένοις ἔγγραφον παραδώσωμεν, τοιαῦτα ἐκ προοιμίων ὑποτιθέμεθα, ὡς ἐν τύπῳ, αὐτοῖς τε καί τοῖς μετ’ αὐτούς, καθώς καί αὐτοί ἀπό τῶν πατέρων ἡμῶν παρελάβομεν.

Ἰστέον οὖν ὅτι ὁ ἤδη τόν χοϊκόν ἄνθρωπον μετά τοῦ φρονήματος καί τόν ἐπουράνιον διά τοῦ μοναχικοῦ σχήματος ἐνδυσάμενος, μεσονύκτιον ὀφείλει ἀνίστασθαι πρό τοῦ ὄρθρου καί τετυπωμένην εὐχήν εὔχεσθαι, καί οὕτω μετά ταῦτα εἰς τήν δοξολογίαν μετά πάντων ἐγείρεσθαι καί νουνεχῶς καί ἐγρηγόρως πᾶσαν αὐτήν διεξέρχεσθαι, προσέχων τῇ ἀρχῇ τῆς ὑμνῳδίας μεγάλως, ἤτοι τῷ ἑξαψάλμῳ, τῇ στιχολογίᾳ, ταῖς ἀναγνώσεσιν, ἀόκνως, μή χαυνούμενος τό σῶμα καί πόδα παρά πόδα ἱστάμενος ἤ ἐπακουμβίζων τοίχοις καί κίοσιν, ἀλλά τάς μέν χεῖρας ἀσφαλῶς δεδεμένας ἔχειν ὀφείλει, τούς πόδας ἐπιστηριζομένους ἴσους τῇ γῇ, τήν δέ κεφαλήν ἀσάλευτον καί μή πρός τά ὦδε καί ἐκεῖ νεύουσαν· μή μετεωριζόμενον τόν νοῦν, ἀλλά μηδέ περιεργαζόμενον τό φρόνημα ἤ συναπαγόμενον τοῖς ἀμελεστέροις, ὁμιλοῦσιν ἀλλήλοις καί ψιθυρίζουσιν· ἀμετεώριστον δέ μᾶλλον ἔχειν τό ὄμμα καί τήν ψυχήν καί μόνῃ προσέχειν τῇ ψαλμῳδίᾳ καί τῇ ἀναγνώσει καί τῇ δυνάμει τῶν ψαλλομένων καί ἀναγινωσκομένων λόγων τῆς θείας Γραφῆς, ὅσον τό κατά δύναμιν, ἵνα μή λόγος ἐν αὐτῷ παρέλθῃ ἀργός, ἀλλ’ ἐκ πάντων αὐτῶν πιαινομένων αὐτοῦ ἡ ψυχή, εἰς κατάνυξιν καί ταπείνωσιν καί φωτισμόν ἔλθῃ θεῖον τοῦ Πνεύματος τοῦ Ἁγίου.

Παρακαλῶ οὖν ὡς ἕνα πάντας ὑμᾶς, πατέρες μου καί ἀδελφοί μου καί τέκνα, καί ταῦτα ὡς νόμον σωτήριον ὑποτίθημι, ἵνα σπουδάσητε ἕκαστος ὑμῶν βαλεῖν τοιαύτην ἀρχήν εἰς τό ἔργον τῆς ἀρετῆς ἤ μᾶλλον εἰπεῖν τοῦ Θεοῦ, δι’ οὗ καί τούς μισθούς ἀναλόγως τῶν πόνων ἡμῶν ἐξ αὐτοῦ φιλαγάθως λαμβάνομεν, ὥστε εἰ δυνατόν μή παρελθεῖν τινα ἐξ ὑμῶν ἄνευ δακρύων τήν ἀκολουθίαν καί τήν ἀνάγνωσιν. Εἰ γάρ οὕτω σεαυτόν ἐθίσεις, ὦ ἀδελφέ, εἰς τό ἔργον τοῦτο ποιεῖν, ἐν ὀλίγῳ προκόψεις καί ἀναδράμῃς εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Βιαζόμενος γάρ ἑαυτόν ἵνα μή ἄνευ δακρύων παρατρέχῃς τήν τετυπωμένην ἀκολουθίαν τῆς ἐκκλησίας, γίνῃ τοῦ καλοῦ τούτου ἐν ἕξει καί, ἐν αὐτῇ τῇ στιχολογίᾳ καί ἐν τοῖς τροπαρίοις οἷς ψάλλεις, τρέφεταί σου ἡ ψυχή, ἀναδεχομένῃ τά τούτων θεῖα νοήματα πρός ἑαυτήν, καί ἀναβιβάζεταί σου ὁ νοῦς διά τῶν λεγομένων πρός τά νοητά, καί δακρύων ἡδέως, οὕτως ἐν τῇ ἐκκλησίᾳ διάγεις, ὡς ἐν αὐτῷ τῷ οὐρανῷ μετά τῶν ἄνω δυνάμεων.

Θές οὖν καί τοῦτο σεαυτῷ νόμον, ἵνα πρό τῆς ἐσχάτης εὐχῆς μή ἐξέλθῃς ποτέ τῆς συνάξεως ἄνευ ἀνάγκης μεγάλης ἤ χρείας τοῦ σώματος, ἀλλά μένε ὡς εἴπομεν προσκαρτερῶν ἐν τῇ στάσει σου, ἐπειδή «ὁ ὑπομείνας εἰς τέλος», κατά τό γεγραμμένον, «σωθήσεται»· οὐ μόνον δέ ἀλλά πρῶτον μέν βοήθειαν λήψεται ἀνεπαισθήτως, εἶτα καί ἐν αἰσθήσει, καί μετ’ ὀλίγον ἐν φωτισμῷ ἀπό Θεοῦ Παντοκράτορος. Τελεσθείσης δέ τῆς ὀρθρινῆς δοξολογίας, εὐθύς ἐξερχόμενος μή ἄρξῃ λαλεῖν τούτῳ κἀκείνῳ καί μετεωρίζεσθαι καί ἀργολογεῖν, ἀλλ’ ἔστω σοι, μετά τό εὔξασθαι καταμόνας ἐν τῷ κελλίῳ τήν τετυπωμένην σου εὐχήν ἐν δάκρυσι καί πολλῇ προσοχῇ, ἐργασία σωματική τις, καί εὐθύς ἀπότρεχε πρός αὐτήν, εἴτε διακονίαν εἰς τήν διακονίαν, εἴτε ἐργόχειρον εἰς τό ἐργόχειρον, εἴτε ἀνάγνωσις εἰς τήν ἀνάγνωσιν. Ἀργός δέ μή θελήσῃς ὅλως καθεσθῆναι ἐν τῷ κελλίῳ σου, ἵνα μή ἡ ἀργία διδάξῃ σε πᾶν κακόν, ὅ μή θέμις εἰπεῖν. Ἀλλά γάρ μηδέ περιέρχῃ τό μοναστήριον καί τούς ἐγαζομένους ἤ διακονοῦντας περιεργάζῃ, φύλαξον δέ τήν σιωπήν καί τό ἐκ πάντων ἀπέχεσθαι, ὅπερ ἀληθής ἐστι ξενιτεία. Πρόσεχε σεαυτῷ μόνῳ καί τῷ ἐργοχείρῳ σου, οἷον δ’ ἄν ἐστι.

Καί μή εἰσέλθῃς εἰς κελλίον τινός ἄνευ τοῦ κατά Θεόν σου πατρός, εἰ μή ἀποσταλῇς ἤ παρά τοῦ προεστῶτος ἤ διακονητοῦ τῆς μονῆς. Καί ἀπελθόντος σου, σπούδασον μή εἰπεῖν ἤ ἀκοῦσαι λόγον ἔξω τῆς χρείας σου, δι’ ἥν ἐπέμφθης· ἀλλά τήν ἀπόκρισιν ποιήσας, συντόμως ὑπόστρεψον. Εἰ δέ καί διερχόμενος ἴδῃς τινά ἀδελφόν μόνον, ἤ καί μετά ἑτέρων καθήμενον καί ὁμιλοῦντα παρά καιρόν, βαλών μετάνοιαν σιωπῇ πάρελθε. Μή ἀπελθών καθεσθῇς μετ’ αὐτῶν, μνησθείς τοῦ ψαλμῳδοῦ λέγοντος· «Μακάριος ἀνήρ ὅς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καί ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καί ἐπί καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισε». Λοιμοί γάρ εἰσιν οἱ τοιοῦτοι, καθώς ὁ Παῦλός φησι· «Φθείρουσιν ἤθη χρηστά ὁμιλίαι κακαί»· εἴ τι οὖν ὁ λοιμός, τοῦτο καί ἡ φθορά. Μή τοίνυν συγκαθεσθῇς μετά ἀργολογούντων, ἀγαπητέ, μηδέ εἴπῃς· «Ἀκούσομαι τί λαλεῖτε κἀγώ», ἀλλ’ ὡς εἴρηται, βαλών μετάνοιαν πάρελθε. Φύλαξον τήν σιωπήν τήν ξενιτείαν· καί τήν μέν σιωπήν ἐν τῷ λέγειν πρός ἑαυτόν· «Τί γάρ ἔχω καί εἰπεῖν ἐγώ ἀγαθόν, ὅλος βόρβορος ὤν καί μωρός, οὐ μόνον δέ ἀλλά καί ξένος καί ἀνάξιος τοῦ λαλεῖν καί ἀκούειν ἤ συναριθμεῖσθαι μετά ἀνθρώπων;»· τήν δέ ξενιτείαν καί τό ἀπέχεσθαι ἀπό πάντων ἐν τῷ λογίζεσθαι ταῦτα καί λέγειν πρός ἑαυτόν· «Τίς εἰμι, φησίν, ἐγώ ὁ ἀπερριμένος καί εὐτελής, ὁ ἀγεννής καί πτωχός, ἵνα εἰς κελλίον εἰσέλθω τινός; οὐχί ὡς βδέλυγμα ὄντα με, ἰδών με ἀποστραφήσεται; ἆρα οὐ μή εἴπῃ· Τί δέ ὁ μιαρός οὗτος ἦλθε πρός με μιᾶναι τήν κέλλαν μου;», προτιθείς πρό τῶν ὀφθαλμῶν σου τάς ἁμαρτίας σου, καί μή ἄκροις χείλεσιν, ἀλλ’ ἀπό ψυχῆς λέγων αὐτά. Εἰ γάρ καί μή κατ’ ἀρχάς λέγειν ταῦτα ἰσχύσεις ἀπό ψυχῆς, ἀλλ’ ὅμως κατά μικρόν ἐλεύσῃ καί εἰς τοῦτο, τῆς χάριτος συνεργούσης σοι. Μόνον ἄκουσόν μου τοῦ ταπεινοῦ, μόνον βάλε εἰς ταῦτα ἀρχήν, ἀδελφέ, μόνον ἄρξαι ποιεῖν καί πράττειν καί λέγειν ταῦτα, καί οὐκ ἐγκαταλείψει σε ὁ Θεός. Ἀγαπᾷ γάρ σε σφόδρα καί θέλει σε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν καί σωθῆναι.

Οὕτω τοιγαροῦν τάς μέχρι τῆς λειτουργίας ὥρας διελθών, ἀδελφέ, εἴσελθε πάλιν εἰς τήν σύναξιν ἐν σπουδῇ καί ἐν προθυμίᾳ πολλῇ. Στῆθι καθώς ἐν τῇ ὀρθρινῇ σοι δοξολογίᾳ ὑπετυπώσαμεν, τοῦ πένθους μηδόλως λήθην ποιούμενος· στῆθι σύντρομος, ὡς τόν Υἱόν τοῦ Θεοῦ βλέπων θυόμενον διά σέ. Καί εἰ εἶ ἄξιος καί ἀπελύθης εἰς τοῦτο, πρόσελθε ἐν φόβῳ καί χαρᾷ τῶν ἀπορρήτων κοινωνήσων ἀγαθῶν. Καί μετά τήν ἐσχάτην εὐχήν ἐξελθών, εἴσελθε μετά πάντων ἐν τῇ τραπέζῃ, μή χωριζόμενος τῶν σῶν ἀδελφῶν. Καί εἰ μέν διακονεῖν ἐτάγης, παράστηθι ὡς τῷ Χριστῷ καί οὐκ ἀνθρώποις διακονῶν ἐξ εἰλικρινοῦς διαθέσεως καί ἀγάπης πᾶσιν ὡς ἁγίοις, μᾶλλον δέ ὡς αὐτῷ - καθώς εἴπομεν - διακονήσων τῷ Χριστῷ, ἕκαστον αὐτῶν περιπλεκόμενος οἱονεί τῇ ψυχῇ καί ὅλον σεαυτόν τῇ προθέσει διά τῆς ἀγάπης ἐμπαρέχων αὐτοῖς, ἐκ τοῦ διακονεῖν αὐτοῖς βεβαιούμενος καρποῦσθαι ἁγιασμόν.

Εἰ δέ καθεσθῇς ἐν αὐτῇ μετά πάντων καί σύ, ὅρα τί σοι ἐν Κυρίῳ ἐντέλλομαι, ὡς ἀγαπητῷ πατρί μου καί ἀδελφῷ, μή προπετῶς ἐκτείνῃς τήν χείρά σου ἐπί τοῖς παρακειμένοις βρώμασι τῇ τραπέζῃ πρό τοῦ ἐνάρξασθαι τούς παλαιοτέρους ἐσθίειν τῶν ἀδελφῶν σου, πρό τοῦ δοθῆναι τήν εὐλογίαν ἄνωθεν παρά τοῦ ἱερέως. Καί ἀρξάμενος συνεσθίειν τοῖς πατράσι καί ἀδελφοῖς σου, πρόσεχε σεαυτῷ καί μόνῳ ἐν συστολῇ πάσῃ καί σιωπῇ καθεζόμενος, μή ὁμιλῶν καθόλου τινί ἀλλά προσέχων τῇ ἀναγνώσει καί τρεφόμενος, ὥσπερ τό σῶμα, οὕτω καί τήν ψυχήν ἐκ τῶν θεοπνεύστων λογίων τοῦ Πνεύματος. Δεῖ γάρ σε διπλοῦν ὄντα, ἐκ ψυχῆς λέγω καί σώματος, δισσῶς καί καταλλήλως ἔχειν τήν τροφήν καί τήν τράπεζαν, καί τό μέν σῶμα αἰσθητόν ἔχοντα καί γήϊνον αἰσθητοῖς καί τοῖς ἀπό γῆς τρέφειν βρώμασι, τήν δέ ψυχήν νοεράν καί θείαν ἐπιφερόμενον νοητοῖς τρέφειν καί θείοις τῶν λόγων ἐδέσμασι.

Μή οὖν περιεργάζου τά παρατιθέμενά σοι μέρη ἐν τῇ τραπέζῃ, ποῖον τυχόν μεῖζον ἤ βραχύτατόν ἐστιν, ἀλλ’ οἷον δοθῇ σοι μετ’ εὐχαριστίας πάσης δεξάμενος φάγε, καί τοῦτο μετ’ ἐγκρατείας, φεύγων ἐν πᾶσιν τόν κόρον, ἀνάξιον ἑαυτόν δηλονότι λογιζόμενος τῆς κοινῆς τραπέζης τῶν ἀδελφῶν καί τοιαῦτα καθ’ ἑαυτόν ἐνθυμούμενος καί λέγων πρός ἑαυτόν· «Τίς εἰμι ἐγώ, ὁ εὐτελής καί ἀνάξιος, ὅτι μετά τῶν ἁγίων τούτων συγκάθεδρος καί συνέστιος γέγονα;» καί οὕτω ταῦτα λέγων ἐν ἑαυτῷ, ἔχε μόνον ἀπό ψυχῆς σεαυτόν ἁμαρτωλόν, καί καθάπερ πτωχός τις καί ῥακενδυτῶν, ἐάν μέσον ἀρχόντων καί πλουσίων λαμπράς καί πολυτελεῖς περιβεβηλημένων στολάς εὑρεθῇ, αἰσχύνεται καί συστέλλεται καί οὐδέ προσεγγίσαι τινί αὐτῶν ἤ πλησιάσαι τολμᾷ, οὕτω καί σύ διάκεισο πρός πάντας αὐτούς, τόν ἔσχατον τόπον ἀεί ἐκλεγόμενος καί αἰσχυνόμενος ἐπάνω τινος αὐτῶν τῶν ὁραθῆναι καθήμενος, ὡς ἐκείνων μέν πάντων πλουσίων ὄντων ταῖς ἀρεταῖς, σοῦ δέ πτωχοῦ καί γυμνοῦ ὑπάρχοντος καί ἀναξίου τοῦ καί ὅλως συνεῖναι καί βλέπειν αὐτούς. Ἀλλά γάρ μέλλων ἅψασθαι τῆς τροφῆς, αὖθις ταῦτα λογίζου μεμνημένος τάς ἁμαρτίας σου καί λέγε πρός ἑαυτόν· «Ἇρα γε οὐκ εἰς κρίμα μου καί κατάκριμα γένηται, εἰ ἅψομαι τῶν προκειμένων τινός; Τόν γάρ πεποιηκότα ταῦτα Θεόν καί εἰς βρῶσιν παρασχόντα ἡμῖν, τοῦτον ἐγώ νηπιόθεν παρήκουσα καί τάς ἁγίας αὐτοῦ ἐντολάς οὐκ ἐφύλαξα· καί πῶς τῶν ἀγαθῶν αὐτοῦ, ὡς οἱ πατέρες οὗτοι οἱ ἅγιοι, κἀγώ ἀνάξιος καί κατάδικος ὦν μεταλάβω; Ποίῳ προσώπῳ, ἀπό ὄψεως ὤν τοῦ Δεσπότου μου, ὁ πονηρός δοῦλος ἐγώ καί ἀγνώμων καί ἀχάριστος, πρό τοῦ μετανοῆσαί με καί τήν συγχώρησιν παρά τοῦ φιλανθρώπου Θεοῦ τελείως λαβεῖν, ὡς οἱ μή ἁμαρτήσαντες ἤ καί ἡμαρτηκότες μέν, μετανοήσαντες δέ καί τήν συγχώρησιν ἐκεῖθεν λαβόντες, φάγωμαι καί αὐτός καί πίωμαι καί συνευφρανθήσομαι τοῖς ἁγίος; Οὐδαμῶς! Ἀλλά πρός τό ζῆν με μόνον καί φάγομαι καί πίομαι καί ἐμαυτόν ἐκτήξω καί λυπήσω καί κατακρινῶ, ἵνα ἐπιβλέψας ὁ θεός ἄνωθεν καί ἰδών τήν στενοχωρίαν καί τήν ἑκούσιόν μου θλῖψιν ἐλεήσῃ καί συγχωρήσῃ μοι τά πολλά μου κακά». Ταῦτα τοιγαροῦν ἐνθυμοῦ, τούτων διηνεκῶς μέμνησο!

Πρός τούτοις τύπωσον καί ψωμόν τοσοῦτον ἐσθίειν, ὅσον τοῦ μή χορτάζεσθαί σε, ἀλλά κατά πολύ τῆς χρείας ἔλαττον καί ὅσον δύνασαι βαστάσαι· ὡσαύτως καί ἕν ἤ δύο πίνειν καυκάλια καί ταῦτα ἐν μιᾷ τεταγμένῃ τῆς ἡμέρας ὥρᾳ. Ἐσθίοντός σου δέ μή ὑπακούσῃς τῷ ὑποβάλλοντί σου λογισμῷ ἐκλέξασθαί τι τῶν προκειμένων κἀκείνου μεταλαβεῖν· ἀλλά φύλαξον μή φαγεῖν τι ὅπερ καλόν σοι ἐφάνη, μόνα δέ τά ἔμπροσθέν σου κείμενα ἔσθιε· ἀλλά καί ἐξ αὐτῶν ἐάν τύχῃ τυχόν ὀπώρα ἤ ἕτερά τινα τῶν ἐδωδίμων εἶναι καί ἀρεστόν φανῇ σοι ἕν ἐξ αὐτῶν καί εἴπῃ σοι ὁ λογισμός· «Καλόν ἐστιν ἐκεῖνο, λαβών φάγε αὐτό», σπούδασον μή ἡττηθῆναι μηδέ ἅψασθαι αὐτοῦ. Δι’ οὐδέν γάρ ἕτερον τοῦ παραδείσου ὁ Ἀδάμ ἐξεβλήθη, εἰ μή ὅτι ὡραῖος ἐφάνη καί καλός εἰς βρῶσιν ὁ καρπός τοῦ φυτοῦ, καί ἔφαγεν ἐξ αὐτοῦ· καί διά τοῦτο ἀπερρίφη καί ἐξεβλήθη καί θανάτῳ καί φθορᾷ κατεδικάσθη. Οἱ οὖν βουλόμενοι εἰς ἐκεῖνον τόν παράδεισον - μᾶλλον δέ εἰς τήν βασιλείαν τῶν οὐρανῶν - ἐπανελθεῖν, τήν ἐγκράτειαν δίχα παραβάσεως πάσης καί μέχρι τούτων φυλάττειν ὀφείλουσιν, ἵνα μή κατά μικρόν καί εἰς μείζονας ἐπιθυμίας καί βλαβεράς περιπέσωσιν. Ἐάν προτρέπωνταί σε οἱ συγκαθήμενοι ἀδελφοί τοῦ φαγεῖν ἤ πιεῖν περισσόν τι, μηδέν ἕτερον ἀποκριθῇς τινι, εἰ μή τάς χεῖράς σου δήσας καί μικρόν τι διεγερθείς καί κλίνας τήν κεφαλήν, πραείᾳ λέγε φωνῇ· «Συγχώρησον», καί ἐπί πᾶσιν οὕτω πάντοτε ἀποκρίνου καί μήτε προτιμήσῃ τινά ἐκ τῶν περισσευμάτων σου, μήτε λάβῃς ἀπό τινός τι. Μή πίνοντός σου οἶνον, μή ἐπιζητήσῃς ὅλως λαβεῖν αὐτόν, ἀλλά μηδέ ἑτέρῳ τινί ἐκ τῶν ἀδελφῶν ἐπιδώσῃς, εἰ μή που ἀπό ξένης ἐστί καί ἦλθε πρός σέ διά χρείαν τινά. Μή καταδέξῃ ποτέ μετά τινος προγεύσασθαι, μηδέ ἐν δείλῃ φαγεῖν ἤ πιεῖν ἤ ἐπιδειπνῆσαί ποτε· πάντα γάρ τά κακά ἐκ τούτων τίκτονται, καί ταῦτά εἰσι τά ἔνεδρα τοῦ διαβόλου καί αἱ παγίδες αὐτοῦ, αἵτινες καθορῶνται μέν ὡς καλαί, κεκρυμμένον δέ ἔχουσι τόν ἰόν τοῦ θανάτου ἐν αὐταῖς, ἅς ὁ πιστεύων ἡμῖν φεύξεται, καί ὁ φυλάσσων τούς λόγους ἡμῶν, τῇ συνεργείᾳ τῆς τοῦ Θεοῦ χάριτος, ἄτρωτος καί ἀβλαβής διαμένει ἐξ αὐτῶν, οἱ δέ γε λοιποί κοσμικόν βίον, ὡς οὐκ ἴσασιν, ἐν μοναχικῷ τῷ σχήματι προαιροῦνται ζῆν, οἵ καί εἰς βάραθρα καί εἰς κρημνούς καταπίπτοντες οὐκ αἰσθάνονται.

Σύ οὖν, περιπόθητε ἀδελφέ, ταῦτα φυλάξαι θέλησον, εἰ κἄν δέῃ σε καί ἀποθανεῖν· ἄλλως γάρ τόν τῆς γαστριμαργίας δαίμονα ἐκφυγεῖν οὐκ ἰσχύσεις. Ἴσθι δέ ὅτι ταῦτα φυλάσσοντός σου, μή φέρων ὁ διάβολος ὁρᾶν σε, πάντας τούς ῥαθύμους ἐξεγερεῖ κατά σου, καί καταλοιδορήσουσί σε καί γελάσουσι και φθονήσουσι καί ἐμπαίξουσι καί μυρίας θλίψεις σοι ἐπενέγκωσιν, ὅπως σε τῆς ἀγαθῆς προθέσεως καί τῶν σωτηρίων πράξεων ἀποστήσωσιν· ἅπερ ἐάν ὑπομείνῃς, ἀγαπητέ, μεγάλην ἀπό τοῦ Θεοῦ καί Σωτῆρος ἡμῶν εὑρήσεις βοήθειαν καί παράκλησιν. Τοιγαροῦν καί ἑτέρων ἐν τῷ δείπνῳ καθημένων καί ἐσθιόντων, σοῦ δέ μή ἐσθίοντος ἀλλ’ εἴτε διακονοῦντος εἴτε καί μή, μή ἐπιλάθῃ καί ταῦτα λέγων πρός ἑαυτόν· «Εἰ ἤμην πάντως μετανοήσας καί αὐτός καί τάς ἁμαρτίας μου συγχωρηθείς, ἔχαιρον ἄν κἀγώ καί μετά τῶν ἀδελφῶν μου συνήσθιον. Ἐπειδή δέ ἀνάξιον ἐμαυτόν δά τῶν αἰσχρῶν μου πράξεων, ὁ ἄθλιος, πεποίηκα, ἀπολάβω ἐνταῦθα κατά τά ἔργα μου»! καί ταῦτα λέγων κράτει γαστρός, ὅση σοι δύναμις. Πρωτοκαθεδρίαν μήποτε ζητήσεις μήτε ἐπιθυμήσεις, ἀλλά μίσησον ταύτην ἀπό ψυχῆς ὡς ὑπερηφανίας αἰτίαν καί πρόξενον οὖσαν. Ἡ γάρ ταπείνωσίς σου ὑψώσει σε, καί τό ἔσχατον εἶναί σε πάντων πρῶτον σε ἀποκαταστήσει, ἐπειδή γέγραπται· «Πᾶς ὁ ὑψῶν ἑαυτόν ταπεινωθήσεται, ὁ δέ ταπεινῶν ἑαυτόν ὑψωθήσεται».

Μετά γοῦν τό συναναστῆναί σε πάσῃ τῇ ἀδελφότητι καί ἀποδοῦναι τήν εὐχαριστίαν Θεῷ καί παρά τοῦ ἱερέως ἀπολυθῆναι, ἀπότρεχε σιωπῶν ἐν τῇ κέλλῃ σου, καί κλείσας τήν θύραν ἐπιλαβοῦ τοῦ βιβλίου. Καί ἀναγνούς ὀλίγον, εἰ μέν ἡμέραι τοῦ θέρους εἰσίν, ἀνακλίθητι ἐπί τό ψιάθιόν σου καί βραχυτάτου μετάλαβε ὕπνου - ἀπεχόμενος γάρ τοῦ κόρου καί λιτῇ χρώμενος τῇ τραπέζῃ μετά ἄρτου καί μεμετρημένου ὕδατος καί λαχάνων ἤ ὀσπρίων, ἧττον ὑπνώσεις καί θᾶττον ἐξαναστήσῃ -, εἰ δέ τοῦ χειμῶνός εἰσι, μετά τό μικρόν ἀναγνῶναι ἐπιλαβοῦ τοῦ ἐργοχείρου σου καί προσκαρτέρησον ἐν αὐτῷ ἕως οὗ τό ξύλον τήν ὑμνῳδίαν σημάνῃ τοῦ λυχνικοῦ.

Εἶτα πάλιν εἰς τήν σύναξιν εἰσελθών, στῆθι ἐν φόβῳ καί προσοχῇ ἐνώπιον τοῦ Θεοῦ, ψάλλων αὐτῷ καί ἐξομολογούμενος καί μηδενί ὁμιλῶν τό παράπαν. Καί τελεσθέντος τοῦ λυχνικοῦ, εἰ μέν ἐγκρατεύσασθαι ἰσχύσεις τοῦ μή φαγεῖν ἤ πιεῖν τό καθόλου, ἅπαξ κεκρικώς τήν ἡμέραν ἐσθίειν, εὑρήσεις οὐ τήν τυχοῦσαν ὠφέλειαν ἐν τῇ παραστάσει τῆς ἑσπερινῆς σου ἀκολουθίας καί ἐν τῇ νυκτερινῇ δεήσει καί ἀγρυπνίᾳ· εἰ δ’ οὖν ἀλλ’ ἑνί παξαματίῳ ἀρκέσθητι καί ἑνί ποτηρίῳ ὕδατος ἄνευ ἀσθενείας καί ἀτονίας στομάχου σου. Καί μετά τό συνάμα τοῖς ἀδελφοῖς σου ἀποδοῦναι τάς ἑσπερινάς εὐχάς τῷ Θεῷ, βαλών μετάνοιαν εἰς τούς πόδας τοῦ προεστῶτος ὡς εἰς αὐτούς τούς πόδας τοῦ Χριστοῦ, καί εὐχήν ἐκεῖθεν λαβών καί ἀσπασάμενος τάς ἁγίας μορφάς τῶν ἁγίων, εἴσελθε σιωπῶν μηδενί μηδαμῶς ὁμιλῶν εἰς τό κελλίον σου, καί κλείσας τάς θύρας ἐπιλαβοῦ πρῶτον τοῦ βιβλίου, καί ἀναγνούς ὡσεί τρία φύλλα προσεχῶς ἐν αὐτῷ στῆθι εἰς προσευχήν, ἡσύχως ψάλλων καί προσευχόμενος τῷ Θεῷ ὡς παρά μηδενός ἀκουόμενος. Στῆθι δέ γενναίως ἐπισυνάγων σου τούς λογισμούς καί μή ἐῶν ῥέμβεσθαι αὐτούς ἀλλαχοῦ, σφίγξον σου τάς χεῖρας, ἕνωσόν σου τούς πόδας ἐπίσης ἀσαλεύτους ἐν βάσει μιᾷ, καί τούς μέν ὀφθαλμούς μῦσον τοῦ μή πρός ἄλλο τι βλέπειν καί τόν νοῦν διασκίδνασθαι, τόν δέ νοῦν αὐτόν καί ὅλην τήν καρδίαν ἆρον εἰς οὐρανούς καί Θεόν, ἐκεῖθεν μετά δακρύων καί στεναγμῶν τόν ἔλεον ἐκκαλούμενος. Ἔστωσάν σοι δέ ψαλμοί τεταγμένοι παρά τοῦ πνευματικοῦ σου πατρός, ὅσοι ῥήματα μετανοίας καί κατανύξεως φέρουσι καί ὅσοι τῇ δυνάμει ἐξικανοῦσι καί τῇ προθέσει σου. Δεῖ γάρ σε μετρεῖν τῇ τε ἰσχύϊ και τῇ ἀνδρείᾳ σου τήν τε τῶν ψαλμῶν ὑμνῳδίαν καί τό πλῆθος τῆς γονυκλισίας καί τόν χρόνον τῆς στάσεως, ἵνα μή τήν συνείδησιν ἕξῃς εἰς ἔλεγχόν σου λέγουσαν· «Ἔτι ἦν σοι δύναμις τοῦ στῆναι καί ὑμνῆσαι καί Θεῷ ἐξομολογήσασθαι». Πρός τούτοις ἔστωσάν σοι καί εὐχαί καί αὗται τεταγμέναι πρωΐας καί ἑσπέρας, ἐξομολόγησιν ἔχουσαι πρός Θεόν. Καί τήν εὐχήν συντελέσας ἀνάγνωθι πάλιν μικρόν, εἶτα ἐπιλαβοῦ καί τοῦ ἐργοχείρου σου, καί ἕως πρώτης φυλακῆς, ἤγουν ἕως τρίτης ὥρας διανυκτέρευσον τῆς νυκτός. Εἶθ’ οὕτως ἀναστάς καί ποιήσας τόν ἄμωμον, ἀνακλίθητι σφραγισάμενος ὅλον σου τό σῶμα ἐπί τό ψιάθιον, μεταλαβών δέ ὕπνου μέχρι τοῦ μεσονυκτίου καθεξῆς ποιήσεις, ὡς ὑπετυπώθη σοι ἄνωθεν.

Ἀλλά γάρ καί τούς λογισμούς τῆς καρδίας σου τῷ πνευματικῷ σου πατρί καθ’ ὥραν, εἰ δυνατόν, ἐξαγόρευε· εἰ δέ μή, τέως ἑσπέραν μή παρέλθῃς, ἀγαπητέ, ἀλλά καί μετά τόν ὄρθρον τά συμβαίνοντά σοι πάντα, σεαυτόν ἀνακρίνων, ἐξαγόρευε. Καί πίστιν ἀδίδακτον ἔχε πρός αὐτόν, κἄν ὁ κόσμος ἅπας αὐτόν λοιδορῇ καί διασύρῃ, κἄν αὐτός σύ τοῦτον τοῖς ὀφθαλμοῖς σου θεάσῃ πορνεύοντα, μή σκανδαλισθῇς, μηδέ τήν πίστιν σου ἐλαττώσῃς τήν πρός αὐτόν, πειθαρχῶν τῷ εἰπόντι· «Μή κρίνετε καί οὐ μή κριθῆτε».

Οὕτω δέ ποιοῦντός σου καθ’ ἑκάστην καί οὕτως ἀγωνιζομένου σου, οὐ βραδύνει ὁ Θεός τοῦ ἐπισκέψασθαί σε ἄνωθεν, ἀλλ’ ἐξαποστελεῖ σοι βοήθειαν ἐξ ἁγίου αὐτοῦ κατοικητηρίου, καί ἡ χάρις τοῦ Παναγίου αὐτοῦ Πνεύματος ἐπισκιάσει σοι. Καί κατά βραχύ προκόπτων ἐπί τό ἔργον σου τήν πνευματικήν ἡλικίαν αὐξήσεις καί εἰς ἄνδρα τέλειον ἀναδράμῃς, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, φωτιζόμενος καί φωτίζων φῶς γνώσεως, δίκην ἡλίου, πάντας τούς πλησιάζοντάς σοι καί ἐντυγχάνοντας, καί δοξάζων Θεόν καί βίῳ καί λόγῳ, τόν δόντα σοι τήν δωρεάν τοῦ Ἁγίου αὐτοῦ καί ζωοποιοῦ Πνεύματος, ᾧ πρέπει δόξα εἰς τούς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: Λόγος ΚΖ΄. Περί τοῦ μή ἀμελῶς ἔχειν περί τήν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδέ καταφρονεῖν μιᾶς καί μόνης αὐτῶν, ἀλλ’ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μή ὡς καταφρονηταί ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν. Καί περί τοῦ ὑπομένειν γενναίως τούς πειρασμούς.
Προηγούμενο: Λόγος ΚΕ΄. Περί ἀλλοιώσεως ψυχῆς τε καί σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καί τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος