Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΚΘ΄. Περί τοῦ μή δεῖν λέγειν, ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τόν βουλόμενον καί τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καί ὅτι πᾶς ὁ τά ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει. Καί περί δακρύων, ὅτι ἐκ φύσεως ἡμῖν τά δάκρυα πρόσεστι.
Προηγούμενο: Λόγος ΚΖ΄. Περί τοῦ μή ἀμελῶς ἔχειν περί τήν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδέ καταφρονεῖν μιᾶς καί μόνης αὐτῶν, ἀλλ’ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μή ὡς καταφρονηταί ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν. Καί περί τοῦ ὑπομένειν γενναίως τούς πειρασμούς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΚΗ΄. Περί τῆς ἐκ τοῦ Πνεύματος ἐγγινομένης τοῖς ἀγωνιζομένοις καί πρό τοῦ θανάτου ζωοποιοῦ νεκρώσεως. Καί ὅτι οἱ ἐν τῇ χάριτι ὑπέρ τόν νόμον γενόμενοι τήν τοῦ θείου φωτός χάριν γνωστῶς ἐν ἑαυτοῖς λαμβάνουσιν· οἱ γάρ μή λαβόντες ἤδη τοῦτο τό φῶς κατά τήν παροῦσαν ζωήν, μηδέ καθορῶντες αὐτό, ἔτι ὑπό τήν σκιάν τοῦ νόμου εἰσί καί κριθήσονται ὑπ’ αὐτοῦ. Καί ὁποῖον δεῖ εἶναι τόν τε προηγούμενον καί τόν ἱερέα, τόν δεσμεῖν καί λύειν ἄνωθεν λαβόντα τήν ἐξουσίαν. Καί ὅτι τῷ ἀληθῶς ἱερουργοῦντι καί ὑπό τοῦ θείου καταλαμπομένῳ φωτός πάντες κατάδηλοι, αὐτοί τε οἱ Πνεύματι περιπατοῦντες Θεοῦ καί οἱ μήπω τόν χοϊκόν ἐκδυσάμενοι ἄνθρωπον.

Ἀδελφοί καί πατέρες, βλέπετε πῶς ἀκούετε. Φησί γάρ ὁ Χριστός καί Θεός· «Ἐρευνᾶτε τάς Γραφάς». - Ἵνα τί φησίν; Ἵνα ἐν πρώτοις μέν τήν ἐπί σωτηρίαν ἄγουσαν ὁδόν διδαχθῶμεν, ἔπειτα καί διά τῆς πράξεως τῶν ἐντολῶν ἀμεταστρέπτως βαδίσαντες, ἐπ’ αὐτην τήν σωτηρίαν τῶν ψυχῶν ἡμῶν καταντήσωμεν. Τίς οὖν ἐστιν ἡ σωτηρία ἡμῶν; Ἰησοῦς ὁ Χριστός, καθώς ὁ ἄγγελος ἐπιστάς τοῖς ποιμέσιν ἔλεγεν· «Ἰδού εὐαγγελίζομαι ὑμῖν χαράν μεγάλην, ἥτις ἔσται παντί τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστός Κύριος ἐν πόλει Δαυίδ». Σπεύσωμεν οὖν ἕκαστος ἡμῶν, ἀγαπητοί, δράμωμεν εὐτόνως μηδέν φορτικόν ἤ βιωτικόν ἤ δυσβάστακτον ἐπιφερόμενοι, ἵνα μή σχολαιότερον βαδίζειν ἐκ τούτου ἀναγκαζόμενοι, οὐ δυνηθῶμεν φθάσαι καί εἰσελθεῖν ἐν τῇ πόλει Δαβίδ. Παρακαλῶ ὑμᾶς διά τῆς ἐνεργούσης ἐν ὑμῖν χάριτος μή ἀμελῆσαι τῆς σωτηρίας ὑμῶν, ἀλλά ἀναστάντες ὡς ἐξ ὕπνου τῆς πονηρᾶς οἰήσεως καί ἀμελείας, μή στῶμεν μηδέ καθίσωμεν ἕως ἄν ἔξω τοῦ κόσμου γενώμεθα καί τόν Σωτῆρα ἡμῶν καί Θεόν εὑρόντες καί κατιδόντες ἐκεῖ, προσκυνήσωμεν αὐτῷ καί προσπέσωμεν, καί μηδέ μέχρι τουτου στῶμεν, ἀλλ’ ἕως οὗ κἀκεῖνος πρός ἡμᾶς εἴπῃ· «Ὑμεῖς οὐκ ἐστέ ἐκ τοῦ κόσμου, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου».

Πῶς δέ τις ἔρχεται εἰς τό μή εἶναι ἐκ τοῦ κόσμου; Ἐάν ἑαυτόν σταυρώσῃ τῷ κόσμῳ καί τόν κόσμον ἑαυτῷ, καθώς καί ὁ Παῦλός φησιν· «Ἐμοί κόσμος ἐσταύρωται κἀγώ τῷ κόσμῳ». Καί τί ταῦτα, φησί, πρός ἐκεῖνα συνᾴδει τά ῥήματα; - Τά μέν ῥήματα, φησίν, ἄλλα, ἡ δέ δύναμις τῶν ἀμφοτέρων μία καί ἡ αὐτή. Ὥσπερ γάρ ὁ ἔξω τῆς οἰκίας ὤν, τούς ἔνδοθεν ἐγκεκλεισμένους οὐ καθορᾷ, οὕτως οὐδέ ὁ ἐσταυρωμένος τῷ κόσμῳ ἤτοι νενεκρωμένος αἴσθησίν τινα πρός τά ἐν κόσμῳ πράγματα κέκτηται. Καί ὥσπερ πάλιν τό νεκρόν σῶμα οὔτε πρός τά ζῶντα οὔτε πρός τά σύν αὐτῷ νεκρά κείμενα σώματα τήν οἱανοῦν αἴσθησιν ἔχει, οὕτως οὐδέ ὁ ἔξω τοῦ κόσμου ἐν Πνεύματι Θείῳ γεγονώς καί σύν Θεῷ ὤν δύναται πρός τόν κόσμον αἴσθησιν ἔχειν ἤ πρός τά τοῦ κόσμου πράγματα.

Οὕτω τοιγαροῦν, ἀδελφοί, καί πρό θανάτου θάνατος καί πρό τῆς ἀναστάσεως τῶν σωμάτων ψυχῶν ἀνάστασις γίνεται ἔργῳ καί δυνάμει καί πείρᾳ καί ἀληθείᾳ. Τοῦ θνητοῦ γάρ φρονήματος ὑπό τοῦ ἀθανάτου νοός ἐξαφανιζομένου καί τῆς νεκρότητος ὑπό τῆς ζωῆς διωκομένης ἡ ψυχή τότε, ὡς ἐκ νεκρῶν ἀναστᾶσα, ἑαυτήν ὁμολογουμένως ὁρᾷ, καθάπερ οἱ ἐξ ὕπνου ἀναστάντες ἑαυτούς βλέπουσι, καί τόν αὐτήν ἀναστήσαντα ἐπιγινώσκει Θεόν, ὅν κατανοοῦσα καί ᾧ εὐχαριστοῦσα, προσκυνεῖ καί δοξολογεῖ τήν ἄπειρον αὐτοῦ ἀγαθότητα. Τό δέ σῶμα οὐκ ἔχει πρός τάς ἰδίας ἐπιθυμίας τήν οἱανοῦν ἔμπνευσιν ἤ κίνησιν ἤ ἐνθύμησιν, ἀλλά νεκρόν ὅλον καί ἄπνουν ἐν τούτοις γίνεται.

Ἔστιν ὅτε καί αὐτῶν εἰπεῖν πολλάκις τῶν κατά φύσιν ὁ ἄνθρωπος ἐπιλανθάνεται τηνικαῦτα διά τό ἐν τοῖς ὑπέρ φύσιν ἀεί ἐνδιατρίβειν νοερῶς τήν ψυχήν. Καί εἰκότως· «Πνεύματι γάρ, φησί, περιπατεῖτε καί ἐπιθυμίαν σαρκός οὐ μή τελέσητε». Νεκρά γάρ ἡ σάρξ, ὥσπερ εἴρηται, διά τῆς ἐπιφοιτήσεως γινομένη τοῦ Πνεύματος, ἀνενοχλήτους ἡμᾶς τοῦ λοιποῦ ἐάσει καί ἀνεμποδίστως βιώσετε, ἐπειδή «νόμος τῷ δικαίῳ οὐ κεῖται», κατά τόν θεῖον ἀπόστολον, ὡς ὑπέρ νόμον δηλονότι πολιτευομένῳ. «Ὅπου γάρ, φησί, Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία», ἐλευθερία ἐκ τῆς τοῦ νόμου πάντως δουλείας. Ὁ γάρ νόμος ὁδηγός καί παιδαγωγός καί χειραγωγός καί διδάσκαλος δικαιοσύνης ἐστίν ἐν τῷ λέγειν· «Ποιήσεις τό καί το» καί αὖθις· «Τό καί τό οὐ ποιήσεις», ἡ δέ χάρις καί ἡ ἀλήθεια οὐχ οὕτως, ἀλλά πῶς; «Καί ποιήσεις πάντα καί εἴπῃς κατά τήν δοθεῖσάν σοι χάριν καί λαλοῦσαν ἐν σοί» καθά γέγραπται «Καί ἔσονται πάντες διδακτοί Θεοῦ», οὐ διά γραμμάτων καί χαραγμάτων τό καλόν ἐμανθάνοντες ἀλλ’ ἐν Ἁγίῳ Πνεύματι τοῦτο ἐκδιδασκόμενοι, οὐδέ ἐν λόγῳ μόνῳ ἀλλ’ ἐν φωτί λόγου καί ἐν λόγῳ φωτός μυστικῶς τά θεῖα μυούμενοι. «Τηνικαῦτα γάρ καί ἑαυτοῖς καί τοῖς πλησίον, φησί, διδάσκαλοι ἔσεσθε, οὐ μήν ἀλλά καί φῶς τοῦ κόσμου καί ἅλας τῆς γῆς».

Οἱ οὖν πρό τῆς χάριτος ὡς ὑπό νόμον ὄντες, καί ὑπό τήν αὐτοῦ σκιάν ὑπῆρχον καθήμενοι· οἱ δέ μετά τήν χάριν καί ἡμέραν γενόμενοι, τῆς σκιᾶς ἤτοι τῆς δουλείας τοῦ νόμου ἠλευθερώθησαν, ὑπεράνω δηλονότι γεγονότες αὐτοῦ, ὡς διά κλίμακός τινος, τῆς εὐαγγελικῆς πολιτείας, εἰς ὕψος ἀρθέντες καί τῷ νομοθέτῃ συμβιοτεύοντες, νομοθέται καί αὐτοί μᾶλλον ὄντες ἤ νόμου φύλακες.

Ἆρά γε ἐστίν ὅς ἔχει ὦτα ἀκούειν, ἵνα δυνηθῇ τῶν ὑπό τοῦ Πνεύματος λεγομένων ἐνωτισθῆναι τήν δύναμιν; Ἆρα καί νῦν ἐστιν ὁ νοῦν κεκτημένος Χριστοῦ, ἵνα νοήσῃ καλῶς καί θεοπρεπῶς τά ὑπό τούτου γραφόμενα; Ἆρα καί νῦν εὑρεθήσεταί τις ἔχων λαλοῦντα ἐν αὐτῷ τόν Χριστόν, ἵνα καλῶς ἰσχύσῃ διερμηνεῦσαι τά ἐγκεκρυμμένα τοῖς λόγοις μυστήρια; «Σοφίαν γάρ λαλοῦμεν, φησίν, οὐ τοῦ αἰῶνος τούτου τήν καταργουμένην, ἀλλά σοφίαν ἐν μυστηρίῳ, τήν ἀποκεκρυμμένην» μέν τοῖς πολλοῖς, ἡμῖν δέ καί λίαν ἀποκαλυπτομένην καί γινωσκομένην, τοῖς τῷ φόβῳ τοῦ Θεοῦ στοιχειουμένοις καί ἀεί βλέπουσι πρός αὐτόν.Οὐ γάρ ὅ οὐκ οἴδαμεν λαλοῦμεν, ἀλλ’ ὅ εἴδαμεν μαρτυροῦμεν, ὅτι τό φῶς ἐν τῇ σκοτίᾳ ἤδη φαίνει καί ἐν νυκτί καί ἐν ἡμέρᾳ καί ἐντός καί ἐκτός, ἐντός μέν ἐν ταῖς καρδίαις ἡμῶν, ἐκτός δέ ἐν τῷ νοΐ περιλάμπον ἡμᾶς ἀνεσπέρως, ἀτρέπτως, ἀναλλοιώτως, ἀσχηματίστως, λαλοῦν, ἐνεργοῦν, ζῶν καί ζωοποιοῦν καί φῶς τούς λαμπομένους ἀπεργαζόμενον. Ἡμεῖς μαρτυροῦμεν ὅτι ὁ Θεός φῶς ἐστι, καί οἱ αὐτόν καταξιωθέντες ἰδεῖν πάντες ὡς φῶς ἐθεάσαντο, καί οἱ λαβόντες αὐτόν ὡς φῶς αὐτόν ἔλαβον, ὅτι προπορεύεται ἔμπροσθεν αὐτοῦ τό φῶς τῆς δόξης αὐτοῦ καί δίχα φωτός ἀμήχανόν ἐστι φανῆναι αὐτόν, καί οἱ μή ἰδόντες τό φῶς αὐτοῦ οὐδέ ἐκεῖνον εἶδον, ὅτι ἐκεῖνος φῶς ἐστι, καί οἱ μή λαβόντες τό φῶς οὔπω τήν χάριν ἔλαβον· οἱ γάρ τήν χάριν λαβόντες φῶς Θεοῦ καί Θεόν ἔλαβον, καθώς εἶπε τό φῶς, ὁ Χριστός· «Ἐνοικήσω ἐν αὐτοῖς καί ἐμπεριπατήσω».

Οἱ δέ μήπω τοῦτο παθόντες ἤ ἀξιωθέντες, πάντες οἱ τοιοῦτοι ὑπό τόν πρό τῆς χάριτος νόμον εἰσί, δοῦλοι καί μαθηταί δούλων καί ἀκροαταί νόμου καί τέκνα παιδίσκης καί υἱοί σκότους τυγχάνουσι, κἄν βασιλεῖς κἄν πατριάρχαι, κἄν ἀρχιερεῖς κἄν ἱερεῖς, κἄν ἄρχοντες κἄν ἀρχόμενοι, κἄν λαϊκοί κἄν μονάζοντες, κἄν ἀσκηταί κἄν ἡγούμενοι, κἄν πτωχοί κἄν πλούσιοι, κἄν ἀσθενεῖς κἄν ὑγιεῖς τῷ σώματι πέλωσι. Πάντες γάρ οἱ ἐν σκότει καθήμενοι υἱοί σκότους εἰσι καί μετανοῆσαι βούλονται. Ἡ γάρ μετάνοια θύρα ἐστίν ἐξάγουσα ἀπό τοῦ σκότους καί εἰσάγουσα εἰς τό φῶς. Ὁ οὖν πρός τό φῶς μή εἰσελθών οὐ διῆλθε τήν θύραν τῆς μετανοίας καλῶς· εἰ γάρ διῆλθεν, ἐγένετο ἄν ἐν φωτί. Ὁ δέ μή μετανοῶν ἁμαρτάνει, διότι οὐ μετανοεῖ· «Τῷ γάρ εἰδότι καλόν ποιεῖν καί μή ποιοῦντι, φησίν, ἁμαρτία αὐτῷ ἐστιν». Ὁ δέ ποιῶν τήν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας καί μισεῖ τό φῶς καί οὐκ ἔρχεται πρός τό φῶς, ἵνα μή φανερωθῇ αὐτοῦ τά ἔργα. Νῦν μέν γάρ ἑκουσίως καί αὐτοπροαιρέτως διά μετανοίας εἰσερχόμενοι πρός τό φῶς, ἐλεγχόμεθα μέν καί κρινόμεθα, ἀλλά μυστικῶς τοῦτο καί ἀποκεκρυμμένως ἐν τῷ ἐνδοτέρῳ ταμείῳ τῶν ψυχῶν ἡμῶν πρός καθαρισμόν μέν καί ἄφεσιν τῶν ἁμαρτημάτων ἡμῶν, ἐλέει καί φιλανθρωπίᾳ Θεοῦ, ὑφιστάμεθα, μόνου δηλαδή Θεοῦ - καί ἡμῶν - τά καθ’ ἡμᾶς ἐπισταμένου καί βλέποντος· τότε δέ, ἤγουν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, πρός τούς μή θέλοντας νῦν ἐλθεῖν πρός τό φῶς, ἀλλά μισοῦντας αὐτό, τό ἄρτι κρυπτόμενον φῶς ἀποκαλυφθήσεται καί τά κρυπτά τούτουν πάντα φανερά γενησονται. Καί οἷοί ἐσμεν ἕκαστος ἡμῶν νυνί τῶν ἀνθρώπων, ἑαυτούς περικρύπτοντες καί διά μετανοίας φανερῶσαι τά ἑαυτῶν μή βουλόμενοι, τότε ὑπό τοῦ φωτός δῆλοι καί φανεροί Θεῷ καί τοῖς πᾶσι γενώμεθά τε καί γενησόμεθα.

Καί θέα μοι ἐνταῦθα τῆς αἰσχύνης τό μέγεθος. Ὥσπερ γάρ ἐν οἰκίᾳ ἔνδον τάς θύρας ἐχούσῃ συγκεκλεισμένας, ἐάν ἐξ ἡμῶν τις ὑπάρχων καί ὡς παρά τινος τῶν ἔξωθεν μή καθορώμενος, ἀφειδῶς ἁμαρτάνει, μοιχείας δῆθεν ποιῶν καί παιδοφθορίας ἤ ἕτερά τινα μυσαρά ἐργαζόμενος, εἶτα φανερωθείς αἴφνης τό πονηρόν ἐργαζόμενος, μεγάλην τήν αἰσχύνην ὑφίσταται· ἤ καί πάλιν ἄλλως, ἐάν κατά τοῦ βασιλέως τις μελετᾷ καί τά κατ’ αὐτοῦ ἐγγράφως ἐκτίθησιν ἤ ἐάν λέγῃ τι καί βουλεύηται τῶν μή δεόντων ἁπλῶς, ἔνδον, ὡς εἴρηται, κεκρυμμένος οἰκίας -, εἶτα τοῦ βασιλέως μετά τῆς συγκλήτου ἁπάσης καί τῆς συνήθους ἄλλης δορυφορίας ἐπιστάντος καί τήν οἰκίαν περικυκλώσαντος, αἴφνης τοῦ οἰκήματος ἀρθέντος ὅλου, αὐτός φανερωθῇ καί πάντα αὐτοῦ τά βουλεύματα, μεγάλην τήν τιμωρίαν καί τήν καταδίκην καθυπομένει, οὕτω καί τότε τόν αὐτόν τρόπον εἰς πάντας τούς ἐν τῷ κόσμῳ γενήσεται· καί νύξ μέν ὡς ἡμέρα φωτισθήσεται, οἰκία δέ πᾶσα καί σπήλαιον καί οὐρανός αὐτός καί γῆ ἀρθήσονται, καί πάντες οἱ μή τόν Χριστόν ἐνδεδυμένοι, ἤγουν οἱ μή λαβόντες τό φῶς, ὡς προείπομεν, καί ἐν αὐτῷ προόντες καί φῶς ὄντες, γυμνοί φανήσονται καί πολλῆς τῆς αἰσχύνης πάντοθεν πληρωθήσονται. Οὐ μόνον δέ ἀλλά καί πᾶσα πρᾶξις ἑκάστου, καλή τε καί κακή, καί πᾶς λόγος καί πᾶσα ἔννοια καί ἐνθύμησις, ἡ ἀπ’ αὐτῆς δηλαδή τῆς γεννήσεως ἑκάστου ἡμῶν και μέχρις ἐσχάτης ἀναπνοῆς ἐν ἡμῖν γεννηθεῖσα, ἐκεῖ συνηγμένως τότε ἐν ἑκάστῳ τῶν ἀνθρώπων φανήσονται. Καί τίς ἄρα ἔσται ἡ σύγκρισις, ἀδελφοί, ταύτης καί μόνης τῆς αἰσχύνης τότε; Ἤ ποία τιμωρία μείζων τοῦ φόβου ἐκείνου καί τῆς ἐντροπῆς τοῖς τηνικαῦτα οὕτως εὑρισκομένοις, ὡς εἴρηται, σκοτεινοῖς καί δίχα τοῦ φωτίζοντος Πνεύματος; Ὁποῖον δέ τόν βίον, ὁποίαν τήν διαγωγήν ἕξει ὁ ἄνθρωπος, ὁ ἐν τῷ σκότει καθήμενος, ἵνα μή τῇ αἰφνιδίῳ τοῦ φωτός ἐπιλάμψει ῥύπος που διαλογισμοῦ ἤ πράξεώς τινος εὑρεθῇ ἐν αὐτῷ; Διό σπουδάσωμεν, ἀδελφοί μου, ἀπ’ ἐντεῦθεν ἤδη διά μετανοίας τήν στενήν πύλην εἰσελθεῖν καί τό ἔνδον ταύτης θεάσασθαι φῶς. Ναί, παρακαλῶ, μή ἐκκακήσωμεν τοῦ κρούειν καί τοῦ ζητεῖν καί τοῦ αἰτεῖσθαι πρό τοῦ ἀνοιγῆναι ἡμῖν καί δοθῆναι καί εἰσακουσθῆναι, ἔτι δέ καί μέχρις ἄν εἰσέλθωμεν καί λάβωμεν φῶς καί ἄσβεστον αὐτό σχῶμεν ἐν ταῖς καρδίαις ἡμῶν.

Ἀλλά μηδέ ἐξαπατῶμεν ἑαυτούς ἡμᾶς καί, ὀπίσω τῶν τῆς σαρκός ἡμῶν θελημάτων ἀκολουθοῦντες, ἐκπορνεύσωμεν ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν, διδασκάλους ἡμᾶς ἑαυτούς καθιστῶντες, ἡγούμενοί τε καί ἀρχιερεῖς καί ἱερεῖς ἐν καταφρονήσει Θεοῦ καί τῆς ἑαυτῶν σωτηρίας δηλονότι γενόμενοι. Εἰ γάρ εἰπόντος Ἰησοῦ τῷ Νικοδήμῳ· «Ἐάν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται τήν βασιλείαν ἰδεῖν τοῦ Θεοῦ», καί τοῦ Νικοδήμου ἀνταποκριθέντος αὐτῷ· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μή δύναται εἰς τήν κοιλίαν τῆς μητρός αὐτοῦ δεύτερον εἰσελθεῖν καί γεννηθῆναι;» ἐμέμψατο αὐτόν ὁ Ἰησοῦς καί εἶπε· «Σύ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ καί ταῦτα οὐ γινώσκεις;» καίτοι μήπω μηδαμῶς πιστεύσαντος μηδέ τά τῆς χάριτος ἐπισταμένου, πόσης ἄρα κατακρίσεώς ἐσμεν ἡμεῖς ἄξιοι, οἱ μετά τήν χάριν ὄντες διδάσκαλοι καί μή τά μυστήρια τῆς χάριτος ἐπιστάμενοι, οἱ τοσαύτης ἀπολαύσαντες διδασκαλίας καί καθ’ ἑκάστην δι’ ἀποστόλων καί προφητῶν καί διδασκάλων καί αὐτοῦ τοῦ Κυρίου διδασκόμενοί τε καί προμαρτυρούμενοι;

Εἰ γάρ οὐκ οἴδαμεν πῶς δεῖ ἡμᾶς ἐν τῷδε τῷ βίῳ ἀναστρέφεσθαι, οὐδέ ὅπως ἐν ἔργοις πρότερον ἀγαθοῖς ἐντρέφεσθαι δεῖ καί παριστάνειν ἑαυτούς ἡμᾶς δούλους τῇ δικαιοσύνῃ, ὡς ἐνώπιον Κυρίου καί οὐκ ἀνθρώπων ἱσταμένους καί ἀμέμπτως Θεῷ δουλεύειν ζῶντι συνταξαμένους, οὐδέ ὁποῖοί τε καί ποταποί ὀφείλομεν πρῶτον γίνεσθαι καί οὕτω τῶν ἄλλων προΐστασθαι, πῶς εἰπέ μοι, τοῦ δεσποτικοῦ ποιμνίου τήν φυλακήν ἐγχειρισθῶμεν καί ἐπιμέλειαν; Πῶς ποιμάνωμεν αὐτό κατά τό θέλημα τοῦ ἀρχιποιμένος Χριστοῦ καί ἐπί νομάς ἐξαγάγωμεν αὐτό ἀειζώους; Ἀλλ’ ὤ τῆς πωρώσεως ἡμῶν καί τῆς τοῦ Θεοῦ καί τῶν θείων καταφρονήσεως! Ὥσπερ γάρ ἀσπίς τά ὦτα βύσαντες, ὡσεί κωφοί τε καί ἄλαλοι γεγονότες δίκην νεκρῶν καί πεπηρωμένοι ὄντες τά τῆς ψυχῆς αἰσθητήρια, οὐδέ τῶν λαλουμένων λαμβάνομεν αἴσθησιν, οὐδ’ ὅτι ποτέ ἐστι χριστιανισμός ἐπιστάμεθα, ἀλλά καί τό τῆς οἰκονομίας μυστήριον ἀγνοοῦντες καί ἀκριβῶς τά τῶν χριστιανῶν μυστήρια μή εἰδότες, ἀλλ’ ὡς περί τοῦ φωτός τῆς γνώσεως, μᾶλλον δέ αὐτό τό τῆς γνώσεως φῶς δεικνύειν τοῖς πολλοῖς ἀναισχύντως ἐπιχειροῦμεν. Ἡ γνῶσις οὐκ ἔστι τό φῶς, ἀλλά τό φῶς ἡ γνῶσις ὑπάρχει, ἐπειδή ἐν αὐτῷ καί δι’ αὐτοῦ καί ἐξ αὐτοῦ τά πάντα· οὗ ἡμεῖς τήν ὅρασιν ἀπαρνούμενοι, δήλους ἑαυτούς ποιοῦμεν μήτε γεννηθέντας μήτε εἰς φῶς τό ἄνωθεν προελθόντας, ἀλλ’ ἔτι ἔμβρυα ὄντες ἤ ἐκτρώματα, εἰπεῖν ἀληθέστερον, τοῖς ἱερεῖς τόποις ἐπιπηδῶμεν καί τῶν ἀποστολικῶν ἐπιβατεύομεν θρόνων καί, τό δή χαλεπώτερον, χρήμασιν οἱ πλείους τήν ἱερωσύνην ἀφοβίᾳ Θεοῦ ἐξωνούμεθα καί τῆς βασιλικῆς ποίμνης ὡς ποιμένες, οἱ μηδέ ἄρνες ποτέ γεγονότες, ζητοῦμεν προΐστασθαι· καί ταῦτα πρός τό μόνον ἐμπλῆσαι δίκην θηρῶν τάς ἑαυτῶν γαστέρας καί τἆλλα πάντα τελέσαι ὅσαπερ ἡ ἔφεσις τοῦ χείρονος ἀπαιτεῖ καί ἡ πρός τά κάτω ἐπιθυμία καί ὄρεξις.

Οὕτως ὑπῆρχον ἐξ ἀρχῆς, ἀδελφοί, οἱ ἀπόστολοι; Οὕτως οἱ τῶν ἀποστόλων διάδοχοι; Οὕτως οἱ πατέρες ἡμῶν καί διδάσκαλοι; Βαβαί τῆς τόλμης τῶν τοιούτων τῆς φοβερᾶς, ὅτι οὐ μόνον εἰς τά χρήματα προδόται τά αἰσθητά καί ἱερόσυλοι γίνονται, οἱ πρός μόνον τό γλωσσόκομον ἀπονεύοντες, ἀλλα καί αὐτοῦ τοῦ θείου πλούτου κατατολμῶσιν ἐφάψασθαι, ὅθεν οὐδέ αἰσχύνονται λέγειν· «Ἡμέτερόν ἐστι τό δεσμεῖν καί λύειν, καί τοῦτο κατά τήν παροῦσαν ἐλάβομεν ζωήν ἡμεῖς ἄνωθεν». Ὤ τῆς ἀναισχυντίας, ἵνα μή λέγω τῆς ἐσχάτης παραπληξίας! Ἀπό τίνος, ὦ οὗτος, εἰπέ μοι, καί διατί τήν ἐξουσίαν ταύτην ἄνωθεν ἔλαβες; Ὅτι πάντα καταλιπών τῷ Χριστῷ ἠκολούθησας; Ὅτι τῆς ἐπιγείου δόξης καταπεφρόνηκας; Ὅτι ταπεινός τῷ πνεύματι γέγονας; Ὅτι πάντα πωλήσας τοῖς πένησι δέδωκας; Ὅτι τήν σεαυτοῦ ψυχήν ἀπώλεσας ἤτοι τῷ κόσμῳ ἐνέκρωσας καί ἐν οὐδενί σαρκός θελήματι ταύτην εὕρηκας; Ἤ καί σύ, ὥσπερ πάλαι οἱ μαθηταί τοῦ Χριστοῦ, ἤκουσας παρ’ αὐτοῦ, ἐμφυσήσαντός σοι δηλονότι καί εἰπόντος· «Λάβε Πνεῦμα Ἅγιον! Ἄν τινων ἀφήσῃς τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατήσῃς, ἐπισχεθήσονται»;

«Ἀλλά τῶν ἱερέων ἡ ἐξουσία» φησίν. Οἶδα κἀγώ· τοῦτο γάρ ἀληθές. Οὐ πάντων δέ καί τῶν ἁπλῶς ἱερέων, ἀλλά τῶν ἐν πνεύματι ταπεινώσεως ἱερουργούντων τό Εὐαγγέλιον καί ἐν ἀμέμπτῳ βίῳ πολιτευομένων, τῶν ἑαυτούς πρότερον τῷ Κυρίῳ παραστησάντων καί θυσίαν τελείαν, ἁγίαν, εὐάρεστον, τήν καθαράν αὐτῶν λατρείαν ἐν τῷ ναῷ τοῦ ἑαυτῶν σώματος ἔνδον πνευματικῶς ἐπιδειξαμένων καί προσδεχθέντων καί ἐμφανισθέντων εἰς τό ἄνω θυσιαστήριον καί παρά τοῦ ἀρχιερέως Χριστοῦ προσφορά τελεία τῷ Θεῷ καί Πατρί προσενεχθέντων καί δυνάμει Πνεύματος Ἁγίου μεταποιηθέντων καί ἀλλαγέντων καί εἰς Χριστόν, τόν δι’ ἡμᾶς ἀποθανόντα καί ἐν δόξῃ ἀναστάντα Θεότητος, μεταμορφωθέντων· τῶν ἐν ταπεινώσει τελείᾳ νυκτός καί ἡμέρας μετανοούντων καί πενθούντων καί μετά δακρύων οὐχ ὑπερ ἑαυτῶν μόνων δεομένων, ἀλλά καί ὑπέρ τῆς ἐμπιστευθείσης αὐτοῖς ποίμνης καί ὑπέρ πασῶν τῶν ἐν τῷ κόσμῳ ἁγίων ἐκκλησιῶν τοῦ Θεοῦ· οὐ μόνον δέ, ἀλλά καί τῶν σφοδρῶς κλαιόντων ὑπέρ ἀλλοτρίων ἁμαρτημάτων ἐνώπιον τοῦ Θεοῦ, τῶν μηδέν πλέον τῆς ἀναγκαίας τροφῆς καταχρωμένων, μηδέ ἐν μηδενί θεραπείαν ἤ ἀπόλαυσιν ἐπιτηδευόντων τοῦ σώματος ἀλλά, καθώς γέγραπται, «πνεύματι περιπατούντων καί ἐπιθυμίαν μή ἐπιτελούντων σαρκός»· ἔτι δέ τῶν μήτε πτωχόν μήτε πλούσιον μήτε ἄρχοντα μήτε ἀρχόμενον μήτε αὐτόν ἐκεῖνον τόν τό διάδημα περικείμενον ἕνεκα τοῦ δικαίου καί τῆς ἐντολῆς τοῦ Θεοῦ προτιμωμένων, τῶν μή προφάσει ἐλέους ἤ δώρων δόσεως ἕνεκα ἤ φόβου ἤ ἀγάπης ἤ τινος ἑτέρου ὁρωμένου ἤ ἀοράτου πράγματος καταμαλακιζομένων καί παραβλεπόντων ἤ παραβαινόντων τήν ἐντολήν τοῦ ἐπί πάντων Θεοῦ.

Τῶν τοιούτων ἐστί τό δεσμεῖν καί λύειν καί ἱερουργεῖν καί διδάσκειν, οὐχί δέ τῶν ἐξ ἀνθρώπων τήν ψῆφον καί τήν χειροτονίαν μόνον λαμβανόντων· «οὐ γάρ ἀφ’ ἑαυτοῦ, φησί, τις τήν τιμήν λαμβάνει, ἀλλ’ ὁ ὑπό τοῦ Κυρίου καλούμενος». Οὐκ εἶπεν· ὁ ἐξ ἀνθρώπων τήν ψῆφον δεχόμενος, ἀλλ’ ὁ ἐκ Θεοῦ εἰς τοῦτο προορισθείς καί προχειρισθείς. Οἱ γάρ ἐξ ἀνθρώπων καί δι’ ἀνθρώπων κλέπται εἰσί καί λησταί, καθώς εἶπεν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ θύρα. Πάντες ὅσοι ἦλθον καί ἔρχονται οὐ δι’ ἐμοῦ, ἀλλά ἀλλαχόθεν ἐπιβαίνοντες, κλέπται εἰσί καί λησταί».

Μή οὖν πλανᾶσθε, ἀαδελφοί, ὁ ἐν σκότει διάγων ἔξω τῆς θύρας ἐστίν, ὁ δέ δοκῶν εἰσελθεῖν καί οὐ διά τοῦ φωτός εἰσελθών, ἔξω καί αὐτός τῆς μάνδρας ἐστίν. Εἰ γάρ φῶς τοῦ κόσμου καί θύρα ὁ Χριστός, φωτοειδής πάντως θύρα ἐστί καί οὐχί θύρα μόνον ἁπλῶς, καί ὁ ἐν ταύτῃ γεγονώς ἐν τῷ τοῦ κόσμου φωτί γέγονε. Φῶς δέ τοῦ κόσμου ἐστίν οὐχ ὡς αἰσθητῶς ὁρώμενος, ἀλλ’ ὡς νοερῶς θεωρούμενος. Ὁ γάρ αἰσθητός ἥλιος μόνον φωτίζει τά σωματικά ὄμματα οὐκ ἀνθρώπων ἀλλά καί ἀλόγων ζῴων, τετραπόδων ἅμα καί πετεινῶν· ὁ δέ νοητός ἥλιος, ὁ ἐν τῷ κόσμῳ ἐπιφανείς, ψυχάς λογικάς μόνον. Ἀλλ’ οὐδέ ταύτας ἀκρίτως πάσας καί ἀναξίως φωτίζειν οἶδεν· οὐ γάρ ἄψυχος ἤ, μᾶλλον εἰπεῖν, οὐκ ἄζωός ἐστιν, ὥσπερ οὐδέ δοῦλος ἤ κτίσμα εἰς ὑπηρεσίαν ἄλλων ταχθείς, καθά δή ὁ αἰσθητός οὗτος ἥλιος ἀνατέλλων ἐπί δικαίους καί ἀδίκους καί ἐπί πονηρούς ἅμα καί ἀγαθούς. Ἀλλ’ εἰ καί φῶς καλεῖται καί ἥλιος ὀνομάζεται, ἀλλά καί ὑπέρ φῶς ἅπαν καί ὑπέρ ἥλιον, ὡς φωτός καί ἡλίου ποιητής καί Δεσπότης, ὑπάρχει ζωή καί ζωοποιός, ἀλήθεια, δικαιοσύνη ἁγιασμός, ἁπλοῦς, ἀσύνθετος, ἀγαθός καί πᾶν ἀγαθόν καί ὑπέρ πᾶν ἀγαθόν. Ὡς οὖν ἀλήθεια καί ὤν καί καλούμενος, τοῖς ἀληθῶς ἐπιστρέφουσιν ἀλήθεια γίνεται· ὡς δέ δικαιοσύνη ὑπάρχων, τοῖς πᾶσαν ἀδικίαν μισήσασι δικαιοσύνη ἐστίν· ὡς ἁγιασμός , τοῖς ἐκπλυθεῖσι καί καθαρθεῖσι διά δακρύων· ὡς ἁπλοῦς, τοῖς μηδεμίαν πονηρίαν ἤ κακίαν ἔνδοθεν ἐπιφέρουσιν· ὡς ἀσύνθετος, τοῖς μηδεμίαν διπλόην ἤ διψυχίαν ἤ δυσπιστίαν ψυχῆς ἔχουσιν· ὡς ἀγαθός, τοῖς τῆς μετανοίας πνευματικοῖς ἔργοις σωματικάς τινας ἤ βιωτικάς μερίμνας καί φροντίδας μή συνεπαγομένοις καί τούτοις ἀναμιγνύουσι καί ἀναφύρουσιν αὐτάς, ἀλλά γυμνοῖς τῇ γνώμῃ καί τῇ τῆς ψυχῆς προθέσει ἐν ἀκακίᾳ προσερχομένοις αὐτῷ, ὧν καί ἀποδεχόμενος τό ἀπερίεργον παντός ἀγαθοῦ συντόμως τούτους ἐμπλίπλησι καί τῶν ὑπέρ νοῦν καί ὑπέρ ἔννοιαν ἀγαθῶν κοινωνούς εὐθύς τῷ ἀποκαλυφθῆναι καί φανῆναι ἀποκαθίστησι.

«Καί τίς, φησί, τούς τοιούτους, εἰ ἄρα τοιοῦτοί εἰσι καί νῦν, ἐπιγνώσεται;». Ὁ ἄνωθεν ὑπό τοῦ Πνεύματος ἐλλαμπόμενος. Ὁ δέ λέγων καί μή γινώσκων αὐτούς, τί καί μαρτυρίαν παρά ἄλλων καταδέχεται δέξασθαι; Οὐκ οἶδεν ὅτι, κἄν ἀγνοῶν εἰσαγάγῃ λύκον εἰς τά πρόβατα τοῦ Χριστοῦ, αὐτός τῶν προβάτων τό κρῖμα λήψεται; «Καί τίς γινώσκει, φησίν· ἄνθρωπος ὑπάρχει καί ἀγνοεῖ τά ἐν καρδίᾳ». Εἰ μή τυφλός ἐστιν, οὐκ ἄν ἀγνοήσῃ τόν τοιοῦτόν ποτε. Πῶς γάρ ὁ βλέπων οὐ διαχωρίσει πρόβατον καί λύκον, ληστήν καί ποιμένα; Εἰ δέ τυφλός ἐστι πρός ταῦτα, χειραγωγόν καί ὁδηγόν ἐπιζητησάτω, μᾶλλον καί τῆς τοιαύτης ἐργασίας καί διακρίσεως παυσάσθω, μήτε ὁδηγός ἄλλων γενόμενος μήτε ὁδηγόν ἑτέροις ἀποκαθιστῶν, κἄν ὅλον ἔχῃ τόν κόσμον συμμαρτυροῦντα αὐτῷ. Τοῦτο γάρ ἐγώ λέγω, ὅτι ὁ βλέπων πνευματικῶς καί ἀκούων ὡσαύτως, ὅν ἄν ἴδῃ καί συντύχῃ καί πολλάκις προσομιλήσῃ, αὐτήν αὐτοῦ βλέπει τήν ψυχήν, εἰ καί μή κατ’ οὐσίαν, ἀλλά κατ’ ἰδέαν, ὁποία ἐστί καί ποταπή. Τοίνυν, εἰ καί Πνεύματος Ἁγίου μεταλαβεῖν κατηξιώθῃ, ἐξ αὐτῆς αὐτοῦ τῆς ὄψεως τοῦτο γινώσκει· εἰ δέ ἔτι ἀτελής ὁ βλεπόμενος πρός τήν χάριν ἐστί καί οὕπω θεοειδής ἐχρημάτισε, διά τῶν λόγων αὐτοῦ μᾶλλον ὁ τοῦτον βλέπων καί ὁμιλῶν ἐπιγνώσεται - καθά δή καί αὐτός ὁ Δεσπότης ἡμῶν καί Θεός ἀπεφήνατο εἰπών· «Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς», καί πάλιν· «Ὥσπερ δένδρον ἐκ τοῦ καρποῦ, οὕτως ἄνθρωπος ἐκ τοῦ λόγου αὐτοῦ ὁποῖός ἐστι γινώσκεται»-, πλήν καί οὗτος παρά τῶν ὑγιαινόντων τόν λόγον καί τά τῆς ψυχῆς αἰσθητήρια· οἱ γάρ λοιποί τῶν ἀνθρώπων καί πρός αὐτά τά ἔργα ἀναισθήτως καί ἀδιακρίτως διάκεινται.

Νηστεύοντα γάρ τινά μετά κενοδοξίας ὁρῶντες ἀποδέχονται, καί τόν ἐσθίοντα μετά ταπεινώσεως κατακρίνουσιν. Ἄλλον ἐν ταπεινώσει ἐγκρατευόμενον ὑποκριτήν εἶναι λογίζονται, τόν δέ μετά γαστριμαργίας ἐσθίοντα ὡς ἁπλοῦν ἡγοῦνται καί ἀνεπιτήδευτον, ᾧ καί συνεσθίειν συχνοτέρως ἡδύνονται, τά ἑαυτῶν πάθη παραμυθούμενοι. Ἀλλά γάρ καί τούς τόν σαλόν ὑποκρινομένους καί ἀστεῖα καί φλυαρίας λέγοντας ἀκαίρως, σχήματά τε ἀπρεπῆ διαπραττομένους καί τούς λοιπούς κινοῦντας πρός γέλωτα, ὡς τήν ἀρετήν αὐτῶν καί ἀπάθειαν διά τῶν τοιούτων δῆθεν ἐπιτηδευμάτων καί σχημάτων καί λόγων καλύπτειν σπουδάζοντας λογισάμενοι, ὡς ἀπαθεῖς καί ἁγίους τιμῶσι, τούς δέ ἐν εὐλαβείᾳ καί ἀρετῇ καί ἀφελότητι καρδίας διάγοντας καί ἁγίους τῷ ὄντι πέλοντας, ὡς οἷα δή τῶν ἄλλων ἀνθρώπων ἕνα παραλογίζονταί τε καί παρατρέχουσιν. Ἄλλοι πάλιν τόν λάλον καί ἐπιδεικτικόν διδακτικόν μᾶλλον καί πνευματικόν εἶναι λογίζονται, τόν δέ σιωπηλόν καί περί ἀργολογίαν ἀκριβαζόμενον ἄγροικον καί ἄφωνον ἀποφαίνονται. Ἕτεροι τόν ἐν Πνεύματι Ἁγίῳ φθεγγόμενον ὡς ὑψηλόφρονα καί ὑπερήφανον ἀποστρέφονται, τοῖς λόγοις αὐτοῦ πληττόμενοι μᾶλλον ἤ κατανυσσόμενοι, τόν δέ ἀπό κοιλίας ἤ ἐκ μαθημάτων τορνολογοῦντα καί τῆς αὐτῶν σωτηρίας καταψευδόμενον ὑπερεπαινοῦσι καί ἀποδέχονται. Καί οὕτως οὐδείς ἐν τοῖς τοιούτοις ἐστίν ὁ καλῶς καί ὡς ἔχει τό πρᾶγμα ἰδεῖν καί διακρῖναι δυνάμενος.

Ὁ γάρ ἅπαξ τυφλός πρός πάντα τυφλός ἐστιν, οὕτω καί ὁ κωφός ὤν πρός πάντα κωφός ἐστιν. Οὐ γάρ ὁ τυφλός τόν μέν ὁρᾷ, τόν δέ οὔ, οὐδέ ὁ κωφός τοῦ μέν ἀκούει τῆς φωνῆς, τοῦ δέ οὔ, ἀλλά καθόλου κἀκεῖνος καί οὗτος πηροί τάς αἰσθήσεις εἰσίν. Οὕτω τοιγαροῦν πᾶς ἀναίσθητος πρός τό ἕν πρός πάντα ἀναίσθητός ἐστιν, ὡς καί ὁ ἔχων αἴσθησιν πρός τό ἕν ἐν αἰσθήσει πάντων ἐστί καί τῆς αἰσθήσεως αὐτῶν ἐκτός ἐστιν. Ἐν τῇ αἰσθήσει τῶν πάντων ἐστί καί ὑπό τῆς αἰσθήσεως αὐτῶν οὐ καταλαμβάνεται. Ὀ κωφός πρός τόν λόγον κωφός πρός πᾶσαν φωνήν ἐστιν, ὡς καί ὁ ἀκούων τοῦ λόγου τῶν πάντων ἀκούει. Οὗτος κωφεύων ἐστί πρός πᾶσαν φωνή· πάντων ἀκούει καί οὐδενός, εἰ μή τῶν ἐν λόγῳ μόνων τούς λόγους ποιουμένων, καί οὐδ’ αὐτῶν ἀλλά τοῦ λόγου μόνου, τοῦ ἐν τῇ φωνῇ ἀφώνως φθεγγομένου. Ὁ τυφλός πρός τό ἕν τυφλός ὅλως πρός πάντα ἐστίν, ὁ δέ βλέπων ἐν τῷ ἑνί ἐν θεωρίᾳ τῶν πάντων ἐστί καί τῆς θεωρίας τῶν πάντων ἀπέχεται καί ἐν τῇ θεωρίᾳ τῶν πάντων γίνεται καί ἔξω τῶν θεωρουμένων ἐστίν. Ἐν τῷ ἑνί οὗτος ὤν τά πάντα ὁρᾷ, καί ἐν πᾶσιν ὤν οὐδέν τῶν πάντων ὁρᾷ. Οὕτως οὖν ὁ βλέπων ἐν τῷ ἑνί διά τοῦ ἑνός καί ἑαυτόν καί πάντας καί ἅπαντα καθορᾷ, καί κεκρυμμένος ὤν καί ἐν αὐτῷ οὐδέν τῶν πάντων ὁρᾷ. Ὁ τοίνυν ἀκούων καί βλέπων καί αἰσθανόμενος οἶδε τῶν λεγομένων τήν δύναμιν, ὁ δέ μή εἰδώς πρόδηλός ἐστιν ὅτι οὔτε τά αἰσθητήρια τῆς ψυχῆς τετρανωμένα καί ὑγιᾶ ἐπιφέρεται. Ὁ δέ οὕτως ἔχων οὔπω ἔγνω ὅτι «προσκυνητής μικτός ἐστιν, ἐπίγειος καί οὐράνιος, πρόσκαιρος καί ἀθάνατος, βασιλεύων τῶν ἐπί γῆς, βασιλευόμενος ἄνωθεν, ἐπόπτης τῆς ὁρωμένης κτίσεως, μύστης τῆς νοουμένης», ὥς πού τίς φησιν ἐν θεολογίᾳ βεβοημένος. Ἀλλ’ ἐν τιμῇ ὤν παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καί ὠμοιώθη αὐτοῖς, καί ὁμοιωθείς μένει τοιοῦτος ἔτι, μή ἐπαναστραφείς, μή ἐπανακληθείς ἤ ἐπί τό πρῶτον ἀξίωμα ἀναχθείς κατά τήν τῆς οἰκονομίας δωρεάν τοῦ Δεσπότου καί Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἔτι δέ κτῆνος ὤν ἄλογον, ὥσπερ Δαυιτικῶς εἴρηται, ὄνος, τυχόν, ἤ βοῦς ἤ χοῖρος, οἷς οἱ μαργαρῖται τῆς ἀπορρήτου γνώσεως οὐ δίδονται πρός Θεοῦ, τήν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐπουρανίου ἀνθρώπου τε καί Θεοῦ, ἐν τῷ λογικῷ καί νοερῷ ἀνθρώπῳ οὐδαμῶς ἐνεδύσατο. Ταύτην δέ μή εὐαισθήτως καί γνωστῶς ἐνδυσάμενος, αἷμα μόνον ἐστί καί σάρξ, πνευματικῆς δόξης αἴσθησιν μή δυνάμενος διά τοῦ λόγου λαβεῖν, καθάπερ καί οἱ ἐκ γεννητῆς τυφλοί διά λόγου μόνου τό τοῦ ἡλίου φῶς ἰδεῖν οὐ δύνανται. Ἀλλά δεῦτε οἱ τό φῶς τό νοητόν ἐν ἑαυτοῖς ἔχοντες, δῶμεν δόξαν δι’ αὐτοῦ τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος ΚΘ΄. Περί τοῦ μή δεῖν λέγειν, ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τόν βουλόμενον καί τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καί ὅτι πᾶς ὁ τά ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει. Καί περί δακρύων, ὅτι ἐκ φύσεως ἡμῖν τά δάκρυα πρόσεστι.
Προηγούμενο: Λόγος ΚΖ΄. Περί τοῦ μή ἀμελῶς ἔχειν περί τήν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδέ καταφρονεῖν μιᾶς καί μόνης αὐτῶν, ἀλλ’ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μή ὡς καταφρονηταί ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν. Καί περί τοῦ ὑπομένειν γενναίως τούς πειρασμούς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος