Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Λ΄. Περί μετανοίας καί ἀρχῆς ἐπαινετοῦ βίου, ὅπως δεῖ τόν μετανοῦντα καθ’ ἑκάστην ποιεῖν. Ἐν ᾧ καί περί δακρύων ἅμα καί κατανύξεως.
Προηγούμενο: Λόγος ΚΗ΄. Περί τῆς ἐκ τοῦ Πνεύματος ἐγγινομένης τοῖς ἀγωνιζομένοις καί πρό τοῦ θανάτου ζωοποιοῦ νεκρώσεως. Καί ὅτι οἱ ἐν τῇ χάριτι ὑπέρ τόν νόμον γενόμενοι τήν τοῦ θείου φωτός χάριν γνωστῶς ἐν ἑαυτοῖς λαμβάνουσιν· οἱ γάρ μή λαβόντες ἤδη τοῦτο τό φῶς κατά τήν παροῦσαν ζωήν, μηδέ καθορῶντες αὐτό, ἔτι ὑπό τήν σκιάν τοῦ νόμου εἰσί καί κριθήσονται ὑπ’ αὐτοῦ. Καί ὁποῖον δεῖ εἶναι τόν τε προηγούμενον καί τόν ἱερέα, τόν δεσμεῖν καί λύειν ἄνωθεν λαβόντα τήν ἐξουσίαν. Καί ὅτι τῷ ἀληθῶς ἱερουργοῦντι καί ὑπό τοῦ θείου καταλαμπομένῳ φωτός πάντες κατάδηλοι, αὐτοί τε οἱ Πνεύματι περιπατοῦντες Θεοῦ καί οἱ μήπω τόν χοϊκόν ἐκδυσάμενοι ἄνθρωπον.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΚΘ΄. Περί τοῦ μή δεῖν λέγειν, ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τόν βουλόμενον καί τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καί ὅτι πᾶς ὁ τά ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει. Καί περί δακρύων, ὅτι ἐκ φύσεως ἡμῖν τά δάκρυα πρόσεστι.

Ἀδελφοί καί πατέρες, πολλοί καθ’ ἑκάστην λέγουσιν - ὧν ἀκούομεν καί ἡμεῖς λεγόντων - · «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν ἀποστόλων καί τόν Χριστόν, ὡς ἐκεῖνοι, κατιδεῖν ἠξιώθημεν, ἅγιοι ἄν ἐγενόμεθα καί ἡμεῖς ὡς ἐκεῖνοι»- ἀγνοοῦντες ὅτι αὐτός ἐκεῖνος ἐστιν, ὁ καί τότε καί νῦν ἐν ὅλῳ τῷ κόσμῳ λαλῶν. Εἰ γάρ μή ὁ πάλαι καί νῦν ἐστιν ὁ αὐτός, ὡσαύτως ὤν κατά πάντα Θεός κἄν ταῖς ἐνεργείαις κἄν τοῖς τελέσμασι, πῶς ἐν Υἱῷ λέγων ἀεί φαίνεται ὁ Πατήρ καί ὁ Υἱός ἐν τῷ Πατρί διά Πνεύματος ταῦτα· «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγώ ἐργάζομαι»;

Ἀλλ’ ἴσως ἐρεῖ τις· «Οὐκ ἔστιν ἴσον τό ἐκεῖνον αὐτόν τότε σωματικῶς ἰδέσθαι καί τό ἀκούειν νῦν μόνον τῶν λόγων αὐτοῦ καί τά περί ἐκείνου καί τῆς βασιλείας αὐτοῦ ἐκδιδάσκεσθαι». Κἀγώ φημι μή εἶναι πάντως ἴσον τό νῦν καί τό τότε, ἀλλά κατά πολύ τό ἄρτι καί τό νῦν μεῖζον καί εὐκόλως μᾶλλον πρός πίστιν πλείονα καί πληροφορίαν ἄγον ἡμᾶς ὑπέρ τό τότε σωματικῶς καί ἰδεῖν καί ἀκοῦσαι αὐτοῦ. Τότε μέν γάρ ἄνθρωπος τοῖς ἀγνώμοσιν Ἰουδαίοις ἐφαίνετο εὐτελής, νῦν δέ Θεός κηρύττεται ἡμῖν ἀληθής. Τότε τοῖς τελώναις καί τοῖς ἁμαρτωλοῖς συνανεστρέφετο σωματικῶς καί συνήσθιε, νῦν δέ ἐκ δεξιῶν κάθηται τοῦ Θεοῦ καί Πατρός, ὁ μηδέποτε καί μηδαμοῦ χωρισθείς αὐτοῦ, καί τόν κόσμον ἅπαντα τρέφειν πιστεύεται, καί χωρίς αὐτοῦ οὐδέν γίνεσθαι λέγομεν - εἰ δέ καί πιστεύομεν -. Τότε καί ὑπό τῶν εὐτελεστάτων κατεφρονεῖτο λεγόντων· «Οὐχί οὗτός ἐστιν ὁ υἱός τῆς Μαρίας καί τοῦ τέκτονος Ἰωσήφ; νυνί δέ ὑπό βασιλέων καί ἀρχόντων ὡς τοῦ ἀληθινοῦ Θεοῦ Υἱός καί ἀληθής Θεός προσκυνεῖται, καί ἐδόξασε καί δοξάζει τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί ἀληθείᾳ - εἰ καί παιδεύει πολλάκις αὐτούς ἁμαρτάνοντας - σιδηροῦς αὐτούς ὑπέρ πάντα τά ἔθνη, τά ὑπό τόν οὐρανόν, ἀντί ὀστρακίνων ποιήσας. Τότε ὡς εἷς τῶν λοιπῶν ἀνθρώπων φθαρτός καί θνητός ἐνομίζετο, καί μέγα ἦν ἐν ἀνθρωπίνῳ σώματι ἀναλλοιώτως καί ἀτρέπτως τόν ἄμορφον καί ἀόρατον, μορφωθέντα Θεόν καί ἄνθρωπον ὅλον βλεπόμενον, μηδέν πλέον τῶν ἄλλων ἀνθρώπων ἐν τοῖς ὁρωμένοις ἔχοντα, ἀλλ’ ἐσθίοντα καί πίνοντα καί κοιμώμενον, ἱδροῦντά τε καί κοπιῶντα καί τά ἀνθρώπινα πάντα πλήν ἁμαρτίας ποιοῦντα, τόν τοιοῦτον ἐπιγνῶναι καί πιστεῦσαι εἶναι Θεόν, τόν τόν οὐρανόν αὐτόν καί τήν γῆν καί τά ἐν αὐτοῖς πάντα ποιήσαντα».

Διά γάρ τοῦτο καί τόν Πέτρον εἰπόντα ὅτι· «Σύ εἶ ὁ Υἱός τοῦ Θεοῦ τοῦ ζῶντος» ἐμακάρισεν ὁ Δεσπότης εἰπών· «Μακάριος εἶ, Σίμων βάρ Ἰωνᾶς, ὅτι σάρξ καί αἷμα οὐκ ἀπεκάλυψέ σοι - ταῦτα δηλονότι ἰδεῖν καί εἰπεῖν -, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς». Ὥστε ὁ νῦν ἀκούων αὐτοῦ διά τῶν ἁγίων Εὐαγγελίων καθ’ ἑκάστην βοῶντος καί τό τοῦ εὐλογημένου Πατρός αὐτοῦ θέλημα διαγγέλοντος, καί μή φόβῳ καί τρόμῳ ὑπακούων αὐτοῦ καί φυλάττων τά παρ’ αὐτοῦ προστασσόμενα, οὐδέ τότε, εἰ καί παρῆν καί ἐκεῖνον αὐτόν ἐθεάσατο καί διδάσκοντα ἤκουσε, πιστεῦσαι αὐτῷ ὅλως ἠνέσχετο ἄν· δέος μή καί παντάπασιν ἀπιστήσας, ὡς ἀντίθεον αὐτόν καί οὐ Θεόν ἀληθινόν λογισάμενος, ἐβλασφήμησε.

Καί ταῦτα μέν οἱ πάντη τῶν ἄλλων παχύτεροι. Τί δέ οἱ τούτων σεμνότεροι; «Εἰ ἦμεν, φησίν, ἐν τοῖς χρόνοις τῶν ἁγίων πατέρων, ἠγωνισάμεθα ἄν καί ἡμεῖς. Βλέποντες γάρ τήν ἀγαθήν αὐτῶν πολιτείαν καί τούς ἀγῶνας αὐτῶν, ἐζηλώσαμεν ἄν αὐτούς. Νυνί δέ μετά ῥᾳθύμων καί ἀμελῶν συναναστρεφόμενοι, συναπαγόμεθα τούτοις καί ἀβουλήτως συναπολλύμεθα», - ἀγνοοῦντες, ὡς εἰκός, καί αὐτοί ὅτι ἐν λιμένι μᾶλλον ἡμεῖς ὑπέρ ἐκείνους ἐσμέν. Ἐν τοῖς χρόνοις τῶν πατέρων ἡμῶν πολλαί - ἀκουέτωσαν καί οὗτοι! - αἱρέσεις ὑπῆρχον, πολλοί ψευδόχριστοι, πολλοί χριστοκάπηλοι, πολλοί ψευδαπόστολοι, πολλοί ἦσαν ψευδοδιδάσκαλοι, παρρησίᾳ τά τοῦ πονηροῦ ζιζάνια περιϊόντες καί σπείροντες καί πολλούς τοῖς ἑαυτῶν συνήρπασαν λόγοις, ἐξαπαντήσαντες αὐτούς, καί αὐτῶν τάς ψυχάς ἀπωλείᾳ παρέπεμψαν.

Καί τοῦτο ἐκ τῶν τοῦ ἁγίου πατρός ἡμῶν Εὐθυμίου καί Ἀντωνίου βίων ἀληθές εἶναι εὑρήσετε. Γέγραπται γάρ τόν Ἀντώνιον τότε λαμπροτέραν στολήν ὑπέρ τήν συνήθη ἐνδυσάμενον καί ἐπί τόπου ὑψηλοῦ ἀνελθόντα φανερῶσαι ἑαυτόν καί ἐπιδείξασθαι, ἵνα ἐμφανής γεγονώς πάντως ὑπό τῶν αἱρετικῶν κρατηθῇ καί ἀναιρεθῇ· εἰ οὖν μή ἦν διωγμός, οὐκ ἄν τοῦτο ἐποίησεν. Ἐπί δέ τῇ γεννήσει τοῦ ἁγίου πατρός ἡμῶν Εὐθυμίου, οὐ γέγραπται εὐθυμίαν τηνικαῦτα πρυτανευθῆναι ταῖς ἐκκλησίαις παρά Θεοῦ, τῶν διωγμῶν δηλονότι τότε καταπαυθέντων καί τῶν αἱρέσεων; Ἐπί δέ τῷ τέλει τοῦ ὁσίου πατρός ἡμῶν Σάβα οὐκ ἀκούετε ὅσα ὑπέρ τῶν ἐκκλησιῶν καί κατά τῶν τότε αἱρέσεων ἠγωνίσατο, καί ὅσοι τότε τῶν μοναχῶν τοῖς αἱρετικοῖς συναπήχθησαν; Τά δέ ἐπί τοῦ ἁγίου Στεφάνου τοῦ Νέου γεγονότα, τί οὐ διωγμοῦ βαρυτάτου καί χαλεποῦ ὑπῆρχον; Ἤ οὐκ ἐννοεῖτε τόν τότε γεγονότα χειμῶνα καί τόν ὑπερβάλλοντα σάλον τῶν μοναχῶν; Τί δέ πειρῶμαι τά πάντα διεξελθεῖν; Ὅταν γάρ πρό τούτων ἀναμνημονεύσω τῶν ἐπί τοῦ μεγάλου Βασιλείου γεγονότων, ὡς ὁ μέγας διηγεῖται Γρηγόριος, καί τῶν ἐπί τοῦ χρυσορρήμονος Ἰωάννου καί τῶν καθεξῆς πατέρων ἁγίων, αὐτός τε ἐγώ ἐμαυτόν ταλανίζω καί τούς ταῦτα μή ἀναλογιζομένους κατελεῶ. Οὐ γάρ ἀκριβῶς ἐπίστανται ὅτι ἅπας ὁ παρελθών χρόνος δεινότερος ἦν καί τῶν ζιζανίων τοῦ πονηροῦ πεπλησμένος ἀναφανδόν.

Ὅμως οὖν, εἰ καί δεινά τά παρεληλυθότα, ἀλλά καί νῦν ἔχει πολλούς ὁ βίος αἱρετικούς, πολλούς λύκους, ἀσπίδας καί ὄφεις συναναστρεφομένους ἡμῖν, πλήν οὐκ ἔχοντας ἐξουσίαν τινά καθ’ ἡμῶν, ἀλλ’ οἷον ὑπό νύκτα εἰσίν οἱ τοιοῦτοι τῆς πονηρίας αὐτῶν· καί τούς μέν συνερχομένους καί ὑπό τό σκότος γινομένους αὐτῶν ἁρπάζουσί τε καί κατεσθίουσι, τοῖς δέ ἐν τῷ γωτί περιπατοῦσι τῶν θείων Γραφῶν καί τῇ ὁδῷ πορευομένοις τῶν ἐντολῶν τοῦ Θεοῦ οὐδέ προσυπαντῆσαι τολμῶσιν, ἀλλά καί διερχομένους ἰδόντες ἀπό τοῦ προσώπου αὐτῶν ὡς ἀπό πυρός φεύγουσι.

Τίνας οὖν ἄρα ὑπενοήσατε εἰπεῖν με αἱρετικούς; Μή τούς ἀρνουμένους τόν Υἱόν τοῦ Θεοῦ; Μή τούς βλασφημοῦντας εἰς τό ἅγιον Πνεῦμα καί λέγοντας μή εἶναι τοῦτο Θεόν; Μή τούς μείζονα λέγοντας τοῦ Υἱοῦ τόν Πατέρα; Μή τούς τήν Τριάδα εἰς ἑνάδα συγχέοντας ἤ τόν ἕνα Θεόν εἰς τρεῖς θεούς διατέμνοντας; Μή τούς Υἱόν μέν εἶναι τοῦ Θεοῦ τόν Χριστόν λέγοντας, ἐκ γυναικός δέ λαβεῖν τήν σάρκα τοῦτον μή πιστεύοντας; Μή τούς σάρκα μέν αὐτόν ἀναλαβεῖν, ἀλλά ἄψυχον φλυαροῦντας; Μή τούς ἔμψυχον μέν ταύτην, ὡς ὅλον ἄνθρωπον, οὐχ ἕνα δέ κατά τήν ὑπόστασιν τόν Υἱόν τοῦ Θεοῦ, τόν καί Υἱόν τῆς Θεοτόκου Μαρίας χρηματίσαντα, Θεόν εἶναι λέγοντας, ἀλλ’ εἰς δύο υἱούς τόν ἕνα Χριστόν διατέμνοντας; Ἀλλά μή τούς τῷ ἀνάρχῳ Πατρί ἀρχήν περιγράφοντας καί τό «Ἦν, ὅτε οὐκ ἦν» λέγοντας; Ἤ τούς τόν Πατέρα μέν ἄναρχον, τόν δέ Υἱόν, ὡς ἐξ αὐτοῦ γεννηθέντα, ἀρχήν μετά τινα χρόνον λαβεῖν ὡς κτίσμα, κακῶς καί νοοῦντας καί δογματίζοντας;

Οὐκ ἦν γάρ ποτε, φησίν, ὁ Πατήρ μή συνόντος αὐτῷ τοῦ Υἱοῦ· καί πῶς Πατήρ ὁ ἄπαις ὀνομασθήσεται; - Ἀλλά μή τούς ἄλλον μέν τόν παθόντα, ἄλλον δέ εἶναι τόν ἀναστάντα κηρύττοντας; Ἄπαγε! Οὐδένα τούτων σοι τῶν ἀσεβῶν καί ἀθέων, οὐδέ τῶν ἄλλων αἱρέσεών τινα λέγω, τῶν ὡς σκότος μέν φανέντων, ὑπό δέ τῶν τότε λαμψάντων ἁγίων πατέρων ἐξαφανισθέντων. Ἐπί τοσοῦτον γάρ ἡ χάρις τοῦ Παναγίου Πνεύματος ἔλαμψε δι’ αὐτῶν καί τῶν εἰρημένων αἱρέσεων τό σκότος ἐδίωξεν, ὅτι καί μέχρι τοῦ νῦν τά θεόπνευστα αὐτῶν συγγράμματα λάμπουσιν ὑπέρ ἡλίου αὐγάς, ὡς μηδέ τολμᾶν αὐτοῖς τινα ἀντιφθέγγεσθαι.

Ἀλλά περί ἐκείνων λέγω καί ἐκείνους ὀνομάζω αἱρετικούς, τούς λέγοντας μή εἶναί τινα ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις καί ἐν μέσῳ ἡμῶν τόν δυνάμενον φυλάξαι τάς εὐαγγελικάς ἐντολάς καί κατά τούς ἁγίους γενέσθαι πατέρας· πρῶτον μέν πάντων πιστόν καί πρακτικόν - διά γάρ τῶν ἔργων ἡ πίστις δείκνυται, ὡς διά τοῦ ἐσόπτρου ἡ τοῦ προσώπου ἐμφέρεια-, ἔπειτα θεωρητικώτατόν τε ὁμοῦ καί θεόπτην, ἐν τῷ φωτισθῆναι δηλαδή καί λαβεῖν Πνεῦμα Ἅγιον καί δι’ αὐτοῦ τόν Υἱόν σύν τῷ Πατρί κατιδεῖν. Οἱ τοίνυν τοῦτο ἀδύνατον εἶναι λέγοντες οὐ μερικήν τινα αἵρεσιν κέκτηνται, ἀλλά πάσας, εἰ οἷόν τε εἰπεῖν, ὡς ταύτης πάσας ἐκείνας τῇ ἀσεβείᾳ καί τῇ τῆς βλασφημίας ὑπερβολῇ ὑπεραιρούσης καί καλυπτούσης. Ὁ τοῦτο λέγων ἀνατρέπει πάσας τάς θείας Γραφάς. Εἰς μάτην, οἶμαι, λέγει ὁ μάταιος τό ἅγιον ἄρτι λέγεσθαι Εὐαγγέλιον, εἰς μάτην τάς τοῦ Μεγάλου Βασιλείου καί τῶν λοιπῶν ἱερέων καί ὁσίων πατέρων ἡμῶν γραφάς ἀναγινώσκεσθαι ἤ καί γραφῆναι διαμαρτύρεται. Εἰ οὖν ἅ ὁ Θεός λέγει καί πάντες οἱ ἅγιοι πρῶτον μέν ἅπαντα ἔπραξαν, εἶτα καί γράψαντες εἰς νουθεσίαν ἡμῶν κατέλιπον, ἀδύνατον ἡμῖν ἔργῳ ταῦτα ποιῆσαι καί ἀπαραλείπτως φυλάξαι, τί ὅτι καί τότε ἐκεῖνοι κοπιάσαντες ἔγραψαν καί νῦν ἐπί ἐκκλησίας ἀναγινώσκονται; Οἱ ταῦτα λέγοντες τόν οὐρανόν, ὅν ὁ Χριστός ἡμῖν ἤνοιξε, κλείουσι καί τήν πρός ἐκεῖνον ἄνοδον, ἥν αὐτός ἐκεῖνος ἡμῖν ἐνεκαίνισε, διακόπτουσιν. Ἄνωθεν γάρ ἐκείνου τοῦ ἐπί πάντων Θεοῦ πρός τῇ πύλῃ οἱονεί τοῦ οὐρανοῦ ἱσταμένου καί διακύπτοντος καί ὑπό τῶν πιστῶν ὁρωμένου καί διά τοῦ ἁγίου Εὐαγγελίου βοῶντος καί λέγοντος· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι κἀγώ ἀναπαύσω ὑμᾶς», οἱ ἀντίθεοι οὗτοι ἤ, μᾶλλον εἰπεῖν, ἀντίχριστοι λέγουσιν· «Ἀδύνατον τοῦτο, ἀδύνατον! ».

Πρός οὕς εἰκότως ὁ Δεσπότης μεγαλοφώνως φησίν· «Οὐαί ὑμῖν, γραμματεῖς καί φαρισαῖοι ! Οὐαί ὑμῖν ὁδηγοί τυφλοί τυφλῶν, ὅτι ὑμεῖς εἰς τήν βασιλείαν οὐκ εἰσέρχεσθε καί τούς θέλοντας εἰσελθεῖν κωλύετε». Ἐκείνου τούς νῦν πενθοῦντας ἀναφανδόν μακαρίζοντος, οὗτοι ἀδύνατον φασιν καθ’ ἑκάστην πενθεῖν καί κλαίειν τινά. Ὤ τῆς ἀναισθησίας καί τοῦ ἀπυλώτου στόματος, μιαράς ἐκπέμποντος κατά τοῦ Θεοῦ τοῦ Ὑψίστου φωνάς καί τά τοῦ Χριστοῦ πρόβατα ποιοῦντος γίνεσθαι θηριάλωτα, ὑπέρ ὧν αὐτός ὁ Μονογενής Υἱός τοῦ Θεοοῦ τό αἷμα ἐκένωσεν. Ὄντως καλῶς περί τῶν τοιούτων ὁ θεοπάτωρ λέγει Δαυίδ· «Υἱοί ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καί βέλη· καί ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα».

Διατί γάρ, εἰπέ μοι, ἀδύνατον; Διά τίνος δέ ἄλλου οἱ ἅγιοι ἐπί τῆς γῆς ἔλαμψαν καί φωστῆρες ἐν κόσμῳ γεγόνασιν; Εἰ ἦν ἀδύνατον, οὐδ’ ἄν ἐκεῖνοι ταῦτα κατορθῶσαί ποτε ἠδυνήθησαν. Ἄνθρωποι γάρ ὑπῆρχον κἀκεῖνοι, ὡς καί ἡμεῖς, καί οὐδέν πλέον ἡμῶν ἐκέκτηντο, εἰ μή προαίρεσιν εἰς τό ἀγαθόν, σπουδήν τε καί ὑπομονήν καί ταπείνωσιν καί ἀγάπην πρός τόν Θεόν. Ταῦτα τοιγαροῦν κτῆσαι καί αὐτός, καί γενήσεταί σοι πηγή δακρύων ἡ νυνί πετρώδης ὑπάρχουσα ψυχή. Εἰ δέ σύ μή θέλεις θλιβῆναι καί στενοχωρηθῆναι, κἄν τό πρᾶγμα μή λέγε εἶναι ἀδύνατον. Ὁ γάρ τοῦτο λέγων ἀπαρνεῖται τήν κάθαρσιν· χωρίς γάρ δακρύων οὐκ ἠκούσθη ἀπό τοῦ αἰῶνος καθαρθῆναι ψυχήν τοῦ ῥύπου τῆς ἁμαρτίας, τήν μετά τό βάπτισμα ἁμαρτήσασαν. Διά γάρ τοῦ βαπτίσματος ἀφεῖλεν ὁ Θεός πᾶν δάκρυον ἀπό προσώπου τῆς γῆς, ἐκχέας τό Πνεῦμα τό Ἅγιον αὐτοῦ πλουσίως. Ἀλλά, ὡς παρά τῆς θείας Γραφῆς ἀκήκοα, καί ἐν αὐτῷ τῷ βαπτίσματι ἡλικιῶταί τινες βαπτιζόμενοι, τῇ ἐπελεύσει κατανυγέντες τοῦ Πνεύματος, ἐδάκρυσαν· οὐχί ἐνώδυνα καί ἐπίπονα δάκρυα, ἀλλ’ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος καί δωρεᾷ τῇ ἐκείνου γλυκέα ὑπέρ μέλι, ἀπονητί πως καί ἀψοφητί διά τῶν ὀφθαλμῶν ταῦτα κενώσαντες. Οἱ οὖν καταξιωθέντες ποτέ ἐν πείρᾳ τοιούτων δακρύων γενέσθαι τά εἰρημένα γνωρίσουσι καί ἀληθῆ ταῦτα εἶναι συμμαρτυρήσουσιν, ὥς μοι καί ἡ θεολόγος συμμαρτυρήσει φωνή. Φησί γάρ· «Προσφερέτω τις, ὁ μέν τόδε, ὁ δέ τόδε», καί πολλά ἐν μέσῳ ἀπαριθμησάμενος, ὕστερον πάντων ἐβόησε· «Πάντες δάκρυα, πάντες κάθαρσιν, πάντες ἀνάβασιν καί τό τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι».

Μή τι οὖν διεστείλατο ἤ διεχώρισεν ἐν τούτῳ τῶν ἄλλων τινάς, καί τοῖς μέν ὡς δυνατόν εἶναι τοῦτο ἔφησε, τοῖς δέ ὡς ἀδύνατον; Μή, ὡς ὑμεῖς φατε ἀσυνέτως - ἵνα καί ἀξίως καθάψωμαι ὑμῶν, ἀπερίτμητοι ταῖς καρδίαις καί τοῖς ὠσίν - , ὅτι τινές ἔλαχον φύσεως σκληρᾶς καί οὐκ ἄν ποτε δυνηθεῖεν κατανυγῆναι καί κλαῦσαι, τοῦτο καί ὁ μέγας Γρηγόριος εἴρηκε; Μή γένοιτο! Οὔτε φύσις ἀνθρώπου ἐστί μή φυσικῶς ἔχουσα μᾶλλον τά δάκρυα καί τό κλαίειν καί τό πενθεῖν, οὔτε ὅ ἅγιος οὗτος, οὔτε ἕτερός τις τῶν ἁγίων, τοῦτο εἶπεν ἤ ἔγραψεν. Ὅτι δέ ἐκ φύσεως τό κλαίειν πᾶσιν ἡμῖν πρόσεστιν, αὐτά τά γεννώμενα βρέφη σε διδαξάτωσαν. Ἅμα γάρ τῷ προελθεῖν τῆς γαστρός καί πεσεῖν ἐπί τῆς γῆς κλαίουσι, καί τοῦτο σημεῖον ζωῆς ταῖς μαίαις καί ταῖς μητράσιν ἐνδείκνυται. Εἰ γάρ μή κλαύσει τό βρέφος, οὐδέ ζῆν λέγεται· κλαῦσαν δέ δείκνυσιν αὐτόθι ὅτι συνεπόμενον ἡ φύσις ἔχει ἀπό γεννήσεως τό πένθος ὁμοῦ καί τά δάκρυα. Ὡς δέ καί ὁ ἅγιος πατήρ ἡμῶν ἔλεγε Συμεών ὁ Στουδιώτης, ὅτι μετά τοῦ τοιούτου κλαυθμοῦ ὀφείλει καί ζῆσαι τόν παρόντα βίον ὁ ἄνθρωπος καί μετ’ αὐτοῦ συναποθανεῖν, εἰ ἄρα καί σωθῆναι βούλεται καί εἰς τήν μακαρίαν ζωήν εἰσελθεῖν, ἐπειδή τό τῆς γενήσεως δάκρυον δηλωτικόν ἐστι τῶν δακρύων τῆς παρούσης ἡμῶν ἐνταῦθα ζωῆς. Ὡς γάρ ἡ τροφή καί ἡ πόσις ἀναγκαία ἐστί τῷ σώματι, οὕτω καί τά δάκρυα τῇ ψυχῇ, ὥστε ὁ μή καθ’ ἑκάστην κλαίων - ὀκνῶ γάρ εἰπεῖν καθ’ ὥραν, ἵνα μή δόξω βαρύς - , λιμῷ τήν ψυχήν διαφθείρεται καί ἀπόλλυται.

Εἰ τοίνυν συνεπόμενόν ἐστι τό φύσει τό κλαίειν ὁμοῦ καί τά δάκρυα, καθώς ἀποδέδεικται, μηδείς τό τῆς φύσεως ἀγαθόν ἀπαρνήσηται, μηδείς ὄκνῳ καί ῥᾳθυμίᾳ τοῦ τοιούτου καλοῦ στερήσειεν ἑαυτόν, μηδείς κακίᾳ καί πονηρίᾳ καί ὑπερηφανίᾳ ψυχῆς ἀλαζών γένηται καί εἰς ἀντιτυπίαν λίθου παρά φύσιν μετενεχθῇ, ἀλλά σπουδῇ τῇ καλλίστῃ πρός τάς ἐντολάς χρησάμενος τοῦ Θεοῦ, φυλαξάτω τό μέγα τοῦτο δῶρον, παρακαλῶ, ἄσυλον ἐν τῇ ἑαυτοῦ καρδίᾳ, διατηρῶν αὐτό ἐν εὐτελείᾳ καί ταπεινώσει, ἐν ἀκακίᾳ ψυχῆς καί ἁπλότητι, ἐν ὑπομονῇ τῶν πειρασμῶν καί διηνεκεῖ μελέτῃ τῶν θείων Γραφῶν, μετανοῶν ἀεί καί διαπαντός τῶν οἰκείων μνημονεύων σφαλμάτων, καί μηδείς τῆς τοιαύτης ἐργασίας ἀμελείτω. Εἰ δέ τις ἀπεγνωκώς τῆς ἑαυτοῦ σωτηρίας ἐπί κλίνης ῥᾳθυμίας ἀνάκειται, κἄν μή λεγέτω καί τοῖς σπουδαίοις τοῦτο εἶναι ἀδύνατον. Ὁ γάρ τοῦτο λέγων αὐτήν ἡμῖν πᾶσιν ἀποκλείει τήν πύλην τῆς βασιλείας τῶν οὐρανῶν. Ἄνελε γάρ τά δάκρυα καί συνανεῖλες τούτοις τήν κάθαρσιν· καθάρσεως δέ δίχα οὐδείς ὁ σῳζόμενος, οὐδείς ὁ ὑπό τοῦ Κυρίου μακαριζόμενος, οὐδείς ὄψεται τόν Θεόν.

Εἰ δέ ταῦτα οὕτως ἐπακολουθεῖ τοῖς μή πενθοῦσι κατά τήν ἐντολήν τοῦ Κυρίου, πῶς οὐχ αἱρετικῶν πάντων, εἰπέ μοι, χείρων αὕτη ἡ αἵρεσις; Ἀλλά γάρ διά κενῆς, τό καθ’ ὑμᾶς, λοιπόν ἡ τοῦ Θεοῦ συγκατάβασις καί ἀνάβασις γέγονεν, ἤργησε τῶν ἀποστόλων τό κήρυγμα, ἤργησαν τῶν ἁγίων ἁπάντων αἱ κατηχήσεις, αἱ πρός τό πένθος ἡμᾶς ἀεί ἐκκαλούμεναι. Πᾶσα Γραφή θεόπνευστος ἀνωφελής εἰς ὑμᾶς τούς οὕτω ἔχοντας καί φρονοῦντας, ὡς ὁρῷ, γέγονεν. Ὡς γάρ ἀσπίς κωφή καί τά ὦτα βύσαντες καί ὑμεῖς, τῷ τριβωνίῳ μόνῳ καί τῷ κουκουλίῳ καί ἀναλάβῳ - οἱ δέ καί τῷ βαθυτάτῳ καί σεμνῷ πώγωνι - τήν σωτηρίαν τῶν ψυχῶν ὑμῶν, ὡς οἴομαι, ἐπιγράφεσθε καί τούτοις θαρροῦντες ἐγκαλλωπίζεσθε. Ἀλλά θαρσεῖτε, γυμνοί καί τετραχηλισμένοι - εἰ καί μή ἀκούειν ἐθέλοιτε καθ’ ἑκάστην ἐκβοώσης ὑμῖν μεγάλα τῆς θείας Γραφῆς - παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα λήψηται ἕκαστος τά διά τοῦ σώματος πρός ἅ ἔπραξεν, εἴτε ἀγαθόν εἴτε πονηρόν.

Εἰ δέ ὅσον οὔπω εἰς πάντας τοῦτο γενήσεται, ποῦ ἔσται τότε ἡ τά σώματα ἡμῶν καλύπτουσα καί κοσμοῦσα στολή; Ποῦ οἱ ἀνάλαβοι οἱ περιφανεῖς; Ποῦ τά στίλβοντα παλλία καί διαφανῆ; Ποῦ τά εὐειδῆ σανδάλια καί στερρά; Ποῦ οἱ λῶροι, οἱ γυναικείαις ζώναις παρόμοιοι; Ποῦ τῶν ἀρχόντων ἡ ἀπαντή; Ποῦ τῶν ἀσπασμῶν ἡ προτίμησις; Ποῦ οἱ τῆς πρωτοκαθεδρίας ἀγῶνες; Ποῦ ἡ τῶν τραπεζῶν πολυτέλεια; Ποῦ - ἵνα καί τοῦτο εἴπω - τό προλαβεῖν τόν ἀδελφόν καί τῶν προκειμένων λαβεῖν τά πλείω καί τιμιώτερα, ὅπερ ἐγώ πρῶτος καί οἱ ὡς ἐγώ πάσχομεν μάταιοι; Ποῦ τότε ὁ τύφος καί ἡ ἀλαζονεία ἡμῶν καί τό ἄρχειν καί ἄρχεσθαι; Ποῦ αἱ εὐρύχωροι κέλλαι καί ὡς παστοί κεκελλωπισμέναι λαμπρῶς; Ποῦ τῶν διακονιῶν καί διακονητῶν ἡ προτίμησις, ἐν αἷς τῶν ἄλλων προτερεύειν νομίζομεν; Ποῦ ὁ ἀκρατής καί ἄσεμνος γέλως; Ποῦ τά δεῖπνα τά πολυτελῆ καί βραδέα τά ἄριστα καί αἱ ἐν τούτοις ἄκαιροι ὁμιλίαι; Ποῦ τά μεγάλα τότε ὀνόματα; Ποῦ ἡ ἁγιωσύνη ἥν ἔχειν νῦν νομιζόμεθα ἤ νομίζομεν; Ποῦ οἱ νῦν κόλακες καί ἐμπαῖκται οἱ ἁγίους ἡμᾶς ἀποκαλοῦντες καί τήν τρίβον τῶν ποδῶν ἡμῶν ἐκταράσσοντες; Ποῦ οἱ ἐπηρμένοι θρόνοι καί οἱ ἐκ τούτων δοκοῦντες εἶναι τῶν ἄλλων περιφανέστεροι; Ποῦ ἡ περιδρομή καί σπουδή τοῦ ἐν κατασχέσει γενέσθαι τινός ἤ τῆς μειζοτέρας ἀρχῆς; Ποῦ ἡ ἀντιλογία καί ἀνυποταξία καί τό μή θέλειν τινά τοῦ ἑτέρου φανῆναι δεύτερον; Ποῦ τῶν συγγενῶν ἡ προσπάθεια; Ποῦ τῶν πρός ἡμᾶς παραγενομένων κοσμικῶν καί ἀρχόντων ἡ περιφάνεια, δι’ ὧν οἴομαι καί δοκῶ πρῶτος ἐγώ ὁ ταλαίπωρος τῶν ἄλλων περιφανέστερος γίνεσθαι; Ποῦ ἡ δοκοῦσα φρόνησις τῶν περιφανῶν ἐν τῇ γνώσει καί τῇ σοφίᾳ τοῦ κόσμου; Ποῦ ἡ οἴησις καί τό δοκεῖν εἶναί τι, μηδέν ὄντων ἡμῶν; Ποῦ ἡ εὔστροφος τότε γλῶσσα καί τά ὡς ἀπό πηγῆς ῥητορεύματα; Ποῦ τότε, μᾶλλον δέ νῦν, σοφός, ποῦ γραμματεύς, ποῦ συζητητής τοῦ αἰῶνος τούτου, ἵνα ἐπανιών ἔλθῃ καί καθεσθῶμεν ἅμα καί περί τῆς φοβερᾶς ἡμέρας καί ὥρας ἐκείνης συμβουλευσώμεθα καί πάντα κάλων - τό δή λεγόμενον - ἐν ἑαυτοῖς ἡμῖν καί ἐν ταῖς θείας Γραφαῖς κινήσαντες καί ἀκριβῶς ἐρευνήσαντες, διδαχθῶμεν ἐκεῖθεν καί μάθωμεν τί ἐστιν, ὅ ἡμᾶς ὠφελῆσαι ἰσχύσει τότε, κἀκεῖνο πολλῇ τῇ σπουδῇ ἐκλεξώμεθα;

Ὄντως, ἀδελφοί μου ἀγαπητοί, ὡς πᾶσα Γραφή διαρρήδην βοᾷ, μεγάλη ἀνάγκη, μέγας φόβος καί τρόμος λήψεται ἐν τῇ ὥρᾳ ἐκείνῃ τούς κατ’ ἐμέ ῥᾳθύμους καί χαύνους καί ὀκνηρούς. Μακάριος δέ ἐστιν, ἀδελφοί, ὁ ὑποκάτω πάσης κτίσεως κείμενος νῦν, πενθῶν τε καί κλαίων νύκτα καί ἡμέραν ἐνώπιον τοῦ Θεοῦ, ὅτι ἐκ δεξιῶν αὐτοῦ ἐστολισμένος τότε σταθήσεται. Μακάριος ὁ ταῦτα ἀκούων καί μή μόνον στενάζων, μηδέ ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος παρατρέχει τόν χρόνον αὐτοῦ τῆς ζωῆς ἀνωφελῶς, ἀλλ’ ὁ ἅμα τῷ ἀκοῦσαι τοῦ Κυρίου λέγοντος, «Μετανοεῖτε»!, εὐθύς τοῦ ἔργου ἀρχόμενος. Ὁ τοιοῦτος γάρ ὡς ὑπήκοος καί εὐγνώμων δοῦλος ἐλεηθήσεται καί οὐχί μετά τῶν ἀνηκόων κατακριθήσεται, καί νῦν μέν ἐκ πάντων ἀπαλλαγήσεται τῶν παθῶν, πασῶν δέ τῶν ἀρετῶν ἐργάτης γενήσεται δόκιμος, ἐν δέ τῷ αἰῶνι τῷ μέλλοντι κατατρυφήσει τῶν ἀπορρήτων ἀγαθῶν τοῦ Θεοῦ μετά πάντων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων αὐτῷ, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Λ΄. Περί μετανοίας καί ἀρχῆς ἐπαινετοῦ βίου, ὅπως δεῖ τόν μετανοῦντα καθ’ ἑκάστην ποιεῖν. Ἐν ᾧ καί περί δακρύων ἅμα καί κατανύξεως.
Προηγούμενο: Λόγος ΚΗ΄. Περί τῆς ἐκ τοῦ Πνεύματος ἐγγινομένης τοῖς ἀγωνιζομένοις καί πρό τοῦ θανάτου ζωοποιοῦ νεκρώσεως. Καί ὅτι οἱ ἐν τῇ χάριτι ὑπέρ τόν νόμον γενόμενοι τήν τοῦ θείου φωτός χάριν γνωστῶς ἐν ἑαυτοῖς λαμβάνουσιν· οἱ γάρ μή λαβόντες ἤδη τοῦτο τό φῶς κατά τήν παροῦσαν ζωήν, μηδέ καθορῶντες αὐτό, ἔτι ὑπό τήν σκιάν τοῦ νόμου εἰσί καί κριθήσονται ὑπ’ αὐτοῦ. Καί ὁποῖον δεῖ εἶναι τόν τε προηγούμενον καί τόν ἱερέα, τόν δεσμεῖν καί λύειν ἄνωθεν λαβόντα τήν ἐξουσίαν. Καί ὅτι τῷ ἀληθῶς ἱερουργοῦντι καί ὑπό τοῦ θείου καταλαμπομένῳ φωτός πάντες κατάδηλοι, αὐτοί τε οἱ Πνεύματι περιπατοῦντες Θεοῦ καί οἱ μήπω τόν χοϊκόν ἐκδυσάμενοι ἄνθρωπον.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος