Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΛΑ΄. Περί τοῦ πῶς δεῖ ἕκαστον ἐπισκέπτεσθαι καί τά καθ’ ἑαυτόν ἐπιμελῶς ἐρευνᾷν. Καί πῶς τά ἑαυτοῦ ἀντιπαρατιθέναι χρή ταῖς ἐντολαῖς τοῦ Χριστοῦ.
Προηγούμενο: Λόγος ΚΘ΄. Περί τοῦ μή δεῖν λέγειν, ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τόν βουλόμενον καί τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καί ὅτι πᾶς ὁ τά ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει. Καί περί δακρύων, ὅτι ἐκ φύσεως ἡμῖν τά δάκρυα πρόσεστι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος Λ΄. Περί μετανοίας καί ἀρχῆς ἐπαινετοῦ βίου, ὅπως δεῖ τόν μετανοῦντα καθ’ ἑκάστην ποιεῖν. Ἐν ᾧ καί περί δακρύων ἅμα καί κατανύξεως.

Ἀδελφοί μου ἀγαπητοί, ἀκούσατέ μου τῶν λόγων τήν δύναμιν καί ὡς εἰς ἀγαθήν οὖσαν ὑμῖν συμβουλήν προσδέξασθε ἀσμένως αὐτήν καί ποιῆσαι προθυμήθητε εἰς κοινήν ἐμοῦ τε καί ὑμῶν ὠφέλειαν. Οὕτω γάρ κατά βραχύ διά τῶν δοκούντων μικρῶν βαδίζοντες, ἐπί τά τελεώτερα προκόπτοντες ἀνερχόμεθα καί ἄνδρες γινόμεθα τέλειοι ἐν Χριστῷ.

Ὁ δέ σκοπός τοῦ λόγου ἐστί τοιοῦτος· ἐξερχόμενοι τῆς ἐκκλησίας μή ἄρξησθε μετεωρίζεσθαι εἰς μάταια καί ἀνωφελῆ, ἵνα μή ἐλθών ὁ διάβολος καί ἐν τούτοις ἐνασχολουμένους εὑρίσκων ὑμᾶς, ὥσπερ τις εὐθύς κορώνη τόν κόκκον τοῦ σίτου ἐκ τοῦ πεδίου πρίν ἤ ὑπό τήν γῆν καλυφθῆναι αἴρουσα πέταται, οὕτω καί αὐτός ἄρῃ τήν μνήμην τῶν λόγων τούτων τῆς κατηχήσεως ἐκ τῆς καρδίας ὑμῶν καί πάλιν διαμείνητε κοῦφοι καί κενοί τῆς σωτηρίου διδασκαλίας· ἀλλά εἰ μέν τις ἐξ ὑμῶν ἐργόχειρον ἤ διακονίαν ἐπετράπη ποιεῖν καί ἐργάζεσθαι, ἀπελθέτω κάτω νεύων καί προσέχων ἑαυτῷ, ἐργαζόμενος δέ καί διακονῶν λεγέτω ἐν ἑαυτῷ·

«Ὤ πόσας ἡμέρας παρῆλθον καί χρόνους τῆς ζωῆς μου μετεωριζόμενος ὁ ἄθλιος καί γελῶν! Ὤ πῶς ἐματαιώθην ἀκούων μέχρι τοῦ νῦν τάς θείας Γραφάς καί μή καθόλου γνούς τό ἐκ τούτων ὠφέλιμον! Τί με ὠφέλησεν ἡ παροῦσα ζωή; Ἰδού παρῆλθον ἔτη τῆς ζωῆς μου τόσα καί τόσα. Τίς οὖν οἶδεν, εἰ ζήσομαι ἕως τῆς αὔριον; Ἔφαγον ἐπί ἔτη πολλά, ἐνέπλησά μου τήν γαστέρα κρεῶν, οἴνου καί ἀδηφαγίας πολλῆς. Ἐκαλλωπίσθην ἱματίοις, ἔπαιξά τε ὁμοῦ καί ἐγέλασα κατ’ ἐμοῦ, ἐπερισσεύθην ἐν νομίσμασι τόσοις ἤ τόσοις καί ἐξοδιάσας αὐτά ἐπί ματαίοις ἀνάλωσα, μετά ταῦτα πάλιν ἐκτησάμην ἕτερα. Λοετροῖς ἐχρησάμην εἰς κόρον καί μύροις, ἵππους καί ἡμιόνους ἐπιβέβηκα, τραπεζῶν πολλῶν καί πολυτελῶν ἀπήλαυσα, τῷ πλησίον ἐφθόνησα, ἐλοιδόρησα, πεπόρνευκα, ἔκλεψα, ἐψευσάμην. Συνήθεσι καί φίλοις συνανεστράφην περιδόξοις καί πλουσίοις καί ἄρχουσι συνηυλίσθην. Ὄνομα ἐν τῷ βίῳ περιφανές ἐκτησάμην, ἐπί ἁπαλῶν στρωμνῶν ἀνεκλίθην, ἀνέπαυσα τό σῶμα τοῦτο τό γήϊνον, ὕπνον εἰς κόρον ὕπνωσα».

«Τί οὖν με τούτων ἁπάντων ὠφέλησε μέχρι τοῦ νῦν ἤ ἐν τῇ ἐξόδῳ τῆς ταλαιπώρου ψυχῆς μου ὠφελήσει με, εἰ αὔριον ὁ ἔχων ἐξουσίαν πάσης πνοῆς ἀπό τοῦ κόσμου τούτου κελεύσει ἀρθῆναί με; Ὄντως οὐδέν! Λοιπόν οὖν μή μάτην κἄν τάς ὑπολοίπους διάξω ἡμέρας τῆς ἐνταῦθα ζωῆς μου, ἀλλά βάλλω ἀπό τοῦ παρόντος ἀρχήν και πάντα καταλιπών ἐκεῖνα, τά ἐναντία τούτοις ὡς οἱ ἅγιοι πατέρες κἀγώ διαπράξομαι. Καί νηστεύσω μέν ἐπί τοσοῦτον ἀντί τῆς προλαβούσης ἀδηφαγίας μου, ἕως οὗ μηδέ τήν γλῶσσαν πρός συντυχίαν κινῆσαί με δύνασθαι, θλίψω δέ τήν γαστέρα ἐν πείνῃ καί δίψῃ, καί δαμασθήσεται πάντως ἡ ἀδάμαστος γλῶσσα μου, ἀλλά μήν καί εἰς στυγνότητα καί ὠχρότητα καί λύπην ἅμα τούτοις ἐλεύσομαι καί τοῦ γαυριάματος τῶν λογισμῶν ἐλευθερωθήσομαι καί τοῦ μετεωρίζεσθαι καί παίζειν καί γελᾶν σύν τούτοις εὐκόλως παύσομαι. Περιβαλοῦμαι εὐτελῆ καί τά πολύτιμα δώσω τοῖς πένησι, σκορπίσω σύν αὐτοῖς καί ὅσον χρυσίον κέκτημαι εἰς χεῖρας τῶν δεομένων· τί γάρ μοι καί τό μεριμνᾶν περί τούτων ἀπό τοῦ νῦν, εἰ τῷ τά πάντα τρέφοντι ὅλον ἐμαυτόν ἀναθήσομαι; Ἵππους ἐπιβαίνειν καί ἡμιόνους ἀποτάξομαι, τούς συγγενεῖς καί φίλους καί συνήθεις ἅπαντας ἀρνήσομαι· ὁ γάρ πλέον τοῦ Θεοῦ πάντως τινά ἀγαπῶν οὐκ ἔστιν αὐτοῦ ἐκείνου, ὡς αὐτός λέγει, ἄξιος. Λοετροῦ οὐχ ἅψομαι, ἐπί κλίνης στρωμνῆς μου οὐκ ἀναβήσομαι, ἀλλά χαμευνίᾳ καί ξηροκοιτίᾳ ἐμαυτόν προθύμως ἐκδῶ, ἵνα ὀλίγον ὑπνώσω καί μή βουλόμενος, ὑπό τῆς ξηρασίας στενοχωρούμενος. Τί γάρ, ἐάν καί ἀποθάνοιμι, ἆρα δέ ζῆν εἰμι ἄξιος»;

«Οὕτω γάρ ποιῶν, ἐγειρόμενος μεσονύκτιον, προσπέσω καί κλαύσω ἐν θλίψει τῆς ἁμαρτησάσης ψυχῆς μου καί πρός τόν Θεόν ἐν στεναγμοῖς καί δάκρυσιν εἴποιμι· Δέσποτα, Κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, οἶδα ὅτι ἥμαρτον ὑπέρ πᾶσαν φύσιν ἀνθρώπων καί αὐτῶν τῶν ἀλόγων ζῴων καί ἑρπετῶν ἐνώπιόν σου, τοῦ φοβεροῦ καί ἀπροσίτου Θεοῦ μου, καί οὐκ εἰμί ἄξιος ἐλέους τυχεῖν ὅλως ποτέ παρά σοῦ. Διά γάρ τοῦτο οὐδέ ἐτόλμων προσελθεῖν ἤ προσπεσεῖν σοι, φιλάνθρωπε βασιλεῦ, εἰ μή ἤκουσα τῆς ἁγίας φωνῆς σου λεγούσης»· «Οὐ θελήσει θέλω τόν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τό ἐπιστρέψαι καί ζῆν αὐτόν», καί πάλιν ὅτι «χαρά γίνεται ἐν τῷ οὐρανῷ ἐπί ἑνί ἁμαρτωλῷ μετανοοῦντι». «Ἀλλά γάρ μνησθείς καί τῆς περί τοῦ ἀσώτου υἱοῦ παραβολῆς ἥνπερ εἴρηκας, Δέσποτα, - ὅπως ἐρχομένου αὐτοῦ, πρό τοῦ πλησίον σου γενέσθαι αὐτόν, σύ ὁ εὔσπλαχνος προσελθών ἐπέπεσας τῷ τραχήλῳ αὐτοῦ καί κατεφίλησας αὐτόν - , θαρρήσας εἰς τό πέλαγος τῆς σῆς ἀγαθότητος προσῆλθόν σοι ἐν ὀδύνῃ καί λύπῃ καί στυγνότητι τῆς καρδίας μου, πεπωρωμένος ὤν καί τετραυματισμένος δεινῶς καί εἰς πέταυρον ᾅδου τῶν ἐμῶν ἀνομιῶν χαλεπῶς κείμενος. Πλήν ἀπό τοῦ νῦν λόγον σοι δίδωμι, Κύριε, ὅτι ἕως κελεύσεις εἶναί με ἐν τῷ βίῳ καί τούτῳ τῷ σώματι, οὐκ ἐγκαταλείψω σε, οὐδέ εἰς τά ὀπίσω στραφήσομαι, οὐκέτι ἅψομαι τῶν ματαίων καί πονηρῶν. Σύ δέ, ὁ Θεός μου, ἐπιγινώσκεις μου τήν ἀσθένειαν, τήν ταλαιπωρίαν, τήν ὀλιγοψυχίαν μου καί τάς μελλούσας με τυραννεῖν καί ἐκθλίβειν προλήψεις. Βοήθησόν μοι, προσπίπτω σοι, καί μή ἐγκαταλίπῃς με, μηδέ ἐπί πολύ καταγελᾶσθαί με ἐάσῃς καί καταπαίζεσθαι ὑπό τοῦ ἐχθροῦ, τόν ἀπό τοῦ παρόντος δοῦλον σόν, ἀγαθέ».

Ταῦτα τοίνυν δι’ ὅλης τῆς ἡμέρας διαλογίζεσθαι καί βούλεσθαι ὀφείλει ἐν ἑαυτῷ ὁ ἄρτι τόν κόσμον ἀποφυγών καί μετανοῆσαι προθυμηθείς, ἀδελφοί, ὁ μαθεῖν βουληθείς τήν τέχνην ταύτην τῶν τεχνῶν τῆς ἐναγωνίου ζωῆς καί ἀσκήσεως, καί διά τοῦτο πρός τό στάδιον τῆς ἀθλήσεως αὐτῆς εἰσελθών. Διό καί πρός τοιοῦτον ποιήσομαι τήν παραίνεσιν, εἴπου καί μέσον ἡμῶν ἕστηκε καί τά ἐπιπονώτερα παρ’ ἡμῶν ἀκοῦσαι διψᾷ καί τοῦ ἔργου ἐπείγεται τῆς ἀληθινῆς μετανοίας ἀπάρξασθαι.

Πρός γοῦν τοῖς εἰρημένοις, ἀγαπητέ, μηδέ τροφῆς μεταλάβῃς ἕως ἑσπέρας. Ἑσπέρας δέ εἰσελθών ἐν τῷ κελλίῳ, κάθισον ἐπί τῆς κλίνης σου καί ἅπαντα τά εἰρημένα ἐν σεαυτῷ ἀναλογισάμενος εὐχαρίστησον ἐν πρώτοις ὅτι φθάσαι κατηξιώθης τό τέλος τῆς ἡμέρας καί τήν ἀρχήν τῆς νυκτός. Εἶτα κατανόησον σεαυτόν καί ἐνθυμήθητι ὅσα ἥμαρτες τῷ ποιήσαντί σε Θεῷ καί πόσα ἔτη ἐμακροθύμησεν ἐπί σοί, ἐάσας σε ζῆν καί χαρισάμενός σοι ἅπαντα τά πρός ἀπόλαυσιν τοῦ σώματος, τροφήν λέγω καί πόσιν, ἐνδύματα καί σκεπάσματα καί αὐτήν τήν κέλλαν καθίσαι, καί οὐκ ὠργίσθη, οὐκ ἀπεστράφη σε διά τάς ἁμαρτίας σου, οὐδέ τῷ θανάτῳ ἤ τοῖς δαίμοσιν παραδέδωκε τοῦ ὀλέσαι σε. Τούτων οὖν ἁπάντων ἀναμνημονεύσας καλῶς, ἀνάστα καί τό ψιάθιον θείς ἐπί γῆς καί μικρόν τινα λίθον εἰς προσκεφάλαιον, προευτρέπισον τήν κοίτην ἐν ᾗ μέλλεις ἀνακλιθῆναι.

Καί ἄκουσον! Ὑποτίθητί σοι καί ἕτερον τρόπον θερμῆς ὡς ἀληθῶς μετανοίας, πρόξενόν σοι γενόμενον διά τάχους δακρύων καί κατανύξεως, καί μάλιστα εἰ λιθώδης τις εἶ τῇ καρδίᾳ καί πρός πένθος βραδύς καί ἀκατάνυκτος. Ἀλλά μή παράδοξόν σοι καί ἀσύνηθες τοῖς πσιτοῖς, ὅ μέλλω σοι συμβουλεύσασθαι, ἀβασανίστως καταφανῇ.

Ὁ μέν γάρ ἑαυτόν φυλάξας μετά τό βάπτισμα ἄσπιλον τῷ Θεῷ καί τό κατ’ εἰκόνα διατηρήσας τῷ ποιήσαντι καί πλάσαντι ἄχραντον, οὐδενός ἑτέρου πρός ἀνάκλησιν ἐπιδεηθῇ τῶν ἱσταμένων, τυγχάνων ἐν τῷ Θεῷ. Ὁ δέ μολύνας ἑαυτόν μετά τοῦτο πράξεσιν ἀτόποις καί ἀνομίαις καί τόν ναόν τοῦ σώματος αὐτοῦ, τόν οἶκόν φημι τοῦ Θεοῦ, οἶκον ἡδονῶν καί παθῶν καί δαιμόνων ἀσώτως ἀπεργασάμενος, οὐ μόνον οὗ μέλλω εἰπεῖν σοι καί συμβουλεύσασθαι τρόπου πρός μετάνοιαν χρῄζει, ἀλλά καί ἑτέρων μεθόδων πολλῶν καί ἐπινοῶν μετανοίας εἰς τό ἐξιλεώσασθαι τόν Θεόν καί ἀνακαλέσασθαι πρός ἑαυτόν, ὅπερ διά τῆς ἐφαμάρτου ζωῆς ἀπώλεσε, θεῖον ἀξίωμα. Καί πειθέτω σε τοιαῦτα πολλά περιέχων ὁ «Περί μετανοίας» λόγος τῆς Κλίμακος Ἰωάννου, τοῦ θείου πατρός.

Τίς δέ ἐστιν ὁ τρόπος, ὅν σοι πατρικῶς συμβουλεύων ὑποτίθημι, τῆς μετανοίας, ἄκουσον ἀσκανδαλίστως καί συνετῶς, ἀδελφέ. Μετά γοῦν τό προευτρεπίσαι, ὥσπερ εἴρηται, τό τῆς κοίτης ψιάθιον ἐν ᾗ μέλλεις ἀνακλιθῆναι, στῆθι εἰς προσευχήν ὡς κατάκριτος. Ποίησον ἐν πρώτοις Τρισάγιον, εἶτα εἶπον τό Πάτερ ἡμῶν· καί τοῦτο λέγων μνήσθητι τίς ὤν ὁποῖον καί τίνα πατέρα καλεῖς. Ὅτε δέ εἰπεῖν ἔλθῃς τό Κύριε ἐλέησον καί ἐκτεῖναι θελήσῃς τάς χεῖράς σου εἰς τό ὕψος τοῦ οὐρανοῦ, πρός αὐτόν ἐμβλέψας τοῖς αἰσθητοῖς ὀφθαλμοῖς καί προσχών αὐταῖς καί τῇ διανοίᾳ ἑαυτόν ἐπισυνάξας, μνήσθητι τῶν φαύλων σου ἔργων, καί ὅσα ἥμαρτες δι΄ αὐτῶν καί ὁποίων ποτέ ἥψω ἔργων ἴσως αἰσχρῶν δι’ αὐτῶν, καί φοβήθητι λέγων ἐν σεαυτῷ· «Οὐαί μοι τῷ ἀκαθάρτῳ καί μιαρῷ! Μήποτε ἰδών με ὁ Θεός τάς χεῖράς μου ἁπλοῦντα ἀναιδῶς ἔμπροσθεν αὐτοῦ μνησθῇ μου τῶν ἀνομιῶν, ὧν ἔπραξα δι’ αὐτῶν, καί πῦρ ἐκπέμψει κατ’ ἐμοῦ καί ἐκλείξει με». Στρέψας οὖν αὐτάς εἰς τά ὀπίσω καί συνδήσας, ὡς ἐπί θάνατον ἀγόμενος, ἐκ βάθους στενάξας ψυχῆς εἶπον ἐλεεινῇ τῇ φωνῇ· «Ἐλέησόν με τόν ἁμαρτωλόν καί ἀνάξιον τοῦ ζῆν, ἄξιον δέ πάσης ὄντως κολάσεως» καί ἄλλα ὅσα ἡ τοῦ Θεοῦ χάρις δῴη σοι τοῦ εἰπεῖν. Ἀναμνημονεύων δέ τῶν ἐφαμάρτων σου πράξεων, τύπτε σφοδρῶς καί ἀφειδῶς σεαυτόν λέγων· «Πῶς τά καί τά, πονηρέ καί ἄθλιε, πέπραχας;» καί πάλιν στρέψον τάς χεῖρας καί ἵστασο δεόμενος τοῦ Θεοῦ. Εἶτα ῥάπιζε πάλιν τό πρώσωπόν σου, τίλλε τάς τρίχας σου, σύρων αὐτάς, ὡς ξένου τινός καί ἐπιβούλου σοι γεγονότος ἐχθροῦ, καί εἰπέ· «Διατί τά καί τά πεπεοίηκας;» καί οὕτω μαστίξας σεαυτόν ἱκανῶς, δῆσον τότε τάς χεῖράς σου ἔμπροσθεν καί στῆθι ἐν ἱλαρᾷ τῇ ψυχῇ. Ποιήσας δέ ψαλμούς δύο ἤ τρεῖς νουνεχῶς καί προσκυνήσεις, ὅσας νοήσεις σεαυτόν δύνασθαι, στῆθι πάλιν σύννους καί τά προειρημένα ἀναλογίζου ἐν σεαυτῷ, εἴποτε καί δῴη ὁ Θεός ἐλθεῖν ἐπί σέ δάκρυα καί κατάνυξιν. Καί εἰ μέν τοῦτο γένηται, μή ὑποχωρήσῃς ἕως ἄν παρέλθωσιν· εἰ δ’ οὖν, μή θλιβῇς, ἀλλ’ εἰπέ ταῦτα πρός ἑαυτόν· «Ἡ κατάνυξις καί τά δάκρυα τῶν ἀξίων καί πρός ταῦτα ηὐπρεπισμένων εἰσί. Σύ δέ πόσα ἔτη παρεκάλεσας τόν Θεόν ἤ ἐδούλευσας αὐτῷ; Διά ποίων σου ἔργων ηὐτρέπισας πρός ὑποδοχήν αὐτῶν σεαυτόν; Οὐκ ἀρκεῖ σοι ὅτι καί ζῇς;». Ταῦτα εἰπών καί εὐχαριστήσας κατασφραγισάμενος πρόσωπόν τε καί στῆθος καί ὅλον τό σῶμά σου τῷ σημείῳ τοῦ τιμίου σταυροῦ, ἐπί τοῦ ψιαθίου σου πεσών ἀνακλίθητι.

Ὅτε δέ ἔξυπνος γένῃ, μή στραφῇς ἐπί τό ἕτερον μέρος, ἀλλ’ εὐθύς ἀναστάς πάλιν εὖξαι τῷ προειρημένῳ τρόπῳ καί μηκέτι ὑπνώσῃς, ἀλλά εὐχῇ καί ἀναγνώσει καρτέρησον, ἕως οὗ τό ξύλον κρούσει, καί τότε μετά πάντων εἰς τήν σύναξιν ἄπελθε καί στῆθι ἐν τῷ ναῷ, ὡς μετά ἀγγέλων ἐν τῷ οὐρανῷ, σύντρομος, ἀνάξιον ἑαυτόν ἡγούμενος καί τῆς ἐκεῖσε μετά τῶν ἀδελφῶν παραστάσεως. Ἱστάμενος δέ πρόσεχε σεαυτῷ, τοῦ μή βλέπειν ὧδε κἀκεῖσε καί περιεργάζεσθαι τούς ἀδελφούς, πῶς ἕκαστος ἵσταται ἤ πῶς ψάλλει, ἀλλά σεαυτῷ μόνῳ καί τῇ ψαλμωδίᾳ καί ταῖς ἁμαρτίαις σου πρόσεχε. Μιμνήσκου δέ καί τῆς ἐν τῷ κελλίῳ εὐχῆς, μή συντύχῃς ὅλως ἐν τῇ συνάξει τινί λόγον ἀργόν, μή ἐξέλθῃς ἐκεῖθεν πρό τῆς ἐσχάτης εὐχῆς. Εἰ δυνατόν, μηδέ εἰς ἀνάγνωσιν καθίσῃς, ἀλλ’ ἐν τόπῳ κρυπτῷ ὑποχώρει καί ἵστασο ἀκούων, ὡς ἐκείνου αὐτοῦ σοι λαλοῦντος διά τοῦ ἀναγνώστου, τοῦ ἐπί πάντων Θεοῦ. Εἰ δέ καί αὐτός προτραπῇς εἰς ἀνάγνωσιν, ὡς ἀνάξιος ὤν τοῦ ἐκδιηγεῖσθαι διά τοῦ στόματός σου τάς θεοπνεύστους τοῖς ἀδελφοῖς σου Γραφάς, οὔτω διάκεισο, καί τελειώσας τήν θείαν ἀνάγνωσιν καί τήν συνήθη μέλλων εἰς ἀμφοτέρους τούς χορούς βαλεῖν μετάνοιαν, μή καταφρονητικῶς μηδέ ῥᾳθύμως, ἀλλ’ ὡς υἱούς Θεοῦ καί ἁγίους ἅπαντας λογιζόμενος, προσπεσών καί τῷ ἐδάφει προσεγγίσας τήν κεφαλήν σου, λέγε μυστικῶς ἐν τῇ καρδίᾳ σου πρός πάντας αὐτούς· «Εὔξασθε καί συγχωρήσατέ μοι, τῷ ἁμαρτωλῷ καί ἀναξίῳ τοῦ οὐρανοῦ καί τῆς γῆς, ἅγιοι τοῦ Θεοῦ». Ἐάν δέ καί κανοναρχῆσαι προσταχθῇς, μή ῥαθύμως μηδέ ἐκλυομένως τοῦτο ποιῇς, ἀλλά νουνεχῶς καί νηφόντως ὡς ἐνώπιον τοῦ ἐπί πάντων βασιλέως Χριστοῦ τά θεῖα λόγια διά τῆς σῆς φωνῆς ὡς διά χειρός τοῖς ἀδελφοῖς διανέμων, καί φοβοῦ μή τινι καταφρονητικῶς παραλείψῃς δοῦναι τόν ζωοποιόν ἄρτον ἤτοι τόν λόγον, ὡς εἴρηται, τοῦ Θεοῦ καί ἐκβληθήσῃ ἔξω ὡς καταφρονητής, οὐ λέγω σοι ταύτης ἔξω τῆς ἐκκλησίας, ἀλλά τῆς βασιλείας τῶν οὐρανῶν. Ἐξελθών οὖν μετά τήν ἀπόλυσιν, μνήσθητι ὅπως τήν χθές ἡμέραν διηνύσας καί, εἰ ἐσφάλης ἔν τινι, διόρθωσαι σήμερον.

Ταῦτα τοιγαροῦν εἰ ἐμμείνῃς ποιῶν, οὐ βραδύνει Κύριος τοῦ ποιῆσαι ἔλεος αὐτοῦ μετά σοῦ, ἐγώ τοῦ εὐσπλάχνου ἐγγυητής, ἐγώ τοῦ φιλανθρώπου, εἰ καί τολμηρόν εἰπεῖν, ἐμαυτόν ὑποτίθημι ἀντιφωνητήν! Ἀποθανοῦμαι ἐγώ, ἐάν ὑπερίδῃ σε. Ἀντί σοῦ τῷ πυρί τῷ αἰωνίῳ παραδοθήσομαι, ἐάν ἐγκαταλείψῃ σε. Μόνον μή ἐν δισταγμῷ καρδίας, μηδέ ἐν διψυχίᾳ ταῦτα ποιῇς!

Τί δέ ἐστι τό ἐν δισταγμῷ καί διψυχίᾳ; Πρόσεχε, ἀγαπητέ! Δισταγμός καρδίας ἐστί τό λογίζεσθαι ἤ ὅλως ἐνθυμεῖσθαι ἐν ἑαυτῷ ὅτι «Ἤ ἐλεήσει με ὁ Θεός ἤ οὔ;». Τό «οὔ» τοῦτο ἀπιστίας ἐστίν. Εἰ δέ μή πιστεύεις ὅτι ἐλεῆσαί σε θέλει μᾶλλον ἐκεῖνος πλέον ἤ ὅσον προσδοκᾷς σύ, τί καί προσέρχῃ παρακαλῶν αὐτόν; Διψυχία δέ ἐστι τό μή εἰς θάνατον τελείως ἑαυτόν ἐκδοῦναι ὑπέρ τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλά μεριμνᾶν ὅλως τι εἰς ζωήν τῆς σαρκός αὐτοῦ. Τοῦτο μόνον, εὖ ἴσθι, ὀφείλει φυλάξασθαι ὁ ἐμπόνως μετανοῶν, ἵνα μή ἑαυτόν διά τινος μηχανῆς ἀποκτείνῃ καί αὐτοφονευτής γένηται, οἷον ἤ κρημνῷ ῥίψας ἑαυτόν ἤ ἀγχόνῃ χρησάμενος ἤ ἕτερόν τι ἐναντίον διαπραξάμενος. Τῶν δέ λοιπῶν, δι’ ὧν οἶδε τρέφεσθαι τό σῶμα καί ζῆν, μηδεμίαν φροντίδα προείτω κατά τό λόγιον· «Ζητεῖτε πρῶτον τήν βασιλείαν τοῦ Θεοῦ καί τήν δικαιοσύνην αὐτοῦ καί ταῦτα πάντα, τά εἰς χρείαν δηλονότι τοῦ σώματος ὑμῶν ἐπιτήδεια, προστεθήσεται ὑμῖν». Δύναται γάρ ὁ ἐναγώνιον ἔχων τόν βίον καί ζῶν κατά τό Εὐαγγέλιον, μετά μόνου ἄρτου καί ὕδατος ἀποτρέφεσθαι καθ’ ἑκάστην καί ζῆν, καί μᾶλλον ἐκεῖνος εὐεκτεῖ ἤ οἱ τῶν ἁβροτέρων τραπεζῶν ἀπολαύοντες. Διό τοῦτο καί ὁ Παῦλος εἰδώς ἔλεγε καί ἀεί λέγει· «Ἔχοντες διατροφάς καί σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα», καί πάλιν· «Ἵνα ἐν ἑαυτοῖς τό ἀπόκριμα τοῦ θανάτου ἔχοντες, μή ὦμεν πεποιθότες ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπί τῷ Θεῷ τῷ ἐγείροντι τούς νεκρούς».

Ἰδού τοιγαροῦν εἴπομέν σοι, ἀγαπητέ ἀδελφέ, ὅπως προσελθεῖν σε δεῖ τῷ Θεῷ καί ὁποίαν αὐτῷ ἐπιδείξασθαι τήν μετάνοιαν. Μή οὖν ἀποστῇς ἕως τῆς ἐσχάτης σου ἀναπνοῆς, μηδέ ἐπιλάθῃ τῆς καλῆς συμβουλῆς ἐμοῦ τοῦ ἁμαρτωλοῦ· οὐ γάρ ἔπραξα ταῦτα καί ἀπό πράξεως ἐμῆς εἶπόν σοι, ἀλλά ἡ χάρις τοῦ Θεοῦ διά σέ καί τήν σήν σωτηρίαν δέδωκέ μοι ταῦτα εἰπεῖν. Εἰ οὖν ταῦτα Θεοῦ συνεργοῦντός σοι ποιήσειας, ἐγχρονίζοντός σου εἰς τό ἔργον τοῦτο τῆς μετανοίας, κατ’ ὀλίγον αὐτός σύ νοήσειας ἔτι μείζοντα ἄλλα μυστήρια, ὑπό τῆς ἄνωθεν χάριτος αὐτά διδασκόμενος, καί χαρισθήσεταί σοι οὐ μόνον δακρύων πηγή, ἀλλά καί πάντων παθῶν διά τῶν τοιούτων πράξεων ἀλλοτρίωσις. Τό γάρ ζητεῖν ἀεί μετάνοιαν καί κατάνυξιν, ἐρευνᾶν τε τίνα τά βοηθοῦντα καί συνεργοῦντα εἰς τό πενθεῖν καί κλαίειν καί κατανύσσεσθαι καί μετά σπουδῆς αὐτά διαπράττεσθαι, ἀλλά μηδέ προτιμᾶς ἐν μηδενί ἑαυτόν ἤ τό τῆς σαρκός ὅλως ποιεῖν θέλημα, συντόμως εἰς προκοπήν φέρει τόν ἄνθρωπον καί εἰς κάθαρσιν καί ἀπάθειαν, καί Πνεύματος Ἁγίου κοινωνόν αὐτόν ἀπεργάζεται, οὐ μόνον δέ ἀλλά καί Ἀντωνίου, Σάβα καί Εὐθυμίου, τῶν μεγάλων πατέρων, ἴσον ἀποκαθίστησι.

Καί ταῦτα μέν, ἐάν ἀκούσῃς μου καί ἀγαπήσῃς τήν μετάνοιαν καί κατάνυξιν· εἰ δέ μή θελήσῃς ἀκοῦσαί μου καί τά εἰρημένα ἔργον ἀδιάλειπτον κτήσασθαι, μήτε σύ μήτε ἕτερος βλασφημείτω καί λεγέτω τοῦτο ἀδύνατον, μηδέ ὅτι· «Ἐξηγόρευσα, ἔχω τόσους χρόνους ἤ τόσους», μηδέ ἀπαριθμείτω μοι διάδοσιν καί διασκόρπισιν πλούτου καί χρυσίου, μηδέ λεγέτω· «Τόσους ἤ τόσους ἀπό τῶν ἐμοί ὑπαρχόντων χρυσίων ἐνέδυσα γυμνούς, πεινῶντας ἔθρεψα, διψῶντας ἐπότισα, πάντα μου διεσκόρπισα, ἀφικόμην εἰς τόδε τό ὄρος, εἰσῆλθον εἰς τόδε τό σπήλαιον, τόν τοῦ Κυρίου τάφον κατέλαβον, εἰς τό ὄρος ἀνῆλθον τῶν Ἐλαιῶν, καί νῦν εἰσῆλθον εἰς τόδε τό μοναστήριον καί ἀπεκάρην ἤ καί προαποκαθαρθείς κάθημαι ἐν ἑνί κελλίῳ, ποιῶν τόσας ἤ τόσας εὐχάς· καί μετά τούτων σωθήσομαι καί ἀρκετόν μοί ἐστι! ». Μή τοίνυν ἀπάτα σεαυτόν, ἀδελφέ, ὅστις εἶ, μηδέ παραμυθοῦ σεαυτόν διακένοις ἐννοίαις, ἀφρόνως τοῦτο ποιῶν. Ταῦτα γάρ πάντα καλά καί λίαν καλά, ἀλλά σπόρος εἰσίν, εὖ ἴσθι, ἀγαπητέ. Ἴδε οὖν, ὡς ἐν ὑποδείγματι λέγω, τήν χώραν ἐνέωσας καί ἐδιβόλησας, ἐτριβόλησας, ἔσπειρας. Ἔγνως ἆρα τόν σπόρον προκύψαντα ἐκ τῶν λαγόνων τῆς γῆς; Ἔγνως αὐξήσαντα; Ἔγνως στάχυας φθάσαντας; Ἔγνως λευκά σου τῆς ψυχικῆς γῆς τά λήϊα καί πρός θερισμόν ἕτοιμα; Ἔτιλλας στάχυας ἐξ αὐτῶν, ἔψωχες ταῖς χερσίν, ἵνα γυμνόν ἴδῃς τόν καρπόν τῶν πόνων σου; Ἰδών δέ τοῦτον, ἐτράφης ἆρα εἰς κόρον καί δύναμιν ἔλαβες; Εἰ οὖν ταῦτα οἶδας, προσκυνῶ σου τούς πόδας καί κατασπάζομαι καί τά ἴχνη τούτων καταφιλῶ· οὐ γάρ εἰμι ἄξιος τό πρόσωπόν σου ἀσπάσασθαι. Καί χαῖρε καί ἀγαλλία, μετά χαρᾶς συλλέγων ἅ κόπῳ καί πόνῳ πολλῷ ἔσπειρας.

Εἰ δέ ἀγνοεῖς καί αὐτά τά παρ’ ἐμοῦ σοι λεγόμενα καί οὐδέ εἰ ἐσπάρη ἐν τῇ γῇ σού τι τῶν κρειττόνων καρπῶν - λέγω δή ἐν τῷ χωρίῳ τῆς καρδίας σου - ἔγνωκας, τί ὠφέλησας, εἰπέ μοι, περικυκλεύσας τά πέρατα καί εἰς τά ἔσχατα τῆς θαλάσσης γενόμενος; Πάντως οὐδέν! Ἄν γάρ ἐλεήσω τόν κόσμον ἅπαντα ἐκ τῶν οὐκ ἐμῶν - ὅμως ἔστω ἐμῶν -, ἐμαυτόν δέ περιΐδω γυμνόν καί πένητα καί εἰς τά ἔσχατα τῆς πενίας γενόμενον καί οὕτω μέλλοντα ἐν πενίᾳ τῶν ἀγαθῶν ἀποθανεῖν καί τῷ βήματι τοῦ Χριστοῦ παραστῆναι τῷ φοβερῷ, τί μοι τό ὄφελος; Ἐνδεδυμένους ἡμᾶς δεῖ καί ἐστολισμένους τοῦ βίου τούτου καί τοῦ σώματος ἐξελθεῖν, εἴ γε καί βουλοίμεθα ἐν τῷ γάμῳ τῷ βασιλικῷ συνανακλιθῆναι τοῖς φίλοις τοῦ βασιλέως. Τί δέ ἐστιν ὅ ἐγώ καί πάντες ὀφείλομεν ἐπενδύσασθαι, ἵνα μή γυμνοί τότε εὑρεθῶμεν; Ὁ Χριστός, ἀδελφοί, καί Θεός! Ἐάν δέ πᾶσαν αὖθις τήν ὑπό τόν οὐρανόν γῆν περιέλθω ὡς μίαν οἰκίαν καί οὐδεμίαν καταλίπω χώραν ἤ πόλιν ἤ ἐκκλησίαν, ἐν ᾗ οὐκ εἰσέλθω καί προσκυνήσω καί εὔξομαι καί τά ἐν αὐτοῖς καλῶς ἱστορήσω καί ἀκριβῶς, τῆς δέ βασιλείας ἀποπέσω τῶν οὐρανῶν, οὐκ ἦν μοι κρεῖσσον μή γεννηθῆναι μηδέ πεσεῖν ἐπί γῆς, ἤ ἀναπνεῦσαι τοῦτον δή τόν ἀέρα καί τόν ἥλιον ὀφθαλμοῖς κατιδεῖν; Ναί ὄντως, κρεῖσσόν μοι κατά πολύ ἦν!

Τί οὖν ποιήσω, ἵνα μή ταύτης ἐκπέσω; Ἄν τά προειρημένα ἅπαντα διαπραξάμενος, Πνεῦμα Ἅγιον λήψωμαι· τοῦτο γάρ ἐστιν ὁ σπόρος Χριστοῦ, δι’ οὗ συγγενεῖς αὐτοῦ γινόμεθα οἱ πένητες ἡμεῖς καί βροτοί, ὅς ἐάν πέσῃ εἰς τήν γῆν τήν καλήν καρποφορεῖ ἐν τριάκοντα καί ἐν ἑξήκοντα καί ἐν ἑκατόν, καί τοῦτο αὐτό ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, τά δ’ ἄλλα ἅπαντα τούτου χωρίς οὐδέν ὠφελοῦσιν. Ἐάν γάρ μή ἑαυτούς εὑρήσωμεν τάς ψυχάς ἡμῶν κεκαθαρμένας καί πλήρεις φωτός, οὐδέν ἡμᾶς ὠφελήσει τῶν ἄλλων ἁπάντων ἡ ἐργασία, καθώς φησιν ὁ Κύριος ἡμῶν καί Θεός· «Τί ὠφελήσει ἄνθρωπος, ἐάν τόν κόσμον ὅλον κερδήσῃ, τήν δέ ψυχήν αὐτοῦ ζημιωθῇ; Ἤ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» καί πάλιν· «Ὁ ἀπολέσας τήν ψυχήν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν, ὁ δέ εὑρών αὐτήν ἀπολέσει αὐτήν ». Εἰ οὖν ἐγώ μή ἀπολέσω τήν ψυχήν μου τῷ προτέρῳ τρόπῳ, ὡς εἴρηκα, εἰς θάνατον ἐμαυτόν ἐκδεδωκώς διά τόν Χριστόν, καί πάλιν εὕρω αὐτήν ζήσασαν τήν ζωήν τήν αἰώνιον, τί μοι τό ὄφελος τῶν λοιπῶν ἁπάντων, ὦ φίλοι καί ἀδελφοί; Οὐδέν ὄντως, οὐδέν ἡμᾶς οὐ μή ὠφελήσει, ἠγαπημένοι δοῦλοι Χριστοῦ, οὐδέ τοῦ αἰωνίου πυρός ἐξελεῖται, ἐάν μή πάντα καί πάντας ἀφέντες ἑαυτούς ἡμᾶς μόνους ἐπισκεψώμεθα.

Τί δέ ἐστι τό ἑαυτούς ἐπισκέψασθαι; Ἐν ἑτέρᾳ τοῦτο, ὦ ἀδελφοί, κατηχήσει ταμιευσόμεθα, τήν συμμετρίαν τοῦ λόγου πραγματευόμενοι. Αὐτός δέ ὁ Θεός, ἡ ἀληθινή Σοφία, ὁ καταξιώσας γενέσθαι διδάσκαλος ἡμῶν τῶν ἁμαρτωλῶν, αὐτόν δίδαξόν με εἰπεῖν ἐμαυτῷ τε καί τοῖς συνδούλοις καί ἀδελφοῖς μου τά πρός σωτηρίαν ψυχῆς. Σύ γάρ εἶ ὁ ὁδηγός καί φωτισμός τῶν ψυχῶν ἡμῶν, ὁ διδούς λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος καί ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, καί σοί τήν δόξαν ἀναπέμπομεν νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος ΛΑ΄. Περί τοῦ πῶς δεῖ ἕκαστον ἐπισκέπτεσθαι καί τά καθ’ ἑαυτόν ἐπιμελῶς ἐρευνᾷν. Καί πῶς τά ἑαυτοῦ ἀντιπαρατιθέναι χρή ταῖς ἐντολαῖς τοῦ Χριστοῦ.
Προηγούμενο: Λόγος ΚΘ΄. Περί τοῦ μή δεῖν λέγειν, ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τόν βουλόμενον καί τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καί ὅτι πᾶς ὁ τά ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει. Καί περί δακρύων, ὅτι ἐκ φύσεως ἡμῖν τά δάκρυα πρόσεστι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος