Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΛΒ΄. Περί βλασφημίας. Καί ὅτι ὁ λέγων μή δύνασθαί τινα τήν παροῦσαν γενεάν ἐν μετοχῇ τοῦ Ἁγίου γενέσθαι Πνεύματος, ἀλλά καί ὁ διαβάλλων τάς ἐνεργείας τοῦ Πνεύματος καί τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τήν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει.
Προηγούμενο: Λόγος Λ΄. Περί μετανοίας καί ἀρχῆς ἐπαινετοῦ βίου, ὅπως δεῖ τόν μετανοῦντα καθ’ ἑκάστην ποιεῖν. Ἐν ᾧ καί περί δακρύων ἅμα καί κατανύξεως.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΛΑ΄. Περί τοῦ πῶς δεῖ ἕκαστον ἐπισκέπτεσθαι καί τά καθ’ ἑαυτόν ἐπιμελῶς ἐρευνᾷν. Καί πῶς τά ἑαυτοῦ ἀντιπαρατιθέναι χρή ταῖς ἐντολαῖς τοῦ Χριστοῦ.

Ἀδελφοί καί πατέρες, ἐν τῇ προλαβούσῃ κατηχήσει, διά τό μή τόν λόγον μηκύνειν ἐπί πολύ, τά κατηχηθέντα τότε ἐλλιπῆ κατελίπομεν, εἰπεῖν ἐπειγόμενοι τί ἐστι τό ἑαυτόν ἐπισκέψασθαι· νυνί δέ διά τῆς παρούσης κατηχήσεως ἀποδοῦναι ἥκομεν τό χρέος ὑμῖν τοῦ λόγου, ὡς ἐπί τοῦτο τεθέντες καί ἀεί χρεωστοῦντες διδόναι τῇ ἀγάπῃ ὑμῶν τοῦ λόγου τό σιτομέτριον.

Τί οὖν ἐστιν, ὡς τηνικαῦτα προείπομεν, τό προσχεῖν καί ἑαυτόν ἐπισκέψασθαι; Τό προσχεῖν ἕκαστον ἑαυτῷ τοῦτό ἐστι, τό καθ’ ἑαυτόν εἰπεῖν· «Μή τί γε ἄρα τό οἱονοῦν πάθος κατέχῃ με; Καί γάρ ὡς ἐν ταῖς θείαις ἀκούω Γραφαῖς, ὅτι ὁ ἔχων ἕν μόνον πάθος εἰς τήν βασιλείαν τῶν οὐρανῶν οὐκ εἰσέρχεται, γέγραπται γάρ· Ἐάν τις τόν νόμον ὅλον τηρήσῃ, πταίσῃ δέ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος». Ὁμοίως δέ καί τό ἑαυτόν ἐπισκέπτεσθαι τοιοῦτόν ἐστιν, ἐν τῷ λέγειν καθ’ ἑαυτόν· «Μήποτε τήνδε ἤ τήνδε τήν ἐντολήν παρημέλησα, ἤ ἀμελῶ καί καταφρονῶ αὐτῆς καί ταύτην οὐ διαπράττομαι»; λέγει γάρ ὁ Χριστός καί Θεός· «Ἰῶτα ἕν ἤ μία κεραία ἀπό τοῦ νόμου τῶν ἐντολῶν μου οὐ μή παρέλθῃ, ἕως ἄν πάντα γένηται», καί πάλιν· «Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καί διδάξας οὕτω ποιεῖν τούς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν».

Ἀλλά γάρ προσέχειν δεῖ καί ταῖς θείαις Γραφαῖς, κἀκείνων ἀναγινωσκομένων βλέπειν ὀφείλει ὁ ἄνθρωπος ἑαυτόν, κατανοεῖν τε καί καταμανθάνειν ὡς ἐν ἐσόπτρῳ τήν ἑαυτοῦ ψυχήν, ἐν ποίοις ἐστίν. Οἷόν τι λέγω; Ἀκούει λέγοντος τοῦ Κυρίου· «Μετανοεῖτε, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν». Μνησθῆναι οὖν ὀφείλει ὅπως διέρχεται τάς ἡμέρας αὐτοῦ. Καί ἐάν καλῶς μετανοῇ, ἐπαυξήσῃ καί ἐπιτείνῃ τήν ἐργασίαν αὐτοῦ· εἰ δέ ἀμελῶς, διορθώσηται.

Πάλιν ἀκούει λέγοντος· «Μακάριοι οἱ πτωχοί τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». Ὀφείλει τοίνυν ἐξετάζειν καί δοκιμάζειν ἀεί ἑαυτόν εἰς πᾶν συνάντημα εὐτελές, ὕβρεώς φημι, ἀτιμίας καί ἐξουδενώσεως, καί οὕτω βλέπειν εἰς ἑαυτόν, εἰ ἄρα καί ἔστιν ἡ ἀρετή αὕτη ἐν αὐτῷ τῆς ταπεινώσεως ἤ οὔ· ὁ γάρ ταύτην κεκτημένος φέρει πάντα ἀλύπως καί ἀβαρῶς, μή κεντούμενος ἔν τινι τῶν γινομένων τήν καρδίαν αὐτοῦ. Εἰ δέ καί μικρόν κεντηθῇ, ἀλλ’ οὐ τελείως ταράσσεται· ὑπέρ δέ τοῦ κεντήματος μᾶλλον ἐκείνου τῆς καρδίας αὐτοῦ, ὅτι ὅλως μικρόν ἐλυπήθη καί οὐχί μετά χαρᾶς μᾶλλον τά συμβάντα ἐδέξατο, μαστίζει ἑαυτόν καί εὐτελίζει, λυπεῖται καί κλαίει, εἰσερχόμενος ἐν τῷ ταμιείῳ τῆς ψυχῆς ἤ τῆς κέλλης αὐτοῦ, καί οὕτω προσπίπτων τῷ Θεῷ ἐξομολογεῖται αὐτῷ, ὡς πᾶσαν ἀπολέσας τήν ἑαυτοῦ ζωήν.

Εἶτα πάλιν ἀκούει· «Μακάροι οἱ πενθοῦντες». Καί σκόπει πῶς οὐ λέγει οἱ πενθήσαντες, ἀλλ’ οἱ ἀεί πενθοῦντες· σκοπεῖν οὖν καί ἐνταῦθα ὀφείλομεν, εἰ καθ’ ἡμέραν πενθοῦμεν. Ἐάν γάρ ταπεινοί ἀπό τῆς μετανοίας γενώμεθα, εὔδηλον ὅτι οὐ μή παρέλθῃ ἡμῖν ἡμέρα ἤ μία νύξ ἄνευ δακρύων καί πένθους καί κατανύξεως.

Καί πάλιν· «Μακάριοι οἱ πραεῖς». Τίς δέ καθ’ ἑκάστην πενθῶν ὀργίλως ζῶν διαμείνῃ καί μή πραΰς γένηται; Ὥσπερ γάρ φλόξ πυρός ὑπό ὕδατος, οὕτως ὑπό τοῦ πένθους καί τῶν δακρύων ὁ θυμός τῆς ψυχῆς σβέννυται· καί τοσοῦτον ὡς χρονίσαντά τινα ἐν τούτῳ, εἰς ἀκινησίαν μετατεθῆναι καί ἐλθεῖν τό θυμικόν τῆς ψυχῆς αὐτοῦ. Διό βλέπειν ὀφείλει τις καί ἐν τούτῳ ἑαυτόν, εἰ πρᾶος ὄντως ἐστίν - ὁ γάρ τοιοῦτος ἐν οὐδενί ἀνέχεται παράβασιν ἰδεῖν τῆς ἐντολῆς τοῦ Θεοῦ, ἀλλ’ ὡς ἐκεῖνος ἁμαρτάνων ὑπέρ τῶν ἁμαρτανόντων ἀδιαλείπτως θρηνεῖ - · εἶθ’ οὕτως, εἰ τήν δικαιοσύνην πεινᾷ καί διψᾷ τοῦ Θεοῦ· ἔστι γάρ καί δικαιοσύνην τινά μετιόντα εὑρεῖν, μή πεινῶντα μηδέ διψῶντα αὐτήν· δικαιοσύνη γάρ ὁ Θεός ἐστιν, ὥσπερ ἥλιον αὐτόν δικαιοσύνης ἀκούεις καλούμενον. Ὁ γοῦν πεινῶν αὐτόν καί διψῶν, τόν κόσμον ὅλον καί τά ἐν κόσμῳ ἡγεῖται σκύβαλα, τιμάς δέ ἀρχόντων ὡς αἰσχύνην ταῦτα λογίζεται ἤ οὐδόλως τῶν ἀνθρωπίνων τιμῶν ἐπαισθάνεται.

Καί αὖθις· «Μακάριοι οἱ ἐλεήμονες». Ἄρα τίνες εἰσίν οἱ ἐλεήμονες; Οἱ τά χρήματα διδόντες καί διατρέφοντες πένητας; οὔ! Ἀλλά τίνες; Οἱ πτωχεύσαντες διά τόν πτωχεύσαντα δι’ ἡμᾶς καί μηδέν ἔχοντες δοῦναι, τῶν δέ πτωχῶν καί χηρῶν καί ὀρφανῶν καί τῶν ἐν ἀσθενείᾳ νοερῶς ἀεί μεμνημένοι, πολλάκις δέ καί ὁρῶντες καί συμπαθοῦντες τούτοις καί ὑπέρ αὐτῶν θερμῶς κλαίοντες, οἷος ἦν ὁ Ἰώβ λέγων· «Ἐγώ δέ ἔκλαυσα ἐπί παντί ἀδυνάτῳ», οἵτινες καί ὅταν ἔχωσιν ἐλεοῦσι τούτους ἐν ἱλαρότητι καί τά πρός σωτηρίαν ψυχῆς πάντας ἀφθόνως ὑπομιμνήσκοντες, τῷ εἰρηκότι πειθόμενοι· «Ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι». Οὗτοί εἰσιν οἱ ὑπό Κυρίου μακαριζόμενοι, οἱ ἀληθεῖς ἐλεήμονες· διό καί ἐκ τῆς τοιαύτης ἐλεημοσύνης, ὡς διά βαθμίδος τινός, εἰς τήν τῆς ψυχῆς τελείαν ἀνιόντες φθάνουσι καθαρότητα.

Ἔνθεν τοι καί ἀπό ταύτης ὁ Θεός τούς καθαρούς ἐμακάρισε τήν καρδίαν, οὕτως εἰπών· «Μακάριοι οἱ καθαροί τῇ καρδίᾳ, ὅτι αὐτοί τόν Θεόν ὄψονται», εἰδώς ὡς ἅτε Θεός καί νομοθέτης ἡμῶν, ὅτι εἰ μή εἰς τοιαύτην ἔλθῃ διάθεσιν ἡ ψυχή ἡμῶν, οὔτε ἀεννάως πενθεῖ, οὔτε πραεῖα τελείως γίνεται, οὔτε διψᾷ τόν Θεόν, οὔτε τῶν παθῶν καθαίρεται, οὔτε ὡς ἔσοπτρον καθαρόν γίνεται. Εἰ δέ μή ταῦτα γένηται, οὐδέ καθαρῶς τό πρόσωπον ἐν ἑαυτῇ ποτε τοῦ Δεσπότου θεάσεται· ἡ δέ γενομένη τοιαύτῃ ὁρᾷ τόν Θεόν ἐκ παντός καί καταλάσσεται αὐτῷ, καί γίνεται εἰρήνη ἀναμεταξύ τοῦ Ποιητοῦ ἡμῶν καί Θεοῦ καί τῆς πρῴην ἐχθρᾶς οὔσης αὐτῷ ψυχῆς, καί τηνικαῦτα ὡς εἰρηνοποιός παρά τοῦ Θεοῦ μακαρίζεται· «Μακάριοι γάρ, φησίν, οἱ εἰρηνοποιοί, ὅτι αὐτοί υἱοί Θεοῦ κληθήσονται», οἱ τῷ ἐλθόντι δοῦναι εἰρήνην τοῖς ἐγγύς καί τοῖς μακράν ἑαυτούς γνωστῶς καταλλάξαντες, τῷ καταλλάξαι ἡμᾶς ἐχθρούς ὄντας τῷ ἰδίῳ Πατρί καί ἑνῶσαι ἐλθόντι τά διεστῶτα εἰς ἕν, τουτέστι μεταδοῦναι ἡμῖν Πνεύματος Ἁγίου καί λαβεῖν αὐτόν σάρκα τήν ἡμετέραν. Οἱ τοίνυν ἰδόντες αὐτόν, εὔδηλον ὅτι καί αὐτῷ ἀληθῶς κατηλλάγησαν, τήν ζητουμένην εἰρήνην ἀποτελέσαντες καί υἱοί Θεοῦ γεγονότες. «Θεός δέ ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Εἰ δέ τόν ἀδελφόν σου σύ, οὐκ ἀγαπᾷς, τόν Θεόν, ὅν οὐχ ἐώρακας, πῶς δύνασι ἀγαπᾶν; Εἰ δέ ἀγαπᾶν αὐτόν οὐ δυνάμεθα ἤ μᾶλλον εἰπεῖν οὐ βουλόμεθα, δῆλον ὅτι οὐδέ κατηλλάγημεν αὐτῷ. Ἀλλά σπουδάσωμεν ἰδεῖν καί καταλλαγῆναι καί ἀγαπῆσαι αὐτόν, ἀδελφοί, ὡς αὐτός ἐνετείλατο, ἐξ ὅλης ψυχῆς».

Εἶτα πάλιν ἀκούει λέγοντος· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης», καί καταστοχάζεται ἐρευνῶν ἑαυτόν, εἰ ἕνεκεν ἐντολῆς ἐδιώχθη Θεοῦ, ἐπειδή «πάντες ὅσοι ἐν Χριστῷ θέλουσι ζῆν διωχθήσονται», καθώς φησιν ὁ ἀπόστολος. Διό καί ἐπιφέρων φησί· «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καί διώξωσι καί εἴπωσι πᾶν πονηρόν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καί ἀγαλλιᾶσθε, ὅτι ὁ μισθός ὑμῶν πολύς ἐν τοῖς οὐρανοῖς». Τίνος οὖν ἕνεκεν ἔσχατον τέθηκε τούς δεδιωγμένους καί ὀνειδιζομένους, καί προστάσσει μετ’ ἐξουσίας ἐπιφωνῶν αὐτοῖς τό «Χαίρετε καί ἀγαλλιᾶσθε»; Ἐπειδή ὁ μετάνοιαν ἀξίαν τῶν ἑαυτοῦ πλημμελημάτων ἐπιδειξάμενος καί ταπεινός ἐντεῦθεν γενόμενος - ἵνα σοι πάλιν δευτερῶν τά αὐτά εἴποιμι -, καί πενθεῖν καθ’ ἑκάστην ἀξιοῦται καί πρᾷος γίνεται καί τόν ἥλιον τῆς δικαιοσύνης ἀπό ψυχῆς πεινᾷ καί διψᾷ καί ἐλεήμων ἀποτελεῖται καί συμπαθής, ὡς τά πάθη πάντων καί τάς θλίψεις καί τάς ἀσθενείας ἑαυτῷ οἰκειούμενος, κλαίων τε καί καθαιρόμενος βλέπει τόν Θεόν καί αὐτῷ καταλλάσεται καί γίνεται τῷ ὄντι εἰρηνοποιός καί υἱός αὐτοῦ τοῦ Θεοῦ κληθῆναι καταξιοῦται. Ὁ γοῦν τοιοῦτος δύναται καί διωκόμενος καί τυπτόμενος καί ὀνειδιζόμενος, λοιδορούμενός τε καί ὑβριζόμενος καί πᾶν πονηρόν ῥῆμα κατ’ αὐτοῦ λεγόμενον ἀκούων, ὑπομένειν μετά χαρᾶς καί ἀφράστου ἀγαλλιάσεως, καί τοῦτο εἰδώς ὁ Δεσπότης Θεός μετά ἀποφάσεως εἴρηκε· «Χαίρετε καί ἀγαλλιᾶσθε». Ὁ δέ μή τοιοῦτος γεγονώς μηδέ τήν ἐνυπόστατον χαράν ἐντός αὐτοῦ πλουσίως κτησάμενος, πῶς ἀμνησικάκως ἄρα ταῦτα πάντα ὑπενεγκεῖν δυνήσεται; Οὐδαμῶς!

Διό οὖν, πατέρες καί ἀδελφοί μου, πάσῃ σπουδῇ ἑαυτούς ἡμᾶς καθ’ ἡμέραν καί καθ’ ὥραν, εἰ οἷόν τε, ἀνακρίνειν καί διερευνᾶσθαι μηδέποτε παυσώμεθα, ἀλλά πάσας, ὡς εἴπομεν, τάς ἐντολάς διερχόμενοι καί ἐν μιᾷ ἑκάστῃ αὐτῶν ἑαυτούς ἡμᾶς ἐξετάζοντες καί κατασκοποῦντες ὁρῶμεν. καί εἰ μέν εὑρεθῶμεν αὐτήν ἐκπληρώσαντες, εὐχαριστήσωμεν τῷ Δεσπότῃ Θεῷ καί εἰς τό ἑξῆς ἀσφαλῶς ταύτην φυλάξωμεν· εἰ δέ μήπω ταύτης ἐμνήσθημεν ἤ αὐτήν πεποιήκαμεν, δράμωμεν, παρακαλῶ, ἕως ταύτης δραξώμεθα καί γενώμεθα αὐτῆς ἐγκρατεῖς, ἵνα μή καταφρονήσαντες αὐτῆς, ἐλάχιστοι κληθῶμεν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Οὕτω γάρ μίαν μίαν κατά μικρόν ὡς βαθμίδα κλίμακος ἀνερχόμενοι, εὖ οἶδα, φθάσομεν εἰς αὐτήν τήν πόλιν τοῦ οὐρανοῦ, ἐν ᾗ, ὡς προειρήκαμεν ἄνωθεν, ἵσταται διακύπτων ὁ Δεσπότης ἡμῶν λέγων πᾶσιν ἡμῖν· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς», κἀκεῖσε γενόμενοι καί αὐτόν ὡς δυνατόν ἀνθρώπῳ ἰδόντες καί τήν βασιλείαν παρ’ ἐκείνου λαβόντες τῶν οὐρανῶν, ἥτις ἐστί τό Πνεῦμα τό Ἅγιον, ἐντός ἡμῶν ταύτην ἀεί ἕξομεν, ὡς αὐτός ὁ Δεσπότης διαρρήδην βοᾷ, καί οὕτω διάξομεν ὡς ἄγγελοι ἐπί τῆς γῆς, μᾶλλον δέ ὡς υἱοί Θεοῦ ἅγιοι καί ἐν πᾶσι μιμηταί τοῦ ἰδίου Πατρός καί Θεοῦ· οὗ γένοιτο πάντας ἡμᾶς τῆς γλυκυτάτης θέας ἀναπολαῦσαι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος ΛΒ΄. Περί βλασφημίας. Καί ὅτι ὁ λέγων μή δύνασθαί τινα τήν παροῦσαν γενεάν ἐν μετοχῇ τοῦ Ἁγίου γενέσθαι Πνεύματος, ἀλλά καί ὁ διαβάλλων τάς ἐνεργείας τοῦ Πνεύματος καί τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τήν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει.
Προηγούμενο: Λόγος Λ΄. Περί μετανοίας καί ἀρχῆς ἐπαινετοῦ βίου, ὅπως δεῖ τόν μετανοῦντα καθ’ ἑκάστην ποιεῖν. Ἐν ᾧ καί περί δακρύων ἅμα καί κατανύξεως.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος