Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΛΓ΄. Περί μετοχῆς Πνεύματος Ἁγίου. Καί ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τά ἔργα τῆς ἀρετῆς, εἰ μή δι’ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρίς οὐδείς πρός ἀρετήν κατευθύνεται, οὐδέ ἄλλους ὠφελεῖν δύναται ἤ ἀλλοτρίους δέχεσθαι λογισμούς. Καί περί τό ἴσον κατά πάντα καί ὡσαύτως ὄν τῆς Τρισυποστάτου Θεότητος.
Προηγούμενο: Λόγος ΛΑ΄. Περί τοῦ πῶς δεῖ ἕκαστον ἐπισκέπτεσθαι καί τά καθ’ ἑαυτόν ἐπιμελῶς ἐρευνᾷν. Καί πῶς τά ἑαυτοῦ ἀντιπαρατιθέναι χρή ταῖς ἐντολαῖς τοῦ Χριστοῦ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΛΒ΄. Περί βλασφημίας. Καί ὅτι ὁ λέγων μή δύνασθαί τινα τήν παροῦσαν γενεάν ἐν μετοχῇ τοῦ Ἁγίου γενέσθαι Πνεύματος, ἀλλά καί ὁ διαβάλλων τάς ἐνεργείας τοῦ Πνεύματος καί τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τήν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει.

Ἀδελφοί καί πατέρες, «πᾶσα ἁμαρτία», φησί τό ἱερώτατον λόγιον τοῦ Σωτῆρος, «ἀφεθήσεται τοῖς ἀνθρώποις, τῷ δέ εἰς τό Πνεῦμα τό Ἅγιον βλασφημήσαντι οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι». Ζητήσωμεν οὖν τίς ἐστιν ἡ εἰς τό Πνεῦμα τό Ἅγιον βλασφημία. Βλασφημία ἐστίν εἰς τό Πνεῦμα τό Ἅγιον τό ἐπιφημίζειν τάς ἐνεργείας αὐτοῦ τῷ πνεύματι τῷ ἐναντίῳ, καθά φησιν ὁ μέγας Βασίλειος. Πῶς δέ τις τοῦτο ποιεῖ; Ὁπόταν ἤ γινόμενα θαύματα τῷ Ἁγίῳ Πνεύματι ἤ ἕτερόν τις ὁρῶν θεῖον χάρισμα εἰς ἕνα τῶν αὐτοῦ ἀδελφῶν -, φημί δή κατάνυξιν ἤ δάκρυα ἤ ταπείνωσιν ἤ γνῶσιν θείαν ἤ λόγον σοφίας τῆς ἄνωθεν ἤ ἄλλο τι χαριζόμενον ὑπό τοῦ θείου Πνεύματος τοῖς τόν Θεόν ἀγαπῶσι -, λέγει εἶναι τοῦτο ἀπό τῆς ἀπάτης τοῦ διαβόλου· ἀλλά καί ὁ τούς ὑπό θείου Πνεύματος ἀγομένους ὡς υἱούς Θεοῦ, τούς τά προστάγματα ποιοῦντας τοῦ Πατρός αὐτῶν καί Θεοῦ, λέγων ὑπό δαιμόνων πλανᾶσθαι, καί αὐτός εἰς τό Πνεῦμα τό Ἅγιον βλασφημεῖ τό ἐνεργοῦν ἐν αὐτοῖς, καθά δή καί Ἰουδαῖοί ποτε εἰς τόν Υἱόν τοῦ Θεοῦ· ἐκεῖνοι γάρ ἔβλεπον δαίμονας ἀπελαυνομένους ὑπό Χριστοῦ καί κατά τοῦ Ἁγίου Πνεύματος ἐβλασφήμουν καί ἀναιδῶς οἱ ἀναιδεῖς ἔλεγον· «Ἐν Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τά δαιμόνια». Ἀλλά ταῦτα ἀκούοντές τινες οὐκ ἀκούουσι καί βλέποντες οὐ βλέπουσι, πάντα δέ τά ὑπό τῆς θείας Γραφῆς μαρτυρούμενα ἔργα ἐκ Πνεύματος Ἁγίου καί ἐνεργείας θείας γίνεσθαι, ὥσπερ ἑαυτῶν ἔξω γενόμενοι καί πᾶσαν θείαν Γραφήν ἀπό τῶν ψυχῶν αὐτῶν ἀποπτύσαντες καί τήν ἐξ αὐτῶν ἐγγινομένην γνῶσιν τῶν διανοιῶν αὐτῶν ἐξωθήσαντες, ἐκ μέθης καί δαιμονικῆς ἐργασίας ταῦτα γίνεσθαι λέγειν οὐ φρίττουσι.

Καθάπερ γάρ ἄπιστοι καί παντελῶς τῶν θείων μυστηρίων ὄντες ἀμύητοι, κἄν περί ἐλλάμψεως θείας ἀκούσωσι, κἄν περί φωτισμοῦ ψυχῆς καί νοός, κἄν περί θεωρίας καί ἀπαθείας, κἄν περί ταπεινώσεως καί δακρύων τῶν ἐξ ἐνεργείας καί χάριτος τοῦ Ἁγίου Πνεύματος ἐκχεομένων, εὐθύς, ὥσπερ μή φέροντες τήν ὑπερβάλλουσαν αἴγλην τῶν λόγων καί δύναμιν, σκοτιζόμενοι τούς ὀφθαλμούς τῆς καρδίας μᾶλλον ἤ αὐγαζόμενοι, ἐκ πλάνης δαιμόνων εἶναι ταῦτα τολμηρῶς ἀποφαίνονται καί οὔτε τό τοῦ Θεοῦ κρίμα, οὔτε τήν τῶν ἀκουόντων αὐτούς βλάβην φρίττουσι, πᾶσι δέ ἀναίδην οἱ τολμητίαι διαμαρτύρονται μηδέν τοιοῦτον νῦν ἔν τινι τῶν πιστῶν παρά Θεοῦ γίνεσθαι, ὅπερ ἀσέβειά ἐστι μᾶλλον ἤ αἵρεσις. Αἵρεσις μέν γάρ ἐστι τό ἔν τινι παρεκκλῖναι τῶν κειμένων ἡμῖν δογμάτων περί τῆς ὀρθῆς ἡμῶν πίστεως· τό δέ λέγειν μή εἶναι ἀρτίως τινάς τούς τόν Θεόν ἀγαπῶντας, μηδέ Πνεύματος Ἁγίου τούτους καταξιοῦσθαι καί ὑπ’ αὐτοῦ βαπτιζομένους υἱούς Θεοῦ καί θεούς ἐν γνώσει καί πείρᾳ καί θεωρίᾳ γίνεσθαι, πᾶσαν ἀνατρέπει τοῦ Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τήν οἰκονομίαν καί φανερῶς ἀπαρνεῖται τήν ἀνακαίνισιν τῆς φθαρείσης εἰκόνος καί θανατωθείσης, τήν ἐπί ἀφθαρσίαν αὐτῆς γενομένην καί ἀθανασίαν ἀνάκλησιν.

Ὡς γάρ οὐκ ἔστι τόν μή βαπτισθέντα δι’ ὕδατος καί Πνεύματος σωθῆναί ποτε, οὕτως οὐδέ τόν μετά τό βάπτισμα ἁμαρτήσαντα, ἐάν μή βαπτισθῇ ἄνωθεν καί ἀναγεννηθῇ, καθώς ὁ Κύριος τοῦτο βεβαιῶν πρός τόν Νικόδημον ἔφη· «Ἐάν μή τις γεννηθῇ ἄνωθεν, οὐ μή εἰσέλθῃ εἰς τήν βασιλείαν τῶν οὐρανῶν», καί πρός τούς ἀποστόλους αὖθις· «Ἰωάννης μέν ἐβάπτισεν ὕδατι, ὑμεῖς δέ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ». Ὁ οὖν ἀγνοῶν καί ὅπερ νήπιος ἐβαπτίσατο βάπτισμα καί μηδέ ὅτι ἐβαπτίσατο ἐπιστάμενος, ἀλλά πίστει μόνῃ τοῦτο ἀποσμηξάμενος, τό δεύτερόν τε - τό διά Πνεύματος λέγω, ἄνωθεν φιλανθρωπίᾳ Θεοῦ διδόμενον τοῖς διά μετανοίας αὐτό ἐκζητοῦσιν - ἀπαρνούμενος, πῶς ποτε ἄλλως σωτηρίας τυχεῖν δυνήσεται; Οὐδαμῶς.

Διά τοῦτο οὖν διαμαρτύρομαι πᾶσιν ὑμῖν καί λέγω καί λέγων οὐ παύσομαι, ὅσοι τό πρῶτον βάπτισμα διά παραβάσεως τῶν ἐντολῶν τοῦ Θεοῦ ἐμολύνατε, τήν τοῦ Δαβίδ μετάνοιαν καί τῶν λοιπῶν ἁγίων μιμήσασθε καί πάσῃ σπουδῇ διά παντοίων ἔργων καί λόγων ἀξίαν μετάνοιαν ἐπιδείξασθε, ἵνα τήν τοῦ Παναγίου Πνεύματος χάριν ἐφ’ ἑαυτοῖς ἐπισπάσησθε. Τοῦτο γάρ τό Πνεῦμα, κατελθόν ἐφ’ ὑμᾶς, κολυμβήθρα φωτοειδής ὑμῖν γένηται, καί ἐγκολπωσάμενος ὑμᾶς, ἀρρήτως ὅλους ἐν ἑαυτῷ, ἐκ φθαρτῶν ἀφθάρτους, ἐκ θνητῶν ἀθανάτους καί ἀντί υἱῶν ἀνθρώπων Θεοῦ υἱούς καί θεούς θέσει καί χάριτι, ἀναγεννῆσαν ὑμᾶς ἀπεργάσηται - εἰ ἄρα καί βούλεσθε τῶν ἁγίων συγγενεῖς καί συγκληρονόμοι φανήσεσθαι καί μετά πάντων αὐτῶν εἰς τήν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν- · οἷον νῦν καί τόν ἅγιον πατέρα ἡμῶν ἔγνωμεν τόν Στουδιώτην, ἐν τῇ καθ’ ἡμᾶς γενόμενον γενεᾷ, καί οὐ μόνον αὐτόν, ἀλλά καί τινάς ἄλλους τῶν αὐτοῦ μαθητῶν, διά τῶν αὐτοῦ δεήσεων καί εὐχῶν, ἀφάτῳ φιλανθρωπίᾳ τοῦ ὑπεραγάθου Θεοῦ τοῦ τοιούτου καταξιωθέντας, ὡς ἔφην, καλοῦ. Λέγω δέ τοῦτο οὐκ ἐν τῇ ἐκείνων δυνάμει καυχώμενος, ἀλλά τῇ ἀγαθότητι εὐχαριστῶν τοῦ Θεοῦ καί κηρύττων ταύτην πᾶσιν ὑμῖν, ἵνα καί ὑμεῖς αὐτοί σπουδάσητε τοῦ τοιούτου καταξιωθῆναι καλοῦ. Τοῦτο γάρ ἐστι τό γνώρισμα τῆς κατά Θεόν ἀγάπης, ἵνα μή μόνον ἑαυτῷ τις τήν κτῆσιν περιποιῆται τοῦ καλοῦ, ἀλλά καί τοῖς πλησίον αὐτοῦ ἀδελφοῖς γνωρίζῃ τόν πλοῦτον αὐτοῦ καί προτρέπηται αὐτοῖς ζητῆσαι καί εὑρεῖν καί πλουτῆσαι αὐτόν.

Διά τοῦτο τοιγαροῦν, ὡς ὁρᾶτε, βοῶ πρός ὑμᾶς, τάς προφητικάς ἀναλαμβάνων φωνάς· «Προσέλθετε πρός αὐτόν καί φωτίσθητε καί τά πρόσωπα τῶν συνείδησεων ὑμῶν οὐ μή καταισχυνθῇ ». Τί γάρ; Τῇ ῥᾳθυμίᾳ καί ἀμελείᾳ καί ταῖς ἐπιθυμίαις καί ἡδοναῖς τῆς σαρκός ἐκδότους ἑαυτούς ποιήσαντες, ἀδύνατον εἶναι ὑμῖν διά μετανοίας ἐκκαθαρθῆναι καί Θεῷ προσεγγίσαι λέγετε· καί οὐ τοῦτον μόνον, ἀλλ’ οὐδέ τήν τοῦ Πνεύματος αὐτοῦ χάριν λαβεῖν δυνατόν καί δι’ αὐτῆς ἀναγεννηθῆναι καί υἱοθετηθῆναι καί ἐξομοιωθῆναι αὐτῷ; Οὐκ ἔστι τοῦτο ἀδύνατον, οὐκ ἔστιν. Ἀδύνατον μέν γάρ ἦν πρό τῆς αὐτοῦ ἐπί γῆς παρουσίας· ἀφ’ οὗ δέ εὐδόκησεν ἄνθρωπος γενέσθαι καί κατά πάντα χωρίς ἁμαρτίας ἐξομοιωθῆναι ἡμῖν ὁ Δεσπότης τῶν ἁπάντων Θεός, δυνατά ἡμῖν ταῦτα καί ῥᾴδια ἀπειργάσατο, δεδωκώς ἡμῖν ἐξουσίαν υἱούς γενέσθαι Θεοῦ καί συγκληρονόμους αὐτοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις εἰς τούς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: Λόγος ΛΓ΄. Περί μετοχῆς Πνεύματος Ἁγίου. Καί ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τά ἔργα τῆς ἀρετῆς, εἰ μή δι’ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρίς οὐδείς πρός ἀρετήν κατευθύνεται, οὐδέ ἄλλους ὠφελεῖν δύναται ἤ ἀλλοτρίους δέχεσθαι λογισμούς. Καί περί τό ἴσον κατά πάντα καί ὡσαύτως ὄν τῆς Τρισυποστάτου Θεότητος.
Προηγούμενο: Λόγος ΛΑ΄. Περί τοῦ πῶς δεῖ ἕκαστον ἐπισκέπτεσθαι καί τά καθ’ ἑαυτόν ἐπιμελῶς ἐρευνᾷν. Καί πῶς τά ἑαυτοῦ ἀντιπαρατιθέναι χρή ταῖς ἐντολαῖς τοῦ Χριστοῦ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος