Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΛΔ΄. Ὅτι οὐκ ἀκίνδυνον τό διδόμενον ἡμῖν παρά Θεοῦ τάλαντον κατορύττειν· χρή γάρ δημοσιεύειν αὐτό καί τοῖς πᾶσιν ὑποδεικνύειν καί τάς εὐεργεσίας Θεοῦ εὐγνωμόνως ἀνακηρύττειν εἰς τήν τῶν ἀκουόντων ὠφέλειαν, κἄν τινες ἀπαρέσκωνται.
Προηγούμενο: Λόγος ΛΒ΄. Περί βλασφημίας. Καί ὅτι ὁ λέγων μή δύνασθαί τινα τήν παροῦσαν γενεάν ἐν μετοχῇ τοῦ Ἁγίου γενέσθαι Πνεύματος, ἀλλά καί ὁ διαβάλλων τάς ἐνεργείας τοῦ Πνεύματος καί τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τήν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΛΓ΄. Περί μετοχῆς Πνεύματος Ἁγίου. Καί ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τά ἔργα τῆς ἀρετῆς, εἰ μή δι’ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρίς οὐδείς πρός ἀρετήν κατευθύνεται, οὐδέ ἄλλους ὠφελεῖν δύναται ἤ ἀλλοτρίους δέχεσθαι λογισμούς. Καί περί τό ἴσον κατά πάντα καί ὡσαύτως ὄν τῆς Τρισυποστάτου Θεότητος.

Ἀδελφοί καί πατέρες, πῦρ ἐστιν ὁ Θεός καί τοῦτο παρά πάσης θεοπνεύστου Γραφῆς ὀνομάζεται, ἡ δέ ψυχή ἑκάστου ἡμῶν λυχνία. Ὥσπερ οὖν ἡ λυχνία, κἄν ἐλαίου πεπλήρωται κἄν στυππείου κἄν ἄλλην ὕλην ἔχῃ εὐάναπτον, πρό τοῦ μετασχεῖν τοῦ πυρός καί ἀναφθῆναι ὅλη ἐσκοτισμένη ἐστίν, οὕτω καί ἡ ψυχή, κἄν πάσαις τό δοκεῖν κοσμῆται ταῖς ἀρεταῖς, τοῦ δέ πυρός οὐ μετέσχεν, εἴτ’ οὖν οὐσίας θείας καί φωτός οὐ μετέλαβεν, ἔστιν ἔτι ἐσβεσμένη καί ἐσκοτισμένη καί τά ἔργα αὐτῆς ἀβέβαια. Πάντα γάρ ὑπό τοῦ φωτός ἐλεγχθῆναι δεῖ καί φανερωθεῖναι.

Ὁ οὖν οὕτως ἔχων ἔτι τήν λυχνίαν τῆς ψυχῆς αὐτοῦ - ἀμέτοχον δηλονότι τοῦ θείου πυρός -, ὁδηγοῦ δέεται μᾶλλον καί λύχνου φαίνοντος ἅμα καί διακρίνοντος τάς πράξεις αὐτοῦ καί τά δι’ ἐξαγορεύσεως συμπαθοῦντος αὐτῷ σφάλματα καί τά στρεβλῶς ὑπ’ αὐτοῦ καθ’ ὥραν διαπραττόμενα ἐπανορθοῦντος. Ὡς γάρ οὐκ ἐνδέχεται μή προσκόπτειν τόν περιπατοῦντα νυκτός, οὕτως οὐκ ἐνδέχεται μή πταίειν τόν μήπω καθορῶντα τό θεῖον φῶς, καθώς φησιν ὁ Χριστός· «Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τό φῶς τοῦτο βλέπει. Ἐάν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τό φῶς οὐκ ἔχει ἐν ἑαυτῷ». - «Ἐν ἑαυτῷ» δέ εἰπών, τό θεῖον ἐδήλωσε καί ἄϋλον φῶς· ἐν ἑαυτῷ γάρ τό αἰσθητόν οὐδείς δύναται κτήσασθαι.

Ὥσπερ οὖν οὐδέν ὠφελεῖται ὁ ἐν σκότει περιπατῶν, ἐάν λαμπάδας κατέχῃ ἐσβεσμένας πολλάς καί περικαλλεῖς - οὔτε γάρ ἑαυτόν οὔτε ἕτερόν τινα ὡς ἐκ τούτων ὁρᾷ - , οὕτως οὐδέ ὁ τάς ἀρετάς πάσας, εἰ οἷόν τε, δοκῶν ἐν ἑαυτῷ ἔχειν, μή ἔχων τό φῶς ἐν ἑαυτῷ τοῦ Ἁγίου Πνεύματος, οὐδέ τάς αὐτοῦ πράξεις καλῶς ἰδεῖν, οὐδέ εἰ πρός ἀρέσκειαν Θεοῦ εἰσι, τελείως πεπληροφόρηται. Ἀλλ’ οὐδέ ἄλλους ὁδηγῆσαι ἤ τό θέλημα τοῦ Θεοῦ διδάξαι δύναται, οὐδέ λογισμούς ἀλλοτρίους ἐστίν ἀναδέχεσθαι ἄξιος, εἰ καί πατριάρχης ἐξ ἀνθρώπων γενήσεται, ἕως ἄν τό φῶς ἐν ἑαυτῷ φαῖνον κτήσηται. Φησί γάρ ὁ Χριστός· «Περιπατεῖτε ἕως τό φῶς ἔχετε, ἵνα μή σκοτία ὑμᾶς καταλάβῃ, καί ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει». Εἰ οὖν ἐκεῖνος οἶδε ποῦ ὑπάγει, πῶς τήν ὁδόν ἄλλοις ὑποδείξει; Τί οὖν ὄφελος, ἐάν λύχνον ἐσβεσμένον ἐπί ἑτέρᾳ λυχνίᾳ τις ἐπιθείη, πυρός καιομένου ἐστερημένῃ καί φαίνοντος. Οὐ γάρ οὕτω δεῖ ποιεῖν! Ἀλλά πῶς; Ὡς αὐτός ὁ ἐπί πάντων Θεός διωρίσατο, φησί γάρ· «Οὐδείς λύχνον ἅψας εἰς κρύπτην τίθησιν, οὐδέ ὑπό τόν μόδιον, ἀλλ’ ἐπί τήν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τό φέγγος βλέπωσι». Τοῦτο οὖν εἰπών προστίθησι καί τά γνωρίσματα τοῦ ὁδηγουμένου λύχνου καί ἔχοντος μεθ’ ἑαυτοῦ τό φῶς, οὕτω λέγων· «Ὁ λύχνος τοῦ σώματός ἐστι ὁ ὀφθαλμός». Τίνα τοίνυν λέγει διά τούτου τόν ὀφθαλμόν ἤ πάντως τόν νοῦν, ὅς οὐδέποτε ἄν γένηται ἁπλοῦς, εἰ μή ὅτε τό ἁπλοῦν θεάσηται φῶς; Φῶς δέ ἁπλοῦν ὁ Χριστός. Ὁ γοῦν ἀεί ἔχων τό φῶς αὐτοῦ λάμπον ἐν διανοίᾳ, νοῦν Χριστοῦ ἔχειν λέγεται. Ὅταν οὖν ὁ ὀφθαλμός σου οὕτως ἁπλοῦς ᾖ, καί ὅλον τό ἀσώματον σῶμά σου τῆς ψυχῆς φωτεινόν ἔσται· ἐπάν δέ πονηρός ᾖ ὁ νοῦς, τουτέστιν ἐσκοτισμένος καί ἐσβεσμένος, καί τό σῶμά σου τοῦτο σκοτεινόν ἔσται. Σκόπει οὖν μή τό φῶς τό ἐν σοί σκότος ἐστί· «Βλέπε, φησί, μή δοκεῖς ἔχειν ὅπερ οὐ κέκτησαι». Ὁρᾶτε πῶς καί αὐτός ὁ Δεσπότης ἴσως ἡμῖν τοῖς αὐτοῦ δούλοις πρός ὑμᾶς διαλέγεται, «Σκόπει» λέγων, «μή λάθῃς σεαυτόν καί ἐν σοί φῶς εἶναι οἰομένου σου, αὐτό οὐκ ἔστι φῶς ἀλλά σκότος». Ὁρᾶτε ὅτι τά αὐτά καί ἡμεῖς τῷ Δεσπότῃ πρός τούς ὁμοδούλους ὑμᾶς φθεγγόμεθα καί οὐδέν διεστραμμένον ἤ φαῦλον λέγομεν.

Λέγομεν γάρ· βλέπετε, ἀδελφοί, μήποτε δοκοῦντες εἶναι ἐν τῷ Θεῷ καί κοινωνίαν ἔχειν οἰόμενοι μετ’ αὐτοῦ, ἔξω εὑρεθείητε τούτου καί κεχωρισμένοι διά τό μή θεωρεῖν ὑμᾶς ἤδη τό φῶς αὐτοῦ. Εἰ γάρ ἥψατο τῶν λαμπάδων ὑμῶν - ἤγουν τῶν ψυχῶν -, ἔλαμψεν ἄν τρανῶς ἐν ὑμῖν, καθώς αὐτός ὁ Θεός καί Κύριος ἡμῶν Ἰησοῦς Χριστός ἔφη· «Εἰ οὖν τό σῶμά σου ὅλον φωτεινόν, μέρος τι μή ἔχον σκοτεινόν, ἔσται φωτεινόν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζει σε». Ποίαν οὖν μαρτυρίαν ἄλλην μείζονα τούτου πρός πληροφορίαν σοι παρεισάξομεν; εἰ δέ τῷ Δεσπότῃ διαπιστήσεις, πῶς, εἰπέ μοι, τῷ συνδούλῳ πιστεύσεις;

Ἀλλά τί εἴπω πρός τούς ἀγαπῶντας ὀνομαστούς εἶναι καί ἱερεῖς καί ἀρχιερεῖς καί ἡγουμένους καθίστασθαι, καί λογισμούς ἀλλοτρίους ἀναδέχεσθαι θέλοντας, καί ἑαυτούς εἶναι λέγοντας ἀξίους τῆς τοῦ δεσμεῖν καί λύειν ἐγχειρήσεως; Ὄταν μηδέν τῶν ἀναγκαίων καί θείων πραγμάτων αὐτούς ἐπισταμένους ὁρῶ, μήτε ταῦτα ἑτέρους διδάσκοντας ἤ εἰς φῶς ἐνάγοντας γνώσεως, τί ἕτερον ἤ ὅ φησι Χριστός τοῖς φαρισαίοις καί νομικοῖς· «Οὐαί ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τήν κλεῖδα τῆς γνώσεως. Αὐτοί οὐκ εἰσήλθετε καί τούς εἰσελθεῖν βουλομένους ἐκωλύσατε». Τί γάρ ἄλλο ἡ κλείς ἐστι τῆς γνώσεως, εἰ μή ἡ διά πίστεως διδομένη χάρις τοῦ Ἁγίου Πνεύματος, ἡ τήν γνῶσιν ὡς ἀληθῶς καί ἐπίγνωσιν διά φωτισμοῦ ἐμποιοῦσα καί διανοίγουσα τόν κεκλεισμένον καί κεκαλυμμένον ἡμῶν νοῦν, καθώς πολλάκις διά πολλῶν παραβολῶν καί αἰνιγμάτων, ἔτι δέ καί φανερῶν ἀποδείξεων, εἶπον ὑμῖν καί πάλιν ἐρῶ· ἡ θύρα ὁ Υἱός - «Ἐγώ εἰμι, φησίν, ἡ θύρα»-, ἡ κλείς δέ τῆς θύρας τό Πνεῦμα τό Ἅγιόν ἐστι - «Λάβετε, φησί, Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται»-, οἰκία δέ ὁ Πατήρ - «Ἐν γάρ τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαί μοναί εἰσι»- . Πρόσεχε οὖν ἀκριβῶς τῇ θεωρίᾳ τοῦ λόγου. Εἰ μή οὖν ἡ κλείς ἀνοίξει - «Τούτῳ γάρ, φησίν, ὁ θυρωρός ἀνοίγει» -, ἡ θύρα οὐκ ἀνοίγεται· ἄν δέ μή ἡ θύρα διανοιχθῇ, οὐδείς εἰς τήν οἰκίαν εἰσέρχεται τοῦ Πατρός, καθώς φησιν ὁ Χριστός· «Οὐδείς ἔρχεται πρός τόν Πατέρα, εἰ μή δι’ ἐμοῦ».

Ὅτι δέ τό Πνεῦμα τό Ἅγιον πρότερον διανοίγει τόν νοῦν ἡμῶν καί διδάσκει ἡμᾶς τά περί τοῦ Πατρός καί τοῦ Υἱοῦ, αὐτός πάλιν ἔφη· «Ὅταν δέ ἔλθῃ ἐκεῖνος, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ καί ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τήν ἀλήθειαν», - ὁρᾷς πῶς διά τοῦ Πνεύματος, μᾶλλον δέ ἐν τῷ Πνεύματι, ὁ Πατήρ καί ὁ Υἱός ἀχωρίστως ἐπιγινώσκονται; - καί πάλιν· «Ἐάν γάρ ἐγώ μή ἀπέλθω, ὁ Παράκλητος, φησίν, οὐκ ἐλεύσεται πρός ὑμᾶς. Ὅταν δέ ἔλθῃ ἐκεῖνος, ἀναμνήσει ὑμᾶς πάντα» καί πάλιν· «Ἐάν ἀγαπᾶτέ με, τάς ἐντολάς τάς ἐμάς τηρήσετε, καί ἐγώ ἐρωτήσω τόν Πατέρα καί ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τόν αἰῶνα, τό Πνεῦμα τῆς ἀληθείας» καί μετ’ ὀλίγον· «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ - ὅτε δηλονότι τό Ἅγιον Πνεῦμα ἐλεύσεται πρός ὑμᾶς - γνώσεσθε ὑμεῖς ὅτι ἐγώ ἐν τῷ Πατρί μου καί ὑμεῖς ἐν ἐμοί κἀγώ ἐν ὑμῖν» καί πάλιν· «Ἰωάννης μέν ἐβάπτισεν ὕδατι, ὑμεῖς δέ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ», καί εἰκότως· εἰ μή γάρ ἐν Ἁγίῳ βαπτισθῇ τις Πνεύματι, οὔτε υἱός Θεοῦ οὔτε συγκληρονόμος Χριστοῦ γίνεται. Ἀλλά καί τῷ Πέτρῳ φησί· «Σοί δώσω τάς κλείς τῆς βασιλείας τῶν οὐρανῶν», οὐ κλεῖς πάντως χαλκᾶς ἤ σιδηρᾶς, ἀλλά κλεῖς ἀξίας τῆς οἰκίας ἐκείνης. Ποταπή δέ ἐστιν ἡ οἰκία ἐκείνη, ἄκουε Παύλου λέγοντος ἐν τῇ πρός Τιμόθεον ἐπιστολῇ· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τά πάντα, καί Χριστοῦ Ἰησοῦ», καί μετ’ ὀλίγα· «Ὁ μακάριος καί μόνος δυνάστης, ὁ βασιλεύς τῶν βασιλευόντων καί Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον». Εἰ γάρ ὁ οἶκος, φησίν, ἐστίν ἀπρόσιτος, δηλονότι καί ἡ τοῦ οἴκου θύρα φῶς καί αὕτη καί ἀπρόσιτός ἐστιν. Εἰ δέ τό μέν προσιτόν εἴπῃς, τό δέ ἀπρόσιτον, τό προσιτόν ὑπό τοῦ ἀπροσίτου ἀναλωθήσεται καί οὐκ ἄν ποτε ἡ κλείς ἀνοῖξαι ἰσχύσει, εἰ μή καί αὐτή ἀπρόσιτος ᾖ καί τῆς αὐτῆς φύσεως, ἀλλ’ ὑπό τῆς θύρας κατακαήσεται ἤ καί ἡ θύρα ὑπό τοῦ οἴκου, καί ἴσως τοῖς πᾶσι γενήσεται ἄβατος. Μᾶλλον δέ καί ἡ πίστις ἡμῶν καταλυθήσεται, τῆς Ἁγίας Τριάδος διαιρουμένης εἰς προσιτόν καί ἀπρόσιτον καί μεῖζον καί ἔλασσον.

Ὁρᾶτε δέ μή ταῦτα ὑμεῖς ἀκούοντες, ἀπό τῶν αἰσθητῶν οἰκιῶν ὁμοῦ καί θυρῶν τάς εἰκόνας λαμβάνοντες, σωματικόν τι σχῆμα τῷ νοΐ ὑμῶν προεντυπωθῇ, καί εἰς ἀμφιβολίαν καί βλασφημίαν περιπέσῃ ὑμῶν ἡ ψυχή. Ἀλλά θεοπρεπῶς ἅπαντα καί καλῶς, εἴγε δύνασθε, κατά τόν τῆς θεωρίας λόγον καί νόμον ἐν ἑαυτοῖς ἀναλογιζόμενοι, εὑρήσετε ὀρθῶς ἅπαντα διερμηνευόμενα. Εἰ δέ μή δύνασθε ταῦτα θεοπρεπῶς οὕτω νοεῖν, πίστει ταῦτα δέχεσθε μόνῃ καί μή πολυπραγμονεῖν ὅλως θελήσητε. Κλείς μέν γάρ τό Ἅγιον Πνεῦμα λέγεται, ὅτι δι’ αὐτοῦ καί ἐν αὐτῷ πρῶτον τόν νοῦν ἐλλαμπόμεθα καί καθαιρόμενοι φωτιζόμεθα φῶς γνώσεως, βαπτιζόμεθά τε ἄνωθεν καί ἀναγεννώμεθα καί τέκνα Θεοῦ χρηματίζομεν, καθώς ὁ Παῦλός φησιν· «Αὐτό τό Πνεῦμα ἐντυγχάνει ὑπέρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις», καί πάλιν· «Ἔδωκεν ὁ Θεός τό Πνεῦμα αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν κρᾶζον· Ἀββά ὁ Πατήρ». Τοῦτο τοιγαροῦν δεικνύει τήν θύραν ἡμῖν ὅτι ἐστί φῶς, ἡ δέ θύρα διδάσκει ἡμᾶς ὅτι ὁ ἐνοικῶν τῇ οἰκίᾳ καί αὐτός φῶς ἀπρόσιτον ἐστιν. Οὐκ ἄλλος δέ ὁ οἰκῶν Θεός καί ἕτερον φῶς ἡ οἰκία αὐτοῦ, ὥσπερ οὐδέ ἄλλο φῶς τό τῆς Θεότητος καί ἄλλο Θεός. Ἀλλ’ ὁ αὐτός εἷς ἐστιν, οἰκία καί ἔνοικος, καθώς καί φῶς ἐστιν ὁ αὐτός καί Θεός. Θεολογικῶς δέ οἰκία καί ὁ Υἱός καλεῖται, ὥσπερ καί ὁ Πατήρ - φησί γάρ· «Σύ, Πάτερ, ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς καί αὐτοί ἐν ἐμοί κἀγώ, Πάτερ ἐν σοί, ἵνα ἕν ὦμεν», καί τό Πνεῦμα ὡσαύτως· «Ἐνοικήσω, φησίν, ἐν αὐτοῖς καί ἐμπεριπατήσω. Ἐγώ καί ὁ Πατήρ ἐλευσόμεθα καί μονήν παρ’ αὐτῷ ποιήσομεν», διά τοῦ Πνεύματος δηλονότι, ὡς ὁ Παῦλος φησι· «Τό γάρ Πνεῦμα ὁ Κύριος ἐστιν». Εἰ οὖν ὁ Κύριος τό Πνεῦμα ἐστι καί ὁ Πατήρ ἐν αὐτῷ καί αὐτό ἐν ἡμῖν, ὡσαύτως δέ πάλιν ἡμεῖς ἐν αὐτῷ, καί αὐτό μετά Θεοῦ καί Πατρός καί ὁ Θεός ἐν αὐτῷ.

Καί εἰ χρή ἀκριβέστερόν τι εἰπεῖν, ὅπερ τό ἕν ἐστι, τοῦτο καί τά δύο. Τά τρία γάρ ἐν τῷ αὐτῷ εἰσι καί εἰς μίαν νοοῦνται οὐσίαν καί φύσιν καί βασιλείαν. Εἴ τι οὖν τό ἕν ὀνομάζεται, τοῦτο κατά φύσιν καί εἰς τά λοιπά θεωρεῖται, χωρίς τοῦ «Πατήρ» δηλαδή καί «Υἱός» καί «Ἅγιον Πνεῦμα», ἤτοι τοῦ «γεννᾶν» ἐκτός καί «γεννᾶσθαι» καί «ἐκπορεύεσθαι»· μόνα γάρ ταῦτα τῇ Ἁγίᾳ Τριάδι φυσικῶς τε καί κατ’ ἰδιότητα ἀναντιρρήτως παρέπεται. Ἀλλοίωσιν δέ ἤ ἀναποδισμόν ἤ τήν τῶν ὀνομάτων ἐναλλαγήν ἐν τούτοις οὐκ ἔστιν ἐννοῆσαι ἡμᾶς ἤ εἰπεῖν. Διά τούτων γάρ τά τρία πρόσωπα γνώριμα καθεστήκασι καί οὐδέ τόν Υἱόν ἐν τούτῳ προτάξαι τοῦ Πατρός ἐστι δυνατόν, οὐδέ τοῦ Υἱοῦ τό Ἅγιον Πνεῦμα, ἀλλά ἅμα οὕτως εἰπεῖν· «Πατήρ, Υἱός καί Ἅγιον Πνεῦμα», μή διακοπῆς τινος ἐν τούτοις ἀπό χρόνου ἤ στιγμῆς τό λεπτότατον γινομένης, ἀλλά σύν τῷ Πατρί ἅμα καί ὁ Υἱός ἐστι γεγεννημένος καί τό Πνεῦμα ἐκπορευόμενον· ἐν δέ τοῖς ἄλλοις πᾶσι τό ἕν ὄνομα ἤ παράδειγμα καί καθ’ ἕν ἀναθεωρεῖται καί ἐν τρισίν· οἷον «φῶς» ἐάν εἴπῃς, καί καθ’ ἕκαστον τούτων φῶς καί τά τρία ἕν φῶς ἐστι· «ζωή αἰώνιος», καί καθ’ ἕν ὡσαύτως τούτων ὁ Υἱός ἐστι καί τό Πνεῦμα καί ὁ Πατήρ καί τό Πνεῦμα καί ὁ Πατήρ, τά τρία μία ζωή. Πνεῦμα οὖν ὁ Θεός καί Πατήρ καί τό Πνεῦμα ὁ Κύριος ἐστι καί Θεός τό Πνεῦμα τό Ἅγιον· Θεός ταῦτα καθ’ ἕν καί ἅμα τά τρία Θεός· εἷς Κύριος ἕκαστον καί τά τρία Κύριος· εἷς ὁ ἐπί πάντων Θεός, Κτίστης τῶν ἁπάντων, καθ’ ἕν, καί εἷς ταῦτα Δημιουργός τῶν ὅλων Θεός. Φησί δέ καί τό παλαιόν· «Ἐν ἀρχῇ ἐποίησε ὁ Θεός τόν οὐρανόν καί τήν γῆν, καί εἶπεν ὁ Θεός· ῾ Γενηθήτω φῶς’ καί ἐγένετο φῶς», τοῦτο περί τοῦ Πατρός ὁ λόγος ἐννοεῖν δίδωσι, καί ὁ Δαυίδ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοί ἐστερεώθησαν», τοῦτο περί τοῦ Υἱοῦ δηλούμενον ἔγνωμεν, «καί τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν», περί τοῦ Ἁγίου Πνεύματος καί τοῦτο ὑπολαμβανόμενον. Ἀλλά καί Ἰωάννης, ὁ υἱός τῆς βροντῆς, ἐν Εὐαγγελίοις φησίν· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καί ὁ Λόγος ἦν πρός τόν Θεόν» τόν Πατέρα δηλαδή, «καί Θεός ἦν ὁ Λόγος» ὁ Υἱός δηλονότι. « Πάντα δι’ αὐτοῦ ἐγένετο, καί χωρίς αὐτοῦ ἐγένετο οὐδέν ὅ γέγονεν».

Μάθετε οὖν ταῦτα, οἱ τέκνα ἐπονομαζόμενοι τοῦ Θεοῦ, ἀξιῶ, καί οἱ δοκοῦντες εἶναι χριστιανοί, οἱ διδάσκοντες ἄλλους διακενῆς λόγους καί οἱ ἄρχειν οἰόμενοι - πλήν ψευδῶς - ἱερεῖς καί μονάζοντες! Ἐρωτήσατε τούς πρεσβυτέρους καί ἀρχιερεῖς ὑμῶν, συναθροίσθητε ἅμα ἐν ἀγάπῃ Θεοῦ· καί πρῶτον ζητήσατε ἔργῳ ταῦτα μαθεῖν καί παθεῖν, ἔτι δέ καί ἰδεῖν ποτε βουλήθητε καί τῇ πείρᾳ θεοειδεῖς γενέσθαι. Ἀλλά μή τῇ σκηνῇ μόνῃ καί τῇ περιβολῇ προθυμήθητε καί τηνικαῦτα τῶν ἀποστολικῶν ἀξιωμάτων ἐπιβῆτε, ἵνα μή ἀκούσητε, οἱ πρό τῆς γνώσεως τῶν τοῦ Θεοῦ μυστηρίων ἀτελῶς ἐπιτρέχοντες ταῖς τῶν ἄλλων ἀρχαῖς· «Οὐαί οἱ φρόνιμοι παρ’ ἑαυτοῖς καί ἐνώπιον αὐτῶν ἐπιστήμονες! Οὐαί οἱ τιθέντες τό φῶς σκότος καί τό σκότος φῶς».

Παρακαλῶ οὖν πάντας ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, θεῖναι πρῶτον θεμέλιον ἐν τῇ οἰκοδομῇ τῶν ἀρετῶν ἀγαθόν ταπεινώσεως· εἶτα δι’ ἀγώνων εὐσεβείας ἐγεῖραι τόν οἶκον τῆς γνώσεως τῶν μυστηρίων τοῦ Θεοῦ καί ὑπό τοῦ θείου καταλαμφθῆναι φωτός καί ἰδεῖν ὄμματι καρδίας κεκαθαρμένῳ Θεόν, ὡς δυνατόν ἡμῖν ἀνθρώποις οὖσι, κἀκεῖθεν μυσταγωγηθῆναι τά τελεώτερα τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν καί οὕτως ἀπό τῆς γνώσεως ταύτης, τῆς ἄνωθεν διδομένης παρά τοῦ Πατρός τῶν φώτων, ἐπί τόν λόγον τῆς διδασκαλίας ἐλθεῖν καί διδάξαι τούς πλησίον ἡμῶν, τί τό θέλημα τοῦ Θεοῦ τό ἀγαθόν καί τέλειον καί εὐάρεστον, καί διά τῆς διδασκαλίας ἡμῶν προσάξαι τῷ Θεῷ λαόν περιούσιον, τῷ διά τοῦ Πνεύματος αὐτοῦ τοῦ Ἁγίου εἰς διδασκάλους προχειρισαμένῳ ἡμᾶς τῆς ἐκκλησίας αὐτοῦ, ἵνα μή ὡς καταφρονηταί καί γυμνοί τοῦ ἐνδύματος τοῦ γάμου ἔξω ῥιφῶμεν τοῦ νυμφῶνος Χριστοῦ, ἀλλ’ ὡς φρόνιμοι μᾶλλον οἰκονόμοι, καλῶς τά τοῦ λόγου τῆς διδασκαλίας οἰκονομήσαντες ἐν τοῖς συνδούλοις ἡμῶν καί πρό γε τούτου τά τοῦ βίου ἡμῶν, εἰσέλθωμεν εἰς αὐτόν ἀκωλύτως ἐν λαμπρότητι βίου καί γνώσεως οὐρανίου, φωτοειδεῖς καί Πνεύματος Ἁγίου πεπληρωμένοι, καί συμβασιλεύσωμεν Χριστῷ, τά τῆς βασιλείας τοῦ Θεοῦ καί Πατρός συγκληρονομοῦντες αὐτῷ ἐν Ἁγίῳ Πνεύματι, τῇ ἀειζώῳ καί ἀθανάτῳ πηγῇ καί ζωῇ, ᾧ πρέπει πᾶσα δόξα τιμή καί προσκύνησις νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος ΛΔ΄. Ὅτι οὐκ ἀκίνδυνον τό διδόμενον ἡμῖν παρά Θεοῦ τάλαντον κατορύττειν· χρή γάρ δημοσιεύειν αὐτό καί τοῖς πᾶσιν ὑποδεικνύειν καί τάς εὐεργεσίας Θεοῦ εὐγνωμόνως ἀνακηρύττειν εἰς τήν τῶν ἀκουόντων ὠφέλειαν, κἄν τινες ἀπαρέσκωνται.
Προηγούμενο: Λόγος ΛΒ΄. Περί βλασφημίας. Καί ὅτι ὁ λέγων μή δύνασθαί τινα τήν παροῦσαν γενεάν ἐν μετοχῇ τοῦ Ἁγίου γενέσθαι Πνεύματος, ἀλλά καί ὁ διαβάλλων τάς ἐνεργείας τοῦ Πνεύματος καί τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τήν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος