Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ΛΕ΄. Τοῦ αὐτοῦ. Εὐχαριστία πρός Θεόν ὑπέρ ὧν ἠξίωται δωρεῶν. Καί εἰσήγησις ὅπως τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ Θεός ἀεί ἐπιφαίνεται, καί ἐν ποίοις τοῖς πράγμασι καί γνωρίσμασι.
Προηγούμενο: Λόγος ΛΓ΄. Περί μετοχῆς Πνεύματος Ἁγίου. Καί ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τά ἔργα τῆς ἀρετῆς, εἰ μή δι’ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρίς οὐδείς πρός ἀρετήν κατευθύνεται, οὐδέ ἄλλους ὠφελεῖν δύναται ἤ ἀλλοτρίους δέχεσθαι λογισμούς. Καί περί τό ἴσον κατά πάντα καί ὡσαύτως ὄν τῆς Τρισυποστάτου Θεότητος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΛΔ΄. Ὅτι οὐκ ἀκίνδυνον τό διδόμενον ἡμῖν παρά Θεοῦ τάλαντον κατορύττειν· χρή γάρ δημοσιεύειν αὐτό καί τοῖς πᾶσιν ὑποδεικνύειν καί τάς εὐεργεσίας Θεοῦ εὐγνωμόνως ἀνακηρύττειν εἰς τήν τῶν ἀκουόντων ὠφέλειαν, κἄν τινες ἀπαρέσκωνται.

Ἀδελφοί καί πατέρες καί τέκνα ἐν Χριστῷ τῷ Θεῷ, τί πρός τά κατηχηθέντα παρ’ ἡμῶν ἐν διαφόροις πολλάκις λόγοις ὑπενοήσατε; Τί κατά τοῦ ταῦτα παρρησίᾳ λαλήσαντος ἐν ἑαυτοῖς ἀπεφήνασθε; Μή τι τῶν θείων ἔξω Γραφῶν εἰπεῖν ἡμᾶς ὑπελάβετε; Μή τι λεληθότως ἡμᾶς κατεμέμψασθε, ὡς ὑπέρογκα λελεχότας; Μή τι κατεκρίνατε, ὡς μεγαλορρημονοῦντας ἡμᾶς; Εἰ οὖν οὕτω πρός τά ῥηθέντα διετέθητε, ἵλεως ὑμῖν γένοιτο ὁ Χριστός, ἐγώ δέ παρακαλῶ τήν ἀγάπην ὑμῶν ἵνα μηδείς τῷ τοιούτῳ κρίματι ἐπιμείνῃ. Οὐ γάρ ἐνδείξεως χάριν ταῦτα γεγράφαμεν, μή τοῦτο συγχωρήσῃ ὁ ἐλεήσας καί ἀγαγών ἡμᾶς εἰς ταῦτα Θεός, ἀλλά μεμνημένοι τῶν δωρεῶν τοῦ Θεοῦ, ὧν ἀπ’ ἀρχῆς βίου καί μέχρι τοῦ παρόντος πεποίηκε μεθ’ ἡμῶν τῶν ἀναξίων, εὐχαριστοῦντες ἀνυμνοῦμεν αὐτόν, ὡς εὔσπλαχνον Δεσπότην καί εὐεργέτην ἡμῶν Κύριον, καί τό ἐπιδοθέν ἡμῖν παρ’ αὐτοῦ τάλαντον εὐγνωμόνως πᾶσιν ὑμῖν καταβάλλομεν. Ποῦ γάρ καί δυνάμεθα τό τοσοῦτον μέγεθος τῶν εὐεργεσιῶν αὐτοῦ σιωπᾶν ἤ ἀγνωμόνως ὡς ἀμνήμονες καί κακοί δοῦλοι κατορύττειν τό δοθέν ἡμῖν τάλαντον; Τοῦτο γάρ ποιεῖν μή δυνάμενοι, ἀνακηρύττομεν τόν αὐτοῦ ἔλεον, ὁμολογοῦμεν τήν χάριν, πᾶσι δεικνύομεν τήν πρός ἡμᾶς αὐτοῦ ἀγαθότητα καί παρακαλοῦμεν καί ὑμᾶς διά τῆς διδασκαλίας τοῦ λόγου ἀγωνίσασθαι μετασχεῖν τῶν αὐτοῦ δωρεῶν καί ἀπολαῦσαι, ὧν καί ἡμεῖς οἱ ἀνάξιοι διά τῆς ἀφάτου αὐτοῦ ἀγαθότητος ἀπηλαύσαμεν. Οὐδέν γάρ ὑμᾶς ἐν τούτῳ ἀδικοῦμεν ἤ ἠδικήσαμεν, ἀλλά μεταδοῦναι ποθοῦμεν ἐξ ὧν εἰλήφαμεν τοῖς συνδούλοις ἡμῶν, οἵτινές ἐστε ὑμεῖς, οἱ Χριστοῦ λαός καί ποίμνιον ἱερόν καί βασίλειον ἱεράτευμα ἀκούειν καί καλεῖσθαι ἠξιωμένοι.

Ὥσπερ γάρ πτωχός τις φιλάδελφος παρά τινος φιλοχρίστου καί ἐλεήμονος αἰτήσας καί λαβών νομίσματα, ἀποτρέχει πρός τούς συμπένητας αὐτοῦ ἐν χαρᾷ καί καταμηνύει λέγων ἐν μυστηρίῳ αὐτοῖς· «Δράμετε σπουδῇ καί ὑμεῖς, ἵνα λάβητε», δακτυλοδεικτῶν καί ὑποδεικνύων αὐτοῖς τόν τό νόμισμα αὐτῷ ἐπιδόντα, εἰ δέ καί διαπιστοῦσιν, ἐπί τῆς παλάμης ἀπογυμνώσας δείκνυσι καί αὐτό, ἵνα πιστεύσαντες σπουδῇ χρήσωνται καί τόν ἐλεήμονα ἐκεῖνον ἄνδρα ταχύ καταλάβωσιν, οὕτω δή καί ὁ ταπεινός ἐγώ, ὁ πτωχός καί γυμνός ἀγαθοῦ καί δοῦλος τῆς ἁγιωσύνης πάντων ὑμῶν, πεῖραν τῆς τοῦ Θεοῦ φιλανθρωπίας καί συμπαθείας λαβών, ὡς διά μετανοίας αὐτῷ προσελθών καί διά τῆς τοῦ ἁγίου Συμεών μεσιτείας, τοῦ πατρός μου καί πατρός ὑμῶν, τήν χάριν ἀπειληφώς ὁ ἀνάξιος πάσης χάριτος, οὐ φέρω μόνος ταύτην κρύπτειν ἐν κόλπῳ ψυχῆς, ἀλλά πᾶσι τοῖς ἀδελφοῖς ὑμῖν λέγω καί πατράσι μου τάς δωρεάς τοῦ Θεοῦ καί ὁποῖόν ἐστι τό δοθέν μοι τάλαντον, ὅσον τό ἐπ’ ἐμοί, φανερῷ ὑμῖν καί διά τοῦ λόγου ὡς ἐπί παλάμης ἀπογυμνῶ τοῦτο, καί λέγω οὐχ ὡς ἐν παραβύστῳ καί μυστηρίῳ, ἀλλά μεγάλῃ βοῶν τῇ φωνῇ· «Δράμετε, ἀδελφοί, δράμετε», καί οὐ βοῶ μόνον, ἀλλά καί ὑποδεικνύω τόν διδόντα Δεσπότην, τόν λόγον πάλιν ἀντί δακτύλου ὑμῖν προβαλλόμενος. Ἄνθρωπος μέν γάρ ἐάν ὀβολόν πτωχῷ τινι δῷ, εἶτα ἐκεῖνος πρός τό καί ἑτέροις δοῦναι τοῦτον καταμηνύσειεν, ὀργίζεται καί πρός τό δοῦναι μᾶλλον σκληρύνεται, ὁ δέ Θεός οὐχ οὕτως, ἀλλά τοὐναντίον ἅπαν ποιεῖ. Ἐάν γάρ τινι δῷ πνευματικόν χάρισμα ἤγουν τάλαντον καί οὐ κηρύξῃ τοῖς πᾶσι καί δημοσιεύσῃ αὐτό, «Προσέλθετε», λέγων, «πρός τόν ἁπλῶς διδόντα Δεσπότην καί μηδένα κενόν ἀποστρέφοντα», ἀλλά λαβών κρύψειε κατορύξας αὐτό, τότε μᾶλλον ὀργίζεται κατά τοῦ λαβόντος ὡς φθονεροῦ καί μή θέλοντος τούς ἑαυτοῦ ἀδελφούς λαβεῖν, ὡς αὐτός ἔλαβε.

Διά τοῦτο οὖν, ἅ εἶδον καί ἅ ἔργῳ καί πείρᾳ Θεοῦ θαυμάσια ἔγνωκα, μή λαλεῖν οὐκ ἀνέχομαι, ἀλλά καί τοῖς λοιποῖς ἅπασιν ὡς ἐνώπιον Θεοῦ προμαρτύρομαι, λέγων μεγάλῃ τῇ φωνῇ· «Δράμετε πάντες πρό τοῦ κλεισθῆναι διά θανάτου τήν τῆς μετανοίας θύραν ὑμῖν, δράμετε ἵνα πρό τῆς ἐξόδου καταλάβητε, σπεύσατε ἵνα λάβητε, κρούσατε ἵνα πρό τῆς τελευτῆς τάς τοῦ παραδείσου πύλας ὁ Δεσπότης ὑμῖν ἀνοίξειε καί ἑαυτόν ὑμῖν ἐμφανίσειε, σπουδάσατε τήν τῶν οὐρανῶν βασιλείαν ἐντός ὑμῶν καί γνωστῶς κτήσασθαι καί μή κενοί ταύτης ἐντεῦθεν ἀποδημήσητε, καί μάλιστα οἱ ταύτην ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς οἰόμενοι, μηδέν δέ διά τήν οἴησιν ἔχοντες».

Πῶς οὖν, εἰπέ μοι, τόν τοῦ Χριστοῦ Πατέρα θεάσηται, ὁ νοῦν Χριστοῦ μή κτησάμενος; Ὁ δέ ἐκεῖνον μή βλέπων λαλοῦντα ἐντός αὐτοῦ, διά τίνος ἤ πῶς εἴπῃ· «Ἀββᾶ ὁ Πατήρ»; Ὁ μή ἐντός αὐτοῦ τήν βασιλείαν τῶν οὐρανῶν γνωστῶς κτησάμενος, πῶς ἐν αὐτῇ μετά θάνατον εἰσελεύσεται; Ὁ μή μένοντα ἐν αὐτῷ διά τοῦ Πνεύματος τόν Υἱόν σύν τῷ Πατρί θεασάμενος, πῶς μετ’ αὐτῶν ἐν τῷ μέλλοντι ἔσεται, καθώς ὁ Κύριος εἶπε· «Πάτερ, οὕς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμί ἐγώ, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ», καί πάλιν· «Οὐ περί τούτων δέ ἐρωτῶ μόνον, ἀλλά καί περί πάντων τῶν πιστευόντων διά τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἕν ὦσι, καθώς σύ, Πάτερ, ἐν ἐμοί κἀγώ ἐν σοί καί αὐτοί ἐν ἡμῖν ἕν ὦσι. Κἀγώ τήν δόξαν ἥν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθώς ἡμεῖς ἕν ἐσμεν, ἐγώ ἐν αὐτοῖς καί σύ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν καί ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ μέ ἀπέστειλας καί ἠγάπησας αὐτούς καθώς ἐμέ ἠγάπησας».

Οὗτος τοίνυν ὁ τρόπος, ἀδελφοί, τῆς ἐμῆς, ὥς τινες οἴονται, μεγαλορρημοσύνης. Οὕτω με ἡ ἀγάπη τοῦ Θεοῦ κινεῖ πρός ὑμᾶς τούς ἐμούς πατέρας καί ἀδελφούς ἀποκαλύψαι τήν ἄφατον πρός ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητα καί ἀγάπην, δι’ ἥν οὕτω καί ἐν τηλικούτοις δοξάζει τούς εἰς αὐτόν ἠλπικότας ἀνεπιφθόνως.

Ἀλλ’ ἐρωτῶντι ἀποκρίθητέ μοι, παρακαλῶ· «Τί οὖν; Ὁ Πατήρ ἀγνώστως ἀγαπᾷ τόν Υἱόν καί ὁ Υἱός ἀγνώστως καί ἀοράτως σύνεστι τῷ Πατρί;» - «Οὔ», πάντως εἴποιτε. Εἰ γάρ τοῦτο δῶμεν καί ἀγνοεῖν ἀλλήλους τόν Πατέρα καί τόν Υἱόν δογματίσομεν, οἴχεται ἡ πίστις ἡμῶν καί ἀπόλωλεν· ἀγνοούντων γάρ ἐκείνων ἀλλήλους ἀνάγκη πᾶσα καί ἡμᾶς παντελῶς ἀγνοεῖν αὐτούς· εἰ δέ τοῦτο, ἄρα ἄθεοί ἐσμεν, Θεοῦ γνῶσιν μή ἐσχηκότες. Εἰ δέ «καθώς ἐκεῖνος γινώσκει, φησίν, ὁ Πατήρ τόν Υἱόν, καί ὁ Υἱός γινώσκει τόν Πατέρα» καί ὡς Θεός σύνεστι τῷ Θεῷ καί Πατρί καί ὁ Πατήρ ὁμοίως σύνεστι τῷ Υἱῷ, ὡς ὅταν λέγῃ· «Καθώς σύ, Πάτερ, ἐν ἐμοί κἀγώ ἐν σοί, οὕτω καί αὐτοί ἐν ἐμοί ὦσι κἀγώ ἐν αὐτοῖς», τό ἴσον πάντως δηλοῖ τῆς μετ’ ἀλλήλων ἑνώσεως. Πλήν τοῦ μέν Υἱοῦ πρός τόν Πατέρα ἡ ἕνωσις φυσική ἐστι καί συνάναρχος, ἡ δέ ἡμετέρα πρός τόν Υἱόν θέσει καί χάριτι, ὅμως εἰς τό αὐτό οἱ πάντες ἐσμέν ἡνωμένοι Θεῷ καί ἀχώριστοι, ὡς αὐτός πάλιν φησίν· «Ἐγώ ἐν αὐτοῖς καί σύ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, - διατί; ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καί ἠγάπησας αὐτούς, καθώς ἐμέ ἠγάπησας», καί ὁ Παῦλος· «Ὅπου οὐκ ἔνι Ἕλλην καί Ἰουδαῖος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλά τά πάντα καί ἐν πᾶσι Χριστός».

Ταῦτα τοιγαροῦν ἀκούσατε οἱ δοκοῦντες εἶναι πνευματικοί καί τῷ λαλοῦντι πιστεύσατε, ἐμέ δέ τόν λέγοντα ὑμῖν ἐν τῷ λόγῳ τῆς χάριτος τάς δωρεάς, ἅς λαμβάνουσι ἀπό Θεοῦ οἱ ἐν πίστει θερμῇ προστρέχοντες αὐτῷ καί ποιοῦντες αὐτοῦ τάς ἐντολάς, λειτουργοῦντα τῷ ἄνωθεν ἐνηχοῦντι Πνεύματι, πάσης ἀπολύσατε μέμψεως. Τίς δέ ὁ λαλῶν, αὐτοῦ τοῦ Κυρίου ἀκούσατε λέγοντος· «Οὐ γάρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλά τό Πνεῦμα τοῦ Θεοῦ λαλοῦν ἐν ὑμῖν». Ὁρᾶτε ὡς οὐκ ἐγώ τά ὑπερφυῆ καί μεγάλα πρός τήν ὑμετέραν ἀγάπην λαλῶ, ἀλλά τό Πνεῦμα τοῦ Θεοῦ τό λαλοῦν ἐν ἡμῖν. Τοῦτο δέ καί Πέτρος ὁ κορυφαῖος ἐπιμαρτυρεῖ λέγων· «Οὐ γάρ θελήματι ἀνθρώπου ἠνέχθη ποτέ προφητεία, ἀλλ’ ὑπό Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι»· Εἰ δέ ἡμεῖς εὐτελεῖς ὄντες καί ἀνάξιοι μακράν ἐσμεν πάσης ἁγιωσύνης καί τῶν ἁγίων τοῦ Θεοῦ ἀνθρώπων, ἀλλ’ οὐ δυνάμεθα ἀρνήσασθαι τήν δωρεάν τήν δοθεῖσαν ἡμῖν ἀπό Θεοῦ, ὡς δέ ὑπόχρεοι τῆς αὐτοῦ χάριτος διακονοῦμεν ὑμῖν τά λόγια τοῦ Θεοῦ καί ἀνακαλύπτομεν τό τάλαντον ὅ ἐδόθη ἡμῖν καί τό χάρισμα διά προφητείας μετά ἐπιθέσεως τῶν χειρῶν τοῦ ἀρχιερέως, τοῦ εἰς τήν ἱερωσύνην ἡμᾶς τελειώσαντος, καθώς αὐτός οὗτος ὁ κορυφαιότατος ἡμῖν τῶν ἀποστόλων ἐντέλλεται, φησί γάρ· «Ἕκαστος καθώς ἔλαβε χάρισμα, εἰς ἑαυτούς αὐτό διακονοῦντες ὡς καλοί οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ, εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ ὁ Θεός».

Τοιγαροῦν τό Πνεῦμα ἐστι τό λαλοῦν, ἀδελφοί, οὐκ ἐγώ, ὡς ὁ Κύριος καί ὁ τούτου πιστός μαθητής ἡμᾶς ἐβεβαίωσαν. Εἰ δέ ψεύδομαι, ποῦ φεύξομαι τό τῆς δίκης ἄφυκτον, τό τούς ψευδομένους εἰς ἀπώλειαν παραπέμπον; «Ἀπολεῖς γάρ, φησί, πάντας τούς λαλοῦντας τό ψεῦδος». Ὥσπερ δέ ὁ τῷ λαλοῦντι διά τοῦ Πνεύματος ἀπιστῶν, εἰς τό Πνεῦμα τό λαλοῦν ἐξαμαρτάνει καί βλασφημεῖ, οὕτω πάλιν ὁ τῆς ἄνωθεν χάριτος ἐστερημένος τοῦ Πνεύματος, ἐάν τολμήσῃ εἰπεῖν ὅτι «Ἐν Ἁγίῳ φθέγγομαι Πνεύματι», ὡς Σίμων ὁ Μάγος καί οἱ ἐκείνου σύμφρονες ἔσται ἀλλότριος τοῦ Θεοῦ καί ἀντίθετος. Ὁ γάρ τοῖς λόγοις ἀντιπίπτων τοῦ Πνεύματος πάντως ἀντίθεος. Θεός γάρ ἀχώριστος ἐστι καί ἀδιαίρετος· τό γάρ Ἅγιον Πνεῦμα τῆς τοῦ Πατρός καί τοῦ Υἱοῦ ἀϊδιότητός τε καί βασιλείας ἀχώριστον.

Μή οὖν θεομάχοι καί ἀντίθεοι γενέσθαι θελήσητε, ἀδελφοί, ἀλλά δεῦτε προσκυνήσατε καί προσπέσατε σύν ἡμῖν καί μή ἀναστῆτε ἐκεῖθεν μέχρις ἄν λάβητε τήν δωρεάν τοῦ Θεοῦ, ὡς καί ἡμεῖς ἐλάβομεν οἱ ἀνάξιοι ταύτην τῇ αὐτοῦ χάριτι. Οὐδέν ἐναντίον λέγομεν πρός ὑμᾶς, ἀδελφοί, ἀλλά τήν ἀγάπην ἡμῶν δεικνύομεν πλουσίαν πρός πάντας ὑμᾶς. Εἰ οὖν ἐλέγομεν ὅτι ἡμεῖς μέν ἐλάβομεν χάριν δωρεάν παρά τοῦ Πατρός τῶν φώτων ὅθεν πᾶν δώρημα τέλειον, ὑμᾶς δέ λαβεῖν οὐ βουλόμεθα, δικαίως ἄν καί ἐκ Θεοῦ καί ἐξ ὑμῶν αὐτῶν ἐμισούμεθα· νυνί δέ τήν ἀλήθειαν ἀπό τῆς θείας Γραφῆς καί ἀπό τῆς πείρας αὐτῆς παριστῶντες καί τήν βασιλικήν ὑποδεικνύοντες ὑμῖν ὁδόν, τί ὑμᾶς ἀδικοῦμεν; Εἰ δέ ὡς ἀνώνυμόν με καί ἀφανῆ καί ἐλάχιστον λογιζόμενι οὐ καταδέχεσθε παρ’ ἐμοῦ ἐκδιδάσκεσθαι, γνῶτε καί μάθετε ὅτι τά μωρά τοῦ κόσμου ὁ Θεός ἐξελέξατο, ἵνα καταισχύνῃ τούς σοφούς καί τά ἀσθενῆ καί ἀπερριμένα, ἵνα καταισχύνῃ τά ἔνδοξα καί ἰσχυρά.

Ἀλλ’ ἴσως παρελθών τις εἰς μέσον εἴποι· «Μεγάλα καί ὑπερβολικά καί ὑπέρ ἀνθρωπίνην δύναμιν τά λεγόμενα». Κἀγώ σοι λέγω· «Μεγάλα τῷ ὄντι καί ὑπέρ φύσιν εἰσί, Θεοῦ γάρ εἰσι λόγοι, καθώς εἴρηται»- «Καί πῶς οὐδείς, φησί, τῶν μεγάλων πατέρων οὕτως ἀναφανδόν περί ἑαυτοῦ ἀπεφήνατο ἤ τοιούτους λόγους λελάληκεν, οἵους λαλεῖς σύ, περί ἑαυτοῦ;»- «Λέληθας σεαυτόν, ὦ ἄνθρωπε. Μᾶλλον μέν οὖν οἱ ἀπόστολοι καί οἱ πατέρες συνᾴδοντά μου τοῖς λόγοις καί ὑπερβαίνοντα λελαλήκασιν, ἀλλά τό ἀξιόπιστον τῶν λεγόντων εὐπαράδεκτα καί πιστά ποιεῖ τά λεγόμενα, ἡ δέ ἡμετέρα εὐτέλεια καί τά πᾶσιν ὡμολογημένα ὡς ψευδῆ καί βδελυκτά ὑμῖν ποιεῖ καταφαίνεσθαι».

Ὅμως ἔχω καί ἄλλην αἰτίαν εἰπεῖν, δι’ ἥν ταῦτα καί μή βουλόμενος ἐξεκάλυψα. Τίς δέ αὕτη ἐστίν; Ἡ τῶν λεγόντων μή εἶναι τά νῦν τοιοῦτον ἐπί τῆς γῆς καί ἐν μέσῳ ἡμῶν ἄρτι ἄνθρωπον ψευδής καί παράλογος ἄνοια καί ὑπόληψις. Καί ὅρα μοι τήν κακίαν, ὅπως ἐστί πολυμήχανος. Μή φανερῶς γάρ λεγόντων ἡμῶν, ἀλλ’ ὑποκρύβειν σπευδόντων τό χάρισμα, ἀληθεύειν ἐκεῖνοι νομίζουσιν· ἐάν δέ ἡμεῖς ἐκκαλύψαντες τήν ἀλήθειαν εἴπωμεν, ὡς ὑπερηφάνων ἡμῶν αὐτίκα καταγινώσκουσιν, ἀγνοοῦντες τάς τῶν ἁγίων ἀποστόλων φωνάς. Ποίας δή ταύτας, τό «Ἡμεῖς νοῦν Χριστοῦ ἔχομεν». Ἆρα ὑπερβολήν κρίνετε, πρός αὐτούς ἄν εἴποιμι, τοῦτο ὑπερηφανίας; τό «Ἐκ τούτου γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὐ δέδωκεν ἡμῖν»; Τοῦτο δέ πῶς ἐκλάβοιτε κατά τοῦ λέγοντος; Ἀλλά καί τό «Ἤ δοκιμήν ζητεῖτε τοῦ ἐν ἐμοί λαλοῦντος Χριστοῦ», καί τό «Δοκῶ Πνεῦμα Θεοῦ ἔχειν», καί τό «Ἡμεῖς δέ οὐκ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλά Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ», καί τό «Ὁ Θεός ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν»; Ταῦτα οὖν πάντα ὑπερηφανίας ὑμῖν λογισθήσονται ῥήματα; Ὤ τῆς εὐηθείας!

Εἰ δέ καί τόν τῆς ἐλλάμψεως τρόπον βούλῃ μαθεῖν, τόν ἐγγινόμενον τοῖς ἀγαπῶσι τόν Κύριον, ἄκουε αὐτοῦ τοῦ Παύλου λέγοντος· «Ἔχομεν δέ τόν θησαυρόν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν», εἴτ’ οὖν σώμασιν. «Εἰ δέ μή ἔστι, φησί, τοιοῦτος τά νῦν, τί;». Διατί οὐκ ἔστιν, εἰπέ; «Ὅτι καί θέλοντά τινα, φησί, μή δύνασθαι οἴομαι γενέσθαι τοιοῦτον τά νῦν, ὡς καί μή θέλοντα, μηδέ γίνεσθαι». Εἰ τοίνυν καί θέλοντα λέγεις μή δύνασθαι, ποῦ θήσομεν τό «Ὅσοι δέ ἔλαβον αὐτόν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι», καί το «Εἰ θέλετε, θεοί ἐστε καί υἱοί Ὑψίστου πάντες», καί τό «Γίνεσθε ἅγιοι, ὅτι ἐγώ ἅγιός εἰμι»; Εἰ δέ καί μή θέλοντα μηδέ γίνεσθαι, ἴδε ὅτι σύ σεαυτόν κατεδίκασας, μή θέλων μηδέ προαιρούμενος γενέσθαι· εἰ γάρ θέλεις γενέσθαι, δύνασαι.

Εἰ δέ σύ μή τοιοῦτος, ἀλλ’ ἕτεροι πλεῖστοι, Θεοῦ βουλομένου, οὕς αὐτός ἀγνοεῖς. Εἰ γάρ ἐπί τοῦ Ἠλιοῦ ἑπτακισχιλίους εἶχεν ὁ Θεός τούς μή κάμψαντας γόνυ τῇ Βαάλ, πολλῷ μᾶλλον νῦν, ὅτε τό Πνεῦμα αὐτοῦ τό Ἅγιον πλουσίως ἐξέχεεν ἐφ’ ἡμᾶς. Εἰ δέ μή ἀποδύεταί τις πάντα καί γυμνός προσέρχεται καί ζητεῖ τοῦ λαβεῖν, τοῦ μή βουλομένου τό αἴτιον, οὐ τοῦ Θεοῦ. Ὥσπερ γάρ τό πῦρ προθύμως τῆς ὕλης, ἵν’ εἴπω, καί φυσικῶς ταύτης ἐπιλαμβάνεται, οὕτω και ἡ χάρις τοῦ Παναγίου καί προσκυνητοῦ Πνεύματος τῶν ἡμετέρων ψυχῶν ζητεῖ ἅψασθαι, ἵνα καί τοῖς ἐν τῷ κόσμῳ λάμψῃ καί κατευθύνῃ δι’ ὧν λάμπει τά τῶν πολλῶν δαβήματα, ὡς ἄν καλῶς ὁδεύοντες καί αὐτοί πλησιάσωσι τῷ πυρί καί εἷς καθ’ εἷς ἤ καί πάντες, εἰ οἷόν τε, ὁμοῦ, ἀναφθῶσι καί ὡς θεοί λάμψωσιν ἐν μέσῳ ἡμῶν, ἵνα ἐπευλογῆται καί πληθύνηται τό σπέρμα τοῦ Θεοῦ Ἰακώβ καί μή ἐκλείψῃ θεοειδής ἄνθρωπος, λάμπων ὡς φῶς ἐπί γῆς.

Ἐγώ μέν οὖν οὕτως οἴομαι τήν ἀλήθειαν ἔχειν καί εἶναι τό βούλημα τοῦ Θεοῦ εἰς ἡμᾶς, οὕς αὐτός ἔπλασε καί ἐτίμησε καί ἐδόξασε πάλαι τῇ δόξῃ τῆς εἰκόνος αὐτοῦ· ὑμεῖς δέ ἴδετε καί δοκιμάσατε τά λεγόμενα παρ’ ἡμῶν. Καί εἰ μή τά αὐτά τοῖς ἀποστόλοις καί τοῖς ἁγίοις καί θεοφόροις πατράσι φρονοῦμεν καί λέγομεν κατά τά εἰρημένα, καί τά τῶν ἁγίων Εὐαγγελίων ῥηθέντα παρά τοῦ Θεοῦ καί ἡμεῖς δευτεροῦμεν, εἰ μή τήν ἐν αὐτοῖς οὖσαν, κακῶς δέ ἀποσβεσθεῖσαν ὑπό συλλογισμῶν ἀσυνέτων, ὅσον τό ἐπ’ αὐτοῖς, ζωοποιόν ἐνέργειάν τε καί δωρεάν διά ἀποδείξεων ἐν πᾶσι τρανῶς ἀνάπτομεν καί τό φῶς ἤδη λάμπον ὑποδεικνύομεν, ἐξ αὐτῶν δηλονότι τῶν ἁγίων Γραφῶν πάντα καί συνιστῶντες καί λέγοντες, ἔστω μέν ἐμοί ἀνάθεμα ἀπό Κυρίου Θεοῦ καί Ἰησοῦ Χριστοῦ διά Πνεύματος Ἁγίου, ὡς διδάσκοντι παρ’ ὅ οἱ θεῖοι ἀπόστολοι ἐδίδαξαν καί εὐηγγελίσαντο, ὑμεῖς δέ μή μόνον τά ὦτα πρός τήν ἀκρόασιν ἀποφράξητε, ἀλλά κἀμέ λίθοις βαλόντες ὡς ἀσεβῆ καί ἄθεον ἀποκτείνατε. Εἰ δέ τά Δεσποτικά καί ἀποστολικά δόγματα, διαστρεφόμενα παρά τινων, ἀνορθοῦμεν, ἐξ αὐτῶν τῶν θείων πάλιν Γραφῶν τά ὑποστηρίζοντα καί διορθοῦντα τήν ἐκείνων καί τῶν πειθομένων αὐτοῖς διάνοιαν συλλεγόμενοι, τήν ἀνάστασίν τε καί τήν ἄφθαρσίαν καί τήν ζωήν καί τήν βασιλείαν τῶν οὐρανῶν καί αὐτά τά αἰώνια ἀγαθά μή ἐν ἐλπίσιν αὐτοῖς ἅπαντα προσδοκᾶν παραινοῦμεν, ἀλλά τά μέν προκείμενα καί ἀποκαλυπτόμενα, φαινόμενά τε καί ὁρώμενα καί ὡς ἀρραβῶνας τοῖς ἐκλεκτοῖς καί σωθῆναι μέλλουσιν ἀπεντεῦθεν ἤδη διδόμενα ἐκδιδάσκομεν, τά δέ μετά θάνατον καί τήν ἀνάστασιν εἰς αὐτούς προτιθέμενα ἀποδεῖξαι καί βεβαιῶσαι προτεθυμήμεθα, οὐχί μᾶλλον ἀποδεκτοί αὐτοῖς καί πᾶσιν εἶναι ὀφείλομεν καί λίαν ἀγαπητοί, ὡς τῆς τελείας ἀγάπης ἔργον ἐπιδεικνύμενοι;

Ὥσπερ γάρ ὁ κεκρυμμένον εὑρών θησαυρόν καί ἑαυτῷ μόνῳ τηρήσας αὐτόν, ψεκτός παρά πάντων καί ὡς φιλάργυρος κατακρίνεται, ὁ δέ μή ἑαυτῷ κρύπτων, ἀλλά τοῖς πᾶσιν ὑποκεικνύων καί φανερῶν καί ἀφιείς ἕκαστον λαβεῖν ὅσον βούλεται, πάντως ἐπαινετός καί Θεῷ καί ἀνθρώποις ἀποδεκτέος, οὕτω κἀγώ ἐν τοῖς πνευματικοῖς ἔσομαι παραφρονῶν, λαλῶν Θεοῦ χάριτι. Καί γάρ θησαυρόν ἀποκεκρυμμένον ὑπό τῶν θείων Γραφῶν ὄντα, μηνυθέντα μοι ὑπό ἁγίου ἀνδρός ἐν τόπῳ τινί, οὐ κατώκνησα διεγερθῆναι καί τοῦτον ἐρευνῆσαι καί ἰδεῖν, ἀλλά κἀκεῖνόν μοι βοηθόν γενέσθαι ἐξαιτησάμενον καί συνεργόν καί λαβών, πᾶσαν ἄλλην ἐργασίαν καί πρᾶξιν τοῦ βίου καταλιπών καί τῷ τόπῳ, ἐν ᾧ μοι εἶναι τόν θησαυρόν ὁ ἀγαθός ἐκεῖνος ἀνήρ διά γραμμάτων ἐδήλωσεν, ἐπιστάς, κόπῳ πολλῷ καί μόχθῳ νυκτός καί ἡμέρας ὀρρύσειν, σκάπτειν, τόν χοῦν ἔξω βάλλειν καί εἰς βάθος ποιεῖν οὐκ ἐπαυσάμην τό ὄρυγμα, ἕως ὁ θησαυρός διαυγάζειν σύν τῷ χοΐ ἄνωθεν ἤρξατο. Ἐπί πολύ οὖν κοπιάσας ἐξορύττων καί τόν χοῦν ἀπορρίπτων, ὅλον τόν κάτω που κείμενον θησαυρόν ἔνωθεν, ὡς οἴομαι, πάσης τῆς γῆς καί ἀμιγῆ καί παντός ῥύπου καθαρόν ἐφηπλωμένον τεθέαμαι, καί ὁρῶν ἀεί κράζω καί οὕτω τοῖς διαπιστοῦσι καί κοπιᾶν καί ὀρύσσειν μή θέλουσιν ἐκβοῶ· «Δεῦτε ἴδετε πάντες οἱ τάς θείας διαπιστοῦντες Γραφάς». Τοῦτο δέ ποιῶ τῷ Σολομῶντι πάντως πειθόμενος λέγοντι· «Ἀδόλως τε ἔμαθον, ἀφθόνως τε μεταδίδωμι», διό δή τοῦτο οὕτω βοῶ τοῖς πᾶσιν, ὡς εἴρηται· «Δεῦτε μάθετε ὅτι οὐκ ἐν τῷ μέλλοντι μόνον, ἀλλ’ ἤδη που πρόκειται πρό τῶν ὀφθαλμῶν καί χειρῶν καί ποδῶν ὑμῶν ὁ ὑπεράνω πάσης ἀρχῆς καί ἐξουσίας ἀνεκλάλητος θησαυρός. Δεῦτε πιστώθητε ὅτι τό φῶς τοῦ κόσμου ὁ θησαυρός οὗτος, ὅν ὑμῖν λέγω, ἐστί».

Καί οὐκ ἐγώ ἀπ’ ἐμαυτοῦ τοῦτο λαλῶ, ἀλλ’ αὐτός εἶπε καί λέγει ὁ θησαυρός· «Ἐγώ εἰμι ἡ ἀνάστασις καί ἡ ζωή, ἐγώ εἰμι ὁ κόκκος τοῦ σινάπεως ὁ κατακρυπτόμενος ἐν τῇ γῇ, ἐγώ εἰμι ὁ μαργαρίτης ὁ ὠνούμενος, ὑπό τῶν πιστῶν, ἐγώ εἰμι ἡ βασιλεία τῶν οὐρανῶν ἡ ἐν μέσῳ ὑμῶν κρυπτομένη, καί καθώς ὁρῶμαι ὑπό τῶν ζητησάντων καί εὑρόντων με νῦν, οὕτω λάμψω καί ἐν αὐτοῖς καί ἐπάνω πάντων αὐτῶν, ὡς νῦν εἰμι λάμπων - ἀποκεκρυμμένος ὤν - ὑπεράνω πάντων τῶν οὐρανῶν. Ἐγώ καί ἐνταῦθα, ὁ ἀχώρητος κατά φύσιν, ἐν ὑμῖν κατά χάριν γίνομαι χωρητός καί ὁ ἀόρατος ὁρατός, οὐχ ὅσος εἰμί δεικνύμενος, εἰ καί ὅλος μένω ὁρώμενος, ἀλλ’ ὅσον ἡ τῶν ὁρώντων με φύσις καί δύναμις ἐπιδέχεται. Ἐγώ εἰ μι ἡ ζύμη, ἥν λαβοῦσα ψυχή καί βάλουσα ἐν τῷ τριμερεῖ αὐτῆς, ἀναζυμοῦται καί ὅλῃ ἐμοί ὁμοία καθίσταται· οἵα γάρ ἡ ζύμη, τοιοῦτος γίνεται καί ὁ ταύτῃ ἀναφυρόμενος σύν τῷ ὕδατι καί τῷ ἅλατι ἄλευρος· σύν ἐμοί γάρ, φησί, τῷ Υἱῷ ὑπάρχων ὁ ὁμοφυής μου Πατήρ καί ὁ τούτου Παράκλητος, αὐτοί ἀντί ὕδατος καί ἁλός πεφύκασι γίνεσθαι. Ἐγώ εἰμι ὁ ἀντί τοῦ αἰσθητοῦ παραδείσου νοητός τοῖς ἐμοῖς δούλοις παράδεισος γεγονώς, ἐν ᾧ τιθῶ πάντας τούς πιστεύοντας εἰς ἐμέ καί ἀναγεννωμένους διά τοῦ Πνεύματος, οἵ οὐκέτι δύνανται ἁμαρτάνειν, οὐδέ ὁ τοῦ κόσμου ἄρχων ἰσχύει τι κατ’ αὐτῶν· ἐγώ εἰμι ἐν αὐτοῖς καί αὐτοί ἐν ἐμοί καί νικῶσι τόν κόσμον, διά τό εἶναι αὐτούς ἔξω τοῦ κόσμου καί τόν ἰσχυρότερον πάντων ἐμέ μεθ’ ἑαυτῶν ἔχειν. Ἐγώ εἰμι ἡ φωτοειδής πηγή τοῦ ἀθανάτου ῥείθρου καί ποταμοῦ, ἐν ᾗ οὐ μετά θάνατον, ἀλλά καθ’ ὥραν οἱ ἐμέ φιλοῦντες ἀπό ψυχῆς λούονται τῷ ἀπορρέοντι ὕδατι ἐξ ἐμοῦ καί παντός ῥύπου καθαίρονται τό σῶμα καί τήν ψυχήν καί ἀπαστράπτουσιν ὅλοι, ὥσπερ λαμπάς καί ὡς εἶδος ἀκτῖνος ἡλιακῆς. Ἐγώ εἰμι ὁ ἀντανίσχων καθ’ ὥραν ἐν τούτοις ὡς ἐν πρωΐ καί ὁρώμενος ἥλιος νοερῶς, καθώς καί πρῴην ἐν τοῖς προφήταις ἐνεφάνιζον ἐμαυτόν καί αὐτοί ὁρῶντες ἀνύμνουν, ἐπικαλούμενοί με ἀεί»· «Τό πρωΐ γάρ, φησίν ὁ Δαυίδ, εἰσάκουσόν μου, τό πρωΐ παραστήσομαί σοι καί ἐπόψει με», καί ἕτερος· «Τότε ῥαγήσεται πρώϊμον τό φῶς σου καί τά ἰάματά σου ταχύ ἀνατελεῖ», ὅτε δηλονότι καί σύ τάς ἐντολάς μου τηρήσεις.

Καί τί πάντα λέγειν πρός τήν ὑμετέραν ἀγάπην οὕτω καταναγκάζομαι, ὅσα ὁ Θεός διψῶν τήν σωτηρίαν ἡμῶν πρός ἡμᾶς φθέγγεται, ἀλλ’ ἤ πάντως, ἵνα διά πάντων μαθόντες πεισθήσησθε ὅτι οἱ καθήμενοι ἐν σκότει τό μέγα φῶς λάμπον βλέπειν ὀφείλουσιν, εἴπερ ὅλως ἐμβλέπουσι, καί ἵνα μή τινες ἐξ ὑμῶν λογίζωνται ὅτι ἔλαμψε μέν, ἀδύνατον δέ τούς ἔτι ὄντας ἀνθρώπους ἐν σώματι καθορᾶν αὐτό. Εἰ γάρ μή ἦν δυνατόν, τί καί ἔλαμψε καί λάμπει μή καθορώμενον ὑπ’ αὐτῶν; Μᾶλλον δέ τό μέν φῶς ἀεί ἦν καί ἀεί ἔλαμπε καί λάμπει ἐν τοῖς κεκαθαρμένοις, καί ἐν τῷ σκότει ἔφαινε καί ἡ σκοτία αὐτό οὐ κατέλαβε, καί νῦν λάμπει καί ἡ σκοτία αὐτό οὐ καταλαμβάνει εἴτ’ οὖν οὐχ ἅπτεται αὐτοῦ. Τό δέ ῾νῦν’ εἰπεῖν, ὅτι ἀνέτειλε τῷ ἐν σκότει καθημένῳ λαῷ, τό ἄρτι εὐδοκῆσαι ἀποκαλυφθῆναί ἐστιν εἰς οὕς καί ἐμφανίζεται· οἱ γάρ ἄλλοι ἐν τῇ σκοτίᾳ ὄντες οὐ καταλαμβάνουσιν αὐτό. Ὁ γάρ ἀόρατος ὤφθη, τό μέν διά τοῦ σώματος τοῖς αἰσθητοῖς ὀφθαλμοῖς πᾶσι τοῖς θεασαμένοις αὐτόν ἀπίστοις τε καί πιστοῖς, ἐγνώσθη δέ καί τό φῶς αὐτοῦ τῆς Θεότητος ἀπεκαλύφθη μόνοις ἐκείνοις τοῖς διά τῶν ἔργων πιστοῖς, οἵτινες καί ἔλεγον πρός αὐτόν· «Ἰδού ἡμεῖς, Κύριε, ἀφήκαμεν πάντα καί ἠκολουθήσαμέν σοι»· τῷ δέ εἰπεῖν ῾πάντα’ συνέκλεισε τά τε κτήματα καί χρήματα καί θελήματα καί τό καταφρονῆσαι καί αὐτῆς τῆς προσκαίρου ζωῆς καί βδελύξασθαι ταύτην διά τό γεύσασθαι αὐτῆς ἐκείνης τῆς ἐνυποστάτου καί αἰωνίου ζωῆς, τό γάρ ἡδύτερόν ἐστι πάντως καί προτιμότερον, ὅπερ ἐστίν αὐτός ὁ Θεός.

Ἀλλά παρακαλῶ πάντας ὑμᾶς, ὦ πατέρες καί ἀδελφοί, σπουδάσαι μετασχεῖν τῆς τοιαύτης ζωῆς ἥτις τό φῶς ἐστι τοῦ Θεοῦ, αὐτό τό Πνεῦμα τό Ἅγιον, τό τούς μετέχοντας αὐτοῦ ἁγιάζον καί θεούς τῇ θέσει ἀπεργαζόμενον. Καί τῶν τοσούτων λόγων, ὧν λελάληκα πρός ὑμᾶς, μή ἐπιλάθησθε, ἀλλά πρῶτον μέν αὐτοί μάθετε πράσσειν ἀεί τό καλόν καί οὕτω διδάξατε ἄλλους τοῦτο ποιεῖν, ἵνα ὅ λόγος τῆς διδασκαλίας ὑμῶν ἔμπρακτος ὑπάρχῃ καί εὐπαράδεκτος τοῖς ἀκούουσιν. Εἰ δ’ οὖν, ἐγώ ἀθῷος ἐκ πάντων ὑμῶν εἰμι, οὐ γάρ ὑπεστειλάμην τοῦ μή ἀναγγεῖλαι ὑμῖν τά λαληθέντα μοι καί γνωρισθέντα καί προσταχθέντα ὑπό τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διά τοῦ προσκυνητοῦ καί ἁγίου αὐτοῦ Πνεύματος περί τῶν ὑψηλῶν δωρεῶν καί χαρισμάτων τοῦ συνανάρχου Θεοῦ καί Πατρός αὐτοῦ, ὧν τοῖς ἐμπόνως ζητοῦσι τήν μέθεξιν διά πίστεως δίδωσιν ἀεί καί μέχρι τοῦ νῦν ὁ αὐτός ἀγαθός καί εὐεργέτης Θεός ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος ΛΕ΄. Τοῦ αὐτοῦ. Εὐχαριστία πρός Θεόν ὑπέρ ὧν ἠξίωται δωρεῶν. Καί εἰσήγησις ὅπως τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ Θεός ἀεί ἐπιφαίνεται, καί ἐν ποίοις τοῖς πράγμασι καί γνωρίσμασι.
Προηγούμενο: Λόγος ΛΓ΄. Περί μετοχῆς Πνεύματος Ἁγίου. Καί ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τά ἔργα τῆς ἀρετῆς, εἰ μή δι’ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρίς οὐδείς πρός ἀρετήν κατευθύνεται, οὐδέ ἄλλους ὠφελεῖν δύναται ἤ ἀλλοτρίους δέχεσθαι λογισμούς. Καί περί τό ἴσον κατά πάντα καί ὡσαύτως ὄν τῆς Τρισυποστάτου Θεότητος.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος