Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Λστ΄. Τοῦ ἁγίου καί μεγάλου πατρός ἡμῶν Συμεών τοῦ Νέου. Εὐχαριστία πρός Θεόν περί τῶν γεγονότων εὐεργεσιῶν εἰς αὐτόν παρ’ αὐτοῦ. Ἐν ᾗ καί περί εὐχῆς πνευματικῆς καί τῆς ἐν ταύτῃ προκοπῆς. Καί περί ἐλλάμψεως θείας θεωρίας τε ἀπλανοῦς καί ἀγάπης τῆς πρός Θεόν.
Προηγούμενο: Λόγος ΛΔ΄. Ὅτι οὐκ ἀκίνδυνον τό διδόμενον ἡμῖν παρά Θεοῦ τάλαντον κατορύττειν· χρή γάρ δημοσιεύειν αὐτό καί τοῖς πᾶσιν ὑποδεικνύειν καί τάς εὐεργεσίας Θεοῦ εὐγνωμόνως ἀνακηρύττειν εἰς τήν τῶν ἀκουόντων ὠφέλειαν, κἄν τινες ἀπαρέσκωνται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος ΛΕ΄. Τοῦ αὐτοῦ. Εὐχαριστία πρός Θεόν ὑπέρ ὧν ἠξίωται δωρεῶν. Καί εἰσήγησις ὅπως τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ Θεός ἀεί ἐπιφαίνεται, καί ἐν ποίοις τοῖς πράγμασι καί γνωρίσμασι.

Εὐχαριστῶ καί προσκυνῶ καί προσπίπτω σοι, Κύριε τοῦ παντός καί πανάγιε Βασιλεῦ, ὅτι ἐλέησας ἀνάξιον ὄντα με καί ἐτίμησας καί ἐδάξασας, ὡς αὐτός ἠθέλησας ἄνωθεν, ἐπειδή καί πρό τοῦ τόν κόσμον γενέσθαι παρά σοῦ, ὅλον ἔχων με ἐν ἑαυτῷ, λόγῳ καί εἰκόνι με τῇ σῇ δοξάσας ἐτίμησας. Οὐδέ γάρ δι’ ἄλλο τι ἤ δι’ ἐμέ τόν κατ’ εἰκόνα σύν καί καθ’ ὁμοίωσιν πάντα ἐξ οὐκ ὄντων παρήγαγες, βασιλέα με τῶν ἐπιγείων πάντων πεποιηκώς εἰς δόξαν τῆς σῆς μεγαλουργίας καί ἀγαθότητος. Εὐχαριστῶ σοι, ὅτι πᾶσάν μου τήν αἴτησιν καί ἐπιθυμίαν εἰς ἀγαθόν ἐξεπλήρωσας κατά τάς πρός ἡμᾶς τούς δούλους σου ὑποσχέσεις, καί ὑπέρ ἅ ἤλπιζον καί ἐπεθύμουν ἐχαρίσω μᾶλλον τῷ ἀναξίῳ τοῦ οὐρανοῦ καί τῆς γῆς. Εἶπας γάρ· «Πᾶν ὅ ἐάν αἰτήσητε ἐν τῷ ὀνόματί μου πιστεύοντες λήψεσθε». Εὐχαριστῶ σοι, ὅτι ἕνα τῶν ἁγίων σου ἐπιποθήσαντά με ἰδεῖν καί δι’ αὐτοῦ πιστεύσαντα εὑρεῖν ἔλεος παρά σοι, αὐτός οὐ μόνον τοῦτο πεποίηκας, ἀγαθέ, καί δοῦλόν σου γνήσιον, τόν μακάριον λέγω καί ἅγιον Συμεών, καθυπέδειξας καί παρ’ ἐκείνου με ἀγαπηθῆναι ηὐδόκησας, ἀλλά καί μυρία ἄλλα, ἅ οὐκ ἤλπιζον, ἐδωρήσω μοι ἀγαθά.

Πόθεν γάρ που ἐγίνωσκον ὁ τάλας ἐγώ ὅτι τοιοῦτος ὑπάρχεις ὁ καλός Δεσπότης ἡμῶν, ἵνα ἐπιθυμίαν λάβω τήν περί σοῦ; Πόθεν που ᾔδειν ὅτι φανεροῖς σεαυτόν τοῖς ἐρχομένοις πρός σέ ἐν τῷ κόσμῳ ἔτι διάγουσιν, ἵνα καί θεάσασθαί σε ἐξεζήτησα; Πόθεν που ἐγίνωσκον ὅτι χαρᾶς τοιαύτης καί ἀνέσεως καταξιοῦνται οἱ τῆς χάριτός σου τό φῶς ἐν ἑαυτοῖς εἰσδεχόμενοι; Πόθεν δέ ἤ πῶς ὁ τάλας ἐγίνωσκον ὅτι τό Πνεῦμά σου τό Ἅγιον οἱ σέ πεπιστευκότες λαμβάνουσι; Πιστεύειν γάρ τελείως εἰς σέ ἐνόμιζον καί πάντα ἔχειν ἐδόκουν ὅσα χαρίζῃ τοῖς φοβουμένοις σε, μηδέν ὅλως ἔχων, ὡς ὕστερον ἔργῳ τοῦτο μεμάθηκα. Πόθεν που ἐγίνωσκον, Δέσποτα, ὅτι σύ ἀόρατος ὤν καί ἀχώρητος, ὁρᾶσαι καί χωρῆσαι ἐντός ἡμῶν; Πόθεν που εἶχόν ποτε λογίσασθαι ὅτι ὁ κτίσας Δεσπότης τά σύμπαντα ἀνθρώποις ἑνοῦσαι, οὕς αὐτός ἔπλασας, καί θεοφόρους τούτους ἐργάζῃ καί υἱούς σου ποιεῖς, ἵνα καί εἰς πόθον τούτων ἦλθον καί ταῦτα λαβεῖν ἐζήτησα παρά σοί; Πόθεν δέ ᾔδειν, Κύριε, ὅτι τοιοῦτον ἔχω Θεόν, τοιοῦτον Δεσπότην, τοιοῦτον προστάτην, πατέρα καί ἀδελφόν καί βασιλέα, σέ τόν πτωχεύσαντα δι’ ἐμέ καί μορφήν δούλου λαβόντα;

Ὄντως, Δέσποτά μου φιλάνθρωπε, οὐδέν οὐδαμῶς τούτων ἁπάντων ἐγίνωσκον. Εἰ γάρ καί ἐν ταῖς θείαις Γραφαῖς, ἅς οἱ ἅγιοί σου ἐξέθεντο, ἐγκύψας ἀνέγνων περί τούτων ποτέ, ἀλλ’ ὡς περί ἄλλων τινῶν ἤ πρός τινας ἄλλους λεγομένων ἤκουον καί ἀναισθήτως πρός πάντα διεκείμην τά γεγραμμένα, μηδέ ἔννοιάν ποτε περί τούτων δυνηθείς λαβεῖν. Ἀκούων γάρ τοῦ κήρυκός σου Παύλου βοῶντος καί λέγοντος· «Ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτον», ἀδύνατον εἶναι ἐπειθόμην τοῦ ἐν σαρκί ὄντα τινά ἐκείνων ἐν θεωρίᾳ γενέσθαι. Ἐνόμιζον δέ ὅτι ἐκείνῳ μόνῳ κατά φιλοτιμίαν ταῦτα ὑπέδειξας καί οὐκ ᾔδειν ὁ ἄθλιος ὅτι καί ἐπί πάντας τούς ἀγαπῶντάς σε τοῦτο γίνεται παρά σοῦ. Πόθεν δέ ἤ πῶς ἠδυνάμην εἰδέναι ὅτι πᾶς ὁ πιστεύων εἰς σέ μέλος σόν γίνεται, χάριτι ἀπαστράπτων Θεότητα - τίς δέ τοῦτο πιστεύσει; - καί μακάριος γένηται, μακαρίου Θεοῦ μακάριον μέλος γενόμενος; Πόθεν που ἐγίνωσκον ὅτι σύ ἀντί τροφῆς αἰσθητῆς ἀθάνατος καί ἄφθαρτος ἄρτος τοῖς διά σέ πεινῶσιν ἀκόρεστος γίνῃ καί πηγή τοῖς διψῶσιν ἀθάνατος καί χιτών ἀπαστράπτων τοῖς εὐτελῆ διά σέ περιβεβλημένοις ἱμάτια; Ταῦτα γάρ ἀκούων διά τῶν σῶν κηρύκων λεγόμενα, ἐν τῷ μέλλοντι αἰῶνι καί μετά τήν ἀνάστασιν μόνον ὑπελάμβανον γίνεσθαι καί οὐκ ᾔδειν ὅτι καί νῦν μᾶλλον ἐπιτελοῦνται, ὅτε καί τούτων ἐν χρείᾳ πλείονι καθεστήκαμεν.

Ταῦτα οὔτε ᾔδειν, πανάγιε Βασιλεῦ, οὔτε ἐν ἐπιθυμίᾳ τούτων ποτέ γέγονα, οὔτε ᾐτησάμην τι ἐκ τούτων λαβεῖν παρά σοῦ, ἀλλ’ ἤ τῶν ἁμαρτιῶν μου μιμνησκόμενος, τήν ἐκείνων συγχώρησιν μόνον ἐζήτουν μεσίτην καί πρεσβευτήν εὑρεῖν, ὡς ἄνωθεν εἶπον, Δέσποτα, ἐπεθύμησα, ἵνα διά τῆς ἐκείνου ἐντεύξεως καί τῆς πρός ἐκεῖνόν μου δουλώσεως κἄν ἐν τῷ μέλλοντι εὕροιμι τῶν πολλῶν μου ἁμαρτημάτων τήν ἄφεσιν. Ὡς δέ ἤκουον ὁμοθυμαδόν ἅπαντας λέγοντας μή εἶναι τοιοῦτον ἐπί τῆς ἄρτι ἅγιον, εἰς πλείονα λύπην ἔπιπτον. Πλήν ὅμως οὐδέποτε τοῦτο ἐπίστευσα, ἀλλά πρός τούς τοιούτους ἀπεκρινάμην, Δέσποτα Χριστέ, καθώς οἶδας, καί ἔλεγον· «Κύριέ μου, ἐλέησον. Καί τοσοῦτον ὁ διάβολος τοῦ Δεσπότου Θεοῦ ἐγένετο δυνατώτερος, ἵνα πάντας ἐφελκύσῃ πρός ἑαυτόν καί εἰς τήν αὐτοῦ μερίδα ποιήσηται, ὥστε μή καταληφθῆναί τινα εἰς τό μέρος τοῦ Θεοῦ;».

Διά τοῦτο, ὡς οἶμαι, φιλάνθρωπε βασιλεῦ, ἐν τῷ τοῦ βίου σκότει καί ἐν μέσῳ τῶν κακῶν καθημένῳ μοι τό φῶς σου τό ἅγιον ἔλαμψας καί ἐν αὐτῷ τόν σόν μοι καθυπέδειξας ἅγιον. Καί ὅν τρόπον ἐπί τοῦ δούλου σου Παύλου ἐποίησας, διώκοντά σε καλέσας αὐτόν διά τῆς θεϊκῆς ἐμφανείας σου - καί γάρ ἐκείνου θεασαμένου σε καί εἰπόντος· «Τίς εἶ;» οὐκ εἶπας· «Ἐγώ εἰμι ὁ ποιήσας τόν οὐρανόν καί τήν γῆν. Ἐγώ εἰμι ὁ ἐκ τοῦ μή ὄντος εἰς τό εἶναι τά πάντα παραγαγών», οὐδέ εἶπας· «Ἐγώ εἰμι ὁ ὤν, ἤ· ὁ Θεός Σαβαώθ, ἤ· ὁ Θεός τῶν πατέρων σου», οὐδέ ἕτερόν τι ἐκ τῶν τῆς δόξης σου προσηγοριῶν, ἀλλ’ ἤ τοῦτο μόνον πρός αὐτόν εἴρηκας· «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὅν σύ διώκεις», ἵνα γνῷ σαφῶς ὅτι σύ ὑπάρχεις ὁ σαρκωθείς Θεός δι’ ἡμᾶς, ὅν ἐκεῖνος ἐδίωκεν -, οὕτω καί ἐπ’ ἐμοί ἐποίησας, Δέσποτα, ὅτε μοι τόν ἅγιόν σου Συμεών καθυποδεῖξαι εὐδόκησας.

Τοῦ φωτός σου γάρ τοῦ θεϊκοῦ τά πάντα κἀμέ τόν τάλανα καταφωτίσαντος καί τήν νύκτα ὡς ἡμέραν φαεινοτάτην ποιήσαντος, ἐν αὐτῷ με τῷ ὕψει τῆς σῆς Θεότητος ὡς ἐν οὐρανῷ φρικτῶς ἰδεῖν αὐτόν κατηξίωσας, τῆς θεϊκῆς σου δόξης πλησίον ἱστάμενον, οὐ στεφάνῳ τινί, οὐκ ἐνδύματι φαεινῷ, οὐκ ἐνηλλαγμένη θεωρίᾳ κοσμήσας αὐτόν, ἀλλ’ οἷος ἦν συνδιάγων ἡμῖν καί ὁρώμενος καθ’ ἑκάστην ἐπί τῆς γῆς, τοιοῦτόν μοι αὐτόν καθυπέδειξας ἐν τῷ οὐρανῷ. Τίνα τρόπον; Ἵνα μή ἕτερον εἶναι τοῦτον, τόν σύν ἡμῖν, καί ἄλλον τόν ἐκεῖ μοι ὀφθέντα λογίσωμαι καί ἀποπλανηθείς τοῦ καλοῦ ποιμένος ἀστοχήσω, τό ἀπολωλός ἐγώ πρόβατον.

Ἀλλά γάρ οὐδέ ἐν τούτῳ τῷ γεγονότι θαύματι συνῆκα ὁ ἄθλιος, ῥᾳθυμίᾳ δέ καί ὀλιγωρίᾳ κατ’ ὀλίγον κλαπείς, τοῖς προτέροις κακοῖς ἤ καί χείροσι περιέπεσον. Σύ δέ, Βασιλεῦ εὔσπλαχνε καί μακρόθυμε, οὐδέ οὔτω με ἀπεστράφης, ἀλλά δι’ αὐτοῦ με τοῦ ἁγίου ἐπέστρεψας καί εἰς τούς ἁγίους αὐτοῦ προσπεσεῖν πόδας με κατηξίωσας, τῇ κραταιᾷ σου χειρί καί τῷ βραχίονί σου τῷ ὑψηλῷ ἐξάξας ἀπό τοῦ πλάνου κόσμου καί τῶν τοῦ κόσμου πραγμάτων καί ἡδονῶν καί ἀποχωρήσας με πάντων σωματικῶς τε ἅμα καί ψυχικῶς, ὤ τοῦ θαύματος, ὤ τῆς πρός ἡμᾶς ἀγάπης καί συμπαθείας σου τοῦ φιλανθρώπου Θεοῦ, ἔστησας ἐν τῇ τάξει τῶν δουλευόντων σοι. Μετά ταῦτα οὖν, Δέσποτα, οὐ μόνον τῶν ἀμυθήτων μου κακῶν τήν συγχώρησιν, ἀλλά καί τά προειρημένα ἅπαντα ἀγαθά ταῖς τοῦ ἁγίου σου πρεσβείαις μοι δέδωκας, μᾶλλον δέ αὐτός πάντα μοι γέγονας.

Προσκηνώσαντός σου γάρ ἐν ἐκείνῳ καί τῷ φωτί τῆς θεϊκῆς δόξης ἐκλάμποντος, πλησιάσας αὐτῷ ἐν μετανοίᾳ καί πίστει τούς ἐκείνου πόδας κρατήσας, ἐγώ εὐθύς θείας ᾐσθόμην θερμότητος, εἶτα μικρᾶς αὐγαζούσης λαμπρότητος, εἶτα θείου ἀπό τῶν ἐκείνου λόγων ἐμφυσήματος, εἶτα πυρός ἐκ τούτου ἐγκαρδίου διά δακρύων βλύζοντος ῥεῖθρα ἀένναα, εἶτα ἀκτῖνος ἐν τῷ νοΐ μου λεπτῆς ταχύτερον ἀστραπῆς διελθούσης, εἶτα ὡς φῶς ἐν νυκτί καί ὡς νεφέλη ἐφάνη μοι μικρά καί φλογοειδής ἐπί τῆς κεφαλῆς μου καθίσασα, κειμένου μου ἐπί πρόσωπον καί ποιουμένου τήν δέησιν. Εἶτα ἀπέπτη καί μετ’ οὐ πολύ ὤφθη μοι ἐν τῷ οὐρανῷ.

Εἶτα ἀναλογιζόμενος τό ὁρώμενον εἶναι, ἕτερόν τι ὑπέρ ταῦτα πάντα παραδοξότερον γίνεται. Κατά τούς ὕπνους γάρ ὑπό τῶν πονηρῶν δαιμόνων πειραζομένου μου καί πρός πάθος ῥεύσεως διά μηχανῆς ἑλκομένου μου καί ἀνθισταμένου μου εἰς βοήθειαν, ἔξυπνος γέγονα, τῶν πειραζόντων τάς χεῖρας ἀβλαβής ἐκφυγών. Ὡς δέ καθ’ ἑαυτόν τήν ἔνστασιν καί τήν ἀνδρείαν, μᾶλλον δέ τήν ἀκινησίαν μου πρός τό πάθος ἐθαύμαζον, καί «Πόθεν τοῦτο ἀσυνήθως μοῦ λογιζομένου, τό τρόπαιον γέγονεν, ἵνα καί κοιμώμενος ἀντιμάχωμαι καί ἰσχυρότερος τῶν ἀντιπάλων καί ἐχθρῶν μου γίνωμαι καί κατά κράτος αὐτούς νίκην νικῶ παραδόξως διά Χριστοῦ; - ὤ τοῦ θαύματος, εὐθύς ὅν ἐν τῷ οὐρανῷ εἶναι ἐνόμιζον ἐντός μου τοῦτον εἶδον, σέ λέγω τόν ἐμόν Δημιουργόν καί Βασιλέα Χριστόν, καί τότε ἔγνων εἶναι σήν τήν νίκην, ἥν με νενικηκέναι ἐποίησας τόν διάβολον.

Ἀλλ’ ὅμως οὔπω ἐγίνωσκον, Δέσποτα, ὅτι σύ ᾖς, ὁ ἀπό πηλοῦ πλάσας με, ταῦτά μοι πάντα χαρισάμενος τά καλά. Οὔπω ἔγνων ὅτι αὐτός σύ ὑπῆρχες ὁ ἀνυπερήφανος Θεός μου καί Κύριος. Οὔπω γάρ φωνῆς σου ἠξιώθην ἀκοῦσαι, ἵνα γνωρίσω σε, οὔπω ᾖς εἰπών μοι μυστικῶς ὅτι Ἐγώ εἰμι». Ἀνάξιος γάρ ἐτύγχανον καί ἀκάθαρτος, ἔτι τά ὦτα τῆς ψυχῆς ἐμπεφραγμένα τῷ τῆς ἁμαρτίας ἔχων πηλῷ καί τούς ὀφθαλμούς μου κεκρατημένους ὑπό ἀπιστίας καί ἀγνοίας καί τῆς τῶν παθῶν αἰσθήσεως καί ἀχλύος. Καί σέ μέν οὕτω τόν Θεόν μου ἑώρων· μή εἰδώς δέ μηδέ προπεπιστευκώς ὅτι Θεός, καθ’ ὅσον οἷόν τε ὁρᾶσθαι, ὁρᾶταί τινι, οὐκ ἐνενόουν ὅτι Θεός ἤ Θεοῦ δόξα ἐστί τό ποτέ μεν οὕτω μοι ποτέ δέ ἄλλως δεικνύμενον, ἀλλά τό μέν ἀσύνηθες κατέπληττέ με τοῦ θαύματος, χαρᾶς δέ ὅλην μου τήν ψυχήν ἐπλήρου καί τήν καρδίαν, ὡς καί αὐτό μου οἴεσθαί με τό σῶμα μεταλαμβάνειν τῆς χάριτος τῆς ἀφάτου ἐκείνης. Οὔπω δέ τό τίς ᾖς ὁ ὁρώμενος τρανῶς τότε ἐγίνωσκον. Τέως ἑώρων συχνότερον φῶς, ποτέ μέν ἔνδον, ὅτε γαλήνης καί εἰρήνης ἡ ψυχή μου ἀπήλαυε, ποτέ δέ ἔξω που μακράν ἐφαίνετο ἤ καί τελείως ἐκρύπτετο καί κρυπτόμενον θλῖψίν μοι ἐνεποίει ἀφόρητον, λογιζομένου μου ὡς οὐκέτι πάντως φανήσεται. Ἀλλά μοι πάλιν θρηνοῦντι καί κλαίοντι καί πᾶσαν ἐνδεικνυμένῳ ξενιτείαν καί ὑπακοήν καί ταπείνωσιν ἐπεφαίνετο ὥσπερ ὁ ἥλιος, τό πάχος τοῦ νέφους διατέμνων καί κατά μικρόν προσηνής καί σφαιροειδής ἐνδεικνύμενος. Οὕτως οὖν ὁ ἄφραστος σύ, ὁ ἀόρατος, ὁ ἀναφής, ὁ ἀκίνητος, ὁ πανταχοῦ ἀεί καί ἐν πᾶσι παρών καί τά πάντα πληρῶν, καθ’ ὥραν, ἵν’ εἴπω, ἐν ἡμέρᾳ τε καί νυκτί ὁρώμενος καί κρυπτόμενος, ἀπιών καί ἐρχόμενος, γινόμενος ἀφανής καί αἴφνης φαινόμενος, κατά μικρόν μικρόν τό σκότος ἐν ἐμοί ἀπεδίωξας, τό νέφος ἀπήλασας, τό πάχος ἐλέπτυνας, τήν λήμην τῶν νοερῶν ὀφθαλμῶν ἀπεκάθηρας, τά ὦτα τῆς διανοίας ἀπέφραξας καί διήνοιξας, τῆς ἀναισθησίας περιῆρας τό κάλυμμα, σύν τούτοις πᾶν πάθος και πᾶσαν σαρκικήν ἡδονήν κατεκοίμησας καί τέλεον ἀπ’ ἐμοῦ ἐξώρισας. Τοιγαροῦν καί τοιοῦτόν με ἀπεργασάμενος, τόν οὐρανόν παντός νέφους ἐκάθηρας· οὐρανόν δέ λέγω τήν καθαρθεῖσαν ψυχήν ἐν ᾗ ἀοράτως, οὐκ οἶδ’ ὅπως ἤ πόθεν ἐρχόμενος, ὁ πανταχοῦ παρών αἴφνης εὑρίσκῃ καί ὡς ἄλλος ἥλιος ἀναδείκνυσαι. Βαβαί τῆς ἀφράστου συγκαταβάσεως!

Ταῦτα πρός ἡμᾶς τοῦ Θεοῦ τά θαυμάσια, ἀδελφοί! Ἀνερχομένων δέ ἡμῶν ἐπί τό τελεώτερον, οὐκέτι ὡς τό πρότερον ἄμορφος ἤ ἀνείδεος ὁ ἄμορφος καί ἀνείδεος ἔρχεται ἤ τήν παρουσίαν καί ἄφιξιν τοῦ φωτός αὐτοῦ σιωπῇ πρός ἡμᾶς ἀπεργάζεται. Ἀλλά πῶς; Ἐν μορφῇ τινι, πλήν Θεοῦ· Θεός δέ οὐκ ἐν σχήματι ἤ ἐκτυπώματι, ἀλλ’ ἐν ἀκατανοήτῳ καί ἀμηχάνῳ καί ἀμόρφῳ μεμορφωμένος φωτί ἁπλοῦς δείκνυται - οὐδέν γάρ πλέον εἰπεῖν ἤ ἐκφράσαι δυνάμεθα -, τέως ἐμφανῶς δείκνυται καί γνωρίζεται πάνυ γνωστῶς καί λίαν ὁρᾶται τρανῶς ὁ ἀόρατος, ἀοράτως λαλεῖ καί ἀκούει καί, ὡς εἴ τις φίλος πρός φίλον ἐνώπιος ἐνωπίῳ, προσομιλεῖ ὁ φύσει Θεός τοῖς κατά χάριν ἐξ αὐτοῦ γεννηθεῖσι θεοῖς, καί ὡς πατήρ ἀγαπᾷ καί παρά τῶν υἱῶν φιλεῖται ἄγαν θερμῶς καί γίνεται τούτοις ξένον θέαμα καί φρικτότερον ἄκουσμα, μήτε λαλεῖσθαι παρ’ αὐτῶν ἀξίως δυνάμενον, μήτε σιωπῇ συγκαλύπτεσθαι ἀνεχόμενον· οὗ τῷ πόθῳ ἀεί ἀναπτόμενοι καί μυστικῶς παρ’ αὐτοῦ ἐνηχούμενοι, ποτέ μέν περί τῶν ἀλλοτρίων παθῶν ἀποδυρόμενοι γράφουσι, ποτέ δέ τά ἑαυτῶν θριαμβεύουσι πταίσματα. Καί ποτέ μέν, τάς εἰς αὐτούς γενομένας εὐεργεσίας καί ἐνεργείας τῆς χάριτος εὐχαρίστως ἐκδιηγούμενοι, θεολογικῶς ἀνυμνοῦσι τόν θεουργικῶς αὐτούς ἀλλοιώσαντα· ποτέ δέ, εἴ τι ἐναντίως καί ἐσφαλμένως λεγόμενον περί τῆς ψυχικῆς σωτηρίας ἡμῶν ἀκούσωσι, κατά τό δοθέν αὐτοῖς μέτρον τῆς γνώσεως διορθούμενοι, τοῦτο γράφουσι, τάς μαρτυρίας ἀπό τῶν θείων παριστῶντες Γραφῶν καί ἠρεμεῖν ὅλως ἤ κόρον τῆς διηγήσεως λαβεῖν οὐκ ἰσχύουσι. Τίνα τρόπον; Ἐπειδή οὐκέτι ἑαυτῶν, ἀλλά τοῦ ἐν αὐτοῖς εἰσι Πνεύματος, οὕς καί κινεῖ καί ὑπ’ αὐτῶν πάλιν κινεῖται αὐτό, καί γίνεται ἐν αὐτοῖς πάντα ὅσα ἐν ταῖς θείαις ἀκούεις Γραφαῖς περί τῆς βασιλείας τῶν οὐρανῶν λεγόμενα, μαργαρίτης, κόκκος σινάπεως, ζύμη, ὕδωρ, πῦρ, ἄρτος, πόμα ζωῆς, πηγή ζῶσά τε καί ἁλλομένη, ποταμούς ῥέουσα λόγων πνευματικῶν, λόγων θείας ζωῆς, - λαμπάς, κλίνη, παστάς, νυμφῶν,νυμφίος, φίλος, ἀδελφός καί πατήρ. Καί τί πολλά λέγων πειρῶμαι τά πάντα διεξελθεῖν καί ἰδού εἰσιν ἀναρίθμητα; Ἅ γάρ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς γλῶσσα μετρήσασα ταῦτα λόγῳ ἐκδιηγήσεται; Ὄντως οὐδαμῶς. Εἰ γάρ καί ἐντός ἡμῶν πάντα διά τό τόν πάροχον τούτων Θεόν περιφέρειν κεκτήμεθα, ἀλλ’ οὔτε νοΐ ἐκμετρῆσαι, οὔτε λόγῳ ἐξηγήσασθαι ταῦτα ὅλως δυνάμεθα.

Ταῦτα τοίνυν ἐγράψαμεν, ὦ πατέρες καί ἀδελφοί, οὐκ ἐνδείξεως χάριν, μή γένοιτο - τί γάρ καί ἔχομεν ἡμέτερον ἐνδείξασθαι, εἰ μή ἐκ κοιλίας μητρός ἡμῶν ἁμαρτίας καί ἀκαθαρσίας καί ἀνομίας πολλάς, αἷς ὡς οἶμαι οὐδέ ἡ θαλαττία ψάμμος τῷ πλήθει συνεξισάζεται; - ἀλλά τοῦ Θεοῦ τά θαυμάσια φανεροῦμεν καί παρατιθέμεθα ὑμῖν, εἰ καί μή ἀξίως, ἀλλ’ οὖν κατά γε τήν ἡμετέραν δύναμιν· πρός τούτοις καί ἵνα τούς οἰομένους Πνεῦμα Ἅγιον ἀγνώστως ἔχειν ἀπό τοῦ θείου βαπτίσματος διά ταύτης τῆς ἐξηγήσεως ὠφελήσωμεν. Διδάσκει γάρ ὁ λόγος ἡμᾶς τήν ἐνοῦσαν ἐν πρώτοις ἡμῖν παντελῆ σκότωσίν τε καί ζόφωσιν ἤγουν τήν ἀλλοτρίωσιν τοῦ θείου φωτός, ὅτε δηλαδή καί τήν περί Θεοῦ ἄγνοιαν σαφῶς διεξέρχεται, ἔπειτα τόν ἐκ τῆς συνειδήσεως γινόμενον ἔλεγχον, εἶτα τό φόβον, εἶτα τήν ἐπιθυμίαν τῆς ἀφέσεως τῶν χρεῶν - ὅτε καί μεσίτην ὁ ἄνθρωπος ἐπιζητεῖ πρός τοῦτο καί βοηθόν, ὡς μή δυνάμενος δηλονότι μόνος ἀναιδῶς προσελθεῖν διά τό καταβαρεῖσθαι αὐτόν ὑπό πολλῶν τῆς αἰσχύνης ἁμαρτιῶν -, εἶτα τήν ἐπιτυχίαν τοῦ μεσίτου καί ποιμένος καί πρεσβευτοῦ· καί πῶς τῇ νοερᾷ ἐλλάμψει τοῦ Πνεύματος καί τοῦτον τεθέαται, ὅ καί ἀρχήν γενομένην ἐλλάμψεως δείκνυσιν, ἧς πρῴην ὑπῆρχεν ἀμύητος, πῶς τε μετά τό γενέσθαι τήν ἀποκάλυψιν πάλιν ἡ θεωρία παρῆλθε τοῦ Πνεύματος καί, στερηθείς ταύτης, πάλιν ἐν σκότει ἁμαρτιῶν πολλῶν περιέπεσε. Μετά δέ ταῦτα καί τήν διά τοῦ ποιμένος δευτέραν κλῆσιν ἐδήλωσεν, εἶτα τήν ὑπακοήν, τήν πίστιν, τήν ταπείνωσιν, τήν ὑποταγήν, ἐκ δέ τούτων τήν κατά μικρόν ἐν γνώσει καί θεωρίᾳ γινομένην ἐν ἡμῖν ἐναργεστάτην ἀλλοίωσιν, ἥν ὁ μή ἐπεγνωκώς ἐν ἑαυτῷ γενομένην κατά τήν τοῦ λόγου ἐξήγησιν, οὐ δυνατόν ἔχειν Πνεῦμα Ἅγιον τόν τοιοῦτον κατοικοῦν ἐν αὐτῷ. Ἀλλά ταῦτα μέν ὁ λόγος, καθώς μοι ἄνωθεν εἴρηται, διεξοδικώτερον διερχόμενος, οὐ καυχωμένους ἡμᾶς ἀποδεικνύει, ἀλλά διηγουμένους τά θαυμάσια τοῦ Θεοῦ, ἅ ἐν τοῖς ἐκζητοῦσιν αὐτόν ἐξ ὅλης ψυχῆς καί καρδίας φιλαγάθως ἐργάζεται, ὡς ἄν πᾶσα πρόφασις καί παρακοήν ἔνδικον ἀπολήψεται τήν μισθαποδοσίαν ἐν ἡμέρᾳ ᾗ κρινεῖ ὁ Θεός τό γένος τῶν ἀνθρώπων, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Λστ΄. Τοῦ ἁγίου καί μεγάλου πατρός ἡμῶν Συμεών τοῦ Νέου. Εὐχαριστία πρός Θεόν περί τῶν γεγονότων εὐεργεσιῶν εἰς αὐτόν παρ’ αὐτοῦ. Ἐν ᾗ καί περί εὐχῆς πνευματικῆς καί τῆς ἐν ταύτῃ προκοπῆς. Καί περί ἐλλάμψεως θείας θεωρίας τε ἀπλανοῦς καί ἀγάπης τῆς πρός Θεόν.
Προηγούμενο: Λόγος ΛΔ΄. Ὅτι οὐκ ἀκίνδυνον τό διδόμενον ἡμῖν παρά Θεοῦ τάλαντον κατορύττειν· χρή γάρ δημοσιεύειν αὐτό καί τοῖς πᾶσιν ὑποδεικνύειν καί τάς εὐεργεσίας Θεοῦ εὐγνωμόνως ἀνακηρύττειν εἰς τήν τῶν ἀκουόντων ὠφέλειαν, κἄν τινες ἀπαρέσκωνται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος