Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΒΙΒΛΟΣ ΤΩΝ ΘΕΟΛΟΓΙΚΩΝ
Προηγούμενο: Λόγος ΛΕ΄. Τοῦ αὐτοῦ. Εὐχαριστία πρός Θεόν ὑπέρ ὧν ἠξίωται δωρεῶν. Καί εἰσήγησις ὅπως τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ Θεός ἀεί ἐπιφαίνεται, καί ἐν ποίοις τοῖς πράγμασι καί γνωρίσμασι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

Λόγος Λστ΄. Τοῦ ἁγίου καί μεγάλου πατρός ἡμῶν Συμεών τοῦ Νέου. Εὐχαριστία πρός Θεόν περί τῶν γεγονότων εὐεργεσιῶν εἰς αὐτόν παρ’ αὐτοῦ. Ἐν ᾗ καί περί εὐχῆς πνευματικῆς καί τῆς ἐν ταύτῃ προκοπῆς. Καί περί ἐλλάμψεως θείας θεωρίας τε ἀπλανοῦς καί ἀγάπης τῆς πρός Θεόν.

Εὐχαριστῶ σοι, Δέσποτα, Κύριε οὐρανοῦ καί γῆς, ὁ ἐκ μή ὄντος εἰς τό εἶναι πρό καταβολῆς κόσμου γενέσθαι με προορίσας. Εὐχαριστῶ σοι, ὅτι πρό τοῦ φθάσαι τήν ἡμέραν καί ὥραν, ἐν ᾗ ἐκέλευσας παραχθῆναί με, αὐτός ὁ μόνος ἀθάνατος, ὁ μόνος παντοδύναμος, ὁ μόνος ἀγαθός καί φιλάνθρωπος, κετελθών ἐξ ὕψους ἁγίου σου, τῶν κόλπων τῶν πατρικῶν μή ἐκστάς καί ἐκ τῆς ἁγίας Παρθένου Μαρίας σαρκωθείς καί γεννηθείς, προανέπλασας καί προεζώωσας καί τοῦ προπατορικοῦ με πτώματος ἠλευθέρωσας καί τήν εἰς οὐρανούς ἄνοδον προηυτρέπισας. Εἶτα καί παραχθέντα με καί κατά μικρόν αὐξάνοντα, αὐτός καί τῷ τῆς ἀναπλάσεως ἁγίῳ βαπτίσματί σου ἐξανεκαίνισας, καί τῷ Ἁγίῳ Πνεύματι κατεκόσμησας, καί ἄγγελον φωτός φύλακά μοι κατέστησας, καί ἀπό τῶν ἐναντίων ἔργων καί τῶν τοῦ ἐχθροῦ παγίδων μέχρι τελείας ἡλικίας με ἄτρωτον διεφύλαξας.

Ἐπεί δέ οὐ βίᾳ ἡμᾶς, ἀλλ’ αὐτοπροαιρέτῳ γνώμῃ σῴζεσθαι ἐδικαίωσας, εἴασας κἀμέ τῷ αὐτεξουσίῳ τιμᾶσθαι καί τήν πρός σέ ἀγάπην ἐκ τῆς τῶν ἐντολῶν σου φυλακῆς αὐτοπροαίρετον ἐπιδείκνυσθαι, ἐγώ δέ ὁ ἀγνώμων καί καταφρονητής, ὥσπερ ἵππος ἀπολυθείς ἐκ δεσμῶν, οὕτω τήν ἀξίαν τῆς αὐτεξουσιότητος λογισάμενος, εἰς κρημνόν ἐμαυτόν, τῆς σῆς δεσποτείας ἀποσκιρτήσας, ἀπέρριψα. Κἀκεῖ με κείμενον καί ἀναισθήτως ἐγκυλιόμενον καί ἐπί πλεῖον συντριβόμενον, οὐκ ἀπεστράφης, οὐκ εἴασας κεῖσθαι καί τῷ βορβόρῳ μολύνεσθαι, ἀλλά διά σπλάγχνα ἐλέους σου ἐξαπέστειλας κἀκεῖθέν με ἀνήγαγες καί λαμπρότερον ἐτίμησας, καί ἀπό βασιλέων καί ἀρχόντων, ὡς σκεῦος ἄτιμον βουληθέντων μοι χρήσασθαι εἰς λειτουργίαν τῶν θελημάτων αὐτῶν, ἀρρήτοις σου κρίμασιν ἀπελύτρωσας· δῶρα χρυσίου καί ἀργυρίου, καίτοι φιλαργύρου μου ὄντος, λαβεῖν με οὐκ εἴασας, δόξαν καί περιφάνειαν βίου, διδομένην μοι εἰς ἀπεμπόλησιν τοῦ ἁγιασμοῦ σου, ὡς βδέλυγμα ταύτην λογίσασθαι ἐδωρήσω μοι. Ἀλλά ταῦτα πάντα, ἐξομολογοῦμαί σοι, Κύριε ὁ Θεός τοῦ οὐρανοῦ καί τῆς γῆς, εἰς οὐδέν πάλιν θέμενος, εἰς λάκκον καί ἰλύν βυθοῦ αἰσχρῶν ἐννοιῶν τε καί πράξεων ἐμαυτόν ὁ ἄθλιος ἐναπέρριψα, κἀκεῖ κατελθών τοῖς ἐγκεκρυμμένοις ἐν τῷ σκότει περιέπεσον, ἐξ ὧν οὐκ ἐμαυτόν ἐγώ μόνον, ἀλλ’ οὐδέ ὁ σύμπας κόσμος εἰς ἕν ἀθροισθείς ἐκεῖθεν ἀναγαγεῖν με καί τῶν χειρῶν αὐτῶν ἐξελέσθαι ἠδύνατο.

Ὅμως ἐκεῖσε κρατούμενόν με ἐλεεινῶς καί ἀθλίως περισυρόμενον καί συμπνιγόμενον καί καταπαιζόμενον παρ’ αὐτῶν, ὁ εὔσπλαχνος σύ καί φιλάνθρωπος Δεσπότης, οὐ παρεῖδές με, οὐκ ἐμνησικάκησας, οὐκ ἀπεστράφης μου τήν ἀγνώμονα γνώμην, οὐκ ἐπί πολύ ἀφῆκας ὑπό τῶν ληστῶν ἐθελοντί τυραννεῖσθαί με. Ἀλλ’ εἰ καί ἐγώ ἀναισθήτως συναπαγόμενος αὐτοῖς ἔχαιρον, σύ ἀσχημόνως ὁρᾶν με περιαγόμενον καί συρόμενον οὐκ ἔφερες, Δέσποτα, ἀλλ’ ἐσπλαχνίσθης, ἀλλά ἠλέησας καί οὐκ ἄγγελον, οὐδέ ἄνθρωπον πρός μέ τόν ἁμαρτωλόν καί ἄθλιον ἐξαπέστειλας, ἀλλ’ αὐτός σύ ὑπό τῶν τῆς ἀγαθότητός σου σπλάγχνων κινούμενος, τῷ βαθυτάτῳ λάκκῳ ἐκείνῳ ἐπικλιθείς καί ἐν τῷ βάθει τοῦ βορβόρου κάτω που συγκεχωσμένῳ καί καθημένῳ τήν ἄχραντόν σου ὑφηπλώσας χεῖρα, κἀμοῦ μή ὁρῶντός σε - ποῦ γάρ καί εἶχον ἤ πῶς ἀναβλέψαι ὅλως ἴσχυσα ἄν, ὑπό τοῦ βορβόρου συγκεκαλυμμένος καί συμπνιγόμενος; - τῶν τριχῶν τῆς κεφαλῆς μου ἐκράτησας κἀκθεῖθέν με βιαίως σύρων ἀνέσπασας, ἐμοῦ τῶν μέν πόνων καί τῆς πρός τά ἄνω ἀθρόας φορᾶς αἰσθανομένου καί ὅπως ἀνέρχομαι, ἀγνοοῦντος δέ ὑπό τίνος ὅλως ἀνάγομαι ἤ τίς ποτέ ἐστιν ὁ κρατῶν καί ἀνάγων με. Ἀλλ΄ ἀναγαγών καί στήσας με ἐπί τήν γῆν, δούλῳ σου καί μαθητῇ παραδέδωκας, ὅλον ὄντα με ῥυπαρόν καί ὑπό τοῦ βορβόρου τούς ὀφθαλμούς, τά ὦτα καί τό στόμα ἐμπεφραγμένον, καί μηδέ οὕτω βλέποντα ὅστις εἶ, εἰ μή μόνον γνόντα ὁποῖός τίς ποτε ἀγαθός καί φιλάνθρωπος ὑπάρχεις, τοῦ βαθυτάτου με λάκκου ἐκείνου καί βορβόρου ἐξήγαγες. Εἰπών οὖν μοι· «Κράτησον καί τῷ ἀνθρώπῳ τούτῳ κολληθείς ἀκολούθησον· οὖτος γάρ σε ἀπαγαγών ἀπολούσειε», πίστιν τε βεβαίαν εἰς τοῦτόν μοι χαρισάμενος, ὑπεχώρησας. Ποῦ οὖν γεγονώς ᾖς, ἀγνοῶ.

Τῷ γοῦν ὑποδειχθέντι μοι παρά σοῦ, πανάγιε Δέσποτα, κατά τό πρόσταγμά σου ἀμεταστρεπτί ἠκολούθησα, κἀκείνου πρός τάς βρύσεις καί τάς πηγάς κόπῳ πολλῷ ἀγαγόντος με, τυφλόν ὄντα καί ὄπισθεν ἐφελκόμενον ἐκείνου τῇ παρά σοῦ μοι δοθείσῃ χειρί τῆς πίστεως καί ἀκολουθεῖν ἀναγκαζόμενον, ἔνθα βλέπων ἐκεῖνος καλῶς τούς πόδας ἀνελάμβανε καί διά τῶν λίθων καί βοθύνων καί σκανδάλων διήρχετο ἁπάντων ὑπεραλλόμενος, ἐμέ εἰς ταῦτα προσκρούειν καί ἐμπίπτειν συνέβαινε, καί πολλούς πόνους καί πολλάς κακώσεις καί θλίψεις ὑπέμεινα. Ἀλλά γάρ ἐκεῖνος μέν ἐν πάσῃ πηγῇ καί βρύσει ἀφ’ ἑαυτοῦ καθ’ ὥραν ἐνίπτετο καί ἐλούετο, ἐγώ δέ μή βλέπων παρηρχόμην τάς πλείω. Εἰ μή γάρ ἐκεῖνος τῆς χειρός ἐκράτησέ μου καί πρός τῇ πηγῇ ἔστησε καί τάς χεῖρας ὡδήγησέ μου τοῦ νοός, οὐδ’ ὅπου ποτέ οὖσαν ἠδυνάμην εὑρεῖν τήν βρύσιν τοῦ ὕδατος. Ὑποδείξαντος δέ καί πολλάκις ἐάσαντός με τοῦ νίψασθαι, σύν τῷ καθαρῷ ὕδατι καί πηλόν που προσπαρακείμενον τῇ πηγῇ καί βόρβορον ἴσως ἐν ταῖς παλάμαις συνανελάμβανον καί τό πρόσωπόν μου ἐμόλυνον, ἀλλά καί τήν βρύσιν πολλάκις ψηλαφῶν τοῦ ὕδατος εὑρεῖν συγκατέσπων τόν χοῦν καί τόν βόρβορον ἀνετάρασσον καί μή βλέπων ὅλως, μολύνων τῷ βορβόρῳ τό πρόσωπον ὥσπερ ἐν ὕδατι, καθαρῶς ἐνόμιζον ἀποπλύνεσθαι.

Πῶς δέ τήν ἐκ τούτου πάλιν ἀνάγκην καί βίαν ἐκδιηγήσομαι; Οὐ μόνον δέ ἀλλά καί τῶν πολλάκις διαμαρτυρουμένων καί ὑποτιθεμένων καί καθ’ ἑκάστην λεγόντων μοι· «Τί ματαιοπονεῖς, ἀφρόνως ποιῶν, καί τῷ ἐμπαίκτῃ τούτῳ καί πλάνῳ ἀκολουθεῖς, ἀναβλέψαι ματαίως καί ἀνωφελῶς προσδοκῶν; Οὐδέ γάρ νῦν δυνατόν. Τί καί τούς πόδας προσκρούων καί αἱμάσσων ἀκολουθεῖς; Τί δέ μή μᾶλλον ἐλεήμοσι προσέρχῃ, παρακαλοῦσι τοῦ ἀναπαύειν καί διατρέφειν καί καλῶς θεραπεύειν σε; Οὐ γάρ ἐνδέχεταί σε τῆς λέπρας ἀπαλλαγῆναι τῆς ψυχικῆς, οὐδέ νῦν ἀναβλέψαι ποτέ. Πόθεν γάρ ὁ ἐμπαίκτης αὐτός ἀνεφάνη ἄρτι θαυματουργός, ὑπισχνούμενός σοι τά παρά πᾶσιν ἀνθρώποις τῆς νῦν γενεᾶς ὄντα ἀδύνατα; Οὐαί σοι, ὅτι καί τήν διδομένην σοι θεραπείαν παρά τῶν φιλοχρίστων καί φιλαδέλφων καί συμπαθῶν ἀνδρῶν ἀπολέσεις καί τάς κακώσεις καί θλίψεις, ἅς ὑφίστασαι ἐπί ματαίαις ἐλπίσιν, ὑπομενεῖς καί τῶν ἐπαγγελλομένων σοι ὑπό τοῦ ἀπατεῶνος καί πλάνου αὐτοῦ ἐπ’ ἀληθείας ἐκπέσῃς. Τί γάρ καί ἰσχύει ὅλως; Καί ἡμῶν δίχα σύ οὐ συλλογίζῃ ἐν σεαυτῷ, οὐδέ φρονεῖς; Τί δαί; Οὐχί καί ἡμεῖς πάντες βλέπομεν; Ἤ τυφλοί, ὡς ὁ πεπλανημένος αὐτός σοι λέγει, ὑπάρχομεν; Ὄντως βλέπομεν ἅπαντες, καί οὐκ ἔστιν ἄλλη μείζων ταύτης, μή ἀπατῶ, ἀνάβλεψις». Ἀλλά τούτων με πάντων, σύ ὁ ἐλεήμων καί εὔσπλαχνος, τῶν ὄντως ἀπατεώνων καί πλάνων, τῶν ἀνατροπήν θολεράν τόν πλησίον ποτιζόντων, ἐρρύσω με διά τῆς χαρισθείσης μοι παρά σοῦ πίστεως καί ἐλπίδος, δι’ ἧς καί τά ῥηθέντα καί ἄλλα πλείονα ἐνίσχυσας, ὑπομεῖναί με.

Ἀλλά γάρ ἐν ἅπασι τούτοις καρτερήσαντι καί μή ἀφισταμένῳ μοι, οὕτω πως τεθολωμένους καί ψηλαφητῶς καθ’ ἑκάστην ἀπονιπτομένῳ καί τῷ δοκεῖν ἀπολουομένῳ, ὡς ὁ ἀπόστολός σου καί μαθητής με ἐδίδασκε, ποτέ περιπατοῦντι καί πρός τήν πηγήν τρέχοντι, αὐτός σύ πάλιν, ὁ καί πρῴην ἐκ τοῦ βορβόρου ἐκσπάσας με, ἐν τῇ ὁδῷ προσυπήντησας. Καί τότε πρῶτον τῇ τοῦ προσώπου σου ἀχράντῳ αἴγλῃ τά ἀσθενῆ μου περιήστραψας ὄμματα, καί ὅ ἔχειν ἐδόκουν φῶς κἀκεῖνο ἀπώλεσα, γνωρίσαι σε μή δυνηθείς. Καί πῶς ἀν ἠδυνήθην, οὗτινος οὐδέ τήν τοῦ προσώπου αἴγλην ἰδεῖν, οὐδέ καταμαθεῖν ἤ κατανοῆσαι ἐξίσχυσα, σέ αὐτόν ἰδεῖν ἤ γνῶναι, ὅστις ποτέ ᾖς; Ἔκτοτε οὖν συχνοτέρως καί πρός αὐτῇ τῇ πηγῇ ἱσταμένου μου, ὁ ἀνυπερήφανος οὐκ ἀπηξίους κατέρχεσθαι, ἀλλά παραγινόμενος καί κρατῶν μου πρῶτον τήν κεφαλήν, ἐνέβαπτες αὐτήν ἐν τοῖς ὕδασι καί καθαρώτερον ἐποίεις ὁρᾶν με τό φῶς τοῦ προσώπου σου. Εὐθύς δέ ἀφίπτασο, μή διδούς ἐννοεῖν με ὅστις αὐτός ᾖς, ὁ ταῦτα ποιῶν, ἤ ὅθεν τε ἦλθες ἤ ποῦ ἀφίκεσαι, οὐδέ γάρ ἔτι τοῦτο ἐδίδως μοι. Οὕτω δέ ἐρχομένου ἐπί χρόνον και ἀπιόντος σου, κατ’ ὀλίγον ἐφαίνου πλέον καί πλέον κἀμέ περιήντλεις τοῖς ὕδασι καί καθαρώτερον ὁρᾶν καί πλέον φῶς ἐχαρίζω μοι.

Τοῦτο δέ ἐγχρονίσας ποιῶν, φρικτόν με πρᾶγμα καί μυστήριον ἰδεῖν κατηξίωσας. Σοῦ γάρ παραγινομένου καί τῷ δοκεῖν με τοῖς ὕδασι πλύνοντος καί περιαντλοῦντος καί ἐν αὐτοῖς πολλάκις ἐμβάπτοντος, τάς ἀστραπάς τάς περιλαμπούσας με καί τάς ἀκτῖνας τοῦ προσώπου σου ἀναμιγείσας ἐθεασάμην τοῖς ὕδασι καί ἐξέστην, ὁρῶν φωτοειδεῖ με ὕδατι ἐκπλυνόμενον. Καί ποῦ ποθεν ἦν τίς ὁ τούτου πάροχος, οὐκ ἐγίνωσκον, μόνον δέ λουόμενος ἔχαιρον τῇ πίστει αὐξάνων, τῇ ἐλπίδι πτερούμενος καί ἕως οὐρανοῦ ἀνερχόμενος, τούς δέ πλάνους ἐκείνους, τούς τά ῥήματα τῆς ἀπάτης καί τοῦ ψεύδους ὑποτιθεμένους μοι, σφόδρα μισῶν καί τῆς πλάνης κατελεῶν, οὐδέ πρός συντυχίαν ἤ ὁμιλίαν ὅλως αὐτοῖς συνηρχόμην, ἀλλά καί τῆς θέας αὐτῶν τήν βλάβην ἐξέφευγον, τόν δέ συνεργόν καί βοηθόν μου, τόν ἅγιόν σου λέγω μαθητήν καί ἀπόστολον, ὡς αὐτόν σέ τόν ἐμέ πλάσαντα, ἐσεβόμην, ἐτίμων, ἠγάπων ἀπό ψυχῆς, προσπίπτων αὐτοῦ τοῖς ποσί νυκτός καί ἡμέρας καί «Εἴ τι δύνασαι, βοήθει μοι» αὐτόν ἐξαιτούμενος, πληροφορίας ἔχων ὅτι ὅσα καί βούλεται, δύναται παρά σοί.

Οὕτως οὖν ἐφ’ ἱκανόν χρόνον τῇ χάριτί σου διατελῶν, ἄλλο πάλιν εἶδον φρικτόν μυστήριον. Λαβόμενος γάρ με, εἰς οὐρανούς ἀνελθών, συνανήγαγες, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτός τοῦ σώματος, σύ μόνον οἶδας, ὁ καί τοῦτο ποιήσας. Ἀλλά γάρ ὥραν ἐκεῖσε μετά σοῦ με ποιήσαντα, καί τῆς δόξης - τίνος δέ ἀγνοῶ καί οὗτινος - τό μέγεθος, ἐκπλαγείς καί τῷ ἀμετρήτῳ ὕψει ἐκθαμβηθείς, ὅλος ἔφριξα. Πάλιν δέ με μόνον ἀφῆκας ἐν γῇ, ἐν ᾗ καί ἱστάμην τό πρότερον, καί εὑρέθην θρηνῶν καί τήν παλαιπωρίαν μου ἐκθαμβούμενος. Εἶτα κάτω μετ’ οὐ πολύ ὄντος μου, ἄνω εἰς οὐρανούς, διανοιχθέντων αὐτῶν, τό πρόσωπόν σου, ὡς ἥλιον ἄμορφον, κατηξιώσας ὑποδεῖξαί μοι. Καί ὅστις ποτέ ᾖς, οὐδ’ οὕτω μοι γνῶναι δέδωκας - πῶς γάρ, μή λαλήσας μοι; - ἀλλ’ ἐκρύβης εὐθύς κἀγώ περιῄν ζητῶν σε, ὅν οὐκ ἐγίνωσκον, καί μορφήν σου ἰδεῖν καί γνωστῶς γνῶναι ὅστις ᾖς ἐπεπόθουν. Διό καί ἀπό τῆς πολλῆς βίας καί τοῦ πυρός τῆς ἀγάπης σου διαπαντός ἔκλαιον, μή εἰδώς αὐτόν σέ ὅστις εἶ, τόν ἐκ τοῦ μή ὄντος εἰς τό εἶναι παραγαγόντα με καί ἐκ τοῦ βορβόρου ἐξαγαγόντα καί τά εἰρημένα ἅπαντα γεγονότα μοι.

Ὡς οὖν οὕτω πάλιν πολλάκις ὤφθης καί πολλάκις πάλιν μή λαλήσας ἐκρύβης μοι μηδόλως ὁρώμενος, τάς ἀστραπάς δέ καί τήν αἴγλην τήν τοῦ προσώπου σου ὁρῶν, ὥσπερ πρότερον ἐν τοῖς ὕδασι, πάλιν καί πολλάκις περικυκλούσας με, κρατεῖν δέ ταύτας ὅλως ἀμηχανῶν, ἐμιμνησκόμην ὅπου ποτέ ἄνω εἶδόν σε, καί ἄλλον εἶναι ἀφρόνως ὑπονοούμενος πάλιν ἐζήτουν μετά δακρύων ἰδέσθαι σε. Οὕτως οὖν ἐν πολλῇ λύπῃ καί θλίψει καί στενοχωρίᾳ ἐμαυτόν ἐκπιέζων καί ἐμαυτοῦ ἐπιλανθανόμενος καί ὅλου ὅλως τοῦ κόσμου καί τῶν ἐν κόσμῳ, καί μηδέ σκιάν, μηδέ ὁτιοῦν ἤ ὅτι ἐστί τί ποτε τό ὁρώμενον ἐννοῶν, αὐτός ὁ πάσιν ἀόρατος, ὁ ἀναφής καί ἄληπτος, ἔφανας καί ἐδόκεις μοι τόν ἐμόν νοῦν καθαίρων καί πλατύνων τό τῆς ψυχῆς ὀπτικόν καί ἐπί πλεῖον παρέχων ὁρᾶν τήν δόξαν σου, καί ὅτι μᾶλλον αὐξάνεις αὐτός καί λάμπων πλέον πλατύνῃ, καί τῇ τοῦ σκότους ὑποχωρήσει αὐτόν σε πλησιάζοντα καί ἐρχόμενον κατεμάνθανον, καθά πολλάκις καί ἐν τοῖς αἰσθητοῖς πάσχομεν. Σελήνης γάρ φαινούσης καί περιπατούντων οἱονεί τῶν νεφῶν, ἡ σελήνη ὁρᾶται καί δοκεῖ τρέχειν ταχύτατα, μηδέν τῷ συνήθει προστιθεῖσα δρόμῳ ἤ τήν ἐξ ἀρχῆς ὑπαλλάσσουσα πορείαν. Οὕτως οὖν, Δέσποτα, ἐδόκεις ἔρχεσθαι ὁ ἀκίνητος καί ὁ ἀναλλοίωτος μεγεθύνεσθαι καί μορφοῦσθαι ὁ ἄμορφος.

Ὥσπερ γάρ ἐπί τυφλοῦ κατά μικρόν ἀναβλέποντος καί τόν χαρακτῆρα τοῦ ἀνθρώπου κατανοοῦντος καί οἷός ἐστιν ἐκ τοῦ κατ’ ὀλίγον ἀνιστοροῦντος, οὐχ ὁ χαρακτήρ πρός τήν ὅρασιν μεταποιεῖται ἤ μεταπλάττεται, ἀλλά τό ὀπτικόν μᾶλλον τῶν ὀφθαλμῶν αὐτοῦ ἀποκαθαιρόμενον, τόν χαρακτῆρα, οἷός ἐστιν, ὁρᾷ, ἐντυπουμένης οἱονεί τῆς ἐμφερείας αὐτοῦ ὅλης τῷ ὀπτικῷ καί διά τούτου διϊκνουμένης καί ἀπομασσομένης καί ὡς ἐν πίνακι ἐγχαραττομένης τῷ νοερῷ τε καί μνημονευτικῷ τῆς ψυχῆς, οὕτω καί αὐτός ὡράθης, τῷ φωτί τρανῶς τοῦ Ἁγίου Πνεύματος ἐκκαθάρας μου τόν νοῦν ὁλικῶς. Κἀκείνου τρανότερον καί καθαρώτερον βλέποντος, αὐτός μοί ποθεν ἐδόκεις ἐξέρχεσθαι καί λαμπρότερος φαίνεσθαι, καί χαρακτῆρα μορφῆς ἀμόρφου ὁρᾶν ἐμπαρεῖχές μοι, καί ἔξω με τοῦ κόσμου τότε πεποίηκας - δοκῶ εἰπεῖν καί τοῦ σώματος, τοῦτο γάρ ἀκριβῶς γνῶναι οὐκ ἔδωκας - , ὑπερηύγασας δ’ οὖν καί τῷ δοκεῖν ὅλως ὅλῳ καλῶς βέποντι ὤφθης μοι, καί «Ὦ Δέσποτα» λέγοντά με, «τίς ποτε ᾖς;», τότε φωνῆς με πρῶτον τόν ἄσωτον κατηξίωσας καί οὑτωσί προσηνῶς προσεφθέγξω μοι, ἐξανισταμένῳ καί θαμβουμένῳ καί τρέμοντι καί ἐν ἐμαυτῷ ποσῶς ἐννοοῦντι καί λέγοντι· «Τί ποτε ἄρα ἡ δόξα αὕτη καί τό τῆς λαμπρότητος ταύτης μέγεθος βούλεται; Πῶς δέ ἤ πόθεν ἐγώ τοιούτων ἀγαθῶν κατηξίωμαι;» - «Ἐγώ, φησίν, εἰμί ὁ Θεός ὁ διά σέ γεγονώς ἄνθρωπος, καί ὅτι με ἐξ ὅλης ψυχῆς ἐπεζήτησας, ἰδού ὑπάρξεις ἀπό τοῦ νῦν ἀδελφός μου καί συγκληρονόμος μου καί φίλος μου». Ἐπί τούτοις οὖν καταπλαγέντος μου καί τῇ ψυχῇ ἐκχυθέντος καί τήν ἰσχύν διασκορπισθέντος καί «Τίς εἰμι ἀνταποκριθέντος ἐγώ ἤ τί πεποιήκα ὁ ἄθλιος, Δέσποτα, καί ταλαίπωρος, ἵνα με τοιούτων ἀγαθῶν ἄξιον καταστήσῃς καί τοιαύτης δόξης συμμέτοχον καί συγκληρονόμον ποιήσῃς;» - λογισαμένου μου δέ ταύτην ὑπέρ νοῦν εἶναι τήν δόξαν καί τήν χαράν, ὁ Δεσπότης πάλιν σύ, οἱονεί φίλος φίλῳ διαλεγόμενος διά τοῦ ἐν ἐμοί λαλοῦντος σου Πνεύματος, εἶπάς μοι· «Ταῦτα διά μόνην τήν πρόθεσιν καί προαίρεσιν καί πίστιν σου ἐδωρησάμην σοι καί ἔτι δωρήσομαι. Τί γάρ ἔχεις ἄλλο ἤ ἔσχες ποτέ σόν, γυμνός παρ’ ἐμοῦ παραχθείς, ἵνα ἐκεῖνο λαβών ἀντ’ ἐκείνου ταῦτά σοι δώσοιμι; Ἐάν γάρ μή λυθῇς τῆς σαρκός, τό τέλειον οὐ θεάσῃ, οὐδέ ἐπαπολαῦσαι ὅλου αὐτοῦ ἰσχύσεις καλῶς». Ἐμοῦ δέ εἰπόντος· «Καί τί τούτου μεῖζον εἴτε λαμπρότερον; Ἐμοί τέως ἀρκεῖ τό οὕτως εἶναι καί μετά θάνατον» - «Ὡς λίαν εἶ σύ μικρόψυχος, εἶπας, τοῖς τοιούτοις ἀρκούμενος. Ταῦτα γάρ πρός τά μέλλοντα ἴσον εἰσιν ἱστορηθέντος ἐν χάρτῃ οὐρανοῦ καί ταῖς χερσί κρατουμένου· ὅσῳ γάρ οὗτος τοῦ ἀληθινοῦ οὐρανοῦ ἀπολείπεται, τοσούτῳ πλέον ἀσυγκρίτως ἡ μέλλουσα δόξα ὑπέρ τήν νῦν ὁρωμένην σοι ἀποκαλυφθήσεται».

Ταῦτα εἰπών ἐσιώπησας καί μικρόν μικρόν ὁ γλυκύς καί καλός Δεσπότης ἐκρύβης ἐξ ὀφθαλμῶν μου, εἴτε ἐμοῦ μακρύναντος ἀπό σοῦ, εἴτε σοῦ ἀπ’ ἐμοῦ ἀπελθόντος, οὐκ οἶδα. Τέως δ’ οὖν ἐγενόμην πάλιν ὅλος ἐν ἐμαυτῷ, ποθέν νομίσας ἐλθεῖν, καί εἰσῆλθον ἐν τῷ πρώτῳ σκηνώματι. Ὅθεν μιμνησκόμενος τοῦ κάλλους τῆς δόξης καί τῶν ῥημάτων σου, περιπατῶν, καθεζόμενος, ἐσθίων, πίνων καί προσευχόμενος, ἔκλαιον καί ἐν χαρᾷ διῆγον ἀνεκφράστῳ γνωρίσας σε, τόν Ποιητήν τῶν ἁπάντων. Πῶς γάρ καί μή ἔχαιρον; Ἀλλά γάρ πάλιν λυπούμενος καί οὕτως αὖθις ἰδεῖν σε ἐπιποθῶν, ὡς ἀπῆλθόν ποτε πρός τό τήν ἄχραντον εἰκόνα τῆς σέ Τεκούσης ἀσπάσασθαι καί ταύτῃ προσέπεσα, αὐτός πρό τοῦ ἀναστῆναί με, ἐντός τῆς ταλαιπώρου καρδίας μου, ὡς φῶς ἀποτελέσας αὐτήν, ὡράθης μοι, καί τότε ἔγνων ὅτι ἐν ἐμοί σε γνωστῶς ἔχω. Ἀπό οὖν τότε οὐχί μνημονεύων σου καί τῶν περί σέ ἠγάπων σε ἀπό τῆς τῶν τοιούτων μνήμης, ἀλλ’ ἐν ἐμοί σέ, τήν ἐνυπόστατον ἀγάπην, ἔχειν ἐπ’ ἀληθείας ἐπίστευσα. Ἡ γάρ ὄντως ἀγάπη σύ εἶ, ὁ Θεός.

Τῇ οὖν πίστει ἡ ἐλπίς ἐμφυτευθεῖσα καί ἐν αὐτῇ ὑπό τῆς μετανοίας καί τῶν δακρύων ποτισθεῖσα, ἔπειτα καί ὑπό τοῦ σοῦ φωτός ἐλλαμφθεῖσα, ἐρριζώθη καί ηὐξήθη καλῶς. Εἶτα σύ αὐτός, ὁ καλός τεχνίτης καί δημιουργός, παραγεγονώς διά τῆς τῶν πειρασμῶν μαχαίρας, φημί δή τῆς ταπεινώσεως, τούς εἰς πολύ ὕψος ἀναχθέντας περιττούς κλῶνας τῶν λογισμῶν ἀφελών, τῇ ἐλπίδι μόνῃ, ὡς ἐν μιᾷ ῥίζῃ δένδρου, τήν σήν ἁγίαν ἀγάπην ἐνεκέντρισας. Ταύτην οὖν ὁρῶν ὁσημέραι αὐξάνουσαν καί ἀεί ὁμιλοῦσάν μοι, μᾶλλον δέ διά ταύτης σύ καί διδάσκων καί περιλάμπων με, ὡς ἤδη ὑπέρ πᾶσαν πίστιν γεγονώς καί ἐλπίδα, οὕτω χαίρων διάκειμαι, καθά καί Παῦλος βοᾷ λέγων· «Ὅ γάρ τις βλέπει, τί καί ἐλπίζει;». Εἰ οὖν ἐγώ σέ ἔχω, τί πλέον ἐλπίσω; «Ἄκουσον τι» πάλιν ἔφησας, Δέσποτα· «ὥσπερ τόν ἥλιον ὁρᾷς ἐν τοῖς ὕδασιν, ἐκεῖνον δέ αὐτόν οὐδόλως τότε μᾶλλον κάτω νεύων ὁρᾷς, οὕτω καί τό ἐν σοί γινόμενον νόει μοι καί ἀσφαλίζου σεαυτόν καί σπούδαζε ἀεί ἐντός σοῦ καθαρῶς καί τρανῶς, ὡς τόν ἥλιον ἐν τοῖς καθαροῖς ὕδασι, καθορᾶν με· καί εἶθ’ οὕτως ἰδεῖν με, ὥσπερ εἶπόν σοι, καταξιωθήσῃ καί μετά θάνατον. Εἰ δέ μή, ὁ κύκλος ὅλος τῶν ἔργων καί κόπων καί λόγων σου τούτων ὠφελήσουσί σε οὐδέν, μᾶλλον μέν οὖν καί μειζόνως κατακρινοῦσι καί πλείονα θλῖψίν σοι προξενήσουσιν, ἐπειδήπερ, ὡς ἀκούεις, δυνατοί δυνατῶς ἐτασθήσονται». Καί γάρ οὐχ οὕτω πένητι ἐκ γενετῆς αἰσχύνης αἰτία γίνεται ἡ πενία, οὐδέ ἡ ἐκ ταύτης λύπη ἐπί τοσοῦτον λυπεῖ, ὡς τῷ πλουτήσαντι καί δοξασθέντι καί ὑψωθέντι καί τῷ ἐπί γῆς βασιλεῖ οἰκειωθέντι, εἶτα πάντων ἐκπεσόντι ἐκείνων καί εἰς παντελῆ πτωχείαν κατενεχθέντι, καίτοι μή οὐχ οὕτως ὄντων τῶν πραγμάτων ἐν τοῖς ἐπιγείοις καί ὁρωμένοις καί ἐν αὐτοῖς τοῖς πνευματικοῖς πράγμασι καί ἀοράτοις. Τοῖς μέν γάρ ἐκπεσοῦσι τῆς φιλίας καί δουλείας τοῦ ἐπιγείου βασιλέως ἔκ τινος αἰτίας, τῶν ὑπαρχόντων αὐτοῖς κυρίους εἶναι καί ἐπαπολαύειν αὐτῶν καί ζῆν ἔξεστιν, ἐμοῦ δέ τῆς ἀγάπης καί φιλίας εἰ ἐκπέσειέ τις, ζῆν ὅλως οὐ δύναται - ἡ ζωή γάρ αὐτοῦ ἐγώ εἰμι -, ἀλλ’ εὐθύς ἁπάντων γυμνοῦται καί τοῖς ἐχθροῖς ἐμοῦ τε καί αὐτοῦ αἰχμάλωτος παραδίδοται, ὅν ἐκεῖνοι λαβόντες ὑπέρ τῆς προτέρας αὐτοῦ εὐνοίας καί ἀγάπης, ἧς πρός μέ ἐκέκτητο, μανιωδέστερον αὐτῷ ἐπεμβαίνουσι, τιμωροῦντες, καταγελῶντες καί καταπαίζοντες.

Ναί ὄντως, πανάγιε Βασιλεῦ, οὕτως εἶναι κἀγώ πιστεύω σοι τῷ Θεῷ μου καί προσπίπτων καθικετεύτω σε, φύλαξόν με τόν ἁμαρτωλόν καί ἀνάξιον ὅν ἠλέησας, καί τό φυτόν τῆς ἀγάπης σου, ὅπερ ἐνεκέντρισας ἐν τῷ δένδρῳ τῆς ἐλπίδος μου, τῇ δυνάμει σου στήριξον. Μή ὑπό ἀνέμων σεισθῇ, μή ὑπό καταιγίδος θραυσθῇ, μή ὑπό ἐχθροῦ τινος ἐκσπασθῇ, μή ὑπό ἀμελείας καύσωνος φλεχθῇ, μή ὑπό ῥᾴθυμίας καί μετεωρισμῶν ξηρανθῇ, μή ὑπό φιλοδοξίας τέλεον ἐξαφανισθῇ. Σύ γάρ οἶδας, ὁ τοῦτο καί χαρισάμενος καί κατεργασάμενος ἐν ἐμοί, ὅτι ἕνεκεν τούτου ἀπό παντός ἀνθρώπου εἰμί ἀβοήθητος, τόν γάρ συνεργόν μου καί βοηθόν, σόν δέ ἀπόστολον, ὡς αὐτός ἠβουλήθης ἀπ’ ἐμοῦ σωματικῶς ἀπεχώρισας. Σύ γινώσκεις μου τήν ἀσθένειαν, σύ ἐπίστασαι τήν ταλαιπωρίαν καί τήν εἰς ἅπαν ἀδυναμίαν μου. Τοιγαροῦν διά τοῦτο σπλαγχνίθητι ἐπί πλεῖον ἀπό τοῦ νῦν ἐπ’ ἐμοί ὁ πολυεύσπλαγχνος Κύριος. Προσπίπτω σοι ἀπό καρδίας, ἵνα μή ἐάσῃς με εἰς τό θέλημά μου, ὁ ποιήσας τοσαῦτα καλά μετ’ ἐμοῦ, ἀλλά ἐν τῇ σῇ ἀγάπῃ ἵδρυσόν μου τήν ψυχήν καί ἐν ταύτῃ ῥιζῶσαι τήν σήν ἀγάπην ποίησον ἀσφαλῶς, ἵνα κατά τήν ἄχραντον καί ἁγίαν καί ἀψευδῆ σου ἐπαγγελίαν σύ ᾖς ἐν ἐμοί κἀγώ ὑπάρχω ἐν σοί, καί σκέπομαι ὑπ’ αὐτῆς κἀγώ σκέπω καί φυλάττω αὐτήν ἐν ἐμοί, καί σύ μέν βλέπεις με, Δέσποτα, ἐν αὐτῇ κἀγώ δέ ὁρᾶν σε καταξιοῦμαι δι’ αὐτῆς, νῦν μέν ὡς ἐν ἐσόπτρῳ, καθώς εἶπας, καί ἐν αἰνίγματι, τότε δέ ἐν ὅλῃ τῇ ἀγάπῃ ὅλον σε, τόν ἀγάπην ὄντα καί οὕτω καλεῖσθαι καταξιώσαντα, ὅτι σοί πρέπει πᾶσα εὐχαριστία, κράτος, τιμή καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΒΙΒΛΟΣ ΤΩΝ ΘΕΟΛΟΓΙΚΩΝ
Προηγούμενο: Λόγος ΛΕ΄. Τοῦ αὐτοῦ. Εὐχαριστία πρός Θεόν ὑπέρ ὧν ἠξίωται δωρεῶν. Καί εἰσήγησις ὅπως τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ Θεός ἀεί ἐπιφαίνεται, καί ἐν ποίοις τοῖς πράγμασι καί γνωρίσμασι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος