Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ. Καί κατά τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος.
Προηγούμενο: ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΒΙΒΛΟΣ ΤΩΝ ΘΕΟΛΟΓΙΚΩΝ
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΘΕΟΛΟΓΙΚΟΣ ΠΡΩΤΟΣ. Καί κατά τῶν τιθεμένων τό πρῶτον ἐπί τοῦ Πατρός.

Τό περί Θεοῦ λέγειν ἤ φθέγγεσθαι καί τά κατ’ αὐτόν ἐρευνᾶν καί τά ἀνέκφορα ποιεῖν ἔκφορα καί τά πᾶσιν ἀκατάληπτα ὡς καταληπτά ὑπεμφαίνειν τολμηρᾶς ἄν εἴη καί αὐθαδοῦς ψυχῆς ἔνδειγμα. Καί τοῦτο πάσχουσιν οὐχ ὅσοι ἀφ’ ἑαυτῶν τι λέγειν τολμῶσι μόνον περί Θεοῦ, ἀλλά καί ὅσοι τά πρός αἱρετικούς πάλαι λαληθέντα παρά τῶν θεσπεσίων θεολόγων καί γραφῇ παραδοθέντα ἀποστηθίζουσί τε καί πολυπραγμονοῦσιν, οὐχ ἵνα πνευματικήν τινά ὠφέλειαν καρπώσωνται, ἀλλ’ ἵνα θαυμάζωνται παρά τῶν ἀκουόντων ἐν πότοις καί συνεδρίοις καί θεολόγοι ἐπιφημίζωνται· ὅ καί μᾶλλον λυπεῖ με καί ἐν ἀδημονίᾳ ποιεῖ, ἐννοοῦντα τό φρικτόν τοῦ ἐγχειρήματος καί τό τοῖς τολμητίαις ἀποκείμενον κρῖμα. Οἷα δέ φασι τῶν θείων κατατολμῶντες! Κατά τοῦτο, φησί, μόνον μείζων ὁ Πατήρ τοῦ Υἱοῦ, καθ’ ὅ αἴτιός ἐστι τῆς ὑπάρξεως τοῦ Υἱοῦ. Καί ἡ ἀνθυποφορά· μείζονα τοῦ Υἱοῦ τόν Πατέρα πῶς φῄς; Ὅτι δή, φησί, μείζων ὁ Πατήρ τοῦ Υἱοῦ - λέγω δέ ἀντί τοῦ πρῶτος -· ἐκ τοῦ Πατρός γάρ. Ταῦτα τῆς καινῆς κενοφωνίας αὐτῶν καί ἀσυνέτου θεολογίας, τήν αἰτίαν δι’ ἥν ταῦτα πρός τῶν θεολόγων ἐλέχθησαν πρός αἱρετικούς ἀγνοούντων· τήν γάρ δύναμιν τῶν γεγραμμένων νοῆσαι μή ἱκανῶς ἔχοντες, κενεμβατοῦσιν καί ἅ λέγουσιν ὡς βέβαια καί ἀληθῆ καί οὕτως ἔχοντα διαβεβαιοῦνται. Πρός οὕς εἰκότως οὐκ ἀφ’ ἑαυτῶν, ἀλλ’ ἐκ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν μυσταγωγούμενοι, τῷ ὑπηχοῦντι ἄνωθεν πειθόμενοι Πνεύματι, εἴπωμεν ὧδε.

Εἰ ἀδιαίρετος ἦν, ὦ οὗτοι, καί ἔστι καί ἔσται ἀεί ἡ παναγία Τριάς, ἡ τό πᾶν ἐκ τοῦ μή ὄντος παραγαγοῦσα, τίς ἐδίδαξε, τίς ἐνενόησε μέτρα καί βαθμούς, πρῶτον καί δεύτερον, μεῖζον καί ἔλαττον ἐν αὐτῇ; Τίς τοῖς ἀθεάτοις καί ἀγνώστοις καί πάντῃ ἀνερμηνεύτοις καί ἀκατανοήτοις ταῦτα ἐξέθετο; Τά γάρ ἀεί ἡνωμένα καί ἀεί ὡσαύτως ὄντα, ἀλλήλων πρῶτα εἶναι οὐ δύνανται. Εἰ δέ πρῶτον βούλει σύ τόν Πατέρα εἰπεῖν τοῦ Υἱοῦ, ὡς ἐξ αὐτοῦ γεννηθέντος, καί κατά τοῦτο μᾶλλον καί μείζονα, λέγω σοι κἀγώ πρῶτον εἶναι τοῦ Πατρός τόν Υἱόν· εἰ μή γάρ οὗτος ἐγεννήθη, οὐκ ἄν πατήρ ὁ Πατήρ ὠνομάζετο. Εἰ δέ προτάσσεις ὅλως τοῦ Υἱοῦ τόν Πατέρα καί πρῶτον αὐτόν ὡς αἴτιον τῆς τοῦ Υἱοῦ γεννήσεως ὀνομάζεις, καί τό εἶναι τοῦ Υἱοῦ αἴτιον ἀποβάλλομαι.

Ὑπόνοιαν γάρ παρέχεις ὅτι οὐκ ἦν ὁ Υἱός πρό τοῦ γεννηθῆναι, καί θέλων ἐγεννήθη ἤ μή θέλων, καί θέλοντος τοῦ Πατρός ἤ μή θέλοντος, καί ἔγνω ὅτι ἐγεννήθη καί πῶς ἤ οὐδαμῶς.

Ὁρᾷς εἰς ὅσας ἀτοπίας, ἵνα μή λέγω βλασφημίας, ἐκ τῶν τοιούτων ἐμπίπτομεν συζητήσεων. Ἤ τοίνυν τό πρῶτον λέγειν τοῦ Υἱοῦ τόν Πατέρα ἀπόδραθι, καί τηνικαῦτα τό αἴτιον λέγειν σε τόν Πατέρα δεξόμεθα, ἤ τοῦτό σου λέγοντος, τόν λόγον οἰκονομοῦντες ἐν κρίσει, τό γε νῦν ἔχον καί αὐτό παραιτούμεθα· τά γάρ ἀεί, ὥσπερ εἴρηται, ἡνωμένα καί ἀεί ὡσαύτως ὄντα ἀλλήλων αἴτια εἶναι οὐ δύνανται. Μή δή ἐννοήσῃς προϋπάρξαι ποτέ τοῦ Υἱοῦ τόν Πατέρα καί οὔτε πρῶτον οὔτε μείζονα καλέσεις αὐτόν τοῦ Υἱοῦ· τό γάρ προϋπάρξαν πρῶτον ἄν κληθήσεται τοῦ ἐξ αὐτοῦ γεννηθέντος ἤ προελθόντος ἤ ποιηθέντος, ὁ δέ μήτε προών, μήτε ποτέ γεγονώς ἤ γενόμενος πρῶτος τοῦ συναϊδίου καί συνανάρχου Υἱοῦ, ἀλλ’ ὅλος ὤν ἐν ὅλῳ τῷ ὁμοτίμῳ Υἱῷ, ὡς καί ὁ Υἱός ἐν ὅλῳ τῷ ὁμοουσίῳ Πατρί, πῶς πρῶτος τοῦ συναϊδίου κληθήσεται; Εἰ δέ αἴτιον λέγεις τοῦ Υἱοῦ τόν Πατέρα, φημί κἀγώ, εἰ μή που ὑπόνοιαν ἐμποιεῖς ὅτι ἦν ποτε ὁ Θεός μόνος, ὅτε οὐκ ἦν Υἱός, καί ὅτι ἐγέννησεν αὐτόν ὕστερον αἴτιος γενόμενος τῆς αὐτοῦ ὑπάρξεως, ὅπερ σε πόρρω τοῦ Θεοῦ καί τῆς ἀληθείας ἀπάγει, ὡς ἀσεβοῦντα, καί μετά τῶν λεγόντων ἀσεβῶν τόν Υἱόν ὑπό τοῦ Πατρός γεγενῆσθαι ποιεῖ· τοῦτο γάρ καί τό μόνον ἐννοῆσαι πάσης ἀθεότητος καί ἀσεβείας ἐστίν.

Αἴτιον γάρ τοῦ γεννωμένου υἱοῦ τόν πατέρα εἶναι ἐπί τῆς σωματικῆς γεννήσεως λέγομεν· ἐπί δέ τῆς θείας καί ἀνυπάρκτου ὑπάρξεως καί ἀγεννήτου γεννήσεως καί ἀνυποστάτου ὑποστάσεως καί ὑπερουσίου οὐσιώσεως, ἤ τί ἕτερον εἴπω οὐκ οἶδα, ὁ πρῶτον λέγων ἀνάγκη καί δεύτερον ὀνομάσαι καί τρίτον, ὅπερ ἐν τῇ παναγίᾳ Τριάδι ἔμφασιν ὅλως οὐκ ἔχει λέγεσθαι. Τό γάρ μετρεῖν τά ἀμέτρητα καί τά ἄρρητα λέγειν καί τά ἄφθεγκτα φθέγγεσθαι ἐπισφαλές ὑπάρχει καί ἐπικίνδυνον. Τοιγαροῦν καί ἐπί τῆς ἀρρήτου καί θείας τοῦ Θεοῦ Λόγου γεννήσεως αἴτιον μέν τοῦ Υἱοῦ λέγομεν τόν Πατέρα, ὡς νοῦν λόγου καί πηγήν ῥεύματος καί ῥίζαν τῶν κλάδων αὐτῆς, πρῶτον δέ οὐδαμῶς, ἵνα μή τόν ἀριθμόν πλεονάσωμεν, εἰς τρεῖς θεούς τήν ἀδιαίρετον καί μίαν θεότητα διαιροῦντες. Οὔτε γάρ πρῶτον, οὔτε δεύτερον, οὔτε τρίτον, οὐ μεῖζον, οὐκ ἔλασσον, ἔστιν ἐννοῆσαι ἤ εἰπεῖν ἐν τῇ ἀδιαιρέτῳ καί ἀσυγχύτῳ Τριάδι· ἄφθεγκτα γάρ πάντῃ καί ἄρρητα καί ἀκατανόητα τά τῆς θείας καί ὑπερουσίου φύσεως καί ἀνθρωπίνῳ νοΐ ἀκατάληπτα. Εἰ βούλει δέ καί ἄλλως γυμνάσαι τόν λόγον καί μαθεῖν ὡς ἀκατάληπτός ἐστιν ὁ ἐκ τοῦ μή ὄντος τό πᾶν οὐσιώσας Θεός, κἄν τό Πνεῦμα προτάξῃς, εἴ γε καί οὕτως θεολογεῖν ἔξεστι, τοῦ Υἱοῦ καί τοῦ Πατρός, ὅλην ἐν αὐτῷ εὑρήσεις καί τῶν συναϊδίων ὡς ὁμοουσίων τήν συμφυΐαν. Καί ὅρα ὡς ἀκατάληπτα τά τῆς θείας φύσεως τοῖς ἀνθρώποις ἡμῖν. «Πνεῦμα, φησίν, ὁ Θεός» καί πάλιν· «Τό δέ πνεῦμα ὁ Κύριός ἐστιν». Εἰ οὖν πνεῦμα «Θεός καί τό πνεῦμα ὁ Κύριός ἐστι», ποῦ ἡ πατρότης ἐνταῦθα καί ἡ υἱότης, ἵνα καί πρῶτον καί μεῖζόν μοι ἐν τῇ θείᾳ καί ἀκαταλήπτῳ φύσει, ὦ σύ, καινέ θεολόγε, διδῷς καί λέγῃς καί ἀριθμῇς.

Ἰωάννης «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» ἔφη θεολογῶν, καί οὐχ ὁ Πατήρ. Σύ δέ, καί τούτου βαθύτερα ὑπό τῆς αὐτοσοφίας, Ἰησοῦ, μυσταγωγηθείς, δίδως ἡμῖν καί τῷ κόσμῳ παντί τό πρῶτον ἐν τῷ Πατρί, ἵνα καί δεύτερον τούτου τόν Υἱόν ἀποδείξῃς καί τρίτον αὖθις τό Πνεῦμα τό Ἅγιον, κηρύσσων ἡμῖν ὡς ἄλλος τις θεολόγος τοῦ πρώην βαθύτερός τε καί τῷ Υἱῷ τοῦ Θεοῦ οἰκειότερος ἕτερον εὐαγγέλιον; Τῆς βλασφημίας! Πῶς, εἰπέ, ὁ τήν τριθεΐαν ἡμῖν δογματίζων ὑπούλως, οὐκ εἶπεν ἡ θεολόγος φωνή, ὁ ἐπιστήθιος τοῦ Χριστοῦ· «Ἐν ἀρχῇ ἦν ὁ Πατήρ», ἀλλ’ «Ἐν ἀρχῇ ἦν ὁ Λόγος»; Διά τί δέ οὐκ εἶπεν ὁ Υἱός, ἀλλ’ ὁ Λόγος, ἤ ἵνα διδάξῃ ἡμᾶς ὅτι οὔτε Υἱός ἀπό τινος ἐγνωρίζετο πρό τοῦ κατελθεῖν καί σαρκωθῆναι τόν Θεόν Λόγον, οὔτε Πατήρ ὁ Θεός; Οὐχ ὅτι οὐκ ἦν ἡ τά πάντα παραγαγοῦσα τρισυπόστατος θεότης, ἀλλ’ ὅτι οὔπω ἦν γνωρισθέν τό τῆς οἰκονομίας μυστήριον. Μετά γάρ τήν ἐνανθρώπησιν τοῦ Θεοῦ Λόγου καί Πατήρ ὁ Θεός καί Πατήρ ἐγνωρίσθη ἡμῖν τοῖς πιστοῖς καί Υἱός Θεοῦ ὁ σαρκωθείς δι’ ἡμᾶς Θεός Λόγος κατά τό ὑπό τοῦ Πατρός ἄνωθεν εἰρημένον· φησί γάρ· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε». Καί ὁ Υἱός· «Πάτερ δίκαιε, καί ὁ κόσμος σε οὐκ ἔγνω, ἐγώ δέ σε ἔγνων» καί αὖθις· «Ἐγνώρισά σου τό ὄνομα τοῖς ἀνθρώποις» καί πάλιν· «Πάτερ, δόξασόν σου τόν Υἱόν, ἵνα καί ὁ Υἱός σου δοξάσῃ σε» καί· «Ἐγώ καί ὁ Πατήρ ἕν ἐσμεν». Εἰ τοίνυν καί μετά τήν σάρκωσιν τοῦ Θεοῦ Λόγου ἕν ὁ Υἱός καί ὁ Πατήρ εἰσι, πολλῷ μᾶλλον πρό τῆς σαρκώσεως.

Καί σκόπει μοι συνετῶς τῶν ῥημάτων τήν δύναμιν. Λέγει γάρ· «Ἐγώ καί ὁ Πατήρ ἕν ἐσμεν» καί προέταξεν ἑαυτόν τοῦ Πατρός. Τί τοῦτο; Ἵνα δείξῃ τό ἐν πᾶσιν ἰσότιμον καί ὁμόδοξον ἑαυτοῦ μετά τοῦ Πατρός καί ὅτι οὔτε Πατήρ πρῶτος, κἄν αἴτιος τοῦ Υἱοῦ, οὔτε δεύτερος ὁ Υἱός, κἄν ἐκ τοῦ Πατρός, οὔτε τρίτον τό Πνεῦμα τό Ἅγιον, κἄν ἐκ τοῦ Πατρός ἐκπορεύηται. Εἰ γάρ ἕν ἐξ ἀρχῆς ἡ Τριάς καί τοῦτο καλεῖται κατά τάς ὑποστάσεις Τριάς, ἄρα τό ἕν οὔτε ἑαυτοῦ πρῶτον δύναται εἶναι, οὔτε τῶν σύν αὐτῷ ὑποστάσεων· οὐδέ γάρ προϋπέστη τοῦ ἑτέρου τό ἕτερον, ἵνα τό προϋποστάν πρῶτον τοῦ ἐξ αὐτοῦ λάμψαντος γένηται. Μία γάρ θεότης ἡ μία Τριάς καί τοῦτο διά τά πρόσωπα, ὥσπερ εἴρηται, καί τάς ὑποστάσεις καλεῖται· ἐπεί δέ μερίζεται μέν ἀμερίστως, ἥνωται δέ ἀσυγχύτως, μία καλεῖται Τριάς ὁ Θεός, μή προϋπάρξαντος τούτων ἑνός οὐδαμῶς πως, ἤ τοῦ Πατρός αὐτοῦ τοῦ Υἱοῦ, ἤ τοῦ Υἱοῦ αὐτοῦ τοῦ Πατρός, ἤ τῶν ἀμφοτέρων τοῦ Πνεύματος, ἵνα καί πρῶτον τοῦ ἑτέρου τό ἕτερον γένηται· σύνδρομον γάρ τήν ἄναρχον ἔσχον ἀρχήν καί συναΐδιον.

Τοιγαροῦν εἷς Θεός ἡ Τριάς, ἄφραστος, ἄναρχος, ἄκτιστος, ἀκατάληπτος, ἀμέριστος, μήτε νοηθῆναι παρ’ ἡμῶν μήτε ῥηθῆναι δυναμένη. Ἵνα δέ μή τῇ μακρᾷ σιωπῇ λήθην Θεοῦ παντελῆ νοσήσωμεν καί ὡς ἄθεοί τινες ἐν τῷ κόσμῳ διάξωμεν, συνεχωρήθη ἡμῖν κατά τό ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει λαλεῖν τά περί Θεοῦ καί τῶν θείων καθώς ἀπό τῶν θείων ἀποστόλων καί τῶν θεοπνεύστων πατέρων ἡμῶν ἐδιδάχθημεν, ὡς ἄν συνεχῆ τήν περί αὐτοῦ μνήμην ἀναλαμβάνοντες δοξάζωμεν τήν αὐτοῦ ἀγαθότητα καί τήν περί ἡμᾶς φιλάνθρωπον οἰκονομίαν αὐτοῦ. Ἡμεῖς δέ, οἱ γῆ καί σποδός, ὥσπερ ἑαυτούς οἱονεί ἀγνοήσαντες εἰς ἀμετρίαν ἐπεκτεινόμενοι, τά ἀγγέλοις καί πάσαις ταῖς οὐρανίαις δυνάμεσιν ἀκατάληπτα καί ἀνέκφορα ἐξερευνᾶν καί πολυπραγμονεῖν, νοεῖν τε καί ἐπινοεῖν καί ἀναπλάττειν οὐ φρίττομεν, ἀλλ’ ὡς ἄπιστοί τινες καί πάντῃ τῶν τοῦ Χριστοῦ μυστηρίων ἀμύητοι οὕτω καί φρονοῦμεν καί ἀφειδῶς λαλοῦμεν ἀναισχύντῳ ψυχῇ τά περί Θεοῦ.

Εἰπέ οὖν μοι, ὦ οὗτος, ὁ τά τῆς θείας φύσεως μή φειδόμενος ἐρευνᾶν· πιστεύεις ὅτι ἐστί Θεός τρισυπόστατος, ἄναρχος, ἄκτιστος, ἀκατάληπτος, ἀνεξιχνίαστος, ἀόρατος, μήτε νῷ καταληπτός, μήτε λόγῳ ῥητός, καί ὅτι ἦν ἀεί ὁ αὐτός, μήτε ἀρχήν ἡμερῶν, μήτε χρόνων ἤ αἰώνων ποτέ ἐσχηκώς, ἀλλά ἀεί ὤν; Ναί, φησίν. Εἰ οὖν τοῦτο πιστεύεις ὅτι ἦν, ὥσπερ καί ἦν, μόνος Θεός ἡ Ἁγία Τριάς, ὅτε δέ ἠβουλήθη, τόν οὐρανόν καί τήν γῆν καί πάντα τά ἐν αὐτοῖς ἐκ τοῦ μή ὄντος εἰς τό εἶναι παρήγαγε καί τάς οὐρανίους πάσας δυνάμεις ἐποίησεν, εἶτα καί τόν ἄνθρωπον τούτων ἁπάντων ἐποίησεν ἔσχατον, καί οὐδέν ἐστιν ἤ τῶν ἐν τῷ οὐρανῷ ἤ τῶν ἐπί τῆς γῆς ἤ τῶν ἐν τοῖς καταχθονίοις ὅ μή παρήχθη καί γέγονεν ἐξ οὐκ ὄντων, μόνος δέ ὁ τούτων ποιητής καί κτίστης Θεός ἄκτιστος, ἄναρχος, καί ἀεί ὤν καί πρό πάντων ὤν, τί καί αὐτός οὐ σιωπῇ καί φόβῳ τόν δημιουργόν προσκυνεῖς, καθά πᾶσαι τῶν οὐρανῶν αἱ δυνάμεις, ἀλλά τό ἑαυτόν ἀφείς ἐπισκέπτεσθαι, τήν ἀκατάληπτον αὐτοῦ φύσιν τολμηρᾷ καί αὐθάδει περιεργάζῃ ψυχῇ; Οὐ φρίττεις μή που σκηπτός ἄνωθεν κατελθών παρανάλωμά σε ποιήσει πυρός; Εἰ γάρ ἄκτιστος, ἄναρχος, καί ἀεί καί πρό πάντων ἦν ἡ τρισυπόστατος μονάς ὁ Θεός, πάντα δέ, εἴτε ὁρατά, εἴτε ἀόρατα, εἴτε ἐνσώματα, εἴτε ἀσώματα, εἴτε γινωσκόμενα παρ’ ἡμῶν, εἴτε ἀγνοούμενα, διά τῆς ὁμοουσίου καί ἀδιαιρέτου Τριάδος τῆς μιᾶς παρήχθη θεότητος, πῶ, εἰπέ, τά παραχθέντα τόν παραγαγόντα καί τά γεγονότα τόν ἀεί ὄντα, τά κτιστά τόν ἄκτιστον, καί τόν ἄναρχον τά ὕστερον παρ’ ἐκείνου λαβόντα τήν ὕπαρξιν, ἐπιγνῶναι τό οἷος καί ὅσος καί ὅπως ἐγεννήθη ὅλως δυνήσονται; Οὐδαμῶς, εἰ μή ὅσον πάντως ὁ ποιητής αὐτός τῶν ποιηθέντων ἑκάστῳ, ὥσπερ δή πνοήν καί ζωήν, ψυχήν τε καί νοῦν καί λόγον χαρίζεται, οὕτω καί τήν περί αὐτοῦ γνῶσιν φιλανθρώπως καί καθ’ ὅσον συμφέρει δωρήσεται.

Ἄλλως δέ πῶς εἴποις ἄρα τό ποιηθέν ἐκ Θεοῦ τόν ἑαυτοῦ ποιητήν ἐπιγνῶναι; Ἀμήχανον ἑτέρως τοῦτο γενέσθαι πᾶσι πάντῃ ἀδύνατον. Ἀλλά γάρ καί τό μέτρον τῆς γνώσεως κατά τό μέτρον τῆς πίστεως ἡμῖν τοῖς πιστεύουσιν εἰς αὐτόν δέδωκεν, ὡς ἄν ἡ γνῶσις τήν δίχα γνώσεως πίστιν ἐπιβεβαιώσῃ καί βεβαιωθῇ διά τῆς γνώσεως ὁ τόν λόγον κατηχηθείς καί πιστεύσας ὅτι ἐστί Θεός, εἰς ὅν διά τοῦ λόγου τῆς διδασκαλίας ἐπίστευσεν. Ταύτην οὖν διά ποικίλων καί πολυτρόπων σημείων λαμβάνουσιν οἱ πιστοί, δι’ αἰνιγμάτων, δι’ ἐσόπτρων, διά μυστικῶν καί ἀνεκφράστων ἐνεργειῶν, διά θείων ἀποκαλύψεων, δι’ ἐλλάμψεων ἀμυδρῶν, διά θεωρίας τῶν λόγων τῆς κτίσεως, καί ἑτέρων πολλῶν ἐξ ὧν καθ’ ἑκάστην αὔξει ἡ πίστις τῶν τοιούτων καί εἰς ἀγάπην Θεοῦ ἄνεισιν. Οὐ μόνον δέ· ἀλλά γάρ καί πληροφορεῖ αὐτούς ὁ Θεός, ὥσπερ τούς ἀποστόλους, διά τῆς ἀποστολῆς καί παρουσίας τοῦ Ἁγίου Πνεύματος· καί φωτίζονται τελεώτερον καί διδάσκονται διά τοῦ φωτός, ὡς ἄρρητος καί ἀνέκφραστος, ἄκτιστος καί αἰώνιος καί ἀΐδιος καί ἀκατάληπτός ἐστιν ὁ Θεός. Πᾶσαν γάρ γνῶσιν καί ἐπίγνωσιν καί πάντα λόγον σοφίας καί λόγον γνώσεως μυστικωτέρας, πρός δέ καί θαυμάτων ἐνέργειαν καί προφητείας χάριν καί γένη γλωσσῶν καί ἑρμηνείαν γλωσσῶν, ἀντιλήψεις τε καί κυβερνήσεις πόλεων καί λαοῦ, καί ἐπίγνωσιν τῶν μελλόντων ἀγαθῶν, καί τῆς βασιλείας τῶν οὐρανῶν ἐπίτευξιν, υἱοθεσίαν τε καί αὐτό τό ἐνδεδύσθαι Χριστόν καί τό εἰδέναι τά μυστήρια Χριστοῦ καί τό γνῶναι τό περί ἡμᾶς τῆς οἰκονομίας αὐτοῦ μυστήριον καί ἁπαξαπλῶς πάντα, ὅσα μέν οἱ ἄπιστοι ἀγνοοῦσιν, ἡμεῖς δέ, οἱ καταξιωθέντες εἶναι πιστοί, εἰδέναι καί φρονεῖν καί λέγειν δυνάμεθα, διά μόνου τοῦ Πνεύματος ἐκδιδάσκονται.

Ἐκ τούτων οὖν καί τῶν τοιούτων πληροφορούμεθα καί βεβαιούμεθα ὅτι αὐτός ἐστιν ὁ τά πάντα ποιήσας Θεός, ὁ καί παραγαγών ἡμᾶς χοῦν λαβών ἀπό τῆς γῆς, ὁ νοῦν καί λόγον καί ψυχήν νοεράν ἡμῖν χαρισάμενος, ὁ κατ’ εἰκόνα καί καθ’ ὁμοίωσιν αὐτοῦ ποιήσας ἡμᾶς καί τό σκότος τῆς ἀγνωσίας ἀποδιώξας ἡμῶν· καί αὐτός ἐστιν ὁ τά ὑπέρ ἡμᾶς ἐκ τῶν καθ’ ἡμᾶς ἀμυδρῶς πως καταξιώσας ὡς ἐν σκιᾷ ὑποδεῖξαι ἡμῖν ἀφ’ ὧν καί ἐμάθομεν, δι’ ὧν καί ὁρῶμεν, παρ’ ὧν καί πιστεύομεν, ὅτι ὥσπερ τόν νοῦν τόν ἡμέτερον καί τήν ψυχήν καί αὐτόν ἡμῶν τόν ἐνδιάθετον λόγον ἐν τῇ πλάσει τοῦ σώματος ἡμῶν ἅμα παρήγαγε, - τό γάρ εἰπεῖν ὅτι «ἔπλασεν ὁ Θεός τόν ἄνθρωπον, χοῦν λαβών ἀπό τῆς γῆς, καί ἐνεφύσησεν εἰς τό πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς καί ἐγένετο αὐτῷ εἰς ψυχήν ζῶσαν» δείκνυσιν ὅτι συνυπῆρχε τῇ ψυχῇ ὁ νοῦς ἡμῶν καί ὁ λόγος, μή προϋπάρξαντος ἑνός ἐξ αὐτῶν μηδέ προϋποστάντος, ὡς ἕν ὄντων ἅμα τῶν τριῶν καί εἰς ἕν πνεῦμα ζωῆς δοθέντων ἡμῖν - ὥσπερ οὖν ἐν τούτοις οὐ προϋπῆρξεν ἕν οὐδέ προϋπέστη τοῦ ἑτέρου τό ἕτερον, μιᾶς οὐσίας ὄντων καί φύσεως, οὕτως οὐδέ ἐν τῇ ἁγίᾳ καί ὁμοουσίῳ καί ὁμοτίμῳ Τριάδι προϋπῆρξε τοῦ ἑτέρου τό ἕτερον. Οὐδέ γάρ ἔσχε ποτέ ὁ ποιητής τῆς εἰκόνος Θεός, τρισυπόστατος ὤν, προϋποστάν τῶν τριῶν ἕν, ἀλλ’ ἅμα τά τρία ἕν, ὁ Θεός, καί τό ἕν ὡσαύτως ἀεί τρία.

Τοῦτο τοιγαροῦν ὁμολογοῦντες πιστεύομεν και πᾶσιν ἄλλοις οἷς οὐ τολμηρόν τά περί Θεοῦ λέγειν καί ἐρευνᾶν διαμαρτυρόμεθα ὅτι ἐστί Θεός τρισυπόστατος, Πατήρ, Υἱός καί Ἅγιον Πνεῦμα, ἡ Ἁγία Τριάς, εἰς ἥν βεβαπτίσμεθα· ὅ ἐκ τῶν εἰς ἡμᾶς γεγενημένων ἐνεργειῶν καί χαρισμάτων τοῦ Πνεύματος καί ἐξ αὐτῶν τῶν ἱερῶν θεσμῶν τε καί εὐαγγελίων ἐβεβαιώθημεν. Πῶς δέ Τριάς ἤ πότε ἤ ὁποία καί ποδαπή, ἡ οὖσα κτίστις τῶν ὅλων, οἱ κτισθέντες οὐκ ἴσμεν ἡμεῖς. Εἰ δέ οὐκ ἴσμεν, ὥσπερ οὐδέ οἴδαμεν, πόσων ἐσμέν σκηπτῶν ἄξιοι, περί ὧν οὐκ οἴδαμεν λέγοντες; Τό γάρ μή ὅν τῶν γεγενημένων ἁπάντων μηδέν, μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀοράτων, πῶς εἰδέναι δυνάμεθα, ἡμεῖς οἱ ὁρατοί καί κτιστοί, οἱ φθαρτοί, οἱ αἰσθητοί, οἱ τυφλοί καί ἀφώτιστοι; Καί ταῦτα, ὥσπερ τεῖχος μέσον ἡμῶν καί Θεοῦ τῶν ἁμαρτιῶν ἡμῶν προκειμένων καί διειργόντων ἡμᾶς ἀπ’ αὐτοῦ, ὅ εἰ μή διά μετανοίας ἀνέλωμεν ἤ καί ὑπερβῶμεν, οὐ μόνον οὐ γνῶναι Θεόν δυνηθῶμεν, ἀλλ’ οὐδ’ ὅτι ἄνθρωποί ἐσμεν εἰσόμεθα. Τοῦ γάρ φραγμοῦ ἱσταμένου καί χωρίζοντος ἡμᾶς ἀπό τοῦ φωτός, πῶς ἐν σκότει διάγοντες ἑαυτούς καταμαθεῖν ἰσχύσομεν, ἤ ὁποῖοί ἐσμεν καί ποδαποί, ἤ ποῦ καί πόθεν φερόμεθα, ἤ ποῦ ἀπαγόμεθα καί τίνες ἐσμέν ἐν ἀληθείᾳ ἐπιγνωσόμεθα; Εἰ δέ ἡμᾶς αὐτούς ἀγνοοῦμεν, πολλῷ μᾶλλον τόν ὄντα ἀσυγκρίτως ὑπέρ ἡμᾶς. Εἰ γάρ μή ἑαυτούς ἠγνοοῦμεν, οὐκ ἄν τολμηρῶς περί Θεοῦ ἐφθεγγόμεθα· τό γάρ περί Θεοῦ καί τῶν θείων λέγειν ἀφωτίστους ὄντας ἡμᾶς καί κενούς Πνεύματος Ἁγίου, ἄγνοιαν ἡμῶν ἑαυτῶν ἐμφανίζει. Καί εἰκότως· εἰ γάρ ἑαυτούς ἀκριβῶς ἐγινώσκομεν, οὐδέ εἰς οὐρανόν ἀτενίσαι, οὐδέ τό φῶς τοῦ κόσμου τούτου βλέπειν, οὐδέ πατεῖν τήν γῆν αὐτήν ἀξίους ἄν ἡμᾶς ἑαυτούς ἐλογισάμεθα πώποτε, ἀλλ’ ὑπό γῆν κατορύξαι προεθυμήθημεν ἄν.

Τί γάρ ἀκαθαρτότερον, εἰπέ μοι, τοῦ μετά οἰήσεως καί ὑπερηφανίας διδάσκειν ἐπιχειροῦντος τά τοῦ Πνεύματος ἄνευ Πνεύματος; Τί μιαρώτερον τοῦ μή μετανοήσαντος καί προκαθάραντος ἑαυτόν, ἀλλά τοῦτο μέν ἀφέντος, διά μόνης δέ τῆς ψευδωνύμου γνώσεως καί τῆς ἔξω σοφίας βουλομένου θεολογεῖν και περί τῶν ὄντων καί ἀεί ὡσαύτως ὄντων τολμηρῶς διαλέγεσθαι; Εἰ γάρ καί μηδέν ἕτερον ἁμαρτήσας ἐστίν, ὅπερ ἀδύνατον, τοῦτο δέ αὐτό μόνον ὑπόδικον κρίσεως αἰωνίου καθίστησι τόν τοιοῦτον, ἐπειδή «ἀκάθαρτος παρά Κυρίῳ πᾶς ὑψηλοκάρδιος». Εἰς τοσοῦτον γάρ ἀνοίας ἐξώκειλαν τῶν τοιούτων τινές, ὥστε μηδέ λέγειν μηδέ νομίζειν ἡμαρτηκέναι αὐτούς. Τῆς μανίας! Οὐδείς ἀναμάρτητος, εἰ μή εἷς ὁ Θεός· «Πάντες γάρ» φησίν «ἥμαρτον» ὁ θεῖος Ἀπόστολος, «καί ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεάν τῇ αὐτοῦ χάριτι». Εἰ δέ, κατά τό ὅσιον λόγιον, οὐδείς ἀναμάρτητος εἰ μή εἷς ὁ Θεός καί πάντες ἥμαρτον καί ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, ὁ λέγων μή ἡμαρτηκέναι, ὡς εἰπόντι· «Θήσω τόν θρόνον μου ἐπί τῶν νεφελῶν καί ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ». Εἰ δέ ἡμαρτηκέναι ὁμολογεῖς, δεῖξόν μοι τήν γνησίαν ὑπέρ τῶν ἡμαρτημένων ἐξομολόγησιν, τήν πρός τόν ἀναδεξάμενόν σου τούς λογισμούς πνευματικόν πατέρα πίστιν εἰλικρινῆ, τήν ὑποταγήν, τήν ἐν τοῖς εὐτελέσιν ἔργοις ὑπακοήν, τήν ἐν τοῖς ὑποδεεστέροις τῶν ἀδελφῶν ὑπηρεσίαν, τήν ἐν τοῖς ἀσθενοῦσι διακονίαν, ἔτι δέ τήν ἀπό ψυχῆς ταπείνωσιν, τό ἀσχημάτιστον, τό ἄπλαστον καί ἀνυπόκριτον ἦθος. Καί εἰ ἐνδιαθέτῳ γνώμῃ ψυχῆς ὑποκάτω πάντων ἑαυτόν ἔσχες, ὅθεν ἡ διηνεκής κατάνυξις καί τά χαροποιά δάκρυα τίκτονται, ἀφ’ ὧν καί δι’ ὧν ἡ κάθαρσις ἐπιγίνεται τῆς ψυχῆς τῷ σπουδαίῳ καί ἡ τῶν τοῦ Θεοῦ μυστηρίων ἐπίγνωσις, καί τότε λάλει περί θείων καί ἀνθρωπίνων πραγμάτων, κἀγώ σου τῶν λόγων γνωρίσω τήν δύναμιν.

Ὁ γάρ καρπός καί τό ἔργον τῆς μετανοίας ταῦτά εἰσιν, ἅ τήν μέν ἄγνοιαν ἀποδιώκουσι, τήν δέ γνῶσιν ὁμοῦ προστιθέασι· γνῶσιν δέ λέγω τήν περί ἡμᾶς πρῶτον καί τῶν καθ’ ἡμᾶς, ἔπειτα τῶν ὑπέρ ἡμᾶς καί τῶν θείων τῶν τοῖς ἀμετανοήτοις ἀθεάτων καί ἀγνώστων μυστηρίων, φημί δή τῆς καθ’ ἡμᾶς πίστεως, ἥν οὐδείς ἄν πλουτήσῃ πρό τῆς ἐργασίας τῶν εἰρημένων, εἰ καί πᾶσαν ἐγκύκλιον διέλθοι φιλοσοφίαν· εἰ δέ μή ταύτης ἐν μετοχῇ γένηται πλουσίᾳ ἐν σκότει βαθυτάτῳ διάξει τῆς ἀγνωσίας τόν τῆς ζωῆς αὐτοῦ χρόνον. Εἰ γάρ καί ἐν γράμμασι κεῖνται καί παρά πάντων τά θεῖα καί περί τῶν θείων πᾶσιν ἀναγινώσκονται, ἀλλά μόνοις ἐκείνοις ταῦτα ἀποκαλύπτονται τοῖς θερμῶς μετανοήσασι καί διά τῆς εἰλικρινοῦς μετανίας καλῶς καθαρθεῖσι, καί τοσοῦτον, καθ’ ὅσον ἡ ἀναλογία καί τό μέτρον ὑπάρχει τῆς αὐτῶν μετανοίας ὁμοῦ καί καθάρσεως· οἷς καί φανεροῦνται τά βάθη τοῦ Πνεύματος καί ἀφ’ ὧν ὁ λόγος πηγάζει τῆς τοῦ Θεοῦ σοφίας καί γνώσεως, ὡς ποταμός πολύρρους κατακλύζων τάς φρένας τῶν ἐναντίων. Τοῖς δέ γε ἄλλοις ἅπασιν ἄγνωστα καί κεκρυμμένα ὑπάρχει καί μηδόλως ἀναπτυσσόμενα ὑπό τοῦ διανοίγοντος τόν νοῦν τῶν πιστῶν εἰς τό συνιέναι τάς γραφάς. Καί εἰκότως· «Τό γάρ μυστήριόν μου, φησίν, ἐμοί καί τοῖς ἐμοῖς». Τοίνυν καί δοκοῦσι βλέπειν μή βλέποντες οἱ τοιοῦτοι καί ἀκούειν μηδόλως ἀκούοντες καί συνιέναι ἀσύνετοι ὄντες, αἴσθησιν τῶν ἀναγινωσκομένων λαβεῖν μή δυνάμενοι. Καί καθάπερ ἕκαστος τῶν ἀπίστων φρονεῖν οἴεται μή φρονῶν, καί εἰδέναι τι δοκεῖ μηδέν ὅλως εἰδώς, - εἴ τι γάρ καί οἶδε, κακῶς οἶδεν, ὅ καί χεῖρον πάσης ἀγνωσίας ἐστίν - οὕτως, οἶμαι, καί οὗτοι. Δοκοῦντες γάρ εἶναι σοφοί, μωροί τῷ ὄντι γεγόνασιν, ὥσπερ ἐξεστηκότες καί ἔκφρονες τάς ἑαυτῶν ἡμέρας οἱ δυστυχεῖς διερχόμενοι καί μηδέν τῶν τοῦ Χριστοῦ μυστηρίων εἰδότες, ὡς δεῖ· ὧν τῆς οἰήσεως καί ὑπερηφανίας ῥύσαιτο ἡμᾶς ὁ Θεός Ἰσραήλ καί μιμητάς γενέσθαι τῆς αὐτοῦ ταπεινώσεως ἀξιώσοι.

Ταύτης οὖν τῆς ὁδοῦ, φημί δή τῆς μακαρίας ταπεινοφροσύνης, ὁ παρεκλίνων καί ἔξω που, δεξιά τυχόν ἤ ἀριστερά, βαδίζων καί προευόμενος καί τοῖς ἴχνεσι τοῦ Ἰησοῦ καί Θεοῦ μή καταδεχόμενος ἕπεσθαι, πῶς εἰς τόν νυμφῶνα αὐτοῦ σύν αὐτῷ εἰσελεύσεται; Μή θεασάμενος δέ ταύτην, πῶς τά κατ’ αὐτήν ἤ τά περί αὐτήν ἄλλοις ἐκδιηγήσεται; Πῶς περί ὧν οὐκ οἶδε καί οὐκ ἐθεάσατο πώποτε εἰπεῖν καθόλου τολμήσειεν; Εἰ δ’ ἐπιχειρήσειε περί τοιούτων καί τηλικούτων διδάσκειν, ἆρα τοῦ τοιούτου ἀνθρώπου ἔστιν ἐπί τῆς γῆς ἀφρονέστερος; Ἆρα οὐχί καί αὐτῶν τῶν τετραπόδων κτηνῶν ἀλογώτερος ἔσται καί παντάπασι κτηνωδέστερος; Πάντα γάρ, ὡς ὁρᾶται, τά ἄλογα ζῷα τήν ἑαυτῶν φυλάττει καί φύσιν καί τάξιν, καί τούς ἰδίους ὅρους ἕκαστον αὐτῶν οὐχ ὑπερβαίνει ποτέ. Οὗτος δέ ὁ χειρί Θεοῦ πλασθείς, ὁ λόγῳ καί αὐτεξουσιότητι παρ’ αὐτοῦ τιμηθείς, οὐκ εἰς δέον ἐχρήσατο τῇ ἀξίᾳ, οὐδέ τήν ἰδίαν ἐπέγνω ἀσθένειαν, οὐδέ ἐνέμεινεν ἐν τοῖς ὑπό τοῦ Θεοῦ ἐντεθεῖσι τῇ φύσει αὐτοῦ ἀγαθοῖς, οὐδέ ἐντός τῶν ἰδίων ὅρων ἔστη ἤ τά ἑαυτοῦ συνῆκεν· ἀλλ’ ὡς ὁ Ἑωσφόρος ἤ καί ὁ Ἀδάμ ὕστερον, ὁ μέν ἄγγελος ὤν, ὁ δέ ἄνθρωπος, κατεπαρθέντες τοῦ ποιητοῦ, θεοί γενέσθαι προεθυμήθησαν, οὕτως οἴμοι καί οὗτος, τούς ὅρους τῆς ἰδίας φύσεως ὑπερβάς καί τῶν ὑπέρ αὐτόν ἐπιθυμήσας καί φαντασθείς, οὐ διά ταπεινώσεως καί χριστομιμήτου πολιτείας πρός ὕψος πνευματικῆς γνώσεως ἀνελθεῖν ἠβουλήθη, ἀλλά διά ὑπερηφανίας καί ἐπάρσεως· οἱονεί πλίνθους τῆς ψευδωνύμου γνώσεως ἄλλοθεν ἄλλους συλλέξας καί δι’ ἐπιμόνου μελέτης ἐξοπτήσας αὐτούς, διά φιλοδοξίας τε καί ἀνθρωπαρεσκείας μετά οἰήσεως οἰκοδομήσας αὐτούς, πύργον θεολογίας καί πνευματικῆς γνώσεως κτήσασθαι προσεδόκησε· πρός δέ, καί εἰς οὐρανούς ἤ καί ὑπέρ τούς οὐρανούς εἶναι οἰόμενος καί ὑπεράνω αὐτῶν ἵστασθαι φανταζόμενος, περί τοῦ ποιήσαντος τόν οὐρανόν καί τήν γῆν καί πάντα τά ἐν αὐτοῖς διαλέγεται. Τόν τοιοῦτον οὖν τίς ἄρα καλέσειεν ἄνθρωπον, ἤ τῶν κτηνῶν αὐτῶν ἴσον ἤ ὅλως αἴσθησιν ἔχοντα; Εἰ γάρ ὁ κατ’ εἰκόνα Θεοῦ πλασθείς ἄνθρωπος καί καταξιωθείς ἰσαγγέλου καί ἀθανάτου ζωῆς, διά μιᾶς ἐντολῆς Θεοῦ παράβασιν οὐ μόνον τῆς ἀγγελικῆς ἐκείνης διαγωγῆς, ἀλλά καί τῆς αἰωνίου ζωῆς, δικαίως ἀπεστερήθη, θανάτῳ καί φθορᾷ καί κατάρᾳ καταδικασθείς, τί πείσονται ἄρα οἱ ἐξ αὐτοῦ γεννώμενοι ἅπαντες καί ἔτι τοῦ χοϊκοῦ τήν εἰκόνα φοροῦντες καί θεολογεῖν ἀνάγνως ἐπιχειροῦντες;

Ἀλλά γάρ εἰπέ μοι, πᾶς τις ὁ περί Θεοῦ και τῶν θείων μή διδάσκεσθαι, ἀλλά διδάσκειν ἐπιχειρῶν, εἰ ἐκ τοῦ ᾅδου πρῶτον ἀνῆλθες καί πρός τῇ γῇ γέγονας, καί πῶς τοῦτό σοι παθεῖν ἐξεγένετο, καί διά ποίων τῶν ἐπιστηριγμάτων καί ἐπιβάσεων, διά τίνων δέ καί ὁποίων τῶν συνεργησάντων καί βοηθησάντων πρός τήν ἀνάβασιν. Ἀνελθών δέ ὀδωδώς καί βρύων φθοράν, μᾶλλον δέ ὑπό τοῦ θανάτου κρατούμενος καί νεκρός ὤν ἔτι, πῶς ἔζησας καί ἰσχυρότερος γέγονας τοῦ θανάτου καί τάς ἐκείνου χεῖρας διαδρᾶναι ἐξίσχυσας; Φράσον οὖν ἡμῖν καί εἶθ’ οὕτως ἐρεῖς πάντως καί πῶς μετά τό ἀνελθεῖν ἐκ τοῦ ᾅδου καί ἐπιβῆναι τῇ γῇ τῆς τε φθορᾶς ἀπηλλάγης καί τῆς κατάρας ἠλευθερώθης. Εἶτα διδάξεις ἡμᾶς πῶς πάλιν ἀνήχθης ἀπό τῆς γῆς, ποίαις χρησάμενος βαθμίσι, ποίοις πτεροῖς πετασθείς ὑψώθης πρός οὐρανούς, ποίου ἅρματος ἐπιβάς, ἐν σώματι ὤν χωρίς σώματος, ὑπερέβης αὐτούς, ποία σε νεφέλη ὑπέλαβε. Δεῖξον ἡμῖν ταῦτα καί δίδαξον ὑπέρ τῶν τοιούτων ἡμᾶς καί τότε δεξόμεθά σε περί Θεοῦ μετρίως πως καί μετά φόβου καί τρόμου λέγοντα. Εἰ δέ χωρίς τῶν εἰρημένων τούτων, τῶν ἀεί μυστικῶς γινομένων ἐν τοῖς εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος ἀναδεδραμηκόσι Χριστοῦ, και πρό τῆς πράξεως τῶν ἐντεταλμένων ὑπό Θεοῦ φθέγξασθαι τολμηρῶς ἐπιχειρήσεις, ὡς μαινόμενον καί ἔκφρονα καί δαιμονῶντά σε ἀποστραφησόμεθα, ἐπειδή οὔτε Ἠλίας ἄνευ τοῦ φλογεροῦ ἅρματος ἐκείνου σωματικῶς πρός οὐρανόν ἤρθη, οὔτε ὁ Δεσπότης ἡμῶν καί Θεός ἄνευ τῆς ὑπολαβούσης αὐτόν νεφέλης τοῦ Πνεύματος.

Καίτοι καί τόν Ἠλίαν αὐτόν δίχα τοῦ ὀφθέντος ἅρματος, ὥσπερ τόν Ἐνώχ, μεταθεῖναι ἀπό τῆς γῆς εἰς οὐρανόν ἴσχυε καί αὐτός πάλιν ὁ Δεσπότης ἄνευ νεφέλης καί τῶν συνεπομένων ἀγγέλων εἰς οὐρανούς ἀνελθεῖν ἠδύνατο, ἀλλά τοῦτο οὐ ποιεῖ. Τί τοῦτο; Ἵνα διδάξῃ ἡμᾶς ὅτι καί ὁ νοῦς ἡμῶν δέεταί τινος πάντως τοῦ ἀναφέροντος αὐτόν εἰς τόν οὐρανόν καί τά ἐκεῖσε θεάματα ὑποδεικνύοντος αὐτῷ καί τά μυστήρια τοῦ Θεοῦ ἐκκαλύπτοντος· ὡς γάρ οὐκ ἐνδέχεται ἄνευ πτερύγων εἰς ὕψος πετασθῆναι πτηνόν, οὕτως οὐδέ νοῦν ἀνθρώπου ἀναβῆναι πρός τά ἐξ ὧν ἐξέπεσεν, εἰ μή τόν προάγοντα καί ἀναφέροντα αὐτόν σχῇ. Ἄλλως δέ καί ἵνα δι’ αὐτῶν τῶν ἔργων πιστώσηται τήν τοῦ δούλου καί τήν ἰδίαν ὁ Δεσπότης ἀνάληψιν καί εἰς οὐρανούς ἄνοδον καί διδάξῃ ἡμᾶς μή λόγοις μόνοις ἐξαπατᾶσθαι καί πάντα ἄνθρωπον πιστεύειν πνευματικόν ἑαυτόν εἶναι λέγοντα, ἀλλά ἀπό τοῦ βίου καί τῶν πράξεων αὐτοῦ πρότερον βεβαιουμένους, καί μάλιστα ἐάν ταῖς τοῦ Κυρίου καί τῶν ἀποστόλων καί τῶν ἁγίων πατέρων διδασκαλίαις συνᾴδωσιν οἱ λόγοι αὐτοῦ καί αἱ πράξεις, καί τηνικαῦτα προσδέχεσθαι καί ἀκούειν τούς λόγους αὐτοῦ ὡς λόγους Χριστοῦ· εἰ δ’ οὖν, ἀλλ’ εἰ καί νεκρούς ἀνιστᾷ, κἄν μυρία ἄλλα θαύματα ἐπιδείκνυται, ὡς δαίμονα αὐτόν ἀποστρέφεσθαι καί μισεῖν, καί μάλιστα ὅταν νουθετούμενον μή καταδεχόμενον ὁρῶμεν μεταθεῖναι τό ἴδιον φρόνημα, ἐλλ’ ἔτι ἐμμένοντα τῇ πεπλανημένῃ γνώσει αὐτοῦ καί εἰς οὐρανούς οἰόμενον τό πολίτευμα καί τήν διαγωγήν ἔχειν.

Οὕτω γάρ ἄνωθεν ὑπό τῶν ἀποστόλων Χριστοῦ καί τῶν θεσπεσίων πατέρων ἡμῶν τῆς θεοπνεύστου μυσταγωγηθέντες διδασκαλίας, ἀποτρεπόμεθα τάς διακένους τῶν εἰς μηδέν ἕτερον εὐκαιρούντων, ἤ εἰς τό περιεργάζεσθαι καί πολυπραγμονεῖν τά καί ἀγγέλοις ἀνέφικτα, κενοφωνίας· κρατοῦμεν δέ τήν ὁμολογίαν ἡμῶν τῆς πίστεως ἀσινῆ καί ἀκράδαντον, ἥν ἄνωθεν παρ’ αὐτῶν παρελάβομεν, τήν ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι τῆς μιᾶς θεότητος καί ἀσυγχύτου καί ἀδιαιρέτου Τριάδος, ἐν ᾗ βεβαπτίσμεθα, δι’ ἧς καί ζῶμεν κάι γινώσκομεν καί νοοῦμεν, ὑφ’ ἥν καί ἐσμεν καί εἰς αἰῶνας αἰώνων ἐσόμεθα, ὡς ἐξ αὐτῆς ἐσχηκότες τό εἶναι καί τό εὖ εἶναι τῆς τό πᾶν ἐξ οὐκ ὄντων παραγαγούσης σοφίᾳ, μεθ’ ἧς καί μετασταίημεν τῶν ἐνταῦθα εἰς γαληνούς λιμένας ζωῆς ἀκηράτου, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία καί ὁ χῶρος τῶν ἑορταζόντων ἐν Πνεύματι, ᾗ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ. Καί κατά τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος.
Προηγούμενο: ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΒΙΒΛΟΣ ΤΩΝ ΘΕΟΛΟΓΙΚΩΝ
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος