Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΘΕΟΛΟΓΙΚΟΣ ΤΡΙΤΟΣ. Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός, καί εἴ τι ὁ Υἱός, τοῦτο καί τό Πνεῦμα τό Ἅγιον, καί ὅτι ἕν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καί ὁμόθρονον.
Προηγούμενο: ΘΕΟΛΟΓΙΚΟΣ ΠΡΩΤΟΣ. Καί κατά τῶν τιθεμένων τό πρῶτον ἐπί τοῦ Πατρός.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ. Καί κατά τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος.

Ὁ ἄνωθεν εἰληφώς τήν τοῦ Θεοῦ αἴνεσιν ἐν τῷ στόματι διά παντός περιφέρειν, ὁ ἀνοίγων τό στόμα αὐτοῦ καί ἑλκύων πνεῦμα ζωῆς, εὐρυχωρότερον σπουδάζει τοῦτο καθ’ ὥραν ποιεῖν εἰς ἀφθονωτέραν ὑποδοχήν τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, περί οὗ εἴρηται· «Πλάτυνον τό στόμα σου καί πληρώσω αὐτό». Τοίνυν καί ὁ γενέσθαι τοιοῦτος ἀξιωθείς ἀπό τοῦ Θεοῦ δύναται ἐντετυπωμένην ἅπαξ καί οἱονεί ἐσφραγισμένην τῷ ἡγεμονικῷ τῆς ψυχῆς τήν περί Θεοῦ ἔννοιαν ἔχειν διά παντός ἐνυπάρχουσαν τῇ ψυχῇ, δύναται δέ καί κατά τήν ἀποστολικήν ὑποθήκην πάντοτε χαίρειν, ἀδιαλείπτως προσεύχεσθαι, ἐν παντί εὐχαριστεῖν, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, κἄν εἴτε ἐσθίῃ, κἄν εἴτε πίνῃ, ὑπό τοῦ ἄρτου δηλαδή τῆς ζωῆς διηνεκῶς τρεφόμενός τε καί δυναμούμενος. Τοῦ τοιούτου καθεύδοντος ἡ καρδία ἐγρήγορε καί ἐγρηγορότος οὐδέποτε τοῦ Θεοῦ καθ’ οἱονδήποτε τρόπον χωρίζεται· καί τοῦτο δηλῶν ὁ Ἀπόστολος λέγει· «Ὁ κολλώμενος τῇ γυναικί ἕν σῶμά ἐστι καί ὁ κολλώμενος τῷ Κυρίῳ ἕν πνεῦμά ἐστι». «Πνεῦμα γάρ ὁ Θεός καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί ἀληθείᾳ δεῖ προσκυνεῖν». Τοιγαροῦν καί ὁ οὕτω συναφθείς πενυματικῶς τῷ Θεῷ, ὥστε ἕν πνεῦμα γενέσθαι μετ’ αὐτοῦ, ἁμαρτάνειν οὐ δύναται· φησί γάρ ἡ θεολόγος φωνή· «Εἰς τοῦτο ἐφανερώθη ὁ Υἱός τοῦ Θεοῦ, ἵνα τάς ἁμαρτίας ἡμῶν ἄρῃ καί ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι· πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει, πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν οὐδέ ἔγνωκεν αὐτόν». Καί πάλιν· «Πᾶς ὁ γεγενημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καί οὐ δύναται ἁμαρτάνειν ὅτι ἐκ Θεοῦ γεγέννηται».

Εἰ οὖν πᾶς ὁ ἁμαρτάνων τόν Θεόν οὐχ ἑώρακεν οὐδέ ἔγνωκεν αὐτόν, ὁ δέ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, τέκνον χρηματίζων αὐτοῦ, θαυμάζειν μοι ἔπεισιν ἐπί τούς πολλούς τῶν ἀνθρώπων, οἵ πρό τοῦ γεννηθῆναι ἐκ τοῦ Θεοῦ καί τέκνα χρηματίσαι αὐτοῦ θεολογεῖν καί περί Θεοῦ λέγειν οὐ φρίττουσι. Διά δή τοῦτο καί ὅταν περί θείων καί ἀνεφίκτων πραγμάτων ἀκούω τούτων τινάς φιλοσοφοῦντας καί ἀνάγνως θεολογοῦντας καί τά περί Θεοῦ καί τά κατ’ αὐτόν ἐξηγουμένους ἄνευ τοῦ συνετίζοντος Πνεύματος, φρίττει μου τό πνεῦμα καί οἱονεί ἔξω ἐμαυτοῦ γίνομαι, ἀναλογιζόμενος καί σκοπῶν τό πᾶσιν ἀκατάληπτον τῆς θεότητος καί ὅπως, τά ἐν ποσίν ἀγνοοῦντες καί αὐτούς ἡμᾶς, περί τῶν ἀνεφίκτων ἡμῖν ἀφοβίᾳ Θεοῦ καί τόλμῃ φιλοσοφεῖν προθυμούμεθα, καί ταῦτα κενοί Πνεύματος ὄντες τοῦ ταῦτα φωτίζοντος ἤ καί ἀναπτύσσοντος καί αὐτό τοῦτο τό περί Θεοῦ λέγειν τι ἁμαρτάνοντες. Εἰ γάρ τό γνῶναι μόνον ἕκαστον ἑαυτόν χαλεπόν καί κομιδῇ ὀλίγοις φιλοσοφούμενον, μικροῦ δέ οὐδ’ ὀλίγοις ἐν τῷ καιρῷ τούτῳ καί τῇ γενεᾷ ταύτῃ, ἡνίκα καί ὁ τῆς φιλοσοφίας ἔρως ἐσβέσθη τῇ βιαίᾳ φορᾷ καί ἀντιπνεύσει τῆς κατασχούσης ἡμᾶς ἀμελείας καί τῶν πραγμάτων τοῦ βίου, ἀνταλλαττομένοις τῶν αἰωνίων τά μηδενός ἄξια καί μηκέτ’ ὄντα ἤ οὐδαμῶς ὄντα, ἄλλοτε ἄλλως μετατυπούμενα καί ὅρον μή ἔχοντα στάσεως, πολλῷ μᾶλλον τό γνῶναι Θεόν χαλεπώτερον καί προσέτι πάντῃ ἄλογον καί ἀσύνετον καί φύσιν Θεοῦ καί οὐσίαν ἐξερευνᾶν. Ἀλλά τί τά ἑαυτῶν ἀφέντες, ὦ οὗτοι, καλῶς διατίθεσθαι, τά περί Θεοῦ καί τῶν θείων ἐξερευνᾶτε; Μεταβῆναι δεῖ πρῶτον ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τήν ζωήν, εἶθ’ οὕτω δέξασθαι σπέρμα ἐν ἑαυτοῖς ἄνωθεν τοῦ ζῶντος Θεοῦ καί γεννηθῆναι ὑπ’ αὐτοῦ, ὡς χρηματίσαι τέκνα αὐτοῦ, καί ἑλκύσαι Πνεῦμα ἐν τοῖς ἐγκάτοις καί οὕτως ἐλλαμπομένους τά περί Θεοῦ φθέγγεσθαι, καθόσον οἷόν τε καί ἀπό Θεοῦ ἐλλαμπόμεθα.

Τό δέ νῦν ἔχον πίστευέ μοι εἰς ἕνα Θεόν, ὁ καί οὕτω θεολογεῖν ἐφιέμενος, τόν μή παρ’ ἑτέρου γεγονότα τινός (οὐδέ γάρ ἦν πρό αὐτοῦ τι πρεσβύτερον οὔτε γέγονε), μήτε πεποιηκότα ἑαυτόν, ὥς τινες τῶν λίαν ἀνοήτων ὑπέλαβον (αὐτομάτως γάρ τό μή ὄν γενέσθαι ἀδύνατον), τόν ἀεί ὄντα καί προόντα καί ἀϊδίως ἐσόμενον ἕνα Θεόν ἐν τρισίν ὑποστάσεσιν. Οὐδέ γάρ ἀνυπόστατον τόν ἐνυπόστατον καί τρισυπόστατον φαίη τις ἄν, πρεσβεύων ὀρθῶς τήν ἀλήθειαν, ἀλλ’ ἐκ τῶν κατ’ αὐτόν τά ὑπέρ αὐτόν διδασκόμενος ἐν τρισίν ὁμοουσίοις προσώποις προσκυνεῖ τήν μίαν θεότητα. Εἰ γάρ τό κατ’ εἰκόνα τοῖς πάθεσι μή συνέχεέ τε καί συνεζόφωσε, πρῶτον μέν ἐπιγνούς ἐπίσταται ἑαυτόν ὅτι δή ψυχήν ζῶσαν καί ἐνυπόστατον παρά τοῦ κτίσαντος εἴληφεν, αὕτη δέ τριμερής ἐστι, νοῦν καί λόγον τά συνεπόμενα ἔχουσα· καί οὕτως ἐκ τῶν κατ’ αὐτόν τά περί Θεοῦ νῷ σοφωτάτῳ καί λαμπροτάτῳ νοεῖ. Κινεῖται γάρ νοεῖν ἀπό τοῦ κινοῦντος ἄνωθεν Πνεύματος ὅτι δή ὁ Θεός καί Πατήρ, ὁ τό πᾷν ἐξ οὐκ ὄντων τῷ ἑαυτοῦ Λόγῳ ὑποστησάμενος καί δυνάμει τοῦ Πνεύματος αὐτοῦ συνέχων αὐτό καί διακρατῶν, γεννᾷ τόν ὁμοούσιον ἀχρόνως καί ἀϊδίως Υἱόν μηδαμῶς ἐξ αὐτοῦ χωριζόμενον, μεθ’ οὗ καί τό θεῖον Πνεῦμα συνεκπορεύεται, ὁμούσιον ὄν τῷ Υἱῷ, ἐξ ὁμοουσίου Πατρός. Οὕτω δέ καλῶς περί Θεοῦ νοῶν καί ἅμα ὁμολογῶν, κατ’ εἰκόνα τοῦ κτίσαντος ἑαυτόν ἀποδείκνυσι ψυχήν λογικήν τε καί νοεράν καί ἀθάνατον περιφέροντα, νῷ καί λόγῳ τοῖς ὁμοουσίοις καί ἐνυποστάτοις δεδημιουργημένην· εἰ δ’ οὖν, ἀλλ’ ἄνουν πάντως καί ἄλογον κατηγορεῖ ἑαυτόν. Πόθεν γάρ ἄν ἄλλοθεν καί ἐκ ποίων ἄρα τῶν χαρακτήρων κατ’ εἰκόνα τοῦ κτίσαντος ἔσται, τῶν θείων ἐμπίπτων ἰδιωμάτων; Εἰ δέ ταῦτα μέν τις ἑαυτῷ προσμαρτυρεῖ καί ὀρθῶς ἐπιγράφεται, τόν δέ ποιητήν ἑαυτοῦ καί Θεόν ἀλόγως τῶν εἰρημένων ἀποστερεῖ τό γε ἐφ’ ἑαυτόν, οὐδέν μοι τῶν ἐθνικῶν διενήνοχε ὁ τοιοῦτος· ὀκνῶ γάρ εἰπεῖν κτηνῶν ἤ ἑρπετῶν καί θηρίων.

Ἔγωγε οὖν πιστεύω ὅτι, ὥσπερ οὐ προϋπέστη ἤ προϋφίσταται ἡ ψυχή τοῦ νοός ἤ ὁ νοῦς τοῦ ἐξ αὐτοῦ γεννωμένου λόγου, ἀλλ’ ἅμα μέν ἔχουσι τό εἶναι ὑπό Θεοῦ, ὁ δέ νοῦς τόν λόγον ἀπογεννᾷ καί ἐξάγει δι’ αὐτοῦ τήν βούλησιν τῆς ψυχῆς, οὕτως οὐδέ ὁ Πατήρ καί Θεός, ἤ τοῦ Υἱοῦ, ἤ τοῦ Πνεύματος προϋπέστη, ἀλλ’ ὡς ὁ νοῦς ὑπάρχει ἐν τῇ ψυχῇ τόν δέ λόγον ἔχει παρ’ ἑαυτῷ, τῷ ὁμοίῳ τρόπῳ ὁ Θεός καί Πατήρ ἐν ὅλῳ ὑπάρχει Πνεύματι τῷ Ἁγίῳ καί τόν Θεόν Λόγον γεγεννημένον ἔχει ὅλον ἐν ἑαυτῷ· καί καθάπερ ἀδύνατον δίχα ψυχῆς λόγον ἤ νοῦν εἶναι, οὕτως ἀμήχανον Υἱόν σύν Πατρί ἄνευ Ἁγίου λέγεσθαι Πνεύματος. Πῶς γάρ τόν ζῶντα Θεόν δίχα ζωῆς ὑπάρξαι ποτέ; Ζωή γάρ καί ζωοποιόν τό Πνεῦμα τό Ἅγιον. Τοιγαροῦν ὁμολόγει μοι τόν Πατέρα οὐ προόντα γεννῶντα, τόν Υἱόν οὐχ ὕστερον γεννηθέντα ἤ γεγονότα, τό Πνεῦμα τό Ἅγιον ἐκπορευτόν μέν, συναΐδιον δέ καί ὁμοούσιον αὐτῷ σύν Υἱῷ τῷ Πατρί· προσκύνει ὅλον τό Ἅγιον Πνεῦμα ἐν ὅλῳ καί μόνῳ τῷ συνανάρχῳ Πατρί, καί ὅλον τόν Πατέρα ἐν ὅλῳ καί μόνῳ τῷ συναϊδίῳ Υἱῷ καί ὅλον τόν Υἱόν ἐν ὅλῳ καί μόνῳ τῷ Πατρί καί τῷ Πνεύματι, τήν μίαν τρισυπόστατον καί συναΐδιον καί ὁμοούσιον, ἀδιαίρετόν τε καί ἀσύγχυτον οὐσίαν καί φύσιν, ὡς μίαν τῶν ὅλων ἀρχήν καί ἕνα Θεόν τόν δημιουργόν τοῦ παντός, ἐπειδή καί ἐν ὅλῳ τῷ ἐνυπάρχοντί σοι νῷ, ἵν’ ἐκ τῶν κατά σέ τά ὑπέρ σέ μυσταγωγούμενος τῆς εἰκόνος μή ἐπιλάθῃ, ἧς πρός αὐτοῦ ἠξιώθης, ὅλος ὁ λόγος ἐστί καί τό πνεῦμα ἐν τοῖς δυσίν ἡ ψυχή ἀδιαιρέτως, ἀσυγχύτως. Τοῦτο γάρ ἡ εἰκών καί τοῦτο πεπλουτήκαμεν ἄνωθεν τό ἀφομοιωθῆναι Θεῷ τῷ Πατρί καί τήν εἰκόνα φέρειν τοῦ γεγεννηκότος καί κτίσαντος· ταύτῃ γάρ καί ἄνθρωπον προσκυνοῦντες μίαν αὐτῷ προσάγομεν τήν τιμήν, ὡς νοῦν ἔχοντι καί ἐμψύχῳ καί λογικῷ, οὐ διαιροῦντες ἤ προτιμῶντες τούτων ἕν τῶν τριῶν, ἀλλ’ ὡς ἀδιαίρετα ἔχοντι τά τρία ἐν ἑαυτῷ καί ἀσύγχυτα· καί οὐχ ὡς τρία ὄντα, ἀλλ’ ὡς ἄνθρωπον ἕνα, προσκυνοῦμεν καί τιμῶμεν αὐτόν διά τήν κοινήν εἰκόνα τοῦ κτίσαντος.

Οὕτω μοι ἐκ τῶν θείων ἰδιωμάτων ὧν ἐπιφέρῃ νοῶν καί τά περί Θεοῦ τοῦ ταῦτά σοι δωρησαμένου, ὡς ἕνα Θεόν εὐσεβῶς τήν ἁγίαν καί ὁμοούσιον καί συνάναρχον προσκύνει Τριάδα καί ὅρα οἵοις σε τετίμηκεν ὁ Θεός ἀγαθοῖς, δημιουργήσας σε κατ’ εἰκόνα αὐτοῦ καί τοῖς αὐτοῦ συνδοξάσας σε ἰδιώμασιν. Ἰσότιμον ὁμολογοῦμεν καί ὁμοούσιον καί ὁμοδύναμον τόν Πατέρα σύν Υἱῷ καί τῷ Πνεύματι, τήν Ἁγίαν Τριάδα, ὡς μίαν ἀρχήν καί ἐξουσίαν καί κυριότητα· ἰσότιμον ἴσθι καί ὁμότιμον καί ὁμοούσιον τόν ἐν σοί νοῦν σύν τῷ λόγῳ καί τῇ ψυχῇ, ὡς μιᾶς ὄντα οὐσίας καί φύσεως. Τοῦτο γάρ ἡ τιμή καί τό εἶναι ἀπό Θεοῦ, ἵν’ ὡς πατέρα καί δημιουργόν οἱ ἐξ αὐτοῦ γεννηθέντες καί γεγονότες γνωρίζωμεν καί σεβώμεθα τόν Θεόν. Τοίνυν καί εἰ ἑνός λείπετε τούτων ὁ ἄνθρωπος τῶν τριῶν, ἄνθρωπος εἶναι οὐ δύναται· κἄν γάρ τόν νοῦν συστείλῃς, συνέστειλες αὐτῷ καί τόν λόγον καί ἔσται ἄνους καί ἄλογος· κἄν τήν ψυχήν, συνανεῖλες ταύτῃ τόν νοῦν καί τόν λόγον· κἄν μόνον ἐνδιάθετον λόγον, ἀνενέργητον τό ὅλον ζῷον πεποίηκας. Νοῦς γάρ μή προϊέμενος λόγον οὐδέ λόγον ἑτέρου εἰσδέξεται· πῶς γάρ, ὁ ἅπαξ κωφευθείς καί τῆς οἰκείας παρακινηθείς φύσεως; Καθάπερ γάρ τό ἀναπνεῖν ἡμεῖς φυσικῶς ἔχομεν καί τό πνεῦμα ἐν ἡμῖν αὐτοῖς, καί ἐάν μή, ἀλλ’ ἐκλείπομεν ἅμα, οὕτω καί ὁ νοῦς τό λογιστικόν φυσικῶς ἔχειν ἐν ἑαυτῷ, οὐ μήν ἀλλά γάρ καί τό τόν λόγον ἀπογεννᾶν· ἐάν οὖν τοῦ φυσικῶς ἀπογεννᾶν στερηθῇ, οἱονεί τεμνόμενος καί διχοτομούμενος τοῦ συνόντος αὐτῷ λόγου, νεκροῦται καί εἰς οὐδέν ἐστι χρήσιμος. Καί ἵνα σαφέστερον, ὅ λέγω, ἐκ τῶν σωματικῶς ἐπισυμβαινόντων ποιήσωμαι, εἰκόνα τοῦ λόγου τήν ὠδίνουσαν τεκεῖν λήψομαι. Καθάπερ οὖν ἡ συλλαβοῦσα τό βρέφος γυνή, ἐάν μή εἰς τόν ἐπιτήδειον φυσικῶς τέκῃ καιρόν, σύν αὐτῶ < τῷ > ἐμβρύῳ ἀπόλλυται, οὕτω δή καί ὁ ἡμέτερος νοῦς τό γεννᾶν ἀεί τόν λόγον φυσικῶς λαβών ἐκ Θεοῦ, ὅν ἀδιαίρετον ἔχει καί συνουσιωμένον ἐν ἑαυτῷ, ἐάν τοῦτον ἀνέλῃς, συνανεῖλες καί τόν τούτου γεννήτορα.

Μετάβηθι τοιγαροῦν, εἰ δοκεῖ, τῇ διανοίᾳ πρός τά πρωτότυπα καί μάθε ἀκριβῶς ὅτι ὁ τόν Υἱόν τοῦ Θεοῦ ἀπαρνούμενος καί αὐτόν ἀπαρνεῖται τόν τούτου γεννήτορα. Ὁ δέ τόν Πατέρα καί τόν Υἱόν ἀπαρνούμενος, πῶς οὐχί καί τοῦ Ἁγίου Πνεύματος ἀρνητήν ἑαυτόν καί μή βουλόμενος ἀποδείκνυσιν; Ὁ τοίνυν ἤ μείζονα ἤ ἐλάττονα ἕνα τούτων τῶν ἄλλων προσώπων ἀποκαλῶν, οὔπω τοῦ βυθοῦ τῶν παθῶν τήν κεφαλήν τοῦ νοός ἀνενήξατο, ἵνα δυνηθῇ βλέψαι τοῖς νοεροῖς ὀφθαλμοῖς καί ἐπιγνῶναι καλῶς ἑαυτόν κἀκεῖθεν μαθεῖν ὅτι, ὡς οὐκ ἔστι μείζων ὁ νοῦς τῆς ψυχῆς, οὐδέ ἡ ψυχή τοῦ νοός, οὐδέ ὁ λόγος τῶν ἀμφοτέρων μείζων ἤ ἔλαττων, οὕτως οὐδέ ὁ Πατήρ τοῦ Υἱοῦ, ἤ ὁ Υἱός τοῦ Πατρός, ἤ τό Πνεῦμα τό Ἅγιον τούτων δή τῶν συνανάρχων καί ὁμοτίμων μεῖζον ἤ ἔλαττόν ἐστιν· ὅλως γάρ ταῦτα ἐν τῇ ἁγίᾳ καί ὁμοτίμῳ Τριάδι οὐ χρή ἐννοεῖν. Ἐννόει μοι, ἄνθρωπε, τά ὑπέρ σέ ἐκ τῶν κατά σέ καί ἀφ’ ὧν εἰκών ἐδείχθης Θεοῦ· τῶν ἄλλων ἁπάντων κτισμάτων ὑπερτιμηθείς τῇ τοῦ λόγου ἀξίᾳ, δι’ οὗ καί ἄρχεις καί βασιλεύεις αὐτῶν, ἴσθι ὅτι, ὥσπερ ὁ νοῦς ὁ ἀνθρώπινος διά τοῦ λόγου - καλόν γάρ ἀεί καί διά παντός τοῦ λόγου ἐν τοῖς αὐτοῖς διατρίβειν, ὡς ἀν δυνηθῇς τρανωθῆναι τά αἰσθητήρια καί γνῶναι καλῶς τά ἐν σοί κεκρυμμένα τῆς βασιλείας μυστήρια - καί ἡ ψυχή διά τῶν δύο τούτων γνωρίζεται, οὕτω καί ὁ Θεός καί Πατήρ διά τοῦ μονογενοῦς Υἱοῦ καί Λόγου αὐτοῦ, καί τό Πνεῦμα τό Ἅγιον διά τῶν συναϊδίων Πατρός καί Υἱοῦ ἐγνωρίσθη ἡμῖν τοῖς πιστοῖς καί γνωρίζεται.

Καί καθάπερ τοῦ νοῦ τόν λόγον γεννῶντος, τό τῆς ψυχῆς θέλημα, ὡς κοινόν ἀμφοτέρων, τοῖς ἀκούουσι γνώριμον γίνεται ἤ διά ζώσης φωνῆς ἤ διά γραμμάτων, μή συγχεομένων αὐτῶν δηλαδή ἤ διαιρουμένων εἰς τρία, ἀλλ’ ἐν ἑνί ἑκάστῳ ἅμα τῶν τριῶν νοουμένων ἤ ὁρωμένων ἐν μιᾷ τῇ οὐσίᾳ καί ἐν ἑνί τῷ θελήματι, οὕτω μοι νόει καί εὐσεβῶς ὁμολόγει καί ἐπί τῆς ἁγίας καί ὁμοουσίου καί ἀδιαιρέτου Τριάδος τόν μέν Πατέρα γεννᾶν ἀφράστως τόν Θεόν Λόγον, ὅν ἐν ἀρχῇ ἔσχεν ἐν ἑαυτῷ καί ἔχει γεγεννημένον ἀχωρίστως καί ὑπέρ λόγον, τόν δέ Υἱόν γεννᾶσθαι τόν ἀεί ἀδιαιρέτως πρός τόν γεννῶντα Πατέρα ὄντα συναϊδίως καί μηδαμῶς ἐξ αὐτοῦ χωριζόμενον, τό δέ Ἅγιον Πνεῦμα ἐκ τοῦ Πατρός ἐκπορεύεσθαι συμφυές ὄν καί συνηνωμένον τοῖς ὁμοουσίοις Πατρί τε καί Υἱῷ, ὡς συμπροσκυνούμενον καί συνδοξαζόμενον αὐτοῖς παρά πάσης πνοῆς. Τούτων ἕν καί τό αὐτό θέλημα γνώριζε, ἐπειδή οὕτω πᾶσι τοῖς ἐλλαμπομένοις ἄνωθεν καί ἡμῖν τοῖς ταπεινοῖς γνωριζόμενόν τε καί ἀποκαλυπτόμενόν ἐστιν ἐν Ἁγίῳ Πνεύματι εὐδοκίᾳ τοῦ Πατρός δι’ Υἱοῦ. Τούτων τήν ὑπερούσιον οὐσίαν τῆς μιᾶς θεότητός τε καί βασιλείας - ἵνα πάλιν ἐπί τοῖς αὐτοῖς γένωμαι, τῇ μνήμῃ καί τῷ λόγῳ ἁγιαζόμενος - τρισυπόστατον πίστευε καί πιστεύων συνομολόγει μοι τρανῶς καί ἀνυποστόλως, ὡς μήτε εἰς ἕν συγχεομένων τῶν τριῶν ὑποστάσεων, μήτε διαιρουμένων εἰς τρία τῶν φυσικῶς ἡνωμένων· ἐν γάρ ἑνί τούτων ἑκάστῳ τά συναμφότερα νοούμενα καθορῶνται, ἐν μιᾷ τῇ οὐσίᾳ καί φύσει καί δόξῃ καί ἑνί θελήματι. Ταῦτα ἕνα Θεόν πίστευε, πάντων ποιητήν καί δημιουργόν ὁρατῶν τε καί ἀοράτων.

Ὁ γάρ πιστεύων ὅτι ὁ Θεός πάντων ἐστί ποιητής καί ὅτι τά πάντα ἐξ οὐκ ὄντων παρήγαγε, τά τε ἐν οὐρανῷ, τά τε ἐπί τῆς γῆς καί τά ἐν τοῖς καταχθονίοις, ὑπό Θεοῦ κτισθείς, μένει τῶν ἰδίων ὅρων ἐντός, τόν πεποιηκότα γινώσκων· καί πρός αὐτόν τόν γενεσιουργόν ἀπό τῆς καλλονῆς ἀναγόμενος τῶν κτισμάτων, ἀνυμνεῖ καί δοξάζει αὐτόν ὡς δημιουργόν τῶν ἁπάντων καί οὐδαμῶς τήν ἀκατάληπτον αὐτοῦ φύσιν περιεργάζεται. Οἶδε γάρ κτίσμα ἑαυτόν ἐκείνου καί τἆλλα πάντα, ὡς εἴρηται, αὐτόν δέ τόν τοῦ παντός ποιητήν, ἄκτιστον, ἄναρχον, ἀκατάληπτον, ἀνερμήνευτον, ἀνεξιχνίαστον, ἀεί ὄντα καί προόντα. Οὐ γάρ ἦν χρόνος ποτέ, ὅτε οὐκ ἦν ὁ Θεός, - τούς γάρ αἰῶνας αὐτός ἐποίησε καί πρό πάσης ἀρχῆς αὐτός ἦν, ὡς μήτε ἀρχήν περί αὐτόν ἐννοεῖσθαι μήτε τέλος εὑρίσκεσθαι - ἀλλ’ ἦν μέν ἄναρχος, ἔστι δέ τῶν ὅλων ἀρχή καί ἔσται ἀϊδίως εἰς ἀπείρους καί ἀτελευτήτους αἰῶνας ὁ ἀπρόσιτος, ὁ ἀόρατος, ὁ ἀνεκδιήγητος, ὁ ἄφραστος, ὁ πᾶσιν ἀκατανόητος τοῖς ὑπ’ αὐτοῦ γενομένοις, ὅς καί ἠγνοήθη ἡμῖν περί πολλούς πρότερον θεούς πλανωμένοις καί λατρεύουσι τῇ κτίσει καί προσκυνοῦσιν εἰδώλοις, γηΐνοις οὖσιν ἔτι καί ταπεινοῖς, ὅς καί κατελεήσας ἡμῶν τήν ἄγνοιαν, τοσοῦτον συγκατέβη τῇ ἀσθενείᾳ ἡμῶν, ὅσον ἵνα γνῶμεν ὅτι ἐστί Θεός τελεία Τριάς, ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι εὐσεβῶς ὀφείλουσι προσκυνεῖσθαι. Ὁποία δέ ἐστι τῇ οὐσίᾳ, ἤ ποδαπή τῇ ἰδέᾳ, ἤ ποῦ, ἤ πόση τῷ μεγέθει, ἤ πῶς τῇ συνουσίᾳ ἤ τῇ ἑνώσει, οὐ μόνον οὐκ ἀνθρώποις ἐννοῆσαι γέγονέ ποτε, ἀλλ’ οὐδέ ταῖς ἄνω δυνάμεσι καταληπτόν ἐξεγένετο τό τῆς ὑπερουσίου φύσεως ἀκατάληπτον.

Καί μή μοι τάς ἀπό τῆς θείας Γραφῆς λέγειν ἐπιχειρήσῃς θεολογίας· πρός γάρ τάς βλασφήμους ἐκεῖναι τῶν αἱρετικῶν ἀντιθέσεις πρός τῶν θεολόγων ἐρρέθησαν. Ἀλλ’ ἐκεῖνο ἐννόει μοι, ὅτι ἀπρόσιτος οὖσα ἡ θεία φύσις καί ἀκατανόητος δηλονότι, τό δέ ἀκατανόητον πάντῃ καί ἄφραστον· αὐτό γάρ πολλάκις, ὅ κατανοοῦμεν τοῦ εἰπεῖν, ἐκφράσαι ὅλως οὐκ ἐφικνούμεθα. Τόν οὖν ἀόρατον καί ἀκατανόητον καί τοῦτο παρά πάσης μαρτυρούμενον τῆς θεοπνεύστου Γραφῆς τίς ἀνθρώπων ἤ ἀγγέλων ἑρμηνεῦσαι ἰσχύσει; Οὐδείς οὐδαμῶς· οὐ γάρ δύναταί ποτε τό μηδέν ὄν ὑπό ἀνθρωπίνης ἐννοίας ἐννοηθῆναι καί ἐνσημανθῆναι ὀνόματι. Παρίστησι δέ πᾶσα θεία Γραφή διά πασῶν τῶν περί Θεοῦ λεγομένων ἐννοιῶν καί λέξεων ὅτι ἔστιν, οὐχ οἷος δέ ἐστι, προσμαρτυροῦσα μόνον αὐτῷ τό ἀεί εἶναι καί τό ὁ ὤν, Θεός ὁ ἀεί ὤν, τρισυπόστατος, παντοδύναμος, παντοκράτωρ, παντεπόπτης, κτίστης καί δημιουργός τῶν ἁπάντων, ἀνενδεής, ὑπερφυής, τοσοῦτον παρ’ ἡμῶν γινωσκόμενος, ὅσον τις πέλαγος ἀόριστον ὑδάτων θαλάσσης, ἐν νυκτί παρά τῶν αἰγιαλόν ἱστάμενος καί λαμπάδα φαίνουσαν κρατῶν, καθορᾷ. Τοῦ γάρ ὅλου τῶν ἀπείρων ἐκείνων θαλασσῶν πόσον οἴει ὁρᾶν τόν τοιοῦτον; Πάντως μικρόν ἤ οὐδέν. Πλήν ὅμως ἀκριβῶς βλέπει τό ὕδωρ ὁποῖον καί ἀπλανῶς, εἰ καί μή ἐφικνεῖται εἰπεῖν ποταπόν. Καί οἶδε μέν ὅτι θάλασσα τό ὁρώμενον καί ὅτι πέλαγος ἀχανές καί ὅτι θεαθῆναι ὅλον ὑπ’ αὐτοῦ τῶν οὐκ ἐνδεχομένων ἐστί· τό δέ ὅλον, εἰ καί μή ὁρᾷ, ἀλλά δοκεῖ πως καθορᾶν ἀπό τοῦ μέρους καί τό ἄπειρον τῶν ὑδάτων τεκμαίρεσθαι.

Εἰ δοκεῖ δέ, καί παραδείγματι ἀμυδρῷ τῷ σκοπῷ τοῦ λόγου χρησόμεθα. Ἐάν οὖν ἄνθρωπός τις πηρός τάς ὄψεις μή θεασάμενός ποτε πηγήν ὕδατος εὑρεθῇ, ἤ τοῦτο αὐτό τό ὕδωρ ὁποῖόν ἐστι μή εἰδώς, ἦν δέ ἄπειρος τούτου καί ἄγευστος· αὐτός δέ ἐξηγοῦ τούτῳ τά περί τῆς φύσεως τῶν ὑδάτων καί ὅτι, φησί, καλόν τό ὕδωρ, λίμνας καί φρέατα καί θαλάσσας ποταμῶν ὑποτιθέμενος· ὁ δέ ἤρετο μαθεῖν τήν φύσιν, τήν ἰδέαν, τήν ποιότητα, αὐτήν αὐτοῦ τήν ποσότητα καί πῶς κινεῖται καί πόθεν τήν ἀρχήν ἔχει και πῶς διά παντός ἐκχεῖται καί οὐκ ἐκλείπει. Τί πρός ταῦτα ἄν τῷ πυνθανομένῳ σου ἀπεκρίθης; Ἔγωγε οὖν οἶμαι, κἄν εἰ λίαν διαβατικώτατος ἦσθα καί θεωρητικώτατος τήν διάνοιαν, οὐδαμῶς παραστῆσαι τῷ λόγῳ ἴσχυσας τήν τούτου ἀρχήν καί οὐσίαν καί κίνησιν, οὐδ’ ὁποῖόν ἐστι τῇ ποσότητι καί ποιότητι διδάξαι τόν ἀπείρως περί τήν μέθεξιν καί θεωρίαν ἔχοντα τοῦ τοιούτου κἄν ποσῶς ἠδυνήθης. Εἰ δέ περί ῥεούσης καί ὁρωμένης καί κρατουμένης οὐσίας οὕτως οὐκ ἐφικνούμεθά τι εἰπεῖν ἤ διερμηνεῦσαι τῷ λόγῳ τοῖς πυνθανομένοις ἡμῶν, τίς ἐστιν ἡ φύσις αὐτῆς καί πόθεν ἤ ἐκ ποίων εἰδῶν τήν σύστασιν ἔχει, πῶς ἄν τις τῶν ἀγγέλων ἤ τῶν ἁπάντων ἁγίων τούς ἀγνοοῦντας τά περί Θεοῦ καί τά κατ’ αὐτόν διδάξαι, οἷός ἐστιν ὁ τό πᾶν οὐσιώσας καί τίνα τά τῆς οὐσίας καί δόξης αὐτοῦ, ἰσχύσει κἄν ὅλως ποτέ; Οὐδείς ἄν οὐδαμῶς. Ὁ δέ γε ἰδεῖν κἄν ποσῶς ἀξιωθείς τόν Θεόν ἐν τῇ ἀπροσίτῳ δόξῃ τοῦ ἀπείρου καί θείου φωτός αὐτοῦ τῷ τρόπῳ ᾧ προειρήκαμεν, διδασκαλίας ἑτέρου οὐ δεηθήσεται· ἔχει γάρ αὐτόν ὅλον ἐν ἑαυτῷ μένοντα καί κινούμενον καί λαλοῦντα καί μυσταγωγοῦντα αὐτόν τά κεκρυμμένα τούτου μυστήρια κατά τό ὑπ’ αὐτοῦ εἰρημένον ὁσιώτατον λόγιον· «Τό μυστήριόν μου, φησίν, ἐμοί καί τοῖς ἐμοῖς».

Ἄλλως δέ θεάσασθαι τοῦτον ἀμήχανον εἰ μή διά τῆς τῶν ἐντολῶν αὐτοῦ ἀκριβοῦς φυλακῆς, μή παραφθειρομένης δηλονότι τῇ ἀμελείᾳ καί καταφρονήσει τῆς ἐργασίας αὐτῶν ἐν μηδενί μηδαμῶς, ἀλλά διατηρουμένης καί ἐργαζομένης ἐμμελῶς καί σπουδαίως. Τοιγαροῦν «καί ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν» «οὐ μακράν εὑρεθήσονται τῆς βασιλείας τῶν οὐρανῶν» ἀλλά κατά ἀναλογίαν τῆς σπουδῆς καί τῆς μετά προθυμίας καί ἐν χαρᾷ ἐργασίας αὐτῶν, ἤ συντομώτερον ἤ βραδύτερον, πλεῖον ἤ ἔλαττον, τόν μισθόν τῆς θεοπτίας κομίσονται καί κοινωνοί θείας γενήσονται φύσεως καί θεοί καί θέσει καί υἱοί Θεοῦ χρηματίσουσιν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καί τό κράτος σύν τῷ Πατρί καί τῷ παναγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΘΕΟΛΟΓΙΚΟΣ ΤΡΙΤΟΣ. Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός, καί εἴ τι ὁ Υἱός, τοῦτο καί τό Πνεῦμα τό Ἅγιον, καί ὅτι ἕν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καί ὁμόθρονον.
Προηγούμενο: ΘΕΟΛΟΓΙΚΟΣ ΠΡΩΤΟΣ. Καί κατά τῶν τιθεμένων τό πρῶτον ἐπί τοῦ Πατρός.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος