Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: α΄. Μερική τις φυσιολογία περί τῆς τοῦ κόσμου κτίσεως καί τῆς πλάσεως τοῦ Ἀδάμ.
Προηγούμενο: ΒΙΒΛΟΣ ΤΩΝ ΗΘΙΚΩΝ
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ Α΄.

Ἅ μέν οὖν ἀπολογήσασθαι καί εἰπεῖν ἔδει πρός τούς ἀντιδιατιθεμένους ἡμῖν καί τάς πικράς γλωσσαλγίας αὐτῶν αἷς τό προσπεσόν ἅπαν ὁμοῦ κατασύρεται, κἄν εἴ τι τῶν τιμιωτέρων ἐστίν, ἱκανῶς ἔχει καί ὡς ὁ Λόγος τόν λόγον εὐώδωσεν, ἵνα μή ἐξ ἡμῶν ᾗ τά τῆς εὐδρομίας τοῦ λόγου καί τῶν εὐστόχων βολίδων αὐτοῦ, ἀλλ’ ἤ ἄνωθεν καί ἀπό τῆς τοῦ Πνεύματος συμμαχίας, παρ’ οὗ πᾶσιν εὐοδοῦται τό κατορθούμενον. Χρεών δέ ἄρτι τῆς πρός ἐκείνουτς λήξαντας στάσεως ἰδεῖν καί κατασκοπῆσαι καί σκέψασθαι τίνα τά ὑπό Θεοῦ χαρισθέντα ἡμῖν, Παύλῳ τῷ θείῳ πειθομένους, τίς ὁ πλοῦτος τῆς πρός ἡμᾶς αὐτοῦ ἀγαθότητος, ὅν ἡμῖν ἀπ’ ἀρχῆς ἐχαρίσατο κτίσεως, τίς ἡ πλάσις ἡμῶν καί πῶς παρέβημεν τήν δοθεῖσαν ἄνωθεν ἐντολήν καί τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν ἐξεπέσομεν, τίς δέ ὁ νῦν βίος καί τίς ὁ κόσμος οὗτος ὑφ’ ὅν καί μεθ’ ὅν τό πᾶν ὁρᾶται κινούμενον, καί τίνα τά μετά ταῦτα διαδεξόμενα τούς προσκυνητάς τῆς Τριάδος ἡμᾶς. Ἄρξομαι δέ ἐντεῦθεν, ἀρχήν τοῦ λόγου ποιούμενος τόν Θεόν.



Ἑπόμενο: α΄. Μερική τις φυσιολογία περί τῆς τοῦ κόσμου κτίσεως καί τῆς πλάσεως τοῦ Ἀδάμ.
Προηγούμενο: ΒΙΒΛΟΣ ΤΩΝ ΗΘΙΚΩΝ
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος