Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.
Προηγούμενο: ΛΟΓΟΣ Α΄.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

α΄. Μερική τις φυσιολογία περί τῆς τοῦ κόσμου κτίσεως καί τῆς πλάσεως τοῦ Ἀδάμ.

Ὁ Θεός οὐχί τόν παράδεισον μόνον, ὡς ἄν τινες οἴονται, τοῖς πρωτοπλάστοις δέδωκεν ἐξ αὐτῆς ἀρχῆς, οὔτε ἄφθαρτον μόνον ἐκεῖνον ἐδημιούργησεν, ἀλλά πολλῷ μᾶλλον πρό ἐκείνου τήν ἅπασαν γῆν, ταύτην δή ἥν ἡμεῖς κατοικοῦμεν, καί τά ἐν τῇ γῇ ἅπαντα, οὐ μήν ἀλλά καί τόν οὐρανόν καί τά ἐν αὐτῷ ἐν πέντε ἡμέραις παραγαγών, τῇ ἕκτῃ ἡμέρα ἔπλασε τόν Ἀδάμ καί πάσης τῆς ὁρωμένης κτίσεως κύριον αὐτόν καί βασιλέα κατέστησε. Καί οὔτε ἡ Εὔα παραχθεῖσα ἦν τότε οὔτε μήν ὁ παράδεισος, ἀλλ’ οὕτος ὁ κόσμος ὥσπερ τις παράδεισος ὑπό τοῦ Θεοῦ γέγονεν εἷς, ἄφθαροτος μέν, ὑλικός δέ καί αἰσθητός παραχθείς· τοῦτον, ὡς εἴρηται, τῷ Ἀδάμ καί τοῖς ἐξ αὐτοῦ εἰς ἀπόλαυσιν δέδωκεν. Ἀλλά μή φανῇ σοι τοῦτο παράδοξον, ἀνάμεινον δέ τόν λόγον καί ἐξ αὐτῆς τῆς θείας Γραφῆς ἀποδείξει τοῦτο σαφέστατα. Γέγραπται γάρ· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός τόν οὐρανόν καί τήν γῆν· ἡ δέ γῆ ἦν ἀόρατος καί ἀκατασκεύαστος». Καθεξῆς δέ τά λοιπά ἅπαντα ἔργα τῆς τοῦ Θεοῦ δημιουργίας ἀκριβῶς ἐξηγούμενος, μετά τό εἰπεῖν· «Καί ἐγένετο ἑσπέρα καί ἐγένετο πρωΐ, ἡμέρα πέμπτη», ἐπήγαγε· «Καί εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καί καθ’ ὁμοίωσιν καί ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καί τῶν πετεινῶν τοῦ οὐρανοῦ καί τῶν κτηνῶν καί πάσης τῆς γῆς καί πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπί τῆς γῆς. Καί ἐποίησεν ὁ Θεός τόν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καί θῆλυ ἐποίησεν αὐτους». Ἄρσεν δέ καί θῆλυ λέγει οὐχ ὡς τῆς Εὔας ἤδη γενομένης, ἀλλ’ ὡς ἐν τῇ τοῦ Ἀδάμ πλευρᾷ οὔσης καί αὐτῷ συνούσης· καί τοῦτο μετά ταῦτα σαφέστερον γνώσεσθε. «Καί εὐλόγησεν αὐτούς ὁ Θεός λέγων· αὐξάνεσθε καί πληθύνεσθε καί πληρώσατε τήν γῆν καί κατακυριεύσατε αὐτῆς καί ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καί τῶν πετεινῶν τοῦ οὐρανοῦ καί πάντων τῶν κτηνῶν καί πάσης τῆς γῆς καί πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπί τῆς γῆς».

Ὁρᾷς πῶς τοῦτον ὅλον τόν κόσμον, ὡς ἕνα παράδεισον, τῷ ἀνθρώπῳ ἐξ ἀρχῆς δέδωκεν ὁ Θεός; Ποίαν γάρ ἄλλην γῆν λέγει, εἰ μή ταύτην ἐν ᾗ καί νῦν, ὡς εἴρηται κατοικοῦμεν ἡμεῖς, ἑτέραν δέ οὐδαμῶς; Διό καί ἐπιφέρων φησί· «Καί εἶπεν ὁ Θεός· Ἰδού δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω τῆς γῆς· καί πᾶν ξύλον ὅ ἔχει ἐν ἑαυτῷ καρπόν σπέρματος σπορίμου ὑμῖν ἔσται εἰς βρῶσιν καί πᾶσι τοῖς θηρίοις τῆς γῆς καί πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καί παντί ἑρπετῷ ἕρποντι ἐπι τῆς γῆς». Εἶδες πῶς τά ὁρώμενα ἅπαντα, τά τε ἐν τῇ καί τά ἐν τῇ θαλάσσῃ, τῷ Ἀδάμ καί ἡμῖν τοῖς ἐξ αὐτοῦ δέδωκεν εἰς ἀπόλαυσιν καί οὐχί τόν παράδεισον μόνον αὐτῷ ἐχαρίσατο; Ὅσα γάρ τῷ Ἀδάμ εἶπεν, ὡς πρός πάντας ἡμᾶς ταῦτα ἔλεγε, καθώς καί πρός τούς ἀποστόλους ὕστερον ὁ αὐτός διά τοῦ ζῶντος Λόγου ἔφη· «Ἅ δέ λέγω ὑμῖν, πᾶσι λέγω», ὡς εἰδώς ὅτι εἰς ἄπειρα πλήθη καί ἀναρίθμητα ἔμελλε τό γένος ἡμῖν πληθυνθῆναι ἐπί τῆς γῆς. Εἰ γάρ καί παραβάντες τήν ἐντολήν αὐτοῦ καί βιοῦν καί ἀποθνῄσκειν κατακριθέντες εἰς τοσοῦτον πλῆθος οἱ ἄνθρωποι ἐγενόμεθα, ἐννόει μοι ὅσοι ἔμελλον εἶναι οἱ ἀπό κτίσεως κόσμου γεννηθέντες, εἰ μή ἀπέθανον, ὁποίαν δέ ζωήν καί διαγωγήν ἔχειν ἐν ἀφθάρτῳ κόσμῳ ἄφθαρτοι διατηρούμενοι καί ἀθάνατοι, ἀναμάρτητον δηλονότι καί ἄλυπον, ἀμέριμνόν τε καί ἄμοχθον διανύοντες βίον, ὅπως τε κατά προκοπήν τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Θεοῦ καί τῆς ἐργασίας τῶν ἀγαθῶν ἐννοιῶν εἰς τελειοτέραν ἔμελλον ἀνάγεσθαι κατά καιρόν δόξαν τε καί ἀλλοίωσιν, πλησιάζοντες τῷ Θεῷ καί τάς πηγαζούσαις αὐγαῖς τῆς θεότητος, τήν μέν ψυχήν λαμπροτέραν ἑκάστου γίνεσθαι, τό δέ αἰσθητόν καί ὑλῶδς σῶμα εἰς ἄυλον καί πνευματικόν ὑπέρ αἴσθησιν πᾶσαν μεταποιεῖσθαί τε καί μεταβάλλεσθαι· ὁπόση δέ καί ἡ ἐκ τῆς μετ’ ἀλλήλων διαγωγῆς εὐφροσύνη καί ἀγαλλίασις ἡμῖν προσγίνεσθαι ἔμελλεν, ἄρρητος πάντως τῷ ὄντι καί λογισμοῖς ἀνεπίβατος.

Ἀλλ’ ἐπί τό προκείμενον ἐπανέλθωμεν. Ὥσπερ οὖν χώραν μίαν ἤ ἀγρόν ἕνα, ἵνα τά αὐτά πάλιν εἴπω, οὕτω τόν κόσμον ἅπαντα τῷ Ἀδάμ, ὡς εἴρηται, ἐχαρίσατο. Ταῦτα δέ ἐν ταῖς ἕξ ἡμέραις συνετέλεσεν ὁ Θεός· καί ἄκουε τῆς θείας Γραφῆς τοῦτο δηλούσης σαφέστατα. Μετά γάρ τό εἰπεῖν· «Καί ἐποίησεν ὁ Θεός τόν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καί θῆλυ ἐποίησεν αὐτούς καί εὐλόγησεν αὐτούς» καί τά λοιπά καθεξῆς, τότε ἐπήγαγεν οὕτως εἰπών· «Καί εἶδεν ὁ Θεός πάντα ὅσα ἐποίησεν καί ἰδού καλά λίαν· καί ἐγένετο ἑσπέρα καί ἐγένετο πρωΐ, ἡμέρα ἕκτη· καί συνετέλεσεν ὁ Θεός ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τά ἔργα αὐτοῦ ἅ ἐποίησε, καί κατέπαυσεν ὁ Θεός ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπό πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεός ποιῆσαι». Εἶτα βουλόμενος διδάξαι ἡμᾶς ὅπως ἐποίησε τόν ἄνθρωπον ὁ Θεός καί πόθεν, ἀνακεφαλαιωσάμενος τόν λόγον, οὕτω πως πάλιν φησίν· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καί γῆς, ὅτε ἐγένετο»· καί μετ’ ὀλίγα· «Καί ἔπλασεν ὁ Θεός τόν ἄνθρωπον χοῦν ἀπό τῆς γῆς», ὅπερ χρή ἐννοεῖν οὕτως· ἐποίησε δέ ὁ Θεός τόν ἄνθρωπον χοῦν λαβών ἀπό τῆς γῆς, «καί ἐνεφύσησεν εἰς τό πρόσωπον αὐτοῦ πνοήν ζωῆς καί ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχήν ζῶσαν».

Τόν οὖν τρόπον τῆς δημιουργίας δῆλον ποιήσας ἡμῖν, τότε καθάπερ ἄνθρωπός τις βασιλεύς ἤ ἄρχων καί πλούσιος τήν ὑπ’ αὐτοῦ δεσποζομένην χώραν καί γῆν οὔτε πόλιν πᾶσαν περιτειχίσας μόνον ποιεῖ, οὔτε οἶκον ἕνα περιφράξας ὅλην ἀποτελεῖ, ἀλλά εἰς πολλά τήν μίαν διαχωρίσας, τήν μέν σπόριμην εἶναι ἐᾷ, τήν δέ εἰς ἀμπελῶνα ἀφορίζει, ἑτέραν χέρσον εἶναι ἀφίησιν, ἐν ἑνί δέ μέρει καί τόπῳ τερπνῷ τε καί περικαλλεῖ τάς κατασκηνώσεις ποιεῖται, ἔνθα καί παλάτια οἰκοδομεῖ καί οἴκους κατασκευάζει, λουτρά τε κτίζει καί παραδείσους φυτεύει καί παντοίας ἐκεῖσε ἀπολαύσεις ἐπινοεῖ καί φραγμόν ἔξωθεν τούτων ἁπάντων περιτιθεῖ, κλεῖς τε καί πύλας ἀνοιγομένας καί κλειομένας ποιεῖ· οὐ μόνον δέ, ἀλλά καί φύλακας, εἰ καί μηδένα πτοεῖται, ἀποκαθιστᾷ, ὡς ἄν τό αὐτοῦ οἰκητήριον περιφανέστατον καί ἐνηλλαγμένον ᾖ διά πάντων καί ἵνα τοῖς μέν ἀγνώμοσι φίλοις καί πονηροῖς καί αὐτοῖς τοῖς προσκεκρουκόσι τῶν ὑπό χεῖρα καί δούλων, εἴ ποτέ τινες τοιοῦτοι φανῶσιν, ἄβατος ἔσται, τοῖς δέ γνησίοις καί πιστοῖς φίλοις καί αὐτοῖς τοῖς εὐγνώμοσι δούλοις ἀκώλυτος ἡ πρός αὐτόν ὑπάρχῃ εἴσοδός τε καί ἔξοδος· οὕτω δή καί ὁ Θεός τῷ πρωτοπλάστῳ ἐποίησε. Μετά γάρ τό κτίσαι πάντα ἐξ οὐκ ὄντων καί αὐτόν πλάσαι τόν ἄνθρωπον καί καταπαῦσαι αὐτόν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀπό πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν, τότε ἐφύτευσε τόν παράδεισον ἐν Ἐδέμ κατά ἀνατολάς, ὥσπερ τινά βασίλεια ἐν ἑνί μέρει τοῦ κόσμου τοῦτον φυτεύσας, καί ἔθετο ἐκεῖ τόν ἄνθρωπον ὅν ἐποίησε.

Διατί οὖν ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ οὐκ ἐποίησε τόν παράδεισον μέλλοντα γενέσθαι, ἀλλά μετά τήν παραγωγήν πάσης ἅμα τῆς κτίσεως κατά ἀνατολάς τοῦτον ἐφύτευσεν; Ἐπειδή ὁ Θεός, ὡς προειδώς τά πάντα, τάξει καί καταστάσει εὐκόσμῳ τήν κτίσιν ἐδημιούργησε καί τάς μέν ἑπτά ἡμέρας εἰς τύπον τῶν ἑπτά αἰώνων τῶν ὕστερον μελλόντων διελθεῖν ἔταξε, τόν δέ παράδεισον ἐφύτευσε μετά ταῦτα, ὡς τοῦ μέλλοντος αἰῶνος ὄντα σημαντικόν. Τίνος οὖν ἕνεκεν τήν ἡμέραν, ἥτις ἐστίν ἡ ὀγδόη, ταῖς προλαβούσαις ἑπτά οὐ συνῆψε τό Πνεῦμα τό Ἅγιον; Ἐπειδήπερ τῷ κύκλῳ τούτων τῶν ἡμερῶν συναριθμεῖσθαι ταύτων οὐχ ἥρμοζεν, ἐν ᾧ πρώτη καί δευτέρα καθεξῆς αἱ ἑπτά ἀνακυκλοῦσαι τάς ἑβδομάδας ἀποτελοῦσι, πολλάς ἐν τούτῳ τάς πρώτας καί τοσαύτας τάς ἑβδόμους ἀπεργαζομένας ἡμέρας, ἀλλ’ ἔξωθεν τούτων ἐκείνην εἶναι ἐχρῆν ὡς ἀρχήν ἤ τέλος μή ἔχουσαν. Οὐδέ γάρ νῦν μέν οὐκ ἔστι, μέλλει δέ γενέσθαι καί ἀρχήν λήψεσθαι· ἀλλά καί ἦν πρό τῶν αἰώνων καί ἔστι νῦν καί ἔσται εἰς αἰῶνας αἰώνων, ἀρχήν δέ λαβεῖν λέγεται, ὅτε πάντως ἐλεύσεται καί ἡμῖν ἐσχάτως ἀποκαλυφθῇ ἀνέσπερος μία ἡμέρα καί ἀτελεύτητος ἐν τῷ καθ᾿ἡμᾶς γινομένη.

Ὅρα δέ ὅτι οὐδέ γέγραπται· «Ἐποίησεν ὁ Θεός τόν παράδεισον», οὐδέ ὅτι «Εἶπε· Γενηθήτω, καί ἐγένετο», ἀλλ’ ὅτι «ἐφύτευσεν αὐτόν καί ἐξανέτειλεν ἔτι ἐκ τῆς γῆς ὁ Θεός πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καί καλόν εἰς βρῶσιν», καρπούς παντοδαπεῖς καί ποικίλους ἔχον μήτε φθειρομένους κἄν ὅλως μήτε ἐκλείποντας, ἀλλά νεαρούς ἀεί καί μάλα δή τό ἡδῦνον ἔχοντα καί ἄφραστον τήν ἡδονήν τοῖς πρωτοπλάστοις καί τήν τρυφήν ἐμποιοῦντας. Ἔπρεπε καί γάρ τοῖς ἀφθάρτοις αὐτῶν σώμασιν ἄφθαρτον καί τήν τροφήν ἐπιχορηγεῖσθαι· ὅθεν καί ἄμοχθος ἦν αὐτῶν ἡ διαγωγή καί ἀκάματος ἡ ζωή, ἐν μέσῳ δηλονότι τοῦ παραδείσου, ὅν περιτειχίσας οἱονεί πως ὁ τούτου δημιουργός εἴσοδον ἔθετο αὐτοῖς δι’ ἧς εἰσῄσεσαν καί ἐξῄεσαν.



Ἑπόμενο: β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.
Προηγούμενο: ΛΟΓΟΣ Α΄.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος