Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: γ΄. Περί τῆς τοῦ Λόγου σαρκώσεως καί κατά τίνα τρόπον δι’ ἡμᾶς ἐσαρκώθη.
Προηγούμενο: α΄. Μερική τις φυσιολογία περί τῆς τοῦ κόσμου κτίσεως καί τῆς πλάσεως τοῦ Ἀδάμ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.

Τοιγαροῦν καί ἐπλάσθη σῶμα μέν ἔχων ὁ Ἀδάμ ἅφθαρτον, ὑλικόν μέντοιγε καί ὅλον οὔπω πνευματικόν, καί ὡς βασιλεύς ἀθάνατος ἐν ἀφθάρτῳ κόσμῳ, οὐ λέγω μόνῳ τῷ παραδείσῳ, ἀλλ’ ἐν πάσῃ τῇ ὑπ’ οὐρανόν, κατέστη ὑπό τοῦ δημιουργοῦ Θεοῦ. Ἐπεί δέ καί νόμον αὐτοῖς δέδωκεν ἐντειλάμενος μή φαγεῖν ἐκ μόνου τοῦ ξύλου ἐκείνου, καταφρονήσας δέ ἠπίστευσε τῷ πλαστουργῷ καί δεσπότῃ οὕτως εἰπόντι αὐτῷ· «Ἧ δ’ ἄν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», πιστότερον τόν σκολιόν ἡγησάμενος ὄφιν οὕτως εἰπόντα· «Οὐχί θανάτῳ ἀποθανεῖσθε, ἀλλ’ ᾗ δ’ ἄν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί γινώσκοντες καλόν καί πονηρόν· καί ἔφαγεν ἀπ’ αὐτοῦ», εὐθύς ἐγυμνώθη τῆς ἀφθάρτου καταστολῆς καί δόξης καί τῆς φθορᾶς γυμνότητα ἐνεδύσατο. Ἰδών οὖν ἑαυτόν γυμνόν ὁ Ἀδάμ ἐκρύβη καί φύλλα συκῆς ῥάψας περιεζώσατο, τήν ἀσχημοσύνην αὐτοῦ καλύψαι πειρώμενος. Ὅθεν καί τοῦ Θεοῦ εἰπόντος αὐτῷ· «Ἀδάμ, ποῦ εἶ;», «Τῆς φωνῆς σου» φησίν «ἤκουσα καί τήν γύμνωσίν μου κατανοήσας, φοβηθείς ἐκρύβην». Πρός μετάνοιαν δέ αὐτόν ἐκκαλούμενος ὁ Θεός φησι πρός αὐτον· «Καί τίς ἀνήγγειλέ σοι ὅτι γυμνός εἶ, εἰ μή ἀπό τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μή φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;». Ἐπεί δέ εἰπεῖν ἐκεῖνος τό ἥμαρτον οὐκ ἠθέλησε, τοὐναντίον μᾶλλον μέν οὖν καί αἰτίαν προσῆψε τῷ πάντα καλά λίαν πεποιηκότι Θεῷ ἐν τῷ εἰπεῖν· «Ἡ γυνή ἥν δέδωκάς μοι, ὰὕτη ἔδωκέ μοι καί ἔφαγον», κἀκείνη πάλιν τῷ ὄφει τήν αἰτίαν ἐπεγράψατο καί μετανοῆσαι καί προσπεσεῖν τῷ Δεσπότῃ ἤ συγχώρησιν ἐξαιτήσασθαι οὐδαμῶς ἠβουλήθησαν, τότε αὐτούς, ὥσπερ ἐκ παλατίων βασιλικῶν καί οἴκων πανευπρεπῶν, αὐτοῦ δή λέγω τοῦ παραδείσου, ἐξωθεῖ καί ἐκβάλλει, ἵνα ἐν ταύτῃ τῇ γῇ ὡς ἐξόριστοι διατελῶσι καί ὑπερόριοι.

«Καί εὐθύς ἔταξε τήν φλογίνην ῥομφαίαν τοῦ φυλάττειν τήν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς», οὐχ ὡς ἐν αὐτῷ μελλόντων πάλιν τῷ αἰσθητῷ τε καί ὑλικῷ παραδείσῳ μετά τήν ἀνάκλησιν ἐπανάγεσθαι· οὐδέ γάρ διά τοῦτο μέχρι τοῦ νῦν ἐτηρήθη, οὐδέ τούτου χάριν οὐ κατηράσατο αὐτόν ὁ Θεός, ἀλλά διά τό τύπον αὐτόν ἐπέχειν τῆς μελλούσης ἀκαταλύτου ζωῆς καί εἰκόνα τυγχάνειν τῆς ἀϊδίου βασιλείας τῶν οὐρανῶν· εἰ γάρ μή τοῦτο ἦν, ἐκεῖνον ἔδει καταραθῆναι μᾶλλον, ὡς ἐν αὐτῷ καί τῆς παραβάσεως γενομένης. Ἀλλά τοῦτο μέν οὐ ποιεῖ, τήν δέ λοιπήν ἅπασαν γῆν, ἐπεί, ὡς ἔφαμεν, ἄφθαρτος ἦν καθώς καί ὁ παράδεισος, πάντα αὐτομάτως προσφέρουσα, ἵν μή κἀκεῖθεν ἐξερχόμενος ὁ Ἀδάμ ἄμοχθον ἔχῃ καί αὖθις βίον, κόπων καί ἱδρώτων ἀπηλλαγμένον, προκατηράσατο αὐτήν οὕτως εἰπών· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτήν πάσας τάς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καί τριβόλους ἀνατελεῖ σοι καί φαγῇ τόν χόρτον τοῦ ἀγροῦ τόν τοῖς θηρίοις καί τοῖς ἀλόγοις ζῴοις ἀφωρισμένον· ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τόν ἄρτον σου, ἕως τοῦ ἐπιστρέψαι σε εἰς τήν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καί εἰς γῆν ἀπελεύσῃ ».

Εἰκότως οὖν ἔδει τῷ εἰς φθοράν καί θάνατον κατενεχθέντι διά τῆς παραβάσεως ῥευστήν καί φθαρτήν ὡσαύτως γῆν κατοικεῖν καί τοιαύτης ἀξίως μετέχειν τροφῆς. Ἐπειδή γάρ ἡ ἄφθονος τρυφή, ἡ ἄφθαρτος καί ἀκάματος διαγωγή, εἰς λήθην τῶν παρά Θεοῦ γεγονότων ἀγαθῶν καί εἰς καταφρόνησιν αὐτόν τῆς δοθείσης ἤγαγεν ἐντολῆς, ἐν κόπῳ κατεδικάσθη δικαίως καί ἱδρῶτι τήν γῆν ἐργάζεσθαι καί οὕτω κατ’ ὀλίγον ἐξ αὐτῆς ὡς ὑπό οἰκονόμου τινός κομίζεσθαι τάς τροφάς. Εἶδες πῶς καταραθεῖσα ἡ γῆ πρότερον καί τῆς προτέρας αὐτομάτου βλαστήσεως στερηθεῖσα, οὕτως τόν παραβάτην ἐδέξατο; Οὗ χάριν καί διατί; Ἵνα ἐργαζομένη μέν παρ’ αὐτοῦ ἐν ἱδρῶτι καί κόπῳ παρέχῃ τά ἐξ αὐτῆς συμμέτρως φυόμενα εἰς αὐτάρκη χρείαν αὐτῷ, μή ἐργαζομένη δέ μένῃ ἄκαρπος, ἀκάνθας καί τριβόλους μόνον προσφέρουσα. Τοιγαροῦν καί ἐξελθόντα τοῦ παραδείσου αὐτόν πᾶσα ἡ κτίσις, ἡ ὑπό Θεοῦ παραχθεῖσα ἐκ τοῦ μή ὄντος, θεασαμένη, οὐκέτι ὑποταγῆναι τῷ παραβάντι ἐβούλετο· ὁ ἥλιος λάμψαι οὐκ ἤθελεν, ἡ σελήνη φᾶναι οὐκ ἔφερε, τά ἄστρα ὀφθῆναι τούτῳ οὐχ εἵλοντο, αἱ πηγαί βρύειν οὐκ ἔμελλον· οὐκ ἐβούλοντο ῥέειν οἱ ποταμοί, ἐφ’ ἑαυτόν ἐμελέτα ὁ ἀήρ συσταλῆναι καί μή δοῦναι τῷ προσκεκρουκότι ἀναπνοήν· τά θηρία καί πάντα τά ζῷα τῆς γῆς, γυμνωθέντα τοῦτον τῆς πρώην θεασάμενα δόξης, καταφρονήσαντα αὐτοῦ, ἐτραχύνθησαν ἅπαντα εὐθύς κατ’ αὐτοῦ· ὁ οὐρανός καταπεσεῖν δικαίως ἐπ’ αὐτόν οἱονεί πως κεκίνητο καί ἡ γῆ ἐπί τοῦ νώτου φέρειν τοῦτον οὐκ ἔστεγε.

Τί οὖν; Ὁ δημιουργήσας τά πάντα καί πλάσας τοῦτον Θεός, παραβῆναι μέλλοντα πρό καταβολῆς κόσμου γινώσκων τήν ἐντολήν τόν Ἀδάμ καί τήν ἐκ παλιγγενεσίας αὐτοῦ ζωήν καί ἀνάπλασιν διά τῆς ἐνσάρκου γεννήσεως τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καί Θεοῦ προορίσας, τί ποιεῖ; Συγκρατεῖ πάντα τῇ οἰκείᾳ δυνάμει καί εὐσπλαγχνίᾳ καί ἀγαθότητι, ἀναστέλλει τήν ὁρμήν τῶν κτισμάτων ἁπάντων, εὐθύς καί τούτῳ τά πάντα ὡσαύτως καθυποτάττει, ἵνα τῷ δι’ οὗ γέγονεν ἀνθρώπῳ δυλεύσασα, φθαρτῷ φθαρτή γεγονυῖα, ὅτε πάλιν ἐκεῖνος ἀνακαινισθῇ καί πνευματικός, ἄφθαρτος καί ἀθάνατος γένηται, τότε καί αὐτήν ἐλευθερωθεῖσα τῆς δουλείας ἡ κτίσις ἡ ὑπό τοῦ Θεοῦ τῷ προσκεκρουκότι ὑποταγεῖσα καί αὐτῷ ἐκδουλεύσασα συνανακαινισθῇ αὐτῷ καί ἀφθαρτωθῇ καί πνευματική ὅλη γένηται· τοῦτο γάρ πρό καταβολῆς κόσμου ὁ πολυεύσπλαχνος Θεός καί Κύριος προωρίσατο.

Ἀλλά τούτων οὕτω σοφῶς ἐκ Θεοῦ γεγονότων, τοῦ παραδείσου ἐκβληθείς ὁ Ἀδάμ ἐτέκνωσεν, ἐβίωσε καί ἀπέθανεν· οὕτω δέ ὁμοίως καί οἱ ἐξ αὐτοῦ. Τοίνυν καί νεαράν τήν μνήμην ἔχοντες οἱ τότε ἄνθρωποι τῆς ἐκπτώσεως, ὑπό τοῦ Ἀδάμ καί τῆς Εὔας ταύτην ἐκδιδασκόμενοι, ἐσέβοντο τόν Θεόν καί ὡς δεσπότην ἐτίμων αὐτόν. Διά δή τοῦτο καί ὁ Ἄβελ σύν τῷ Κάϊν θυσίας ἐκ τῶν ὑπαρχόντων αὐτοῖς αὐτῷ προσέφερον· ὅθεν καί ἐπί μέν τοῦ Ἄβελ τῇ προσφορᾷ καί θυσίᾳ προσεσχηκέναι τόν Θεόν γέγραπται, ἐπί δέ τοῦ Κάϊν οὐκέτι· καί τοῦτο γνόντα τόν Κάϊν λυπηθῆναι λέγεται ἕως θανάτου καί ἐντεῦθεν πρός φθόνον καί φόνον τοῦ ἀδελφοῦ προχωρῆσαι. Ἀλλ’ Ἐνώχ μέν μετά ταῦτα εὐαρεστήσας Θεῷ ὑπ’ αὐτοῦ μετετέθη, Ἠλίας δέ ἐν ἅρματι ἀνελήφθη πυρός, τοῦ Θεοῦ δεικνύντος ἐκ τούτων ὅτι, εἰ μετά τήν ἀπόφασιν τήν κατά τοῦ Ἀδάμ καί τοῦ σπέρματος αὐτοῦ ἐξενεχθεῖσαν, εἰ μετά τό ἐξόριστον αὐτόν παρ’ αὐτοῦ γενέσθαι τούς εὐαρεστήσαντας αὐτοῦ υἱούς οὕτως τῇ μεταθέσει καί μακροζωΐα ἐτίμησε καί τῆς φθορᾶς, ἤτοι τῆς εἰς γῆν ἀποστροφῆς καί τῆς ἐν τῷ ᾅδῃ καταβάσεως, αὐτούς ἠλευθέρωσεν ὕστερον τεθνήξεσθαι ἤ, ἀληθέστερον εἰπεῖν, ἀλλαγήσεσθαι μέλλοντας, πόσης ἄν αὐτόν ἐκεῖνον, εἰ μή παρέβη τήν ἐντολήν, ἤ καί μετά τό παραβῆναι εἰ μετενόησε, δόξης καί τιμῆς καί συμπαθείας ἠξίωσεν ἔνδον ἐάσας εἶναι τοῦ παραδείσου αὐτόν;

Οὕτως οὖν ἐπί χρόνους τά περί Θεοῦ κατά διαδοχήν διδασκόμενοι ὑπ’ ἀλλήλων τόν ποιητήν αὐτῶν οἱ παλαιοί ἐπεγίνωσκον. Ὕστερον δέ πληθυνθέντων τῶν ἀνθρώπων καί τήν ἑαυτῶν διάνοιαν ἐκ νεότητος ἐπί τά πονηρά ἐκδεδωκότων, εἰς λήθην καί ἄγνοιαν τοῦ πεποιηκότος αὐτούς Θεοῦ κατηνέχθησαν καί οὐ μόνον εἴδωλα καί δαίμονας ὡς θεούς ἐσεβάσθησαν, ἀλλά καί αὐτήν τήν κτίσιν τήν εἰς ὑπηρεσίαν αὐτῶν ὑπό τοῦ Θεοῦ δοθεῖσαν αὐτοῖς θεοποιήσαντες, ταύτῃ ἐλάτρευσαν, εἰς πᾶσάν τε ἀσέλγειαν καί ἀκάθαρτον πρᾶξιν ἑαυτούς ἐκδεδώκασι καταμιάναντες τήν γῆν, τόν ἀέρα, τόν οὐρανόν καί τά ὑπ’ αὐτόν ἅπαντα ταῖς πράξεσι ταῖς ἀτόποις αὐτῶν. Οὐδέν γάρ ἕτερον τῶν ἄλλων ἁπάντων οὕτω μιαίνει καί ἀκάθαρτον τό καθαρόν ἔργον ἀπεργάζεται τοῦ Θεοῦ, ὡς τό θεοποιηθῆναι αὐτό τοῦτο καί λατρευθῆναι ἴσα καί θεῷ παρά τόν πεποιηκότα καί κτίσαντα. Τοιγαροῦν καί πᾶσα ἡ κτίσις παρά τῶν ἀνθρώπων θεοποιηθεῖσα καί προσκυνηθεῖσα κατερρυπώθη καί εἰς τελείαν κατήχθη φθοράν· ὅτε δέ ὁ κολοφών ἐπληρώθη τῆς ἄγαν κακίας καί εἰς ἀπείθειαν ἅπαντες συνεκλείσθησαν, κατά τόν θεῖον Ἀπόστολον, τότε κατῆλθεν ἐπί γῆς ὁ Υἱός τοῦ Θεοῦ καί Θεός ἀναπλάσαι τόν συντριβέντα, ζωοποιῆσαι τόν τεθανατωμένον καί τό ἑαυτοῦ πλάσμα ἐκ τῆς πλάνης ἀνακαλέσασθαι.

Ἀλλά προσέχετε, παρακαλῶ, τῇ ἀκριβείᾳ τοῦ λόγου· ἔσται γάρ ἡμῖν τε ὠφέλιμος ὁ λόγος καί ταῖς μετέπειτα γενεαῖς. Χρεών δέ ἐξ εἰκόνος τινός τήν τοῦ Λόγου σάρκωσιν καί τήν ἐκ τῆς ἀειπαρθένου Μαρίας ἀπόρρητον γέννησιν αὐτοῦ θεωρῆσαι καί γνῶναι καλῶς τό τῆς οἰκονομίας ἐκεῖθεν μυστήριον τό ἀποκεκρυμμένον πρό τῶν αἰώνων εἰς σωτηρίαν τοῦ γένους ἡμῶν.



Ἑπόμενο: γ΄. Περί τῆς τοῦ Λόγου σαρκώσεως καί κατά τίνα τρόπον δι’ ἡμᾶς ἐσαρκώθη.
Προηγούμενο: α΄. Μερική τις φυσιολογία περί τῆς τοῦ κόσμου κτίσεως καί τῆς πλάσεως τοῦ Ἀδάμ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος