Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: δ΄. Πῶς αὖθις ἡ κτίσις μέλλει πᾶσα ἀνακαινισθῆναι καί γενέσθαι καινούς οὐρανούς καί καινήν γῆν κατά τόν θεῖον Ἀπόστολον.
Προηγούμενο: β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

γ΄. Περί τῆς τοῦ Λόγου σαρκώσεως καί κατά τίνα τρόπον δι’ ἡμᾶς ἐσαρκώθη.

Καθάπερ οὖν ἐν τῇ πλάσει πάλαι τῆς προμήτορος Εὔας τήν τοῦ Ἀδάμ πλευράν ἐψυχωμένην ἔλαβεν ὁ Θεός καί εἰς γυναῖκα ταύτην ἀνῳκοδόμησε - διά τοῦτο γάρ οὐδέ ἐνεφύσησεν εἰς αὐτήν ὡς εἰς τόν Ἀδάμ πνοήν ζωῆς, ἀλλά τό μέρος, ὅ ἐκ τῆς σαρκός αὐτοῦ εἴληφεν, εἰς σῶμα γυναικός ὁλόκληρον ἀπετέλεσε· καί τήν ἀπαρχήν τοῦ πνεύματος, ἥν σύν τῇ ἐμψυχωμένῃ σαρκί εἴληφεν, εἰς ψυχήν ζῶσαν τελείαν πεποίηκε, τά ἀμφότερα ἄνθρωπον ἐργασάμενος ἅμα - , τόν αὐτόν δή τρόπον καί ἐκ τῆς ἁγίας θεοτόκου καί ἀειπαρθένου Μαρίας ἐψυχωμένην σάρκα λαβών ζύμην οἱονεί καί μικράν ἀπαρχήν ἐκ τοῦ φυράματος τῆς φύσεως ἡμῶν, ἤτοι ἐκ τῆς ψυχῆς ὁμοῦ καί τοῦ σώματος, ὁ πλαστουργός καί κτίστης Θεός ἥνωσε τῇ ἑαυτοῦ ἀκαταλήπτῳ καί ἀπροσίτῳ θεότητι, μᾶλλον δέ τῇ ἡμετέρᾳ οὐσίᾳ ὅλην τῆς θεότητος αὐτοῦ τήν ὑπόστασιν ἑνώσας οὐσιωδῶς, ἀμίκτως τε μίξας αὐτήν ἐκείνῃ, τήν ἀνθρωπίνην τῇ ἑαυτοῦ, ᾠκοδόμησε ταύτην εἰς ναόν ἅγιον ἑαυτῷ καί ἀναλλιώτως καί ἀτρέπτως αὐτός ὁ τοῦ Ἀδάμ ποιητής τέλειος ἐγένετο ἄνθρωπος.

Ὥσπερ γάρ ἐκ τῆς ἐκείνου πλευρᾶς τήν γυναῖκα ἐποίησε, καθά πρόσθεν εἰρήκαμεν, οὕτως ἐκ τῆς αὐτοῦ θυγατρός Μαρίας τῆς ἀειπαρθένου καί θεοτόκου σάρκα δανεισάμενος καί ἀναλαβών ἄνευ σπορᾶς ὁμοίως ἐγεννήθη τῷ πρωτοπλάστῳ, ἵνα καθάπερ ἐκεῖνος διά τῆς παραβάσεως ἀρχή τῆς ἐν φθορᾷ καί θανάτῳ γενέσεως ἡμῶν ἐχρημάτισεν, οὕτως ὁ Χριστός καί Θεός διά τῆς ἐκπληρώσεως ἁπάσης δικαιοσύνης ἀπαρχή τῆς ἐν ἀφθαρσίᾳ ἀναπλάσεως καί ἀθανασίας ἡμῶν γένηται. Τοῦτο γάρ βούλεται καί Παῦλος οὕτω λέγων ὁ θεῖος· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· οἷος ὁ χοϊκός, τοιοῦτοι καί οἱ χοϊκοί· καί οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καί οἱ ἐπουράνιοι». Καί πάλιν· «Ἀπαρχή Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ». Ἐπειδή γάρ ψυχῇ καί σώματι τέλειος ἐχρημάτισεν ἄνθρωπος ὅμοιος ἡμῶν κατά πάντα πλήν ἁμαρτίας, διά τῆς εἰς αὐτόν πίστεως μεταδιδούς ἡμῖν ἐκ τῆς αὐτοῦ θεότητος, συγγενεῖς καί ἡμᾶς αὐτοῦ κατά τήν τῆς θεότητος αὐτοῦ φύσιν καί οὐσίαν ἐργάζεται. Καί ὅρα μοι τοῦ μυστηρίου τό καινόν καί παράδοξον. Ἔλαβεν ὁ Θεός Λόγος ἥν κατά φύσιν οὐκ εἶχε σάρκα καί ἐγένετο ἄνθρωπος, ὅπερ οὐκ ἦν· μεταδίδωσι τοῖς πιστεύουσιν εἰς αὐτόν τῆς αὐτοῦ θεότητος, ἥν οὐδείς οὐδέπω ἀγγέλων ἤ ἀνθρώπων ἐκτήσατο, καί γίνονται θεοί, ὅπερ οὐκ ἦσαν, θέσει καί χάριτι· οὕτω γάρ χαρίζεται αὐτοῖς ἐξουσίαν τοῦ υἱούς Θεοῦ γίνεσθαι, διό καί ἐγένοντο καί ἀεί ὡσαύτως γίνονται καί οὐδέποτε τοῦ μή γίνεσθαι λήξουσι. Καί ἄκουε Παύλου τοῦτο παραινοῦντος τοῦ θείου· «Καί καθώς ἐφορέσαμεν τήν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καί τήν εἰκόνα τοῦ ἐπουρανίου». Καί ταῦτα μέν περί τούτων· ἐχέσθω δέ καί αὖθις τῆς ἀκολουθίας ὁ λόγος.

Ἐπειδή γάρ διά τῆς σωματικῆς παρουσίας αὐτοῦ ὁ ἐπί πάντων Θεός τοῦ ἀναπλάσαι καί ἀνακαινίσαι τόν ἄνθρωπον ἐλήλυθεν ἐπί γῆς καί τήν δι’ αὐτόν καταραθεῖσαν ἅπασαν κτίσιν ἐπευλογῆσαι, ἄκουε νουνεχῶς! Πρῶτον μέν τήν ψυχήν ἥν ἀνέλαβεν ἐζώωσε καί ἀφθαρτώσας ἐθεοποίησε, τό δέ ἄχραντον αὐτοῦ καί θεῖον σῶμα, εἰ καί ἐθέωσεν, ἀλλ’ ἔτι φθαρτόν αὐτό καί ὑλικόν περιέφερε. Τό γάρ ἐσθίον καί πῖνον, τό κοπιοῦν καί ἱδρῶτας φέρον, τό δεσμούμενον καί τυπτόμενον, ἐπί σταυροῦ τε ἀναρτώμενον καί καθηλούμενον, φθαρτόν ἐστι δηλονότι καί ὑλικόν· ταῦτα γάρ ἅπαντα φθαρτοῦ σώματος ἰδιώματα καθεστήκασιν, ὅθεν καί ἀπέθανεν καί ἐν μνημείῳ κατετέθη νεκρός. Μετά δέ τό ἀναστῆναι ἄφθαρτον, καί αὐτό τό σῶμα πνευματικόν, θεῖον πάντῃ και ἄϋλον, συνανέστησεν· ἔνθεν τοι οὐδέ τάς σφραγῖδας τοῦ μνήματος ἔλυσεν ἐξελθών, ἀλλά καί τῶν θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσήρχετο καί ἐξήρχετο. Διατί δέ οὐκ εὐθύς σύν τῇ ψυχῇ καί τό σῶμα ὅπερ ἀνέλαβε πνευματικόν καί ἄφθαρτον ἀπειργάσατο; Ἐπειδή φαγών καί ὁ Ἀδάμ ἐκ τοῦ ξύλου, οὗ ἐνετείλατο αὐτῷ ὁ Θεός μή φαγεῖν, εὐθύς μέν τόν τῆς ψυχῆς παραβάς ἀπέθανε θάνατον, τόν δέ τοῦ σώματος μετά πολλούς ὕστερον ἐνιαυτούς, καί διά τοῦτο τήν τό ἐπιτίμιον δεξαμένην ψυχήν τῆς τοῦ θανάτου τιμωρίας πρῶτον ἀνέστησέ τε καί ἐζώωσε καί ἐθέωσεν, εἶθ’ οὕτως τό σῶμα, κατά τήν πάλαι ἐξενεχθεῖσαν ἀπόφασιν ἀποστρέφειν διά τοῦ θανάτου εἰς γῆν, τήν ἀφθαρσίαν διά τῆς ἀναστάσεως ἀπολαβεῖν ᾠκονόμησεν· οὐ μόνον δέ, ἀλλά κατελθών ἐν τῷ ᾅδῃ, τῶν μέν ἐκεῖσε κατεχομένων ἁγίων τάς ψυχάς τῶν αἰωνίων ἐλευθερώσας δεσμῶν ἐξανέστησε καί εἰς τόπον ἀναπαύσεως καί φωτός ἀνεσπέρου κατέταξε, τά δέ σώματα αὐτῶν οὐκέτι, ἀλλ’ εἴασεν αὐτά ἐν σοροῖς μέχρι τῆς κοινῆς ἀναστάσεως.

Τό γοῦν μυστήριον τοῦτο οὐ μόνον τῷ ῥηθέντι τρόπῳ γέγονεν ἀπ’ ἀρχῆς Χριστοῦ ἐν ὅλῳ τῷ κόσμῳ, ἀλλά καί ἐφ’ ἑνί ἑκάστῳ τῶν πάλαι ἁγίων ἐγένετο καί μέχρι τοῦ νῦν ἀεί γίνεται. Λαμβάνοντες γάρ τό τοῦ Δεσπότου ἡμῶν καί Θεοῦ Πνεῦμα, συμμέτοχοι αὐτοῦ τῆς θεότητος καί τῆς οὐσίας γινόμεθα· ἐσθίοντες δέ τήν παναμώμητον αὐτοῦ σάρκα, τά θεῖα λέγω μυστήρια, σύσσωμοι αὐτοῦ καί συγγενεῖς ἐν ἀληθείᾳ ὁλοκλήρως γινόμεθα, καθώς καί αὐτός ὁ θεῖος Παῦλός φησιν ὅτι «ὀστοῦν ἐσμεν ἐκ τῶν ὀστέων αὐτοῦ καί σάρξ ἐκ τῆς σαρκός αὐτοῦ» καί πάλιν, ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ τῆς θεότητος, ἡμεῖς, δηλονότι πάντες, ἐλάβομεν καί χάριν ἀντί χάριτος». Τοῦτο δέ γινόμενοι, ὅμοιοι αὐτῶ τῷ φιλανθρώπῳ Θεῷ καί Δεσπότῃ ἡμῶν κατά χάριν γινόμεθα, ἀνακαινιζόμενοι καί ἀνανεούμενοι τήν ψυχήν, ἀφθαρτοποιούμενοί τε καί ὡς ἐκ νεκρῶν ζῶντες ἐξανιστάμενοι, αὐτόν δηλαδή τόν ὅμοιον ἡμῖν γενέσθαι καταξιώσαντα βλέποντες καί βλεπόμενοι ὑπ’ αὐτοῦ οἱ ἀξιωθέντες ὅμοιοι γενέσθαι αὐτῷ, ὡς εἴ τις ἀπό μακρόθεν πρόσωπον φίλου αὐτοῦ καθορᾷ καί διαλέγεται αὐτῷ καί προσομιλεῖ καί φωνῆς ἀκούει αὐτοῦ.

Οὕτω τοιγαροῦν οἱ ἀπ’ αἰῶνος ἅγιοι, οἱ πάλαι τε καί νῦν πνευματικῶς βλέποντες, οὐ σχῆμα ἤ εἶδος ἤ ἐκτύπωμα βλέπουσιν, ἀλλά φῶς ἀσχημάτιστον, ὡς καί αὐτοί φῶς ἐκ τοῦ φωτός Πνεύματος χρηματίζοντες. Τοιοῦτος δέ ἕκαστος τῶν ἁγίων γινόμενος, οὐχί καί τό σῶμα αὐτοῦ εὐθύς ἄφθαρτον καί πνευματικόν γίνεται, ἀλλά καθάπερ σίδηρος ὑπό τοῦ πυρός ἐκπυρούμενος τῆς λαμπρότητος μέν αὐτοῦ μεταλαμβάνει καί τήν μελανίαν εὐθύς ἀποβάλλεται, χωριζόμενος δέ πάλιν τοῦ πυρός ψυχρός καί μέλας καθορᾶται καί γίνεται, οὕτω δή καί τά σώματα τῶν ἁγίων ὑπό τῆς ἑνωθείσης τῇ ψυχῇ αὐτῶν χάριτος, ἤτοι τοῦ θείου πυρός μταλαμβάνοντα, ἁγιάζονται καί ἐκπυρούμενα διαυγῆ καί αὐτά γίνονται καί πολύ τῶν ἄλλων σωμάτων διαφορώτερα καί τιμιώτερα ἀποκαθίστανται. Ἐπειδάν δέ ἡ ψυχή ἐξέλθῃ καί τοῦ σώματος χωρισθῇ, εὐθύς καί αὐτά τῇ φθορᾷ παραδίδονται καί ἐκ τοῦ κατά μικρόν διαλύονται· τά δέ καί ἐπί πολλούς χρόνους διαμένουσι, μήτε ἄφθαρτα μένοντα παντελῶς, μήτε πάλιν τελείως φθειρόμενα, ἀλλά καί τῆς ἀφθαρσίας καί τῆς φθορᾶς τά γνωρίσματα ἐν ἑαυτοῖς διασῴζουσιν, εἰς τήν τελευταίαν ἐξανάστασιν ἀφθαρτωθῆναι τελείως καί καί ἀνακαινισθῆναι τηρούμενα.

Τίνος οὖν ἕνεκεν καί διά τι; Ὅτι οὐκ ἔπρεπε πρό τῆς τῶν κτισμάτων ἀνακαινίσεως τά τῶν ἀνθρώπων ἀναστήσεσθαι καί ἀφθαρτωθήσεσθαι σώματα, ἀλλ’ ὥσπερ αὕτη παρήχθη πρῶτον ἄφθαρτος, ἔπειτα ὁ ἄνθρωπος, ὕστερον, οὕτω πάλιν πρῶτον τήν κτίσιν ἀπό τῆς φθορᾶς εἰς τήν ἀφθαρσίαν χρή μεταποιηθῆναι, εἴτ’ οὖν ἀλλαγῆναι, καί οὕτω σύν αὐτῇ καί ἅμα αὐτῇ καί τά φθαρέντα σώματα τῶν ἀνθρώπων ἀνακαινισθῆναι, ἵνα καί αὖθις πνευματικός καί ἀθάνατος ὁ ἄνθρωπος γεγονώς ἐν ἀφθάρτῳ χωρίῳ καί ἀϊδίῳ καί πνευματικῷ κατοικῇ. Καί ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουε Πέτρου λέγοντος τοῦ ἀποστόλου· «Ἥξει δέ ἠ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾗ οὐρανοί πυρούμενοι λυθήσονται καί στιχεῖα καυσούμενα τήκεται», οὐχ ὡς ἀπολλυμένων τούτων, ἀλλ’ ὡς ἀναχωνευομένων δηλονότι καί ἀναστοιχειουμένων εἰς κρείττονά τε καί ἀΐδιον λῆξιν. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν πάλιν τῶν ῥημάτων τοῦ ἀποστόλου, δι’ ὧν ἐπιφέρει λέγων· «Καινούς δέ οὐρανούς καί καινήν γῆν κατά τό ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν». Κατά ποῖον καί τίνος ἐπάγγελμα; Κατά τό τοῦ Χριστοῦ πάντως καί Θεοῦ ἡμῶν εἰπόντος· «Ὁ οὐρανός καί ἡ γῆ παρελεύσεται, οἱ δέ λόγοι μου οὐ μή παρέλθωσιν». Παρέλευσιν τοῦ οὐρανοῦ τήν ἐναλλαγήν αὐτοῦ εἰρηκώς, κἄν γάρ ὁ οὐρανός, φησίν, ἀλλαγήσεται, ἀλλ’ οἱ ἐμοί λόγοι τό ἀναλλοίωτον καί πάγιον ἕξουσι. Τοῦτο γάρ καί ὁ προφήτης Δαυίδ προανακέκραγε οὕτως εἰπών· «Καί ὡσεί περιβόλαιον ἐλίξεις αὐτούς καί ἀλλαγήσονται· σύ δέ ὁ αὐτός εἶ καί τά ἔτη σου οὐκ ἐκλείψουσι». Τί τοίνυν τῶν λόγων τούτων σαφέστερον γένοιτ’ ἄν;

Ἀλλά σκοπήσωμεν πῶς ἡ κτίσις ἀνακαινισθήσεται καί εἰς τό ἀρχαῖον ἀποκατασταθήσεται κάλλος.



Ἑπόμενο: δ΄. Πῶς αὖθις ἡ κτίσις μέλλει πᾶσα ἀνακαινισθῆναι καί γενέσθαι καινούς οὐρανούς καί καινήν γῆν κατά τόν θεῖον Ἀπόστολον.
Προηγούμενο: β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος