Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί τίνα πληρωθήσεται τρόπον.
Προηγούμενο: ε΄. Ὁποία ἔσται καί ἡ ἐσχάτη λαμπρότης τῆς κτίσεως.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

στ΄. Πῶς ἑνοῦνται τῷ Χριστῷ καί Θεῷ καί ἕν γίνονται μετ’ αὐτοῦ πάντες οἱ ἅγιοι.

Ἐπειδήπερ μέλη Χριστοῦ τοῦ ἐπί πάντων Θεοῦ ὄντως οἱ ἅγιοι χρηματίζουσι πάντες καί, ὡς εἴρηται, ἐν αὐτῷ εἶναι κεκολλημένοι καί συνημμένοι ὀφείλουσι τῷ σώματι αὐτοῦ, ἵνα ἐκεῖνος μέν ᾖ ἐν αὐτοῖς κεφαλή, οἱ ἀπ’ αἰῶνος δέ καί μέχρις ἐσχάτης ἡμέρας ἅγιοι ὦσι μέλη αὐτοῦ, ὅπως γένωνται οἱ πολλοί ἕν σῶμα Χριστοῦ, οἷα δή ἄνθρωπος εἷς, οἱ μέν τήν εἰς χειρῶν τάξιν ἀποπληροῦσιν ἐργαζόμενοι ἕως ἄρτι καί ποιοῦντες αὐτοῦ τό πανάγιον θέλημα, ἀξίους ἐξ ἀναξίων ἀναπλάττοντες καί αὐτῷ ἀνασῴζοντες· οἱ δέ, τῶν ὤμων, ἀλλήλων τά βάρη βαστάζοντες ἤ καί τό ἀπολωλός αὐτό ἄρτι αὐτοῖς εὑρεθέν, τό πάλαι εἰς ὄρη καί βουνούς καί τόπους οὕς οὐκ ἐπισκοπεῖ Κύριος περιπλανώμενον, καί πληροῦντες τόν νόμον αὐτοῦ· οἱ δέ, τοῦ στήθους, πηγάζοντες τοῖς διψῶσι καί πεινῶσι τήν δικαιοσύνην τοῦ Θεοῦ, τό διεισδέστατον νᾶμα τοῦ λόγου τῆς ἀπορρήτου σοφίας καί γνώσεως, καί χορηγοῦντες αὐτοῖς τόν ἄρτον,ὅν ἐσθίουσιν αἱ ἄνω δυνάμεις τῶν οὐρανῶν, ὡς ἐπιστήθιοι καί φιλούμενοι ὑπ’ αὐτοῦ· οἱ δέ, κοιλίας, πάντας ἐγκολπούμενοι διά τῆς ἀγάπης καί ἐν τοῖς ἐγκάτοις Πνεῦμα σωτηρίας ἐγκυμονοῦντες καί χωρητικήν ἔχοντες δίαθεσιν τῶν ἀπορρήτων καί κεκρυμμένων μυστηρίων αὐτοῦ· ἄλλοι, μηρῶν, τό γόνιμον ἐν ἑαυτοῖς φέροντες τῶν θεοπρεπῶν νοημάτων τῆς μυστικῆς θεολογίας καί γεννῶντες Πνεῦμα σωτηρίας ἐπί τῆς γῆς, ἤγουν τόν καρπόν τοῦ Πνεύματος καί τόν σπόρον ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις διά τοῦ λόγου τῆς διδασκαλίας αὐτῶν· οἱ δέ, σκελῶν καί ποδῶν, τήν ἀνδρείαν ἐν τοῖς πειρασμοῖς καί τήν ὑπομονήν ἐνδεικνύμενοι κατά τόν Ἰώβ καί μηδοπωσοῦν σαλευόμενοι ἀπό τῆς ἐπί τά καλά στάσεως ἤ ἀτονοῦντες, ἀλλά τά βάρη τῶν αὐτοῦ χαρισμάτων βαστάζοντες.

Οὕτως οὖν τό σῶμα τῆς Ἐκκλησίας Χριστοῦ, συναρμολογούμενον διά τῶν ἀπ’ αἰῶνος ἁγίων αὐτοῦ, ἄρτιον ὑπάρχει καί ὁλόκληρον εἰς ἕνωσιν τῶν υἱῶν τοῦ Θεοῦ τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, πρός οὕς «Μή χαίρετε» λέγει καί νῦν ὁ Θεός, «ὅτι τά δαιμόνια ὑμῖν ὑποτάσσεται», ὅπερ ἐν τοῖς κουφοτέροις τῦφον μᾶλλον καί οἴησιν ἐμποιεῖ, «χαίρετε δέ ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς». Ὅτι δέ οἱ ἅγιοι πάντες μέλη ὄντες Χριστοῦ εἰς ἕν γίνονται σῶμα αὐτοῦ, ἀλλά καί μέλλουσιν εἰσέτι γενέσθαι, πειράσομαι τοῦτο καί ἀπό τῆς θείας ἀποδεῖξαι Γραφῆς. Καί ἐν πρώτοις ἄκουσον αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν καί Θεοῦ, ὅπως τήν μετ’ αὐτοῦ ἕνωσιν ἀδιάσπαστον ἐμφαίνει καί ἀχώριστον ἐν τῷ λέγειν πρός τούς αὐτοῦ ἀποστόλους· «Ἐγώ ἐν τῷ Πατρί καί ὁ Πατήρ ἐν ἐμοί· καί ὑμεῖς ἐν ἐμοί κἀγώ ἐν ὑμῖν», καί πάλιν· «Οὐ περί τούτων δέ ἐρωτῶ μόνον, ἀλλά καί περί πάντων τῶν πιστευόντων διά τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἕν ὦσι». Βουλόμενος δέ τόν τρόπον πιστώσασθαι τῆς ἑνώσεως, ἐπαναλαμβάνων τόν λόγον φησί· «Καθώς σύ, πάτερ, ἐν ἐμοί, κἀγώ ἐν σοί, ἵνα καί αὐτοί ἕν ὦσι». Σαφέστερον δέ τοῦτο ποιῶν, ἐπιφέρει· «Καί ἐγώ τήν δόξαν, ἥν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθώς ἡμεῖς ἕν ἐσμέν· ἐγώ ἐν αὐτοῖς καί σύ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν», καί μετ’ ὀλίγ· «Πάτερ, οὕς δέδωκάς μοι θέλω ἵνα, ὅπου εἰμί ἐγώ, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τήν δόξαν τήν ἐμήν, ἥν δέδωκάς μοι», καί πάλιν· «Ἵνα ἡ ἀγάπη, ἥν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ κἀγώ ἐν αὐτοῖς». Εἶδες μυστηρίων βάθος; Ἔγνως ὑπερβαλλούσης δόξης ὑπεράπειρον ὑπερβολήν; κατενόησας ἑνώσεως τρόπον ὑπέρ νοῦν ὄντα καί ὑπέρ ἅπασαν ἔννοιαν;

Ὤ τοῦ θαύματος, ἀδελφοί, ὤ τῆς ἀφράστου συγκαταβάσεως τῆς πρός ἡμᾶς ἀγάπης τοῦ φιλανθρώπου Θεοῦ, ὅτι οἵαν τήν πρός τόν Πατέρα αὐτοῦ ἔχει ἕνωσιν φυσικῶς, τοιαύτην καί αὐτός ἔχειν ἐν χάριτι πρός ἡμᾶς, ἐάν θέλωμεν, ἐπαγγέλλεται, καί ἡμεῖς πρός ἐκεῖνον ὁμοίως ἕξομεν τάς αὐτοῦ ἐντολάς ἐργαζόμενοι· ὅ γάρ ἐκεῖνος φυσικῶς ἔχει πρός τόν Πατέρα, τοῦτο ἡμῖν πρός αὐτόν τῇ θέσει δίδωσι καί τῇ χάριτι. Ὤ ἐπαγγελίας φρικτῆς, ὅτι τήν δόξαν ἥν δέδωκεν ὁ Πατήρ τῷ υἱῷ καί ὁ Υἱός δίδωσιν ἠμῖν θείᾳ χάριτι· καί τό δή μεῖζον, ὅτι ὥσπερ ἐκεῖνος ἐν τῷ Πατρί καί ὁ Πατήρ ἐν αὐτῷ, οὕτως ὁ Υἱός τοῦ Θεοῦ ἐν ἡμῖν καί ἡμεῖς ἐν αὐτῷ ἐσόμεθα τῷ Υἱῷ, εἰ βουλόμεθα, τῇ χάριτι. Ὤ χάριτος ἀνυπερβλήτου, ὅτι τήν ἀγάπην ἥν ἠγάπησεν ὁ Θεός καί Πατήρ τόν μονογενῆ αὐτοῦ Υἱόν καί Θεόν ἡμῶν, αὐτήν ἐν ἡμῖν λέγει ἔσεσθαι καί αὐτόν ἐκεῖνον τόν Υἱόν τοῦ Θεοῦ ἐν ἡμῖν. Καί εἰκότως· συγγενής γάρ ἅπαξ ἡμῶν γεγονώς τῇ σαρκί καί συμμετόχους αὐτοῦ τῆς θεότητος ἡμᾶς ἐργασάμενος, συγγενεῖς αὐτοῦ πάντας τούς τοιούτους πεποίηκεν. Ἄλλως δέ καί τῆς μεταδοθείσης ἡμῖν διά τῆς κοινωνίας θεότητος ἀτμήτου οὔσης καί ἀχωρίστου, ἀνάγκη πᾶσα καί ἡμᾶς τούς ἐν ἐληθείᾳ ταύτης μετεσχηκότας ἀχωρίστους ἐν ἑνί Πνεύματι ἕν σῶμα μετά Χριστοῦ εἶναι.

Καί ὅτι ταῦτα οὕτως ἔχει, ἄκουε Παύλου λέγοντος· «Ἐν γάρ Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδέ ἐλεύθερος, οὐκ Ἰουδαῖος, οὐχ Ἕλλην, οὐ Σκύθης, οὐ βάρβαρος, ἀλλά τά πάντα καί ἐν πᾶσι Χριστός». Ὁρᾷς ὅπως οὐκ εἶπεν «ἀλλ’ οἱ πάντες χριστιανοί», ἀλλά «Χριστός» εἷς, ὡς ἐκ μελῶν πολλῶν σῶμα ἕν. Καί ἄκουε πάλιν αὐτοῦ τοῦτο δηλοῦντος ἑτέρωθι. Εἰπόντος γάρ πρῶτον· «Ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρός τό συμφέρον» καί τάς διαφοράς τῶν χαρισμάτων ἀπαριθμησαμένου, ὕστερον πάλιν ὁ αὐτός ἐπήγαγε· «Πάντα δέ ταῦτα ἐνεργεῖ τό ἕν καί τό αὐτό Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθώς βούλεται». Τάς διδομένας δέ διά τοῦ Πνεύματος ἐνεργείας αὐτοῖς τοῖς ἁγίοις μέλεσι τοῦ Χριστοῦ γνωρίσας ἡμῖν ἐπιφέρει καί φησι· «Καθάπερ γάρ τό σῶμα ἕν ἐστι καί μέλη ἔχει πολλά, πάντα δέ τά μέλη τοῦ σώματος τοῦ ἑνός πολλά ὄντα ἕν ἐστι σῶμα, οὕτως καί ὁ Χριστός· καί γάρ ἐν ἑνί πνεύματι ἡμεῖς πάντες εἰς ἕν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καί πάντες εἰς ἕν πόμα ἐποτίσθημεν· καί γάρ τό σῶμα οὐκ ἔστιν ἕν μέλος ἀλλά πολλά». Καθάπερ δέ πάλιν ἑκάστῳ, ὡς προείπομεν, κατ’ ἀξίαν ὑπό τοῦ Θεοῦ ἐν ταῖς ἀκηράτοις μοναῖς ἡ ἀποκλήρωσις δίδοται, οὕτως καί ἐν τῷ σώματι τῆς Ἐκκλησίας ἕκαστος ἐν ᾧ ἐστιν ἄξιος καταριθμηθήσεται μέρει τοῦ Χριστοῦ. Καί τοῦτο αὐτός μετ’ ὀλίγα δηλοῖ ἐν ταύτῃ αὐτοῦ τῇ ἐπιστολῇ λέγων· «Νῦν δέ ὁ Θεός ἔθετο τά μέλη ἕν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθώς ἠθέλησε· πολλά μέν οὖν μέλη, ἕν δέ σῶμα». Ἵνα δέ καί τάς διαφοράς τῶν μελῶν καί τίνα ταῦτα και τίνες εἰσίν ἀποδείξῃ, ἔφη· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καί μέλη ἐκ μέρους· καί οὕς ἔθετο ὁ Θεός ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν». Εἶδες τάς διαφοράς τῶν μελῶν τοῦ Χριστοῦ; Ἔμαθες τίνες εἰσί μέλη αὐτοῦ; Ἄκουε καί τήν ἕνωσιν τῶν μελῶν ἀκολούθως τῷ Δεσπότῃ καί τοῦτον δηλοῦντα.

Ἐκεῖνος μέν γάρ οἵαν πρός τόν ἑαυτοῦ Πατέρα ἕνωσιν ἔχει, καί ἡμᾶς πρός αὐτόν τοιαύτην ἔχειν ὁμοίως ἐδίδαξεν, ὁ δέ γε τούτου μαθητής καί ἀπόστολος, οἵαν ὁ ἀνήρ ἔχει πρός τήν γυναῖκα αὐτοῦ καί ἡ γυνή πρός τόν ἄνδρα· διό καί φησιν· «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι ἀνήρ ἐστι κεφαλή τῆς γυναικός, ὡς καί ὁ Χριστός κεφαλή τῆς ἐκκλησίας καί αὐτός ἐστι σωτήρ τοῦ σώματος», καί αὖθις· «Οἱ ἄνδρες, ἀγαπᾶτε τάς γυναῖκας ἑαυτῶν, καθώς καί ὁ Χριστός ἠγάπησε τήν ἐκκλησίαν καί ἑαυτόν παρέδωκεν ὑπέρ αὐτῆς, ἵνα αὐτήν ἁγιάσῃ καί παραστήσῃ αὐτήν ἑαυτῷ ἔνδοξον τήν ἐκκλησίαν μή ἔχουσαν σπίλον ἤ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καί ἄμωμος». Καί μετ’ ὀλίγα· «Ὁ ἀγαπῶν τήν ἑαυτοῦ γυναῖκα» πρόσεχέ μοι τῷ βάθει τοῦ λόγου, παρακαλῶ! «ἑαυτόν, φησίν, ἀγαπᾷ· οὐδείς γάρ ποτε τήν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλά τρέφει καί θάλπει αὐτήν, καθώς καί ὁ Κύριος τήν ἐκκλησίαν, ὅτι μέλη ἐσμέν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ». Ὁρᾷς ὅπως ἔδειξεν ἡμῖν ὅτι, ὥσπερ ἡ Εὔα ἐκ τῆς σαρκός καί ἐκ τῶν ὀστέων ἐλήφθη τοῦ Ἀδάμ καί μία σάρξ οἱ δύο ὑπῆρχον, οὕτω καί ὁ Χριστός, μεταδιδούς ἡμῖν ἑαυτόν εἰς μετάληψιν ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ, ὧν ἔδειξε τοῖς ἀποστόλοις μετά τό ἀναστῆναι αὐτόν ἐκ νεκρῶν, οὕτως εἰπών· «Ψηλαφήσατέ με καί ἴδετε ὅτι πνεῦμα σάρκα καί ὀστέα οὐκ ἔχει, καθώς ἐμέ θεωρεῖτε ἔχοντα», ἐξ αὐτῶν ἐκείνων τρώγειν ἡμᾶς δίδωσι καί ἕν μετ’ αὐτοῦ διά τῆς κοινωνίας ταύτης ποιεῖ καί ἡμᾶς. Ἔτι δέ καθ’ ὑπερβολήν δεῖξαι θέλων τήν πρός Θεόν ἡμῶν συνάφειαν, ἐπάγει λέγων· «Ἀντί τούτου καταλείψει ἄνθρωπος τόν πατέρα αὐτοῦ καί τήν μητέρα», ἀντί τοῦ Χριστοῦ, φησί, καταλείψει αὐτούς, «καί προσκολληθήσεται τῇ γυναικί αὐτοῦ», ἤγουν τῇ Ἐκκλησίᾳ, «καί ἔσονται οἱ δύο εἰς σάρκα μίαν», τήν τοῦ Χριστοῦ καί Θεοῦ δηλονότι.

Καί ὅτι οὕτως ἔχεται τῆς διανοίας ὁ λόγος καί οὐκ ἀπό συλλογισμῶν ταῦτα φθεγγόμεθα, ἐπιφέρει καί φησιν ὁ αὐτός· «Τό μυστήριον τοῦτο μέγα ἐστίν, ἐγώ δέ λέγω εἰς Χριστόν καί εἰς τήν Ἐκκλησίαν». Ὄντως οὖν μέγα καί ὑπέρ τό μέγα ἐστί καί ἔσεται τό μυστήριον τοῦτο, ὅτι οἵαν κοινωνίαν καί ἕνωσιν, οἰκειότητά τε καί συγγένειαν ἔχει ἡ γυνή πρός τόν ἄνδρα καί ὁ ἀνήρ πρός τήν γυναῖκα, τοιαύτην θεοπρεπῶς καί ὑπέρ πᾶσαν ἔννοιαν καί λόγον ἔχει καί ὁ δεσπότης καί ποιητής τοῦ παντός μετά τῆς Ἐκκλησίας ἁπάσης, ὡς πρός μίαν γυναῖκα, ἀμωμήτως ταύτῃ καί ὑπεραρρήτως ἑνούμενος καί ἀδιασπάστως καί ἀχωρίστως ὤν καί συνών αὐτῇ, ὡς ἠγαπημένῃ καί πεφιλημένῃ αὐτῷ. Οὕτω δέ καί ἡ Ἐκκλησία τῷ αὐτῆς πεφιλημένῳ Θεῷ ἑνωθεῖσα κεκόλληται ὡς ὁλόκληρον σῶμα τῇ κεφαλῇ τῇ ἰδίᾳ αὐτοῦ. Καθάπερ γάρ οὐ δύναται σῶμα ἄνευ τῆς προσπεφυκυίας αὐτῷ κεφαλῆς τό καθόλου ζῆν, οὕτως οὐδέ ἡ τῶν πιστῶν Ἐκκλησία, τῶν υἱῶν, φημί, τοῦ Θεοῦ καί ἀπογεγραμμένων ἐν τοῖς οὐρανοῖς, δύναται εἶναι εἰς σῶμα ἄρτιον καί ὁλόκληρον τῷ Θεῷ ἄνευ τῆς κεφαλῆς, αὐτοῦ τοῦ Χριστοῦ καί Θεοῦ, ἤ ζῆν τήν ὄντως ζωήν καί ἀνώλεθρον, μή τρεφομένη ὑπ’ αὐτοῦ καθ’ ἑκάστην τόν ἐπιούσιον ἄρτον, παρ’ οὗ τό ζῆν καί αὔξειν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος αὐτοῦ πᾶσι τοῖς ἀγαπῶσιν αὐτόν ἐπιγίνεται.

Ἀλλά γάρ τούτων οὕτως ἀποδειχθέντων λαμπρῶς καί τρανωθέντος ὑπό τοῦ λόγου τοῦ ῥηθέντος ζητήματος, ὅπως οἱ ἀπ’ αἰῶνος ἅγιοι οἱ μέχρι τοῦ νῦν καί ἕως τῆς συντελείας γινόμενοι ἕν σῶμα μέλλουσι γενέσθαι μετά Χριστοῦ καί ἐν τῷ Χριστῷ, ἄγε δή καί περί τοῦ πῶς πληρωθῆναι δεῖ τόν ἄνω κόσμον φιλοσοφήσωμεν. Ἀλλά διαπεράσατέ μοι τάς ἀκοάς καί τόν ἡγεμόνα νοῦν τοῖς ῥηθησομένοις προσέχειν ἐπιστήσατε, ἐπειδή περί θείων πραγμάτων ἡμῖν ὁ λόγος ἑκάστῳ ζητήματι.



Ἑπόμενο: ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί τίνα πληρωθήσεται τρόπον.
Προηγούμενο: ε΄. Ὁποία ἔσται καί ἡ ἐσχάτη λαμπρότης τῆς κτίσεως.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος