Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.
Προηγούμενο: στ΄. Πῶς ἑνοῦνται τῷ Χριστῷ καί Θεῷ καί ἕν γίνονται μετ’ αὐτοῦ πάντες οἱ ἅγιοι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί τίνα πληρωθήσεται τρόπον.

Χρεών δέ ζητῆσαι πρῶτον τίνα καλεῖ κόσμον ὁ λόγος, ὅν δεῖ πληρωθῆναι καί οὐ μή πληρωθέντος οὐχ ἥξει τό τέλος, καί αὐτό τοῦτο τό τέλος ὅ λέγεται, τί ἐστιν. Ἐμοί δοκεῖ κόσμον ὡραϊσμένον εἶναι τήν Ἐκκλησίαν Χριστοῦ καί αὐτόν ὅλον τόν ἄνθρωπον, ἐν ᾧ κατοικεῖν λέγεται καί ἐμπεριπατεῖν τόν Θεόν καί τάς ἀκτῖνας τῶν χαρισμάτων αὐτοῦ φαιδράς, ὡς ἥλιος δικαιοσύνης ὤν, καταπέμπειν· ἥν καί σῶμα οἴδαμεν καλεῖσθαι Χριστοῦ καί νύμφην, ὡς Παῦλος ὁ ταύτης νυμφαγωγός ἀνακράζει· «Ἡρμοσάμην ὑμᾶς ἑνί ἀνδρί παρθένον ἁγνήν παραστῆσαι τῷ Χριστῷ», καί Δαβίδ ὁ θεῖος· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη». Εἰ γάρ καί περί τῆς Θεοτόκου μόνης τοῦτό φασιν εἰρῆσθαι, ἀλλ’ οἰκείως μάλα δή ἔχει καί πρός τήν Ἐκκλησίαν τοῦ Υἱοῦ αὐτῆς καί Θεοῦ, ὡς δηλώσει τρανότερον τά ἑπόμενα· «Ἀπενεχθήσονται, φησί, τῷ βασιλεῖ παρθένοι ψυχαί ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ψυχαί ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καί ἀγαλλιάσει, ἀχθήσονται εἰς ναόν βασιλέως». Τίνα οὖν τόν ναόν τοῦτον ὑπολαμβάνεις εἶναι; Ἆρα γε ἕτερόν τινα οἶκον ἐννοεῖς εἶναι τόν ναόν καί ἕτερον παρά τοῦτον τόν βασιλέα; Οὐδαμῶς δή. Ὥσπερ γάρ κεφαλή τῆς Ἐκκλησίας ὁ Χριστός ἐστι καί Θεός, οὕτω καί ναός αὐτός ταύτῃ γίνεται, καθά δή πάλιν καί ἡ Ἐκκλησία αὐτή ναός ἐκείνου καί κόσμος ὡραῖος καθέστηκεν, ὡς τά ἀνωτέρω εἰρημένα μοι διατρανοῖ, ἅ καί χρή πάλιν ἐπαναλαβεῖν καί εἰπεῖν εἰς περισσοτέραν ἀκριβείας ἀπόδειξιν.

Ποῖα δή ταῦτα; Ἅ Χριστός αὐτός ὁ Θεός πρός τόν ἑαυτοῦ Πατέρα περί τῶν πιστῶν καί αὐτῶν ἔφη τῶν ἀποστόλων αὐτοῦ· «Οὐ περί τούτων δέ ἐρωτῶ μόνον, ἀλλά καί περί πάντων τῶν πιστευόντων διά τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἕν ὦσι». Πῶς ἕν; «Καθώς σύ, πάτερ, ἐν ἐμοί, ἵνα καί αὐτοί ἐν ἡμῖν ἕν ὦσιν». Εἶδες πῶς καί βασιλεύς καί ναός πάντων αὐτός τῶν σῳζομένων καθέστηκε; Μάθε τοιγαροῦν καί ὅπως πάλιν οἱ πιστοί πάντες, ἤτοι ἡ βασίλισσα Ἐκκλησία καί αἱ ὀπίσω αὐτῆς ἀκολουθήσασαι, ναός καί κόσμος τοῦ Θεοῦ καί βασιλέως γενήσονται. Καί τοῦτο πρῶτον ἐξ αὐτοῦ μαθήσῃ τοῦ βασιλέως Χριστοῦ· φησί γάρ· «Ἐγώ ἐν αὐτοῖς καί σύ, πάτερ, ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν». Τί δέ ὁ Παῦλος ὁ αὐτοῦ μαθητής; «Οὐκ οἴδατε ὅτι ναός Θεοῦ ἐστε καί τό Πνεῦμα αὐτοῦ τό Ἅγιον οἰκεῖ ἐν ὑμῖν;» . Ὁρᾷς συνᾴδοντα τοῖς δεσποτικοῖς ῥήμασι μετά ἀκριβείας ἁπάσης τά τοῦ Ἀποστόλου ῥητά, ναόν τοῦ βασιλέως Θεοῦ καί πόλιν καί κόσμον τήν Ἐκκλησίαν ἀποδεικνύοντα; Γνῶθι ὅτι αὐτός ἦν ὁ ἐν προφήταις καί ἀποστόλοις, καί αὐτός ἐστιν ὁ ἐν ἀμφοτέροις τούτοις λαλῶν καί τά νῦν.



Ἑπόμενο: η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.
Προηγούμενο: στ΄. Πῶς ἑνοῦνται τῷ Χριστῷ καί Θεῷ καί ἕν γίνονται μετ’ αὐτοῦ πάντες οἱ ἅγιοι.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος