Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: θ΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ». Καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ.
Προηγούμενο: ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί τίνα πληρωθήσεται τρόπον.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.

(

Ἐπεί δέ σῶμα Χριστοῦ καί νύμφη Χριστοῦ καί κόσμος ὁ ἄνω καί ναός Θεοῦ ἡ Ἐκκλησία ἐστί, τά δέ μέλη τοῦ σώματος αὐτοῦ οἱ ἅγιοι καθεστήκασι πάντες, οὔπω δέ οἱ πάντες παρήχθησαν ἤ εὐηρέστησαν, οὐδέ τό σῶμα δηλονότι ὁλόκληρόν ἐστι τοῦ Χριστοῦ, οὐδέ ὁ ἄνω κόσμος πεπλήρωται, αὐτός οὗτος τῆς τοῦ Θεοῦ Ἐκκλησίας φημί, ἀλλά πολλοί μέν εἰσιν ἐν τῷ κόσμῳ σήμερον ἄπιστοι οἵ καί πιστεύσουσι τῷ Χριστῷ, πολλοί ἁμαρτωλοί καί ἄσωτοι οἵ καί μεταμεληθήσονται μετανοήσαντες, πολλοί ἀπειθεῖς οἵ καί πεισθήσονται, πολλοί ἔτι καί ἀκμήν τεχθήσονται καί εὐαρεστήσουσιν ἕως τῆς ἐσχάτης σάλπιγγος τῷ Θεῷ, τεχθῆναι δεῖ πάντας τούς προεγνωσμένους καί παραχθῆναι καί πληρωθῆναι τόν ὑπεράνω τοῦ κόσμου κόσμον τῆς Ἐκκλησίας τῶν πρωτοτόκων Ἱερουσαλήμ ἐν τοῖς ἐπουρανίοις· καί τηνικαῦτα τό τέλος καί τό πλήρωμα τοῦ σώματος Χριστοῦ πληρωθήσεται ὑπό τῶν προωρισμένων Θεῷ εἰς τό συμμόρφους γενέσθαι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· εἰσί δέ οἱ τοῦ φωτός υἱοί καί τῆς ἡμέρας αὐτοῦ.

Οὗτοι οὖν πάντες προωρισμένοι εἰσί καί ἀπογεγραμμένοι καί ἠριθμημένοι, οἵ καί προστεθῆναι καί κολληθῆναι μέλλουσι τῷ σώματι τοῦ Χριστοῦ· καί τηνικαῦτα ὁλόκληρον οἱονεί γενόμενον, μηδενός μέλους λειπόμενον, πληρωθήσεται ἤγουν τελειωθήσεται, καθά τῇ ἀληθείᾳ δοκεῖ καί Παύλῳ τῷ ἀποστόλῳ οὕτω λέγοντι· «Μέχρις οὗ καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Οὕς γάρ προέγνω, τούτους καί προώρισεν· οὕς δέ προώρισε, τούτους καί ἐκάλεσεν· οὕς δέ ἐκάλεσε, τούτους καί ἐδικαίωσε· οὕς δέ ἐδικαίωσε, τούτους καί ἐδόξασε συμμόρφους γενέσθαι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ». Εἶδες πῶς προωρισμένοι εἰσί καί προεγνωσμένοι πάντες οἱ ἅγιοι; Γνῶθι οὖν πῶς καί ἀπογεγράφθαι λέγει αὐτούς. Εἰπών γάρ «Προσεληθύθατε Σιών ὄρει καί πόλεις ζῶντος < Θεοῦ >, Ἱερουσαλήμ ἐπουρανίῳ καί μυριάσιν ἀγγέλων πανηγύρει», ἐπήγαγε· «καί ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων». Εἰ οὖν ἀπογεγραμμένοι, εὔδηλον ὅτι καί ἠριθμημένοι, καθώς γέγραπται· «Ἔγνω Κύριος τούς αὐτοῦ». Καί τό ὅσιον λόγιον· «Ὑμῶν δέ, φησί, καί αἱ τρίχες ἡμῶν ἀριθμημέναι» παρά τῷ τά πάντα εἰδότι Θεῷ, πόσῳ γε μᾶλλον ἡμεῖς; Τῶν οὖν ἁγίων πάντων προεγνωσμένων ὄντων Θεῷ, προωρισμένων τε ἅμα και ἠριθμημένων ὡς καί ἀπογεγραμμένων κατ’ ὄνομα ἐν τοῖς οὐρανοῖς, μέλη δέ ὄντων αὐτῶν ὁμοῦ τοῦ Χριστοῦ, εἰς σῶμα ἕν ὀφειλόντων γενέσθαι καί ἀποτελεσθῆναι αὐτοῦ, φανερῶς ἀποδέδεικται διά τοῦ λόγου ὅτι, ὁπόταν οὗτοι πάντες εἰς ἕν σῶμα ἀποσυναχθέντες γένωνται τοῦ Χριστοῦ, τότε καί ὁ ἄνω κόσμος, αὐτήν ἡ ἐπουράνιος Ἱερουσαλήμ ἥτις καί ἐκκλησία τῶν πρωτοτόκων ἐστί, πληρωθήσεται, ἤγουν ὁλόκληρον τό σῶμα τῆς βασιλείας τοῦ Θεοῦ Ἐκκλησίας, ὅ ἐστι Χριστοῦ τοῦ Θεοῦ, γενήσεται.

Ποῦ τοίνυν εἰσίν οἱ ἔξωθεν τῆς βασιλείας τῶν οὐρανῶν πολλάς μονάς ἀναπλάττοντες ἐν τῇ ματαιότητι τῶν διανοιῶν αὐτῶν πρός ἀπώλειαν ἑαυτῶν; Ποῦ εἰσιν οἱ λέγοντες ὅτι εἰς τήν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν οὐ θέλομεν, πολύ γάρ τοῦτό ἐστιν, ἀλλ’ ἐν τόπῳ ἀνέσεως εἶναι βουλόμεθα καί ἀρκεῖ ἡμῖν; Ἕν σῶμα πάντες εἶναι μετά Χριστοῦ ὀφείλουσιν οἱ ἀπ’ αἰῶνος ἅγιοι. Καί ποῦ εἶναι ἀλλαχοῦ οἱ τοιοῦτοι ὑπονοοῦσιν, ἐάν τοῦ σῶματος αὐτοῦ εὑρεθῶσιν ἀνάξιοι καί ἀποτμηθῶσιν ἐξ αὐτοῦ; Ἀνακαινιζομένου δέ τοῦ κόσμου παντός διά πυρός, ἐν ποίῳ τόπῳ ὑπολαμβάνουσί ποτε γενήσεσθαι ἑαυτούς, ἵνα μή πεῖραν ἐκείνου λάβωσι καί ὑπ’ ἐκείνου δοκιμασθήσονται; Ὄντως «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καί ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες γάρ εἶναι σοφοί, ἐμωράνθησαν».

Ἀλλ’ ἄγωμεν καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ ἐκζητήσωμεν καί οὕτως ἐφ’ ἑτέραν ὑπόθεσιν τόν λόγον ἰθύνωμεν. Ποίαν δέ ταύτην; Ἥν ζητοῦσί τινες τῶν ἀμυήτων μαθεῖν. Φασί γάρ· «Ἆρα ἐν τῷ μέλλοντι αἰῶνι γνωρίζουσιν ἀλλήλους οἱ ἅγιοι, ἡνίκα ἑκάστῳ ἀποδίδοται ἀπό τοῦ Θεοῦ κατά τά ἔργα αὐτοῦ, ἤ οὔ;» Χρή οὖν ἀπό τῶν εὐαγγελικῶν ῥημάτων ἡμᾶς ἐνάρξασθαι πρῶτον καί οὕτως ὁδῷ προβαίνων ὁ λόγος καί περί τούτων δηλώσει.



Ἑπόμενο: θ΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ». Καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ.
Προηγούμενο: ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί τίνα πληρωθήσεται τρόπον.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος