Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ι΄. Ὅτι καί πάντες οἱ ἅγιοι τόν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καί γεννῶσιν αὐτόν καί γεννᾶται ἐν αὐτοῖς καί γεννῶνται ὑπ’ αὐτοῦ, καί πῶς υἱοί καί ἀδελφοί καί μητέρες αὐτοῦ χρηματίζουσιν.
Προηγούμενο: η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

θ΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ». Καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ.

«Ὡμοιώθη» φησίν «ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ ὅστις ἐποίησε γάμους τῷ Υἱῷ αὐτοῦ καί ἐκάλεσε πολλούς» τίνα λέγων βασιλεία, εἰ μή αὐτόν ἐκεῖνον τόν ἑαυτοῦ Πατέρα καί Θεόν; Τίνι δέ ἑτέρῳ τούς γάμους πεποίηκεν, εἰ μή αὐτῷ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καί Θεῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ τῷ Χριστῷ; Μετά τίνος δέ ἄρα ἤ ποίου βασιλέως ὁ τῶν ἁπάντων δεσπότης καί κύριος τό τῆς μνηστείας κατεδέξατο ποιῆσαι συνάλλαγμα; Ἕκαστος γάρ ἡμῶν τῶν ἀνθρώπων νύμφην τῷ ἑαυτοῦ Υἱῷ ἀγαγέσθαι βουλόμενος σπεύδει περιφανεστέρου καί ἐνδοξοτέρου καί πλουσιωτέρου θυγατέρα νύμφην λαβεῖν. Ὁ οὖν Θεός τίνα κἄν ἴσον εὑρήσει ἑαυτοῦ, ἵνα νύμφην ἐξ αὐτοῦ ἀγάγοιτο ἑαυτῷ; Φησί γάρ περί αὐτοῦ ὁ προφήτης· «Ὁ κατέχων ἐν τῇ χειρί αὐτοῦ τόν γῦρον τῆς γῆς καί τούς κατοικοῦντας ἐν αὐτῇ ὡς ἀκρίδας». Καί ἄλλος· «Ὁ Θεός ὁ αἰώνιος ὁ κατασκεύασας τά ἄκρα τῆς γῆς» καί θεμελιώσας ἐπ’ οὐδενός τούς στύλους αὐτῆς. Καί ὁ Δαβίδ· «Ὁ ἐπιβλέπων ἐπί τήν γῆν καί ποιῶν αὐτήν τρέμειν». Ὁ γοῦν τοιοῦτος καί τηλικοῦτος τίνος ἄρα σκοπήσωμεν θυγατέρα νύμφην ἠγάγεο καί τῷ υἱῷ αὐτοῦ γάμους πεποίηκεν. Βούλεσθε μαθεῖν τίνος; Ἀλλ’ ἐξιστᾷ μου τόν λογισμόν τό τῆς συγκαταβάσεως μέγεθος καί βούλομαι μέν εἰπεῖν, φρίττω δε· εἰς δέ τήν αὐτοῦ θαρρήσαντες ἀγαθότητα ἐροῦμεν ὦδε. Θυγατέρα προσκεκρουκότος αὐτῷ καί μοιχείαν καί φόνον πεποιηκότος, οἷον εἰπεῖν μοιχοῦ φονέως, νύμφην ἠγάγετο ἑαυτῷ.

Εἶδες ἀσύγκριτον καί ἄφατον ἀγαθότητά τε καί συγκατάβασιν; Εἶδες φιλανθρωπίας ὑπερβολήν; Εἶδες ἀγάπης καί χρηστότητος μέγεθος; Μάθε μοι τοίνυν ἐντεῦθεν, πᾶς ὁ μεγάλα περί ἑαυτοῦ οἰόμενος, ταπεινοῦσθαι καί μετριοφρονεῖν καί μηδέποτέ τινος κατεπαίρεσθαι, κἄν βασιλέων πάντων βασιλικώτατος, κἄν ἀρχόντων περιφανέστερος, κἄν πλουσίων ἁπάντων πλουσιώτερος ᾖς, τόν δεσπότην βλέπων καί κύριον τῶν ἁπάντων, τόν ἅγιον τῶν ἁγίων, τόν μακάριον Θεόν καί μόνον δυνάστην, τόν ἐνοικοῦντα ἐν ἀπροσίτῳ καί ὑπεραρρήτῳ φωτί, οὕτω συγκαταβαίνοντα καί ἐκ προσκεκρουκότος νύμφην ἑαυτῷ ἀγόμενον εἰς τόν μονογενῆ αὐτοῦ Υἱόν, τόν ἀόρατον, τόν ἀκατάληπτον, τόν ἀνεξιχνίαστον, τόν ποιητήν καί δημιουργόν τῶν ἁπάντων, διά σέ καί τήν σήν σωτηρίαν. Τίς οὖν ἐστιν ὁ τόν φόνον καί τήν μοιχείαν πεποιηκώς, οὗ τήν θυγατέρα εἰς νύμφην ὁ Θεός ἑαυτῷ ἐξελέξατο; Δαβίδ ὁ τοῦ Ἰεσσαί, ὅς καί τόν Οὐρίαν ἀπέκτεινε καί τήν τούτου γυναῖκα ἐμοίχευσε. Τούτου τοιγαροῦν τήν θυγατέρα, Μαρίαν φημί τήν ὑπεράμωμον, τήν ὑπέραγνον καί ἁγνήν παρθένον, νύμφην ἠγάγετο. Ὑπεράγνον δέ λέγω καί ὑπεράμωμον ταύτην ὡς πρός ἡμᾶς καί τούς τότε ἀνθρώπους, συγκρίνων αὐτήν ἐκείνοις τε καί ἡμῖν τοῖς δούλοις αὐτῆς, ὡς δέ πρός τόν ἑαυτῆς νυμφίον καί τόν ἐκείνου Πατέρα, ἄνθρωπον μέν, ἁγίαν δέ καί ὑπεραγίαν καί ὑπέρ ἅπαντας ἀνθρώπους πασῶν τῶν γενεῶν καθαρωτάτην καί ἄχραντον. Ταύτην οὖν ἠγάγετο καί γάμους ἐποίησε τῷ υἱῷ αὐτοῦ. Τίνα τρόπον; Ἄκουε νουνεχῶς.

Ὁ Θεός καί Πατήρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἕνα τῶν αὐτοῦ δούλων, Γαβριήλ, φημί, τόν ἀρχάγγελον, ἐξαποστείλας ἐξ ὕψους ἁγίου αὐτοῦ μηνύει τῇ Παρθένῳ τό χαῖρε· ὅς καί κατελθών διακονεῖ τό μυστήριον τῇ Παρθένῳ καί λέγει αὐτῇ· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ». Καί σύν τῷ λόγῳ συνεισῆλθεν ὁ ἐνυπόστατος καί ὁμοούσιος καί συναΐδιος Λόγος τοῦ Θεοῦ καί Πατρός ὅλος ἐν τῇ τῆς κόρης γαστρί καί ἐπελεύσει καί συνεργείᾳ τοῦ ὁμοουσίου αὐτοῦ Πνεύματος ἀνελάβετο σάρκα ἔννουν καί ἐψυχωμένην ἐξ ἁγνῶν αἱμάτων αὐτῆς καί ἐγένετο ἄνθρωπος. Αὕτη τοιγαροῦν ἡ ἄφραστος συνουσία καί τοιοῦτος ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ καί οὕτω γέγονε τό συνάλλαγμα Θεοῦ πρός ἀνθρώπους, ἑνωθείς ἀσυγχύτως τῇ φθαρτῇ καί πτωχῇ ἡμῶν οὐσίᾳ καί φύσει ὁ ὑπέρ φύσιν καί ὑπερούσιος. Συνέλαβεν οὖν ἡ Παρθένος καί ἔτεκεν ἐκ δύο φύσεων παραδόξως, θεότητος, λέγω, καί ἀνθρωπότητος, ἕνα υἱόν, Θεόν τέλειον καί τέλειον ἄνθρωπον, τόν Κύριον ἡμῶν Ἰησοῦν τόν Χριστόν, μήτε τήν παρθενίαν αὐτῆς διαφθείραντα, μήτε τοῦ κόλπου χωρισθέντα τοῦ πατρικοῦ.

Ἀλλά γάρ ἐντεῦθεν ὅσον ἀπό τοῦ εὐαγγελικοῦ ῥήματος νοεῖν μοι καί ἕτερόν τι δίδωσιν ἡ χάρις καί εἰπεῖν κατεπείγει, ὅ μυστικῶς ἀεί γίνεται καί ἐν πᾶσι τοῖς υἱοῖς τοῦ φωτός. Διατί γάρ οὐκ εἶπεν· «Ἐποίησε γάμον τῷ υἱῷ αὐτοῦ», ἀλλά «γάμους»; Ἐνταῦθά μοι τό καινόν τοῦ νοήματος. Διά τί; Ἐπειδή ἐφ’ ἑνί ἑκάστῳ τῶν πιστῶν καί υἱῶν τῆς ἡμέρας ὁ αὐτός ἀεί γάμος παραπλησίως καί ἀπαραλλάκτως γίνεται. Πῶς καί τίνα τρόπον; Ἐν ὑπεραμώμῳ καί ὑπεράγνω γάμῳ ἑνούμενος ἡμῖν, ὁ Θεός ἐμποιεῖ τι μεῖζον ἡμῶν τῆς δυνάμεως. Τί οὖν ἐστι τοῦτο; Ἄκουε συνετῶς.



Ἑπόμενο: ι΄. Ὅτι καί πάντες οἱ ἅγιοι τόν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καί γεννῶσιν αὐτόν καί γεννᾶται ἐν αὐτοῖς καί γεννῶνται ὑπ’ αὐτοῦ, καί πῶς υἱοί καί ἀδελφοί καί μητέρες αὐτοῦ χρηματίζουσιν.
Προηγούμενο: η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος