Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ιβ΄. Ὅτι οὐ χρή πρό τῆς ἐργασίας τῶν ἐντολῶν καί τῆς εἰς ἀρετήν προκοπῆς τε καί τελειώσεως τά κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐρευνᾶν τῶν ἀμυήτων τινά· καί ὅτι ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου ἐλεύσει πάντες ἀλλήλους γνωρίζουσιν οἱ ἅγιοι.
Προηγούμενο: ι΄. Ὅτι καί πάντες οἱ ἅγιοι τόν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καί γεννῶσιν αὐτόν καί γεννᾶται ἐν αὐτοῖς καί γεννῶνται ὑπ’ αὐτοῦ, καί πῶς υἱοί καί ἀδελφοί καί μητέρες αὐτοῦ χρηματίζουσιν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ια΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· «Καί ἀπέστειλε τούς δούλους αὐτοῦ καλέσαι τούς κεκλημένους εἰς τούς γάμους καί οὐκ ἤθελον ἐλθεῖν».

Τίνες οὖν ἦσαν οἱ ἀπεσταλμένοι; Οἱ προφῆται, φησί. Τίνες οἱ κεκλημένοι; Τῶν Ἰουδαίων οἱ παῖδες· ἐκεῖνοι γάρ ἦσαν οἱ τότε καί ἐξ ἀρχῆς κεκλημένοι, καί οὐκ ἠθέλησαν ἀκοῦσαι αὐτῶν· «Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδού τό ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καί τά σιτιστά τεθυμένα καί πάντα ἕτοιμα· δεῦτε εἰς τούς γάμους. Οἱ δέ ἀμελήσαντες ἀπῆλθον, ὁ μέν εἰς τόν ἴδιον ἀγρόν, ὁ δέ εἰς τήν ἐμπορίαν αὐτοῦ· οἱ δέ λοιποί κρατήσαντες τούς δούλους αὐτοῦ ὕβρισαν καί ἀπέκτειναν». Ποίους λέγει δούλους; Τούς ἀποστόλους αὐτοῦ. Τί δέ ἐστι τό ἄριστον; Ἡ τῶν οὐρανῶν βασιλεία, ἥν προητοίμασε τοῖς κατά πρόθεσιν κλητοῖς οὖσιν ἀπό καταβολῆς κόσμου. Ταύρους δέ τίνας λέγει καί σιτιστά; Αὐτόν τόν τῆς Παρθένου Υἱόν καί Θεόν, τόν μόσχον ὄντα τῇ θεότητι σιτευτόν· οὗτος γάρ καί ταῦρός ἐστι τῇ δυνάμει ὄντως ἀήττητος, πληθυντικῶς δέ ταύρους ἑαυτόν ἐκάλεσεν, ὅτι εἰς πολλά μερίζεται ἡ ἁγία αὐτοῦ σάρξ καί μία ἑκάστη μερίς ἡ ἐξ αὐτοῦ ὅλος ἐκεῖνος πάλιν ἐστί, τοσοῦτον ὤν δυνατός, ὅτι καί τούς ἐχθρούς τῶν λαμβανόντων αὐτόν ἀποτρέπεται ἅπαντας κἀκείνοις δύναμιν δίδωσιν, ὥστε νικῆσαι τόν κόσμον καί δυνηθῆναι γενέσθαι αὐτούς υἱούς Θεοῦ. Ἀμνός δέ λέγεται ὁ πανάμωμος ἀμνός τοῦ Θεοῦ ὡς ἐνιαύσιος, κριός δέ ὡς κεράτων δίκην τόν σταυρόν ἐπιφερόμενος ἄνωθεν, δι’ οὗ καί τήν πληγήν καιρίαν τῷ ἀντιπάλῳ δέδωκε καί εἰς ὅν ἐκεῖνοι τοῦτον σταυρώσαντες ἀπέκτειναν. Ἄλλους δέ δούλους φησί τούς ἁγίους ἀποστόλους αὐτοῦ, οὕς καί ἀπέστειλε παραγγείλας αὐτοῖς εἰς ὁδόν ἐθνῶν μή ἀπελθεῖν καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσελθεῖν, πορευθῆναι δέ μᾶλλον πρός τά ἀπολωλότα πρόβατα τοῦ οἴκου Ἰσραήλ· οἱ δέ οὐδέ τούτους ἐδέξαντο, ἀλλά τούς μέν ὕβρισαν καί ἔτυψαν, τούς δέ καί ἀπέκτειναν, ἐξ ὧν καί Στέφανος ὁ πρῶτος τῶν μαρτύρων ὑπάρχει. «Ἀκούσας δέ ὁ βασιλεύς ὠργίσθη και πέμψας τά στρατεύματα αὐτοῦ ἀπώλεσε τούς φονεῖς ἐκείνους καί τήν πόλιν αὐτῶν ἐνέπρησε». Τούς ἀσεβεῖς Ἑβραίους φησίν, οὕς καί κατέσφαξε, διά τῆς τῶν Ῥωμαίων ἐφόδου τήν παντελῆ ἐρήμωσιν αὐτῶν ἐργασάμενος. Στρατεύματα δέ Θεοῦ καί οἱ πονηροί λέγονται, εἰς τιμωρίαν ἑτέρων πονηρῶν ἐκπεμπόμενοι, καθώς φησι διά Μωϋσέως ὁ Θεός· «Ἐπαποστελῶ εἰς αὐτούς θυμόν καί ὀργήν, ἀποστολήν δι’ ἀγγέλων πονηρῶν».

«Τότε τοίνυν λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μέν γάμος ἕτοιμός ἐστιν, οἱ δέ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπί τάς διεξόδους τῶν ὁδῶν καί ὅσους ἄν εὕρητε καλέσατε εἰς τούς γάμους». Εἶδες ἀκολουθίαν πραγμάτων; Εἶδες παραβολῆς ἀκρίβειαν; «Τότε» γάρ φησι. Τότε; πότε; Ὅτε οἱ Ἰουδαῖοι δηλονότι, κληθέντες εἰς τήν βασιλείαν τῶν οὐρανῶν ὑπό τῶν ἀποστόλων, οὐ μόνον οὐκ ἠνέσχοντο ἀκοῦσαι αὐτῶν, ἀλλά καί ὑβρίσαντες αὐτούς ἀπέκτειναν, τότε ἀπέστειλεν αὐτούς εἰς τόν σύμπαντα κόσμον καί εἰς πάντα τά ἔθνη. «Καί ἐξελθόντες, φησίν, οἱ δοῦλοι ἐκεῖνοι εἰς τάς ὁδούς, συνήγαγον πάντας ὅσους εὗρον πονηρούς τε καί ἀγαθούς καί ἐπλήσθη ὁ γάμος ἀνακειμένων». Τήν γάρ οἰκουμένην περιελθόντες οἱ ἀπόστολοι πᾶσαν, ἐκήρυξαν τόν τοῦ Θεοῦ λόγον καί τούς ὑπακούσαντας πάντας εἰς μίαν συνήγαγον θεογνωσίας πίστιν πονηρούς τε ἅμα τοῖς τρόποις καί ἀγαθούς, μεταβαλλομένους δηλονότι καί πρός ἀρετήν ἐπαναγομένους. Τοῦτο γάρ δηλοῖ τό «συνήγαγον»· ἀλλά γάρ καί ἀπό τῶν ἑξῆς τό αὐτό τοῦτο πάλιν διδασκόμεθα. Φησί γάρ· «Εἰσελθών δέ ὁ βασιλεύς θεάσασθαι τούς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου καί λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθενς ὦδε μή ἔχων ἔνδυμα γάμου; Ὁ δέ ἐφιμώθη. Τότε εἶπεν ὁ βασιλεύς τοῖς διακόνοις· Δήσαντες αὐτοῦ χεῖρας καί πόδας, ἄρατε αὐτόν καί ἐκβάλετε εἰς τό σκότος τό ἐξώτερον· πολλοί γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί». Ὁρᾷς ὅπως τούς μεταβαλλομένους τόν τρόπον συνάγεσθαι εἰς τούς γάμους λέγει, τούς δέ μετά πονηρίας ἤ κακίας τινός, κἄν εἰσέλθωσι, πάλιν μετ’ αἰσχύνης ὑπό τῶν ἀγγέλων ἐκβάλλεσθαι, οὔς καί διακόνους καλεῖ. Οἱ οὖν ἀνακείμενοι ἐν τοῖς γάμοις οἱ ἅγιοί εἰσιν. Αὐτόν δέ τόν μή ἔχοντα ἔνδυμα γάμου, οἶδα ὅτι τινές τούς ἐν πορνείᾳ μόνον καί μοιχείᾳ καί φόνοις τά ἑαυτῶν καταρρυπώσαντας σώματα λογίζονται εἶναι. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· πάντα γάρ τόν ὑπό οἱουδηποτοῦν πάθους ἤ κακίας λέγει ῥερυπωμένον. Καί ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουε Παύλου λέγοντος· «Μή πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οἱ καί εἰδωλολάτραι δηλονότι, οὔτε μέθυσοι, οὔτε λοίδοροι», προσθήσω δέ οὔτε οἱ μῖσος πρός τινα ἀδελφόν ἤ φθόνον ἔχοντες «βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν», οὐδέ μερίδα ἔχουσιν ἐν τῇ εὐφροσύνῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁρᾷς πῶς τό τῆς ψυχῆς ἔνδυμα πᾶσα πονηρία καί ἁμαρτία μολύνει καί ἡμᾶς ποιεῖ τῆς βασιλείας ἐκβάλλεσθαι;



Ἑπόμενο: ιβ΄. Ὅτι οὐ χρή πρό τῆς ἐργασίας τῶν ἐντολῶν καί τῆς εἰς ἀρετήν προκοπῆς τε καί τελειώσεως τά κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐρευνᾶν τῶν ἀμυήτων τινά· καί ὅτι ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου ἐλεύσει πάντες ἀλλήλους γνωρίζουσιν οἱ ἅγιοι.
Προηγούμενο: ι΄. Ὅτι καί πάντες οἱ ἅγιοι τόν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καί γεννῶσιν αὐτόν καί γεννᾶται ἐν αὐτοῖς καί γεννῶνται ὑπ’ αὐτοῦ, καί πῶς υἱοί καί ἀδελφοί καί μητέρες αὐτοῦ χρηματίζουσιν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος