Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Β΄. Τά κεφάλαια τῆς θεωρίας τοῦ λόγου.
Προηγούμενο: ια΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· «Καί ἀπέστειλε τούς δούλους αὐτοῦ καλέσαι τούς κεκλημένους εἰς τούς γάμους καί οὐκ ἤθελον ἐλθεῖν».
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ιβ΄. Ὅτι οὐ χρή πρό τῆς ἐργασίας τῶν ἐντολῶν καί τῆς εἰς ἀρετήν προκοπῆς τε καί τελειώσεως τά κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐρευνᾶν τῶν ἀμυήτων τινά· καί ὅτι ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου ἐλεύσει πάντες ἀλλήλους γνωρίζουσιν οἱ ἅγιοι.

Τοιγαροῦν ἐάσωμεν τάς ματαίας καί ἀνωφελεῖς συζητήσεις καί μή τά τοῦ καιροῦ πρό καιροῦ μανθάνειν σπουδάζωμεν, πειθώμεθα δέ μᾶλλον οὕτω λέγοντι τῷ Δεσπότῃ. «Ἐρευνᾶτε τάς Γραφάς». Ἐρευνᾶτε καί μή πολυπραγμονεῖτε. Ἐρευνᾶτε τάς Γραφάς καί μή ἔξωθεν τῶν ἁγίων Γραφῶν συζητήσεις ποιεῖσθε. Ἐρευνᾶτε τάς Γραφάς, ἵνα περί πίστεως καί ἐλπίδος καί ἀγάπης διδάσκησθε· περί πίστεως, ἵνα μή παντί ἀνέμῳ συμπεριφέρησθε κατά τήν κυβείαν τῶν ἀστηρίκτων ἀνθρώπων, ἀλλά διά δογμάτων ὀρθῶν τῆς ἀποστολικῆς καί καθολικῆς Ἐκκλησίας στερεοῦσθε καί τόν «λόγον ὀρθοτομεῖτε» αὐτῆς. Οὐ μόνον δέ, ἀλλά καί τόν τῆς πίστεως καρπόν καί τό ἐκ ταύτης ὄφελος διά τῆς πράξεως τῶν ἐντολῶν τοῦ ἐκζητεῖν διδαχθήσεσθε καί, ὅταν εὑρεῖν τοῦτο δυνηθῆτε, τηνικαῦτα καί τήν ἐλπίδα ἀκαταίσχυντον κτήσεσθε καί τήν πρός Θεόν ἀγάπην ἐν αὐτῇ ὁλικήν ἕξετε. Ἄλλως γάρ ἀδύνατον παντί ἀνθρώπῳ τήν πρός Θεόν ἀγάπην τελείαν κτήσασθαι εἰ μή διά πίστεως ἀκραιφνοῦς καί ἐλπίδος βεβαίας καί ἀδιστάκτου. Τί οὖν καταλιπόντες τό ἀνακρίνειν ἑαυτούς περί τούτων, καί εἰ ἄρα πίστιν ἔσχομεν πρός τόν Θεόν τοιαύτην οἵαν αὐτός ἐκεῖνος, ὁ καί κρῖναι μέλλων, καί ἀπαιτῆσαι ταύτην ἡμᾶς λέγει, τά ὑπέρ ἡμᾶς πολυπραγμονοῦμεν, καί ταῦτα, μηδέ τά ἐν ποσίν εἰδότες ποσῶς;

Ὁποία δέ ἐστιν ἡ πίστις ἥν ἀπαιτούμεθα πρός Θεοῦ καί ποταπή ἥν ὀφείλομεν πρός αὐτόν ἔχειν, αὐτός οὗτος διά τῶν εὐαγγελίων ἐδήλωσεν, οὕτως εἰπών· «Ὁ θέλων ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ καί ἀκολουθείτω μοι· ὅστις γάρ ἔρχεται πρός με καί οὐ μισεῖ τόν πατέρα αὐτοῦ καί τήν μητέρα καί τούς ἀδελφούς καί τάς ἀδελφάς ἔτι δέ καί τήν ἑαυτοῦ ψυχήν οὐ δύναταί μου εἶναι μαθητής». Καί πάλιν· «Ὁ εὑρών τήν ψυχήν αὐτοῦ» ἐν τοῖς εἰρημένοις δηλονότι «ἀπολέσει αὐτήν· ὅς δ’ ἄν ἀπολέσῃ τήν ψυχήν αὐτοῦ ἕνεκεν ἐμοῦ καί τοῦ εὐαγγελίου μου» ἤγουν τῆς τῶν ἐντολῶν μου ἐκπληρώσεως «εἰς ζωήν αἰώνιον εὑρήσει αὐτήν». Ἠκούσατε τῆς πίστεως τά γνωρίσματα; Ἀρκεῖσθε τοῖς εἰρημένοις ἤ ἔτι χρείαν ἔχετε καί τῶν ἑξῆς ἀναμνησθῆναι;

Εἰ οὖν βούλεσθε μαθεῖν ὅτι τοιαύτην πίστιν ἀπαιτεῖ ἡμᾶς ὁ Θεός, ὥστε μηδέ περί τῆς παρούσης ταύτης ζωῆς τό καθόλου φροντίζειν πιστεύοντας εἰς αὐτόν, ἐξ αὐτοῦ μάθετε ἀκριβῶς τοῦ Κυρίου οὕτω διαρρήδην βοῶντος· «Μή μεριμνήσητε περί τῆς αὔριον τί φάγητε ἤ τί πίητε ἤ τί ἐνδύσησθε». Κατά μικρόν δέ ἀνάγων ἐπί τά τελεώτερά φησιν· «Ἐάν τις σε ῥαπίσῃ εἰς τήν δεξιάν σιαγόνα, στρέψον αὐτῷ καί τήν ἄλλην· καί τῷ θέλοντί σοι κριθῆναι καί τόν χιτῶνά σου λαβεῖν ἄφες αὐτῷ καί τό ἱμάτιον· καί τῷ αἴροντι τά σά μή ἀπαίτει». Καί ἔτι καθ’ ὑπερβολήν εἰς ὑπερβολήν πίστεως εὔχεσθαι καί ἀγαπᾶν κελεύει τούς ἐχθρούς καί καλῶς ποιεῖν τοῖς μισοῦσιν ἡμᾶς καί ὑπέρ τῶν ἐπηρεαζόντων ἡμᾶς εὔχεσθαι. Καί ἄλλα πλείονα κελεύει ποιεῖν ἡμᾶς ἐξ ὧν πρότερον δηλονότι δείκνυται ἡ πρός αὐτόν πίστις ἡμῶν, καί τότε τό πιστούς ἡμᾶς εἶναι λέγειν χρεών· χωρίς γάρ τούτων νεκρά ἡ πίστις ἡμῶν καί ἡμεῖς νεκροί δηλονότι.

Ἐρεύνησον τοιγαροῦν σεαυτόν ἀκριβῶς, ὦ οὗτος, καί ἐάν μηδέν τῶν εἰρημένων ἐλλείψαντα σεαυτόν εὑρήσῃς, ἀλλά πάντα μεθ᾿ὑπερβολῆς ἀπό ζεούσης καρδίας καί προθέσεως πράξαντα, πάντως ἔχειν ἐν φωτί κατανοήσεις ἑαυτόν καί ἐλπίδα ἀκαταίσχυντον, οὐχί τήν ἐξ οἰήσεως ἐν τοῖς ἀπολλυμένοις προσγινομένην, ἧς τό μάταιον καί ἀπατηλόν οὐδείς τῶν κεκτημένων αὐτήν ἐπιγνῶναι δύναται, ἀλλά τήν χρηστήν ἐλπίδα καί ἀληθινήν ἐν ἀληθινῷ καί ἀκαταισχύντῳ φωτί. Ἐν ταύτῃ δέ ὥσπερ ἐπ’ ὀχήματι χερουβικῷ κατίδοις τήν ἀγάπην ἐποχουμένην, ἥτις ἐστίν ὁ Θεός· ἥν ἐάν οὕτως εὑρών ἴδῃς, οὐ πολυπραγμονήσεις ἔκτοτε τῶν μελλόντων καί ἀοράτων οὐδέν, ἀλλά καί ἄλλους ἐπιστομίσεις καί παραγγείλῃς μή πολυπραγμονεῖν τι μηδέ συζητεῖν περί τῶν ἐκεῖσε, ὡς αὐτῇ τῇ πείρᾳ μαθών ὅτι νῷ καί λόγῳ ἀκατάληπτα καί ἄφραστα πάντα εἰσί τά ἐκεῖσε. Εἰ δέ τά πιστόν σε τέως καί χριστιανόν ποιοῦντα ἐν πρώτοις γνωρίζεσθαι οὐκ ἔπραξας, ἀλλά μετά τῶν ἀπίστων πιστός καί μετά τῶν πιστῶν κατακεκριμένος ὑπό τοῦ συνειδότος ὡς ἄπιστος εἶ, καί οὐκέτι τελείαν ἔχεις ἐλπίδα καί πληροφορίαν σωθήσεσθαι, οὐδέ ὡς ὁ ἅγιος Παῦλος λέγειν καί σύ δύνασαι· «Τόν ἀγῶνα τόν καλόν ἠγώνισμαι, τόν δρόμον τετέλεκα, τήν πίστιν τετήρηκα· λοιπόν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὅν ἀποδώσει μοι ὁ Κύριος ὁ δίκαιος κριτής», τί πολυπραγμονεῖς καί μαθεῖν ἐρωτᾷς, εἰ ἄρα μέλλουσιν γνωρίζειν οἱ ἅγιοι ἀλλήλους ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅταν ἐν τῇ θεωρίᾳ τοῦ ἐπί πάντων Θεοῦ γενόμενοι ὁρῶσιν αὐτόν; Τί σοι ἔσται ἐκ τούτου ὄφελος; Εἰπέ μοι.

Ἤθελον γάρ ἀκοῦσαι καί μαθεῖν παρά σοῦ τί σοι τό ὄφελος, ὑπό τοῦ συνειδότος, ὡς ἔφαμεν, κρινομένῳ σοι, ἐπειδή τάς ἐνταλθείσας ὑπό τοῦ Χριστοῦ μερίδα μή ἔχοντι, ἐάν τάς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἀπολαύσεις καί δόξας καί τρυφάς καί ἀποκαταστάσεις μάθῃς διδασκόμενος παρ’ ἡμῶν. Οὐδέν οὐδαμῶς πάντως, ἀλλά καί κατάκριμα μεῖζον μᾶλλον σεαυτῷ προξενήσεις, ὅτι καί ταῦτα μαθών κατεφρόνησας καί τήν οἴησιν ἀποβαλέσθαι καί ταπείνωσιν κτήσασθαι οὐκ ἠθέλησας. Ἄλλως δέ καί ἐρωτῶντί μοι πρᾴως, ἐν εἰρήνῃ σύ ἀποκρίθητι. Παιδί μικρῷ μηδέ τά στοιχεῖα καταδεξαμένῳ τῶν γραμμάτων μαθεῖν, τά περί γραμματικῆς καί ῥητορικῆς ζητοῦντι διερμηνεύεσθαι, ἆρα ἀνέξεταί ποτε ἄνθρωπος, λογισμοῦ κύριος ὤν, κἄν λόγου ψιλοῦ ἀξιῶσαι τήν ἀφροσύνην αὐτοῦ, καί οὐχί μᾶλλον ἀπώσεται ὡς ἄφρονα καί παιδικά φρονοῦντα καί ἀναισθήτως αἰτοῦντα τά ὑπέρ τήν ἑαυτοῦ δύναμιν; Εἰ δέ ἐν τούτοις δίκαιον τοῦτο καί πρέπον ἐστί, πόσῳ μᾶλλον ἐν τοῖς ὑπέρ λόγον καί νοῦν καί διάνοιαν; Εἰ δέ καί τά στοιχεῖα τῶν γραμμάτων μή μάθῃ τις, ἀκούσει δέ ἅπερ δι’ ἑτέρων λέξεων οἱ Ἕλληνες συνεγράψαντο καί νοήσει αὐτά τῇ ἰδίᾳ διαλέκτῳ λεγόμενα, οὐδέν θαυμαστόν, ἐπειδή περί αἰσθητῶν ὁ λόγος αὐτοῖς καί μάταιοι περί ματαίων πραγμάτων αἱ διηγήσεις αὐτῶν.

Τά δέ περί οὗ ἐρωτᾷς οὐ τοιαῦτα, ἀλλ’ ὁποῖα καί πῶς; Ὡς ὁ προφήτης λέγει Δαβίδ· «Καί ἔκλινεν οὐρανούς καί κατέβη καί γνόφος ὑπό τούς πόδας αὐτοῦ». Τίς οὗτος ὁ γνόφος; Ἡ σάρξ αὐτή τοῦ Κυρίου, περί ἧς καί Ἰωάννης ὁ μέγας πρόδρομος αὐτοῦ ὕστερον ἔφη· «Οὗ οὐκ εἰμί ἱκανός κύψας λῦσαι τόν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ». Κατέβη τοίνυν καί ἦλθεν ἀντί γνόφου περικείμενος τήν σάρκα. Καί αὖθις· «Ἐπέβη ἐπί Χερουβίμ καί ἐπετάσθη, ἐπετάσθη ἐπί πτερύγων ἀνέμων. Καί ἔθετο σκότος ἀποκρυβήν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνή αὐτοῦ». Ὁρᾷς ὅπως οὐ περί αἰσθητῶν σοι πραγμάτων ἡ ἔρευνα, ἀλλά περί θείων καί ἀκαταλήπτων καί οὐ ῥᾳδίως παρά πάντων καταλαμβανομένων; Εἰ γάρ γνόφον καί σκότος ἔθετο ἀποκρυβήν τῶν μυστηρίων αὐτοῦ καί πολλοῦ δέεταί τις φωτός τοῦ παναγίου Πνεύματος εἰς τήν κατανόησιν τῶν ἀποκεκρυμμένων αὐτοῦ μυστηρίων, πῶς, μήπω τοῦ θείου φωτός κατοικητήριον γεγονώς, ἐρευνᾷς ἅ μαθεῖν οὐκ ἰσχύσεις, ἀτελής ἔτι καί ἀφώτιστος ὤν; Ἵνα γάρ μή ὑπολάβῃς, ὡς ἐν σκότει καθήμενος, ὅτι κἀκεῖνος ἐν τῷ σκότει γεγονώς ἐκρύβη, «κύκλῳ αὐτοῦ τήν σκηνήν αὐτοῦ» ἔφη ὁ προφήτης Δαβίδ· σκηνήν δέ λέγει ἥν ὁ Παῦλος φῶς ὀνομάζει - «φῶς γάρ, φησίν, οἰκῶν ἀπρόσιτον» - , ἀμφότεροι τό ἀκατάληπτον καί ἄστεκτον αὐτοῦ τῆςθεότητος δηλοῦντες, οὐχί δέ περιοριστόν ποιοῦντες τό θεῖον, ἀλλ’ οἷον οὕτω πως τόν λόγον ποιούμενοι πρός τούς περιεργότερον ἔχοντάς φασι. Μή ὑπολάβετε, ὦ ἀνόητοι, ὅτι ἐν σκότει ὁ ἀναληφθείς Κύριος καί Θεός εἰσελθών ἐκρύβη· ἀλλά ἐκεῖνος μέν ἐν τῇ ἰδίᾳ δόξῃ τῇ τό πᾶν καί ὑπέρ τό πᾶν πληρούσῃ θεότητί ἐστιν ἐν ᾗ καί πρό τούτου ἦν, φειδόμενος δέ ἡμῶν, ἵνα μή ἄρδην ἀπολώμεθα, ἔθετο σκότος καλύπτον οὐκ ἐκεῖνον, ἀλλ΄ ἡμᾶς· «Ὁ Θεός γάρ ἡμῶν, φησί, πῦρ καταναλίσκον» οὐχί τούς δικαίους, ἀλλά τούς ἁμαρτωλούς.

Ἴδε οὖν· ἔμαθες ὡς ἐν παραδρομῇ τά τῆς πίστεως ἡμῶν θεῖά τε καί φρικτά μυστήρια παρ’ ἡμῶν, μᾶλλον δέ παρά τοῦ Ἁγίου Πνεύματος δι’ ἡμῶν· ἔμαθες ὅτι καί κατῆλθεν ἐπί τῆς γῆς ὁ Θεός καί ἀνῆλθεν αὖθις εἰς οὐρανούς καί ἔθετο σκότος ἀποκρυβήν αὐτοῦ· οὐ γάρ ἔδει πρό τῆς κρίσεως μετά τῆς τοῦ Πατρός αὐτοῦ δόξης φανῆναι ἡμῖν, ἀλλά τότε τοῦτο γενέσθαι ὅτε καί τόν καιρόν ὁ Πατήρ αὐτοῦ ἐν τῇ ἰδίᾳ ἔθετο ἐξουσίᾳ. Εἰ οὖν οὕτως ὑπάρχει τά μυστήρια κεκρυμμένα τῆς βασιλείας τῶν οὐρανῶν καί οὐ πᾶσι δέδοται γινώσκειν αὐτά κατά τήν τοῦ Κυρίου φωνήν, τί, ἀφείς ἐργάζεσθαι τάς ἐντολάς αὐτοῦ, περί τῶν ἀποκεκρυμμένων πᾶσιν ἀνθρώποις ἐπερωτᾷς; Ἰδού γάρ καθ’ ἑκάστην ἀκούεις τοῦ Ἀποστόλου βοῶντος περί ἐκείνων αὐτῶν «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», τά ἀγαθά «ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν». Πρό γάρ τοῦ ἀναληφθῆναι αὐτόν καί τό σκότος θεῖναι ἀποκρυβήν αὐτοῦ δέδωκεν ἡμῖν τάς ἁγίας αὐτοῦ ἐντολάς, ὡς ἄν εἴποι τις, ἐργαλεῖα ἡμῖν δεδωκώς, τήν δέ πίστιν τήν εἰς αὐτόν ὥσπερ τινά τεχνίτην, ὡς εἶναι ἡμᾶς μέν σκεύη, τήν δέ πίστιν τεχνίτην, τάς δέ ἐντολάς ἐργαλεῖα, δι’ ὧν ὁ τεχνίτης Λόγος ἀναστοιχειοῖ καί νεουργεῖ τούς ἐργάτας τῶν αὐτοῦ ἐντολῶν, ὡς ἄν διά τῆς ἐργασίας αὐτῶν καθαιρόμενοι φωτιζώμεθα κατά προκοπήν ὑπό τοῦ Πνεύματος τήν γνῶσιν τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν.

Καί καθάπερ τά ἐργαλεῖα δίχα τεχνίτου καί ὁ τεχνίτης δίχα ἐργαλείων ἐνεργεῖν τι οὐ δύναται, οὕτως οὐδέ ἡ πίστις δίχα τῆς τῶν ἐντολῶν ἐκπληρώσεως, οὐδέ ἡ ἐκπλήρωσις τῶν ἐντολῶν δίχα πίστεως ἀνανεοῖ καθόλου καί ἀναπλάττει ἡμᾶς ἤ ἀπό παλαιῶν καινούς ἡμᾶς ἀπεργάζεται. Ὁπηνίκα δέ τά ἀμφότερα ἐν ἀδιστάκτῳ καρδίᾳ κτησώμεθα καί εὔχρηστον σκεῦος τῷ Δεσπότῃ εἰς ὑποδοχήν τοῦ νοητοῦ μύρου γενώμεθα, τηνικαῦτα καί ὁ θείς τό σκότος ἀποκρυβήν αὐτοῦ ἐγκαινίζει ἡμῖν τῇ τοῦ Ἁγίου Πνεύματος δωρεᾷ καί καινούς ἀντί παλαιῶν καί ζῶντας ὡς ἀπό νεκρῶν ἐξανίστησι καί διατέμνει τό σκότος καί διαβιβάζει ἐκεῖθεν τούτου τόν ἡμέτερον νοῦν καί ὡς ἐξ ὀπῆς τινος παρακύπτειν αὐτόν καί βλέπειν χαρίζεται ἀμυδρῶς πως, ὅσον ἡλίου κύκλον ἤ σελήνης ἐστίν· ἔνθεν τοι καί διδάσκεται, ἤ μᾶλλον εἰπεῖν γινώσκει καί μυεῖται, πληροφορούμενος ὅτι ὄντως ἄλλως οὐκ ἔνι ἐν μερικῇ μετοχῇ τῶν ἀπορρήτων γενέσθαι τοῦ Θεοῦ ἀγαθῶν, εἰ μή ἐν ταπεινώσει καρδίας καί πίστει ἀδιστάκτῳ ὁλοψύχου προθέσεως πάντα τόν κόσμον οὗτοι καί τά ἐν τῷ κόσμῳ σύν τοῖς θελήμασιν αὐτῶν ἀπαρνήσονται ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ Θεοῦ· καί οὐ τοῦτο μόνον, ἀλλ’ ἐάν μή ἀνεπαισχύντως, μᾶλλον δέ ἐν ἀγαλλιάσει καρδίας καί χαρᾷ, τούς ὑπέρ ἀρετῆς πόνους ὁμοῦ καί πειρασμούς διελεύσονται οἱ πιστεύοντες εἰς Χριστόν καί μάλιστα οἱ νήπιοι βαπτισθέντες καί μή ἐπαισθανόμενοι ἔχειν «τήν τῆς χάριτος τοῦ Θεοῦ δωρεάν».

Σύ οὖν, ὁ ταῦτα ἀναγνούς, μή ἐν οἰήσει τῆς ψευδωνύμου γνώσεως καί ἀναπλάσει λογισμῶν ματαίων, ἀλλ’ ἐν φόβῳ καί τρόμῳ σεαυτόν ἀνάκρινον· καί εἰ βούλει μαθεῖν ὅπως ἔχεις βίου καί καταστάσεως, ἐρώτησόν σου τήν ψυχήν καί εἰπέ αὐτῇ· «Ψυχή, ἐφύλαξας τάς ἐντολάς τοῦ Θεοῦ πάσας ἤ οὔ;» Καί ἀνοίξασα τό τοῦ συνειδότος αὐτῆς στόμα, ἐρεῖ σοι πάντως τό ἀληθές· οὐ γάρ αἰδεσθήσεταί σε, ἀλλ’ ἐλέγξει σε καί ἅ προαπέθου καί ἔχεις ἐν ἑαυτῷ, εἴτε ἀγαθά, εἴτε φαῦλα, ὑποδείξει σοι. Ἐν γάρ τῷ συνειδότι αὐτῆς εὑρήσεις, εἴτε τόν κόσμον ἠγάπησας, εἴτε τούτου προετίμησας τόν Θεόν, εἴτε τήν τῶν ἀνθρώπων δόξαν ἐζήτησας, εἴτε τήν ἐκ τοῦ Θεοῦ διδομένην μόνον ἐπόθησας· ἐν ἑαυτῷ παρακύψας ὡς ἐν κιβωτίῳ καί τό ὑποκείμενον ἀναψηλαφῶν, ἕν ἕν τῶν ἀποκειμένων ἐκβάλλων, πάντα γνωρίσεις τρανῶς. Ὑπόθου μοι γάρ ἐν πρώτοις ἐναποκεῖσθαι φιλοδοξίας καί κενοδοξίας ἔρωτα, εἶδος ἀνθρωπαρέσκειας, ἡδύσματα τῶν ἐξ ἀνθρώπων ἐπαίνων, ὑποκρίσεως ἔνδυμα, σπέρμα φιλαργυρίας ἐγκεκρυμμένον, καί ἁπλῶς πολλά ἐγκείμενα ἐν αὐτῷ καί ἕτερον ὑφ’ ἑτέρου συγκαλυπτόμενον, ἐπάνω δέ τούτων ἁπάντων ἔστω ἀνακειμένη φυσίωσις - ἡ γάρ γνῶσις, φησί, φυσιοῖ -, σύν ταύτῃ οἴησις καί τό δοκεῖν εἶναί τι μηδέν ὄντα τόν πεφυσιωμένον τόν λογισμόν. Τούτων τοιγαροῦν ἐπικειμένων τοῖς ἄλλοις οἷσπερ προείπομεν ἅπασι, πῶς ἰσχύσεις, εἰπέ μοι, ταῦτα θεάσασθαι; Πάντως ἐρεῖς· οὐδαμῶς.

Λέγε μοι οὖν ἄρτι καί τοῦτο. Μή πειθομένου σου ὅτι κάλυμμά τι τῶν τοιούτων ἐπίκειται τῇ καρδίᾳ σου, ἀλλ’ ἀπιστοῦντος, καθά δή καί Ἑβραῖοι, τοῦτο αὐτό τοῦ Παύλου λέγοντος πρός αὐτούς, ἀπιστοῦσι, καί μή περιαιροῦντός σου τό κάλυμμα τοῦτο ἐκ τῆς καρδίας σου, ἵνα καί τά ὑπ’ αὐτοῦ καλυπτόμενα πάθη ἴδῃς καί τήν ταλαίπωρόν σου ψυχήν οἰκτειρήσῃς καί σπεύσῃς αὐτήν ἐκκαθᾶραι καί τούς νοερούς αὐτῆς ὀφθαλμούς καί τό πρόσωπον δάκρυσι θερμοῖς ἀπονίψῃς, πᾶσαν ἀπορριψάμενος ὄπισθεν σοφίαν καί γνῶσιν τήν ἔξωθεν, Παύλῳ πειθόμενος, ὡς ἄν γένῃ μωρός ἐν τῷ κόσμῳ τούτῳ, ἵνα γένῃ φρόνιμος ἐν Χριστῷ, πῶς, εἰπέ, μωροῦ ὄντος σου, τά περί Θεοῦ σοι καί τῶν θείων ἐκδιηγήσομαι, ἀποκεκρυμμένων ὄντων καί ἀοράτων αὐτῶν; Οὐκ αὐτός σύ καταγνώσεις μου ὡς ἀνάξιον πρᾶγμα ποιοῦντος καί ἐν σεαυτῷ δικαίως ἐρεῖς· «Οὗτος, φησίν, ὄντως ἄφρων ἐστίν, ὁ ἐμοί τῷ ἄφρονι τά περί τῶν ἀοράτων και ἀκαταλήπτων πάσῃ πνοῇ τῇ ὑπό τόν οὐρανόν καί πάσῃ κτίσει τῇ ὑπεράνω οὔσῃ τῶν οὐρανῶν διηγούμενος»; Εἰ γάρ τά τότε μέλλοντα γενέσθαι οὐδέ οἱ ἄγγελοι ἐπίστανται τοῦ Θεοῦ, καθώς οὐδέ τήν ἐπί γῆς αὐτοῦ παρουσίαν ὁποία ἤ ποταπή, ἤ πότε ἤ ὅτε κατελθεῖν ἔμελλε καί ἄνθρωπος γενέσθαι ἐγίνωσκον, πόσῳ μᾶλλον τήν μετά δόξης αὐτοῦ παρουσίαν ἔσχατον ἀγνοεῖν ὀφείλουσιν, ὁπότε γενήσεται καί ὁπόση, ἤ τίνα ἅπερ τότε τοῖς ἁγίοις αὐτοῦ μέλλει χαρίζεσθαι; Καί ὅτι ταῦτα οὕτως ἔχει ἐπί τῆς ἀληθείας, ὁ μέν Παῦλος ἐδήλωσεν εἰπών· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καί ταῖς ἐξουσίαις διά τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ», ὁ δέ Κύριος περί τῆς παρουσίας αὐτοῦ ὅτι «καί αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται», ἀντί τοῦ ἐκπλαγήσονται καί θαυμάσουσιν, αἴφνης θεώμεναι ἅπερ μέχρι τότε πάντως οὐκ εἶδον. Εἰ τοίνυν αἱ δυνάμεις ἀγνοοῦσι τῶν οὐρανῶν, σύ, πῶς ὅλως ἀποτολμᾶς καί λέγεις ὅτι οὐ μή γνωρίζουσιν ἀλλήλους οἱ ἅγιοι ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὁπόταν ἐν τῇ θεωρίᾳ τούτου γενήσονται; Ὁ δέ γε τούτῳ πάλιν ἀντιπίπτων, σύ, καί φάσκων· «Ὄντως ὁρᾶν καί γνωρίζειν ἀλλήλους ὀφείλουσι», πόθεν τοῦτο μεμάθηκας;

Ὤ ἄγνοια καί μανία καί σκότωσις! Οὐ φρίττετε, οὐ φοβεῖσθε; Ἐκ γάρ τῶν λόγων ὑμῶν ἀμφότεροι καταδικασθήσεσθε παρά τοῦ δικαίου καί ἀπροσωπολήπτου κριτοῦ. Πρός γάρ τούς λέγοντας μή ὁρᾶν μηδέ γνωρίζειν ἀλλήλους τούς ἁγίους, ἀλλά μόνον ἐκεῖνον ὁρᾶν, ταῖς αἰσθήσεσι πάσαις ὅλους ὅλῳ δῆθεν ἑνουμένους ἐκείνῳ, φθέγξεταί πως καί εἴπῃ· «Ἔγνωτέ με, ὦ οὗτοι; Εἴδετέ μου τό φῶς; Ἐνδέξασθέ με ἐν ὑμῖν; Τάς ἐνεργείας τοῦ Πνεύματός μου τοῦ Ἁγίου αὐτῇ τῇ πείρᾳ ἐμάθετε ἤ οὔ;» Οἵ οὐ μή τολμήσωσιν ἀντιφθέγξασθαι, οἶμαι, καί εἰπεῖν· «Ναί, φησί, Δέσποτα». Εἰ γάρ τοῦτο ἐροῦσιν, ἀντερεῖ πρός αὐτούς· «Πῶς οὖν, εἰ τούτων ἐν πείρᾳ γεγόνατε, τούς ἐμέ ἐν ἑαυτοῖς ἔχειν μέλλοντας μή γνωρίζειν ἀλλήλους λέγετε; Ἐγώ Θεός ἀψευδής, Θεός ἀληθινός, Θεός ἅγιος, ὁ ἐν ἁγίοις ἐγκατοικῶν. Πῶς οὖν ἐν αὐτοῖς κατοικῶ; Ὥσπερ εἶπον ὅτι ἐγώ ἐν τῷ Πατρί καί ὁ Πατήρ ἐν ἐμοί, οὕτω καί οἱ ἅγιοι ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς· καί καθάπερ ὁ Πατήρ ἐν ἐμοί κἀγώ πάλιν ἐν τῷ Πατρί μου, οὕτω καί ἐν τοῖς ἁγίοις πᾶσιν ἐγώ ἔσομαι κατοικῶν καί οἱ ἅγιοι πάντες κατοικήσουσιν ἐν ἐμοί». Πρός δέ τούτοις ἐρεῖ καί ταῦτα· «Εἰ τοίνυν ἐγώ ἐν τοῖς ἁγίοις μου καί οἱ ἅγιοί μου ἐν ἐμοί, ἐγώ ἐν τῷ Πατρί μου καί ὁ Πατήρ μου ἐν ἐμοί, καθώς δέ γινώσκει με ὁ Πατήρ κἀγώ γινώσκω τόν Πατέρα, εὔδηλον ὅτι καί οἱ ἅγιοι γνωρίζειν καί γινώσκειν ὀφείλουσιν». Ἵνα δέ σαφέστερον τοῦτο γένηται, ὡς ἄν δῆλον καί τοῖς ἀναισθήτοις ἔσται, χρεών προσθεῖναι καί ἔτι πάλιν εἰπεῖν· ἐν πᾶσι τοῖς ἁγίοις Χριστός ἐνοικῶν ἔσεται.

Ὁπόταν οὖν αἱ βίβλοι τοῦ συνειδότος ἑκάστου διανοιχθήσονται, ἐν μέν ταῖς τῶν ἁμαρτωλῶν καρδίαις καί συνειδήσεσιν εὑρεθήσονται, εἰ μή τι ἄλλο, οἴησις ἤ κενοδοξία ἤ αἵρεσις ἤ ζῆλος ἤ φθόνος ἤ τι τῶν τοιούτων· εἰ δ’ οὖν, ἀλλ’ ἀμέλεια, ῥαθυμία καί τό μή πάσῃ ἰσχύϊ ποιῆσαι τάς τοῦ Θεοῦ ἐντολάς, ὅθεν ἔλλειψις ἔσται τῆς ἀγάπης αὐτοῦ. Διά τοῦτο οὖν «σκοτισθήσονται οἱ ὀφθαλμοί αὐτῶν τοῦ μή βλέπειν» καί αἰσχυνθήσονται καί ἀκούσονται· «Ἐφ’ ὅσον οὐκ ἐποιήσατε μίαν τῶν ἐντολῶν μου τῶν ἐλαχίστων, ἀλλά ταύτης κατεφρονήσατε, ἐμοί οὐκ ἐποιήσατε. Ἀπέλθετε ἀπ’ ἐμοῦ εἰς τό πῦρ τό αἰώνιον, τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ ». Ἐν δέ τῷ διανοιγῆναι τάς τοῦ συνειδότος τῶν ἁγίων βίβλους, πρόσεχε! λάμψει ὁ νῦν ἀποκεκρυμμένος ἐν αὐτοῖς Χριστός ὁ Θεός, ὡς ἔλαμψε πρό τῶν αἰώνων ἐκ τοῦ Πατρός, καί ἔσονται οἱ ἅγιοι ὅμοιοι τῷ Ὑψίστῳ. Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Σωτῆρος ἄκουσον τοῦτο λέγοντος· «Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος». Ποῖον δέ ἄλλον λέγει καιρόν ἤ ἥλιον, εἰ μή πάντως ὅνπερ εἰρήκαμεν, καί ἑαυτόν τόν ἥλιον δικαιοσύνης μόνον ὀνομαζόμενον καί ἐν δικαίοις μόνον ἀνατέλλοντα καί ἐκλάμποντα; Καί τοῦτο ὁ ἐπιστήθιος καί Χριστοῦ μαθητής ἠγαπημένος ἐκδηλότερον διατρανοῖ λέγων· «Ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, ἀλλ’ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δέ ὅτι, ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα». Καί ὁ Παῦλος· «Νῦν γινώσκω ἐκ μέρους, τότε δέ ἐπιγνώσομαι, καθώς καί ἐπεγνώσθην».

Εἰ οὖν ὅμοιοι τοῦ Θεοῦ οἱ ἅγιοι καί τοσοῦτον ἐπιγνώσονται τόν Θεόν, ὅσον ὁ Θεός ἐπέγνω αὐτούς, καί καθώς γινώσκει ὁ Πατήρ τόν Υἱόν καί ὁ Υἱός τόν Πατέρα, οὕτως ὀφείλουσι καί οἱ ἅγιοι ἀλλήλους καί ὁρᾶν καί γινώσκειν, ἀλλά καί οἱ μηδέποτε ἀλλήλους σωματικῶς ἐν τῷδε τῷ κόσμῳ ἰδόντες τότε γνωρίζειν ἀλλήλους ὀφείλουσι, πῶς οὐκ ἐρυθριᾶτε περί ὧν οὐκ οἴδατε λέγειν καί ἐπερωτᾶν καί διδάσκειν, ὡς ἤδη καί τῶν ὑπέρ ἡμᾶς τήν γνῶσιν δῆθεν πεπλουτηκότες καί ἄνωθεν προχειρισθέντες διδάσκαλοι; Ὥσπερ γάρ οὐδέποτε ἀγνοήσει ὁ Πατήρ τόν Υἱόν ἤ ὁ Υἱός τόν Πατέρα, οὕτως οὐδέ οἱ ἅγιοι, θέσει θεοί γεγονότες ἐν τῷ ἔχειν οἰκοῦντα ἐν ἑαυτοῖς τόν Θεόν, ἀλλήλους ποτέ ἀγνοήσουσιν, ἀλλά βλέποντες ἔσονται ἀλλήλων καί ἑαυτῶν τήν δόξαν, ὡς ὁ Υἱός τοῦ Πατρός καί ὁ Πατήρ τοῦ Υἱοῦ. Τίς δέ καί ὁποία ἔσται τῶν ἁγίων ἡ δόξα; Οἵα ἐστί τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καί τοῦτο αὐτός δι’ ἑαυτοῦ ἀριδήλως δεδήλωκε· φησί γάρ· «Καί ἐγώ τήν δόξαν ἥν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθώς ἡμεῖς ἕν ἐσμεν». Ὁρᾷς ὅτι ἡ ἀπό τοῦ Θεοῦ καί Πατρός δοθεῖσα πρό τῶν αἰώνων τῷ Υἱῷ δόξα ὑπ’ αὐτοῦ τοῦ Υἱοῦ τοῖς ἁγίοις δεδώρηται καί εἰς ἕν οἱ πάντες εἰσί.

Τοιγαροῦν οἱ λέγοντες, ὅτι οὐ μή ὁρῶσιν, οὐδ’ οὐ μή γνωρίζωσιν ἀλλήλους οἱ ἅγιοι ἐν τῇ θεωρίᾳ γινόμενοι τοῦ Θεοῦ, ὄντως ἐν σκότει πορεύονται καί ἐν μετουσίᾳ ἤ θεωρίᾳ καί ἐπιγνώσει Θεοῦ οὐκ ἐγένοντο καί λαλοῦσι καί διαμαρτύρονται ἅ οὔτε ἐπίστανται, οὔτε ποτέ ἐθεάσαντο. Οἱονεί γάρ λέγουσιν ἐν ἐκστάσει καί τότε γίνεσθαι, ὥσπερ καί νῦν, τούς ἁγίους καί ἐπιλανθάνεσθαι ἑαυτῶν τε καί τῶν σύν αὐτοῖς, δοκοῦντες, ὡς οἶμαι, μᾶλλον δέ κακῶς τά τῶν θείων νοοῦντες Γραφῶν, ὅτι ἡ αὐτή ἀλλοίωσις καί ἁρπαγή νῦν τε καί εἰς τό μέλλον ἔσται τοῖς ἀπ’ αἰῶνος ἁγίοις. Ὅταν γάρ ἀκούσωσιν ὅτι ὁ δεῖνα ὁ ἅγιος, ἐν θεωρίᾳ Θεοῦ γενόμενος καί τόν νοῦν ἁρπαγείς, τόσας ἤ τόσας ἡμέρας καί νύκτας ἐποίησε, μηδέν ὅλως τῶν ἐπιγείων ἐνθυμηθείς, ἀλλά μετά τῶν ἄλλων ἁπάντων καί αὐτοῦ τοῦ ἰδίου σώματος ἐπελάθετο, ὅλος ὅλῃ ψυχῇ καί πάσαις ὁμοῦ ταῖς αἰσθήσεσι κεκολλημένος ἔμεινεν, ὤν ἐκεῖ, τοιοῦτόν τι ὑπολαμβάνουσι καί τότε, ἐν τῇ βασιλείᾳ λέγω τῶν οὐρανῶν, ἔσεσθαι, ἀγνοοῦντες ὅλως τά θεῖα τοῦ Πνεύματος καί τοῦ ἀοράτου Θεοῦ τά ἀόρατα καί ἀκατάληπτα καί ἄγνωστα τοῖς ἐσκοτισμένοις μυστήρια καί ὅτι ἡ ἁρπαγή αὕτη τοῦ νοός οὐχί τελείων, ἀλλ’ ἀρχαρίων ἐστίν. Ὡς γάρ ὁ ἀπό γεννήσεως ἐν σκοτεινῇ καί ζοφωτάτῃ ὤν φυλακῇ καί ὑπό λυχνιαίου καί βραχυτάτου φωτός φωτιζόμενος, μόλις κἄν μικρά τινα καθορᾷ, μή εἰδώς ὅτι φῶς ἡλιακόν ἐστιν ἔξωθεν, ἀγνοῶν παντάπασι τά ἔξω τῆς φυλακῆς, λέγω δή τόν ὁρώμενον κόσμον τοῦτον καί τά ἀνεκδιήγητα ἔργα καί κτίσματα τοῦ Θεοῦ, οὕτω καί ὁ ἔτι ἐν τῇ σκοτεινῇ φυλακῇ τῆς τοῦ κόσμου τούτου αἰσθήσεως ὤν καί ὑπό βραχυτάτης γνώσεως ἐλλαμφθείς, μόλις περί τῶν μυστηρίων τῆς πίστεως ἡμῶν ὀλίγην τινά καί ἀμυδράν γνῶσιν λαμβάνει, τά τῶν αἰωνίων ἀγαθῶν τοῦ Θεοῦ παντάπασιν ἀγνοῶν καί τίνα τά μέλλοντα διαδέξασθαι τούς ἁγίους.

Καί καθάπερ ἐκεῖνος ἐπί πολλά ἔτη ἐν ἐκείνῃ τῇ ἀφεγγεῖ καθεζόμενος φυλακῇ, εἰ συμβῇ διανοιχθῆναι ὀπήν ἐν τῷ ὀρόφῳ τῆς φυλακῆς καί θεάσασθαι αὐτόν αἴφνης τόν αἰθέρα τοῦ οὐρανοῦ, ὀλίγον καί κατά μέτρον τῆς γενομένης ὀπῆς, ὅν οὐδέποτε εἶδεν οὐδέ εἶναι τοιοῦτόν τι λαμπρότατον φῶς ὑπενόησεν, ἔκπληξις εὐθύς λαμβάνει αὐτόν καί ὡς ἐξεστηκώς ὑπάρχει, ἐπί πολύ ἄνω τά ὄμματα ἔχων καί θαυμάζων τό ἀθρόον γεγονός ἐν αὐτῷ, οὕτω δή καί ὁ αἴφνης ἐν θεωρίᾳ τοῦ νοητοῦ φωτός γεγονώς, ἄρτι δηλονότι τῶν δεσμῶν ἀπολυθείς τῶν παθῶν τε καί τῆς αἰσθήσεως, ἐκπλήττεται καί ὡς ἐξεστηκώς τοῖς οὐ καλῶς ὁρῶσι νομίζεται, εἰς ἑαυτόν ὅλον δηλαδή τόν νοῦν ἐπισωρεύσας καί θαυμάζων τοῦ φανέντος αὐτῷ τήν θεωρίαν καί τήν λαμπρότητα. Καί ὥσπερ πάλιν, ἐπάν ἐκεῖνος συχνῶς καί καθ’ ἡμέραν πρός ἐκείνην τήν ὀπήν ἀποβλέπῃ, ἄρτι πλατυνθεῖσαν καί φωτίζουσαν ἐπί πλέον τόν ζοφώδη χῶρον τῆς φυλακῆς καί ἐφ’ ἱκανούς χρόνους ἐν τῷ φωτί διαμένουσαν, ἡ συνήθεια τῆς ὁράσεως τοῦ φωτός τήν πολλήν ἔκπληξιν ἐκ τοῦ κατά μικρόν ἀφαιρεῖται - ὅν τρόπον καί ἐπί τοῦ ἡλίου γέγονεν ἐφ’ ἡμᾶς· τῇ γάρ συνηθείᾳ τῆς ὁράσεως ὡς εὐκαταφρόνητον αὐτόν λογιζόμεθα· εἰ γάρ μηδέπω ἦμεν αὐτόν θεασάμενοι, αἴφνης δέ τοιοῦτος ὡράθη ἡμῖν, ὑπό τῆς ἐκπλήξεως διαπεφωνήκαμεν ἄν - , τόν αὐτόν τρόπον καί ἡ κατά μικρόν τῆς ψυχῆς προκοπή, ἐν συνηθείᾳ τῆς τοῦ νοητοῦ φωτός ὁράσεως γινομένη, τῆς πολλῆς ἐκπλήξεως ἐξίσταται, μυηθεῖσά τι ἐντεῦθεν ἕτερον εἶναι τῆς καταστάσεως ταύτης καί θεωρίας τελεώτερόν τε καί ὑψηλότερον.

Καί καθάπερ αὖθις ἐπιγινώσκειν ποιεῖ τέως τόν ἄνθρωπον ἐκεῖνον ἡ χρονία καί, ἀπό γεννήσεως αὐτοῦ κάθειρξις ὅτι ἐν φυλακῇ ζοφωτάτῃ ἐστί, καί ἔξω ταύτης θαυμαστά τινα ἐκ τοῦ ὀλίγου φωτός ἐκείνου εἶναι ὑπονοεῖ, ὁποῖα δέ εἰσιν ἐν ἀληθείᾳ λογίσαθαι ἤ ἐννοῆσαι οὐ δύναται, ἐπάν δέ καί τῆς φυλακῆς ἔξωθεν ἐκβληθῇ, τότε καί τό φῶς ὅλον καί τά ἐν φωτί ἅπαντα καί ἅπαντας ὁμοῦ καθορᾷ, οὕτω μοι νόει καί τόν ἄρτι ἐκδεδημηκότα τῶν τοῦ σώματος ἀναγκῶν καί ὅλον ἔξω γεγονότα τοῦ κόσμου καί τῶν ὁρωμένων τῆς ταπεινώσεως. Καί τοῦτον μέν τόν σύμπαντα κόσμον ὡς μίαν ὄντα τῷ ὄντι σκοτεινοτάτην καί ἀφεγγῆ φυλακήν ἄλλως μοι πάλιν ὑπονόει, λυχνιαῖον δέ φῶς τό τοῦ ἡλίου λογίζου μοι φῶς, ἔξωθεν δέ τούτου τό ἀνεκλάλητον, τό ἄφραστον, τό ἀπρόσιτον, τό ὑπέρ ἔννοιαν καί ὑπέρ λόγον καί ὑπέρ πᾶν φῶς τρισυπόστατον φῶς, τά δέ ἐν τῷ φωτί ἐκείνῳ πᾶσι τοῖς ἐν τῇ φυλακῇ ταύτῃ γενομένοις ἀόρατά τε καί ἄγνωστα, ἄφθεγκτα καί ἀνερμήνευτα, εἰ καί δοκοῦσί τινες διά τῶν Γραφῶν ταῦτα νοεῖν τε καί θεωρεῖν· τοῖς γάρ πλείοσιν οὐδέ ὅτι πέρα τούτων ἐστί τι γινώσκεται.

Ὁπηνίκα οὖν πάσῃ πίστει καί παντί πόθῳ ζητήσομεν, οὐχί τό ἰδεῖν τό ἔξωθεν ταύτης τῆς φυλακῆς φῶς, οὐδέ τά ἐν τῷ φωτί ἐκείνῳ καί κόσμῳ πράγματα - οὐδείς γάρ τῶν ταῦτα ζητούντων ἠξιώθη ἰδεῖν, οὐδ’ οὐ μή ἀξιωθήσεταί ποτε αὐτά καθόλου θεάσασθαι - , ἀλλά τό φυλάξαι ἐν πρώτοις τάς ἐντολάς τοῦ Θεοῦ, τό μετανοεῖν, τό πενθεῖν, τό ταπεινοῦσθαι καί τά λοιπά ἅ προείπομεν, τηνικαῦτα καί διανοίγεται ἡμῖν ὥσπερ ὀπή τις μικρά ἐν τῷ ὁρωμένῳ τούτῳ ὀρόφῳ τοῦ οὐρανοῦ καί τό ὑπεράνω τούτου φῶς ἄϋλόν τε καί νοητόν παραδείκνυται· ὅ καί ἡ ψυχή κατιδοῦσα ὅλη καθόλου ἐξίσταται, ὅλη ἐκπλήττεται, θαῦμα καινόν ὁρῶσα, θαῦμα παράδοξον καί ὅ μέχρι τότε οὐδέπω τεθέαται, ἐν ᾧ καί ἐπιμένει ὥσπερ καί ἁρπαζομένη εἰς τόν οὐρανόν καί βιαζομένη εἶναι ἐκεῖ καί κατανοεῖν τό τούτου ἀκατανόητον καί μάλιστα ἐν τῷ βλέπειν αὐτό ἡμέρας τε καί νυκτός καί διδάσκεσθαι καθ’ ἑκάστην ἐκεῖθεν ὅτι πέλει ἀνέσπερον, ὅτι ἄπειρον ὑπάρχει καί ἄφραστον, ὅθεν καί πρός τήν φυλακήν ταύτην ἐπιστραφῆναι καί βλέπειν αὖθις τά ἐν αὐτῇ ὅλως οὐ βούλεται.

Τοῦτο τοίνυν ἀρχήν ἴσθι τῶν εἰσαγωγικῶν εἰς εὐσέβειαν καί ἄρτι πρός τούς τῆς ἀρετῆς ἀποδυσαμένων ἀγῶνας. Ἐπάν οὖν χρονίσῃ ἀνεπιστρόφως πρός τήν θεωρίαν ἐκείνην, ὡς οὐκ οἶδε, διανοίγεται αὐτῷ, οὐκ οἶδα ὁ οὐρανός, οὐκ οἶδα ὁ τῆς καρδίας αὐτοῦ ὀφθαλμός καί οὗτος μᾶλλον ἤ ἐκεῖνος, εἰπεῖν, ὑπό τοῦ φωτός ἐκείνου καί ἔνδον τοῦ οἴκου τῆς ψυχῆς αὐτοῦ, λέγω δή τούτου τοῦ σκήνους, τό φῶς ἐκεῖνο εἰσέρχεται τό θαυμαστόν καί ὑπέρλαμπρον, φωτίζον συμμέτρως αὐτόν, ὅσον ἡ φύσις δηλονότι χωρεῖ. Οὕτω δέ πάλιν χρονίσας, ὡς σύνηθες ἐκ τοῦ κατ’ ὀλίγον, καί ὡς ἀεί ποτε τούτῳ συνών, λογίζεται τό τοιοῦτον· θαύματα δέ ἐπί θαύμασι καί μυστήρια ἐπί μυστηρίοις καί θεωρίας ἐπί θεωρίαις, ἐλλαμπόμενος ἐξ αὐτοῦ καθ’ ὥραν, ἵν’ εἴπω, καί ὁρῶν καί νοῶν καί μυούμενος ἐκδιδάσκεται· ἅ καί εἰ γράφειν θελήσει, οὐδέ χάρτης οὐδέ μέλαν ἀρκέσει αὐτῷ, ἐπιλείψει δέ, οἶμαι, καί ὁ χρόνος αὐτόν ἐξηγούμενον ταῦτα λεπτομερῶς. Μᾶλλον δέ, πῶς ἄρα γράψαι δυνήσεται τά μή δυνάμενα ῥηθῆναι, ἄφραστα ὄντα καί ἄρρητα πάντῃ; Ὅθεν καί ὡς ἐν φωτί τότε, μᾶλλον μετά τοῦ φωτός, σύνεστι καί οὐχ ὡς ἐν ἐκστάσει διατελεῖ, ἀλλά καί ἑαυτόν καί τά κατ’ αὐτόν καθορᾷ καί τούς πλησίον βλέπει ἐν οἵοις εἰσί καί προλέγει καί προγινώσκει ὅτι, ἐάν ἔξω τῆς φυλακῆς ταύτης γένηται καί μάλιστα μετά τήν ἀνάστασιν, καί τό φῶς ἐκεῖνο τό ἄστεκτον ὅσον ἐστί θεάσηται, καί τά ἐν αὐτῷ ἀγαθά «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν» ἀποκαλυφθήσονται αὐτῷ τρανότερον διά τοῦ ἐν αὐτῷ ὄντος νυνί φωτός ὑφ’ οὗ καί φωτίζεται· οὐ γάρ στερούμεθα τότε τοῦ γνωρίζειν ἤ βλέπειν, ἀλλ’ ὡς ὁ λόγος ἀνωτέρω ἀπέδειξε, κατά τήν τοῦ φωτός λαμπρότητα καί θεωρίαν, ἀναλόγως μᾶλλον καί ἡ τοῦ Θεοῦ γνῶσις καί ἡ θεωρία, καί ὁ ἀναγνωρισμός καί ἡ γνῶσις ἀλλήλων πλεῖον καί καθαρώτερον ἐν ἀνεκφράστῳ θυμηδίᾳ καί ἀγαλλιάσει ἔσεται εἰς αἰῶνας αἰώνων. Καί τοῦτο καί ἐν τῇ παλαιᾷ οἱ προφῆται καί ἐν τῇ νέᾳ πολλοί τῶν ἁγίων ἐκ τῶν ἔργων ἀπέδειξαν, ἐξ ὀνόματος καλέσαντες οὕς οὐκ εἶδόν ποτε, ἀλλά δή καί ἐγνώρισαν οὕς οὐκ ἐγίνωσκον.

Οἱ οὖν λέγοντες μή γνωρίζειν μηδέ βλέπειν ἀλλήλους τούς ἁγίους, ἐκ τούτων πεισθέντες μή ζητεῖν περί ἀκαταλήπτων πραγμάτων, ἑαυτοῖς μᾶλλον, εἴπερ ἐμοί πείθονται, προσέχειν καί ἑαυτούς ἀνακρίνειν μή παύσωνται. Οἰ δέ τά μέν εἰρημένα πάντα ἀγνοοῦντες καί αἰσθήσει καί γνώσει και πείρᾳ θείου φωτισμοῦ καί θεωρίας μή γεγονότες, πῶς γράφειν ὅλως ἤ λέγειν περί τοιούτων οὐ φρίττετε; Εἰ γάρ ὑπέρ παντός ἀργοῦ ῥήματος λόγον ἀποδοῦναι ὀφείλομεν, πόσῳ μᾶλλον περί τῶν τοιούτων ἐτασθησόμεθα καί ὡς ἀργολόγοι κολασθησόμεθα. Ἀργός γάρ λόγος οὐχ, ὡς ἄν τις ὑπολάβοι, ὁ ἀνωφελής μόνον ἐστίν, ἀλλ’ ὁ καί πρό τῆς πράξεως καί τῆς ἐν πείρᾳ γνώσεως λαλούμενος παρ’ ἡμῶν. Ὁταν γάρ μή καταφρονήσω τῆς κάτω δόξης μηδέ βδελύξωμαι ταύτην ἀπό ψυχῆς, ὡς ψυχοβλαβῆ καί τῆς ἄνω δόξης ἀποστεροῦσάν με, ἄλλους δέ διδάσκω περί αὐτῆς καί παραγγέλλω ταύτης ἀπέχεσθαι, οὐχί ἀργός καί ἄπρακτος καί κενός ὁ λόγος μου ἔσται καί ὡς ψεύστης κατακριθήσομαι; Ὅταν δέ πάλιν μή ἐν αἰσθήσει καί γνώσει λάβω τήν χάριν τοῦ Πνεύματος μηδέ διδακτός Θεοῦ γένωμαι δι’ αὐτῆς, μηδέ λόγον λάβω σοφίας καί γνώσεως ἄνωθεν, τά δέ τῶν θεοπνεύστων Γραφῶν ἀναιδῶς διερμηνεύειν ἐπιπηδῶ καί διδασκάλου τάξιν ἐμαυτῷ περιτίθεμαι, μόνῃ δηλαδή τῇ ψευδωνύμῳ γνώσει πρός τοῦτο χρώμενος, ἆρά γε ἀνεξέταστα ταῦτα Θεός ἐάσει καί λόγον ὑπέρ τούτου οὐκ ἀπαιτήσει με; Οὐδαμῶς δή. Εἰ βούλει δέ, ἐκ τῶν κάτω καί τῶν ἀνθρωπίνων διδάχθητι καί τά ἄνω καί θεῖα. Ποῖος, εἰπέ, τῶν ἀνθρώπων κἄν ὑπέρ πάντας ἐν σοφίᾳ καί γνώσει καί ἐπιστήμῃ νόμων θαυμάζηται, κἄν δικαιοσύνῃ καί εὐσεβείᾳ πάσῃ κομᾷ, μετά κριτῶν ὡς κριτής καθεσθῆναι καί κριτήν ἑαυτόν ὀνομάσαι καί ἄλλους νομοθετῆσαι τολμᾷ; Εἰ δέ καί τοῦτο ποιήσει, οὐχί παρά τοῦ βασιλέως ἀτιμασθήσεται καί παρά τῆς ἀκριβείας τῶν νόμων τιμωρησθήσεται; Ὤ τῆς ἀναιδείας! Τοῦ ἐπιγείου βασιλέως οὐδείς καταφρονῆσαι τολμᾶ καί τιμήν ἤ ἀξίωμα τούτου ἁρπάσαι καί ἀφορίσαι ἑαυτῷ, καί σύ τοῦ ἐπουρανίου ὡς οὐδενός καταφρονεῖς καί τῶν ἀποστολικῶν ἀξιωμάτων ἄνευ τῆς ἐκείνου ῥοπῆς καί θελήσεως ἐπιχειρῆσαι κατατολμᾷς; Ὅλως δέ οὕτως ἔχων, οἴει ἀνεξέταστον τοῦτο τόν Δεσπότην καταλιπεῖν; Οὔμενουν οὐδαμῶς.

Ἀλλ’ ὦ Κύριε, δός ἡμῖν ἐπιγνῶναί σε καί ἀξίως φοβεῖσθαί σε καί τοῖς ἁγίοις σου ἐμμένειν θελήμασι. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, παύσασθε τῶν συζητήσεων τούτων καί σπεύσατε διά μετανοίας καί δακρύων καί ταπεινώσεως, ἔτι δέ καί τῇ τῶν λοιπῶν ἁπασῶν ἐντολῶν ἐκπληρώσει τάς ἑαυτῶν ἐκκαθᾶραι ψυχάς «ἀπό παντός μολυσμοῦ σακρός καί πνεύματος», ἵνα καί τῶν παρόντων καί τῶν μελλόντων ἐν ἀποκαλύψει καί αἰσθήσει καί θεωρίᾳ ἐπαπολαύσητε ἀγαθῶν, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ οὗ δόξα, κράτος, τιμή καί προσκύνησις τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Β΄. Τά κεφάλαια τῆς θεωρίας τοῦ λόγου.
Προηγούμενο: ια΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· «Καί ἀπέστειλε τούς δούλους αὐτοῦ καλέσαι τούς κεκλημένους εἰς τούς γάμους καί οὐκ ἤθελον ἐλθεῖν».
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος