Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: β΄. Ὅτι πάντες οἱ εἰς Χριστόν πιστεύσαντες προεγνωσμένοι καί προωρισμένοι εἰσίν εἰς τό συμμόρφους γενέσθαι αὐτούς τοῦ Υἱοῦ τοῦ Θεοῦ· καί εἰς τό ῥητόν τοῦ Μωσέως· «Ὅτε διεμέριζε ἔθνη ὁ Ὕψιστος» καί τά ἑξῆς.
Προηγούμενο: ΛΟΓΟΣ Β΄. Τά κεφάλαια τῆς θεωρίας τοῦ λόγου.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

α΄. Προτρεπτικός ἐκ προοιμίων εἰς μετάνοιαν· καί εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Οὕς προέγνω, τούτους καί προώρισε» καί εἰς τά ἑξῆς· καί κατά τῶν στρεβλούντων αὐτό τε καί πᾶσαν τήν θείαν Γραφήν.

Πολλούς ἀκήκοα λέγοντας τῶν ἀνθρώπων· «Ἐπειδήπερ φησίν· οὕς προέγνω ὁ Θεός, τούτους καί προώρισεν· οὕς δέ προώρισε τούτους καί ἐκάλεσεν· οὕς δέ ἐκάλεσε, τούτους καί ἐδόξασε, τί μοι τό ὄφελος ἐάν πολλούς παραβάλλωμαι κόπους, ἐάν ἐπιστροφήν καί μετάνοιαν ἐπιδείξωμαι, προεγνωσμένος δέ οὐκ εἰμί ὑπό τοῦ Θεοῦ οὐδέ προωρισμένος εἰς τό σωθῆναι καί σύμμορφον γενέσθαι με τῆς δόξης τοῦ Υἱοῦ αὐτοῦ καί Θεοῦ;» Πρός οὕς εἰκότως ἀποφθέγξασθαι χρή καί εἰπεῖν· Ὦ οὗτοι, διατί μή τά σῴζοντα ὑμᾶς ἀλλά τά ἀπολλύοντα συλλογίζεσθε καί τά δυσνόητα τῆς θεοπνεύστου Γραφῆς ἐκλεγόμενοι διαρπάζετε καί στρεβλοῦτε ταῦτα πρός ἀπώλειαν ὑμῶν ἐκλαμβάνεσθε; Οὐκ ἀκούετε καθ’ ἑκάστην τοῦ Σωτῆρος βοῶντος· «Ζῶ ἐγώ, ὅτι οὐ θελήσει θέλω τόν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τό ἐπιστρέψαι καί ζῆν αὐτόν»; Οὐκ ἀκούετε αὐτοῦ λέγοντος· «Μετανοεῖτε· ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν», καί πάλιν· «Ἀμήν λέγω ὑμῖν, χαρά γίνεται ἐν οὐρανῷ ἐπί ἑνί ἁμαρτωλῷ μετανοοῦντι»; Μή εἶπεν ἤ λέγει τισί μέν· «Μή μετανοεῖτε, οὐ γάρ προσδέξομαι ὑμᾶς», τισί δέ οἱονεί τοῖς προωρισμένοις· «Ὑμεῖς δέ μετανοεῖτε, προέγνωκα γάρ ὑμᾶς»; Οὐδαμῶς, ἀλλά καθ’ ἡμέραν ἐν ὅλῳ τῷ κόσμῳ καί ἐν πάσῃ βοᾷ ἐκκλησίᾳ· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς». Δεῦτε, φησίν, οἱ ἐν πολλαῖς ἁμαρτίαις βαρούμενοι πρός τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου· δεῦτε οἱ διψῶντες πρός τήν ἀέναον πηγήν καί ἀθάνατον.

Μή διεστείλατο ἤ διαχωρίζει τινά, τόν μέν ὡς προεγνωσμένον δηλονότι καλῶν, τόν δέ ὡς μή τοῦτο ὄντα ἀποπεμπόμενος; Οὐδαμῶς. Διά δή τοῦτο «μή προφασίζεσθε προφάσεις ἐν ἁμαρτίαις», μηδέ ἀφορμάς ἐκ τῶν ἀποστολικῶν ῥημάτων πρός ἀπώλειαν ὑμῶν λαμβάνειν ἐθέλοιτε, ἀλλά τῷ Δεσπότῃ καλοῦντι προσδράμετε ἅπαντες. Κἄν γάρ τελώνης, κἄν πόρνος, κἄν μοιχός, κἄν φονεύς, κἄν ὁτιοῦν ἕτερον πέλῃ τις, οὐκ ἀποστρέφεται ὁ Δεσπότης αὐτόν, ἀλλά τό μέν φορτίον αἴρει τῶν ἁμαρτημάτων αὐτοῦ, ἐκεῖνον δέ ἐλεύθερον εὐθύς ἀποδείκνυσι. Καί πῶς αἴρει τό φορτίον αὐτοῦ; Καθώς ποτε καί τοῦ παραλυτικοῦ ἦρεν, εἰπών αὐτῷ «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου», καί εὐθέως ἐκουφίσθη τοῦ βάρους καί τήν τοῦ σώματος αὐτοῦ θεραπείαν πεπλούτηκεν. Τοιγαροῦν προσερχέσθω πᾶς ὁ βουλόμενος καί ὁ μέν βοάτω· «Υἱέ Δαβίδ, ἐλέησόν με»· καί ἐάν ἀκούσῃ· «Τί θέλεις ποιήσω σοι;» εἰπάτω συντόμως· «Κύριε, ἵνα ἀναβλέψω», καί εὐθέως ἀκούσει· «Θέλω, ἀνάβλεψον». Ὁ δέ· «Κύριε, φησίν, ἡ θυγάτηρ μου» ψυχή «κακῶς δαιμονίζεται», καί ἀκούσει· «Κἀγώ ἐλθών θεραπεύσω αὐτην». Εἰ δέ ὀκνηρός τίς ἐστι καί προσελθεῖν τῷ Δεσπότῃ οὐ βούλεται, κἄν ἐρχομένῳ πρός αὐτόν καί λέγοντι αὐτῷ· «Ἀκολούθει μοι», ὡς ὁ τελώνης ποτέ ἀκολουθησάτω αὐτῷ, τό τελωνεῖον καί τήν πλεονεξίαν καταλιπών· καί, εὖ οἶδα, ἀντί τελώνου εὐαγγελιστήν αὐτόν ἀπεργάσεται. Κἄν παράλυτος ἐπί πολλούς χρόνους τῇ φιληδονίᾳ καί ἀμελείᾳ καί ῥαθυμίᾳ κατάκειται καί ἤ αὐτόν τόν Δεσπότην ἤ μαθητήν αὐτοῦ ἐλθόντα ἴδοι καί λέγοντα αὐτῷ· «Θέλεις ὑγιής γενέσθαι», μετά περιχαρείας εὐθύς τόν λόγον ἀποδεξάμενος εἰπάτω· «Ναί, Κύριε, ἀλλά ἄνθρωπον οὐκ ἔχω, ἵνα εἰς τήν κολυμβήθραν» τῆς μετανοίας «ἐμβάλῃ με». Καί ἐάν ἀκούσῃ· «Ἔγειραι καί ἆρον τόν κράββατόν σου καί ἀκολούθει μοι», εὐθύς ἀναστάς κατά πόδας τρεχέτω τοῦ καλέσαντος ἄνωθεν.

Εἰ δέ γε μή βούληται ἕκαστος, ἤ ὡς ἡ πόρνη, φιλεῖν τόν Χριστόν, ἤ ὡς ὁ ἄσωτος υἱός, ἐπαναστρέφειν ἐν μετανοίᾳ θερμῇ πρός αὐτόν, ἤ κἄν ὡς ἡ αἱμορροοῦσα καί συγκύπτουσα, τούτῳ προσελθεῖν, τί καί λέγει προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις· «Οὕς προέγνω, τούτους - ἐκ παντός - καί ἐκάλεσε»; Τάχα τῷ οὕτως ἔχοντι εἴποι τις ἄν εὐλόγως, ὅτι ὁ Θεός, προαιώνιος ὤν καί εἰδώς πάντα πρό τοῦ ποιῆσαι αὐτά, προέγνω καί σέ, ὅτι καλοῦντι οὐχ ὑπακούσεις αὐτῷ, ὅτι οὐ πιστεύσεις ταῖς ἐπαγγελίαις καί τοῖς λόγοις αὐτοῦ· ἀλλ’ ὅμως, καί ταῦτα εἰδώς «κατῆλθε κλίνας τούς οὐρανούς» καί γενόμενος ἄνθρωπος διά σέ ἦλθεν ἔνθα κατάκεισαι· καί πολλά καθ’ ἑκάστην ἐπισκεπτόμενός σε, ποτέ μέν δι’ ἑαυτοῦ, ποτέ δέ καί διά τῶν δούλων αὐτοῦ, παρακαλεῖ σε διαναστῆναι τοῦ ἐν ᾧ κατάκεισαι πτώματος καί ἀκολουθῆσαι αὐτῷ ἐπί τήν βασιλείαν ἀνερχομένῳ τῶν οὐρανῶν καί συνεισελθεῖν αὐτῷ ἐν αὐτῇ. Ποῖος οὖν, εἰπέ μοι, τῆς ἀπωλείας σου καί τῆς σῆς παρακοῆς ἐστιν αἴτιος; Σύ ὁ ἀπειθῶν καί μή θέλων ἀκολουθεῖν τῷ Δεσπότῃ σου, ἤ αὐτός ὁ πλάσας σε Θεός, ὅτι ὡς προγνώστης ᾔδει σε ὡς οὐχ ὑπακούσεις αὐτῷ, ἀλλ’ ἐπιμείνῃς τῇ σκληρότητί σου καί ἀμετανοήτῳ καρδίᾳ; Οἶμαι, πάντως ἐρεῖς ὅτι οὐκ ἐκεῖνος αἴτιος, ἀλλ’ αὐτός ἐγώ. Οὐ γάρ ἡ πρόγνωσις τοῦ Θεοῦ αἰτία τῆς ἡμετέρας σκληρότητος, ἀλλ’ ἡ ἡμετέρα ἀπείθεια.

Προγινώσκει γάρ τά πάντα, τά τε παρελθόντα ὁμοῦ καί τά ἐνεστῶτα, καί τά μέχρι τῆς συντελείας γενήσεσθαι μέλλοντα καί οὕτως αὐτά καθορᾷ ὡς ἤδη ὄντα· καί γάρ παρ’ αὐτῷ καί ἐν αὐτῷ τά πάντα ὑφέστηκε. Καί καθάπερ ἐν θεάτρῳ σήμερον τούς τρέχοντας ὁμοῦ καί τούς πυκτεύοντας ὁ βασιλεύς καθορᾷ, ἀλλ’ οὔτε τοῖς νικῶσι τῆς νίκης οὔτε τοῖς ἡττωμένοις τῆς ἥττης αἴτιος ταύτης ἤ ἐκείνης καθίσταται, ἡ σπουδή δέ τῶν πυκτευόντων, ἤ ἄλλως ἡ τούτων χαύνωσις, αἰτία τῆς νίκης ἤ τῆς ἥττης αὐτῶν ὑπάρχει, οὕτω μοι νόει καί ἐπ’ αὐτοῦ τοῦ Θεοῦ. Τῷ γάρ αὐτεξουσίῳ τιμήσας ἡμᾶς, ἐντολάς τε δούς διδασκούσας ἡμᾶς μᾶλλον τό ὅπως χρή πρός τούς ἀντιπάλους ἀντικαθίστασθαι, ἀφίησιν ἕκαστον αὐτοπροαιρέτως ἤ ἀνθίστασθαι καί νικᾶν τόν ἐχθρόν ἤ χαυνοῦσθαι καί ἡττᾶσθαι ἐλεεινῶς ὑπ’ αὐτοῦ. Καί οὐκ ἀφίησι μόνους ἡμᾶς, οἶδε γάρ τῆς ἀνθρωπίνης φύσεως τήν ἀσθένειαν, ἀλλά καί αὐτός ἐκεῖνος συμπάρεστιν ἡμῖν καί μέντοιγε πολεμεῖν προαιρουμένοις συμμαχεῖ καί ἰσχύν μυστικῶς ἐμπαρέχει ἡμῖν καί τήν κατά τοῦ ἐχθροῦ νίκην αὐτός μᾶλλον, ἤ ἡμεῖς ἐργαζόμεθα. Ὅπερ ὁ ἐπίγειος βασιλεύς ποιεῖν οὐ δύναται· ἀσθενής γάρ καί αὐτός ἄνθρωπος ὤν, δέεται μᾶλλον τῶν ὑπό χεῖρα, καθάπερ δεόμεθα καί ἡμεῖς.

Ὁ δέ γε Θεός, ἰσχυρός ὤν καί ἀήττητος, τοῖς βουλομένοις μέν αὐτοπροαιρέτως, ὡς εἴρηται, τῷ ἐχθρῷ πολεμεῖν συμμαχεῖ καί νικητάς αὐτούς ἀποκαθιστᾷ τοῦ πονηροῦ διαβόλου, μή βουλομένους δέ πολεμεῖν ἤ παλαίειν καί τρέχειν οὐκ ἀναγκάζει, ἵνα μή τό αὐτεξούσιον τῆς κατ’ εἰκόνα λογικῆς ἡμῶν φύσεως ἀντανέλῃ καί εἰς ἀλόγων τάξιν ἡμᾶς καταγάγῃ. Οὕτω τοιγαροῦν ὁ Θεός ὡς ἐν θεάτρῳ ὄντας ἡμᾶς καθορᾷ, καθά δή καί ὁ ἐπίγειος βασιλεύς τούς ἐν τῷ θεάτρῳ ἀγωνιζομένους ὁρᾷ, ὡς δεδήλωται. Ἀλλ΄ ὁ μέν ἐπίγειος οὐ προγινώσκει τούς ἡττηθῆναι ἤ νικῆσαι ὀφείλοντας, εἰ μή τήν ἔκβασιν τῶν ἀμφοτέρων θεάσοιτο, καί τούς στεφάνους προετοιμάζει μέν, οὐκ οἶδε δέ τίσιν αὐτούς παρέξει· ὁ δέ ἐπουράνιος βασιλεύς ἀκριβῶς καί τούς ἀμφοτέρους πρό τῶν αἰώνων ἐπίσταται. Ὅθεν καί πρός τούς αἰτησαμένους αὐτόν ἐκ δεξιῶν καί ἐξ εὐωνύμων καθίσαι ἐν τῇ δόξῃ αὐτοῦ ἔλεγεν· «Οὐκ ἔστιν ἐμόν τοῦτο δοῦναι ὑμῖν», ἀλλ’ ἐκείνοις δοθήσεται οἷς δηλαδή καί ἡτοίμασται.

Τοῦτο τοίνυν καί αὐτός ὁ Παῦλος εἰδώς εἰκότως ἔφη· «Οὕς προέγνω τούτους καί προώρισεν· οὕς δέ προώρισε, τούτους καί ἐκάλεσεν· οὕς δέ ἐκάλεσε, τούτους καί ἐδικαίωσεν». Οὐκοῦν οὐ τό προγινώσκειν τόν Θεόν τούς νικᾶν ἐκ προαιρέσεως καί σπουδῆς μέλλοντας αἴτιον τῆς νίκης, ὡς οὐδέ πάλιν τό προειδέναι αὐτόν τούς πίπτειν καί ἡττᾶσθαι αἴτιον τῆς ἥττης ἐστίν, ἀλλ’ ἡ ἑκάστου ἡμῶν σπουδή καί πρόθεσις καί ἡ ἀνδρεία αὐτή πρόξενος ὑπάρχει τῆς νίκης, ἡ δέ ἀπιστία καί ἡ ῥᾳθυμία, ἡ ἀμέλειά τε καί ἡ χαύνωσις, τῆς ἥττης καί ἀπωλείας ἡμῶν. Μή οὖν λέγωμεν, ἐπί κλίνης φιλοκόσμου καί φιληδόνου ἀνακείμενοι· «Οὕς προέγνω ὁ Θεός, τούτους καί προώρισε», καί αὐτό τοῦτο ὅ τι ποτέ λαλοῦμεν μή αἰσθανόμενοι. Ναί, ὄντως προέγνω σε ἀμελῆ καί ἀπειθῆ καί ῥᾴθυμον, οὐ μέντοι δέ προσέταξεν ἡ ὥρισε μή ἔχειν σε ἐξουσίαν μεταμεληθῆναι ἤ διαναστῆναι ἤ πεισθῆναι βουλόμενον. Σύ δέ τοῦτο λέγων ψεύστην φανερῶς ἀποκαλεῖς τόν Θεόν. Ἐκείνου γάρ λέγοντος· «Οὐκ ἦλθον καλέσαι δικαίους ἀλλά ἁμαρτωλούς εἰς μετάνοιαν», σύ, ῥᾳθυμῶν καί μή βουλόμενος μεταστρέψαι καί μεταμεληθῆναι ἀπό τῆς κακίας σου, ἀντιλέγεις οἱονεί αὐτῷ καί ψεύδεσθαι φάσκεις τόν ἀψευδῆ, οὕτω τοιαῦτα προφασιζόμενος. Οἱ μετανοῆσαι μέλλοντες, φησί, προωρισμένοι εἰσίν, ἐγώ δέ ἐξ ἐκείνων οὐκ εἰμί. Τοιγαροῦν καί μετανοήτωσαν ἐκεῖνοι, οὕς δηλονότι προέγνω, οὕς καί προώρισε. Τῆς ἀναισθησίας! Ἀλλ’ ὤ ψυχῆς καί αὐτῶν δαιμόνων ἀπονενοημένης καί χείρω! Πότε παρ’ ἐκείνων ἠκούσθη τοιοῦτόν τι λαληθέν ῥῆμα; Ποῦ ποτε ἠκούσθη ὅτι δαίμων αἴτιον τῆς ἑαυτοῦ ἀπωλείας εἶπε τόν Θεόν εἶναι; Μή οὖν αἰτιώμεθα τούς δαίμονας· ἰδού γάρ καί ψυχήν ἀνθρώπου χείρονας ἐπινοεῖ βλασφημίας ὑπέρ ἐκείνους.

Πόθεν οὖν ἔμαθες, εἰπέ μοι, ὅτι σύ οὐκ εἶ ἐκ τῶν προεγνωσμένων καί προωρισμένων εἰς τό γενέσθαι συμμόρφους τῆς εἰκόνος τῆς δόξης τοῦ Θεοῦ; Εἰπέ μοι, τίς σοι τοῦτο ἀνήγγειλε; Μή ὁ Θεός ἤ δι’ ἑαυτοῦ ἤ διά τῶν αὐτοῦ προφητῶν ἤ καί δι’ ἀγγέλου τοῦτο ἐδήλωσεν; Οὐχί, φησί, ἀλλ’ ὑπολαμβάνω μήποτε οὐκ εἰμί προεγνωσμένος εἰς τό σωθῆναι καί εἰς μάτην μοι ἅπας ὁ κόπος γενήσεται. Καί διατί μή μᾶλλον ἔχεις ἀπό ψυχῆς ὅτι ὁ Θεός τόν Υἱόν αὐτοῦ τόν μονογενῆ διά σέ μόνον καί τήν σήν σωτηρίαν ἀπέστειλεν ἐπί τῆς γῆς, προεγνωκώς σε καί προορίσας σε ἀδελφόν αὐτοῦ καί συγκληρονόμον γενέσθαι, καί σπουδάζεις ὁλοψύχῳ καρδίᾳ ἀγαπᾶν αὐτόν καί τηρεῖν τάς σωτηρίους αὐτοῦ ἐντολάς, καί πιστεύεις ὅτι διά σέ μᾶλλον σφαγείς οὐκ ἐγκαταλείψει σε οὐδέ ἐάσει σε ἀπολέσθαι; Ἤ οὐκ ἀκούεις αὐτοῦ λέγοντος· «Εἰ ἐπιλήσεται γυνή τά ἔκγονα τῆς κοιλίας αὐτῆς, ἀλλ᾿ἐγώ οὐκ ἐπιλήσομαί σου»; Εἰ δέ προλαμβάνων σύ ἀνάξιον κρίνεις σαυτόν καί ἀφορίζεις ἑκουσίως ἑαυτόν τῆς ποίμνης τῶν προβάτων Χριστοῦ, ὅρα ὅτι οὐδείς ἕτερος, ἀλλά σύ τῆς σῆς ἀπωλείας ὑπάρχεις πρόξενος.

Τοιγαροῦν πᾶσαν ἀπιστίαν καί νωθρείαν καί δισταγμόν ἀπό τῶν ψυχῶν ἡμῶν ἀπορρίψαντες προσέλθωμεν ἐν ὅλῃ καρδίᾳ καί ἀδιστάκτῳ πίστει καί ζέοντι πόθῳ, ὡς νεώνητοι δοῦλοι αἵματι τιμίῳ ἠγορασμένοι· καί τό ὑπέρ ἡμῶν τίμημα αἰδεσθέντες καί τόν τοῦτο καταβαλόμενον Δεσπότην ἡμῶν ἀγαπήσαντες καί ἀποδεξάμενοι τήν πρός ἡμᾶς ἀγάπην αὐτοῦ, γνῶμεν ὅτι, εἰ μή ἐβούλετο σῶσαι δι’ αὐτοῦ τούς ἐξαγορασθέντας ἡμᾶς, οὐκ ἄν καί κατήρχετο ἐπί τῆς γῆς, οὐκ ἄν καί ἐσφάζετο δι’ ἡμᾶς· ἀλλά, καθώς γέγραπται, θέλων πάντας σωθῆναι τοῦτο πεποίηκεν. Καί ἄκουσον αὐτοῦ τοῦτο λέγοντος· «Οὐκ ἦλθον κρῖναι τόν κόσμον, ἀλλά σῶσαι τόν κόσμον». Ἀλλ’ ἐπί τό προκείμενον ἐπανέλθωμεν.



Ἑπόμενο: β΄. Ὅτι πάντες οἱ εἰς Χριστόν πιστεύσαντες προεγνωσμένοι καί προωρισμένοι εἰσίν εἰς τό συμμόρφους γενέσθαι αὐτούς τοῦ Υἱοῦ τοῦ Θεοῦ· καί εἰς τό ῥητόν τοῦ Μωσέως· «Ὅτε διεμέριζε ἔθνη ὁ Ὕψιστος» καί τά ἑξῆς.
Προηγούμενο: ΛΟΓΟΣ Β΄. Τά κεφάλαια τῆς θεωρίας τοῦ λόγου.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος