Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί ταῆς τοῦ Ἀδάμ καί τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας.
Προηγούμενο: α΄. Προτρεπτικός ἐκ προοιμίων εἰς μετάνοιαν· καί εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Οὕς προέγνω, τούτους καί προώρισε» καί εἰς τά ἑξῆς· καί κατά τῶν στρεβλούντων αὐτό τε καί πᾶσαν τήν θείαν Γραφήν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

β΄. Ὅτι πάντες οἱ εἰς Χριστόν πιστεύσαντες προεγνωσμένοι καί προωρισμένοι εἰσίν εἰς τό συμμόρφους γενέσθαι αὐτούς τοῦ Υἱοῦ τοῦ Θεοῦ· καί εἰς τό ῥητόν τοῦ Μωσέως· «Ὅτε διεμέριζε ἔθνη ὁ Ὕψιστος» καί τά ἑξῆς.

Ἔστι μέν οὖν ἐκ τοῦ προχείρου καί ταῦτα σαφῆ τε καί βέβαια. Ἀλλά δέον καί τόν σκοπόν τῶν εἰρημένων καί τό βάθος τῆς γνώσεως τῶν ἀποστολικῶν ῥημάτων καί νοημάτων εἰπεῖν, ἵνα μάθῃς ἐντεῦθεν ὅτι πάντες οἱ εἰς Χριστόν πεπιστευκότες, μοναχοί τε καί λαϊκοί, προεγνωσμένοι καί προωρισμένοι εἰσί καί σύμμορφοι γίνονται τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ· οὐ μόνον δέ, ἀλλά καί πάντες οὗτοι, ὡς προωρισμένοι, καί κεκλημένοι εἰσίν· ὡς κεκλημένοι δέ, καί δεδικαιωμένοι· ὡς δεδικαιωμένοι, καί δεδοξασμένοι ὑπάρχουσιν. Οἱ γάρ μετά τό βαπτισθῆναι καί πιστεῦσαι εἰς τόν Χριστόν τόν Υἱόν τοῦ Θεοῦ καί γενέσθαι σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ μή τηροῦντες ἑαυτούς εἰς τοῦτο ἀπόλλυνται· οἱ δέ μένοντες ἅπαντες σῴζονται. Ἀλλ’ ἐντεῦθεν τῆς ὑποθέσεως ἄρξομαι, ἄρξομαι δέ ἄνωθεν καί ὅθεν ἄμεινον ἄρξασθαι.

«Ὅτε» φησί «διεμέριζεν ὁ Ὕψιστος ἔθνη, οὕς διέσπειρεν υἱούς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατά ἀριθμόν ἀγγέλων Θεοῦ· καί ἐγεννήθη μερίς Κυρίου καί λαός αὐτοῦ καί σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». Ὅ δέ λέγει τοιοῦτόν ἐστι. Διαμερίσας ὁ Θεός τά ἔθνη ἅπαντα, ποῖα δή ταῦτα; Τούς Υἱούς αὐτούς τοῦ Ἀδάμ. Εἰ οὖν υἱοί Ἀδάμ εἰσιν ἅπαντες, πῶς αὐτούς ἔθνη καλεῖ; Ἐπειδή, ὥσπερ ὁ Ἀδάμ πρό τοῦ παραβῆναι την ἐντολήν τοῦ Θεοῦ ἀθάνατος, ἄφθαρτος καί ἀγγέλων συμπολίτης καί συνόμιλος ἦν, τόν παράδεισον κατοικῶν, ἀφ’ οὗ δέ παρέβη τήν ἐντολήν αὐτοῦ τοῦ Θεοῦ, τῶν μέν ἀγαθῶν τούτων ἁπάντων ἐξέπεσε καί φθαρτός καί θνητός γεγονώς τοῦ παραδείσου ἐκβέβληται, οὕτω δή καί πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες. Ἐπειδή γάρ ἐπληθύνθησαν καί εἰς ἀγνωσίαν Θεοῦ ἐμπεσόντες ὁμοίως τῷ εἰπόντι· «Ἐπί τῶν νεφελῶν τοῦ οὐρανοῦ θήσω τόν θρόνον μου καί ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ» καί αὐτοί κακῶς λογισάμενοι πύργον οἰκοδομεῖν ἤρξαντο καί ἀνελθεῖν εἰς οὐρανούς ἐπεχείρουν, τούτου χάριν ἀντί κατάρας καί τιμωρίας συνέχεεν αὐτῶν τάς γλώσσας, τήν ἐπί κακῷ ὁμόνοιαν αὐτῶν διακόψας· οἱονεί δέ μέλη ἀπό τοῦ σώματος τοῦ Ἀδάμ ἐκκόψας καί ἐξ αὐτοῦ και ἀπ’ ἀλλήλων διαχωρίσας καί διασπείρας, ἑνί ἑκάστῳ μέλει ξένην διάλεκτον δέδωκεν, ἵνα μηκέτι δύνωνται συναφθῆναι. Τούτου γάρ ἕνεκεν οὐκ ἀνθρώπους αὐτούς ἀλλ’ ἔθνη ἐκάλεσε.

Διαμερίσας δέ αὐτούς εἰς πᾶσαν τήν γῆν, ἐφ’ ἑκάστῃ μερίδι ἄγγελον δέδωκε φύλακα. Καί ὅρα μοι ἀκριβῶς πῶς ἀπ’ ἀρχῆς κόσμου καί τῶν αἰώνων τά πάντα προεγνωσμένα καί προωρισμένα εἰσί τῷ Θεῷ. Ἐπεί γάρ προώρισε τήν ἐκ παλιγγενεσίας αὐτῶν ἀνάπλασιν ὁ Θεός, ὡς ἐκ σώματος ἑνός τοῦ Ἀδάμ μερίδα μίαν <ἔλαβε> τήν πλευράν, οἱνοεί καί τήν μερίδα ἥν ἔλαβεν ἐξ αὐτοῦ, καί ἀνεπλήρωσε μέν ἀντ’ αὐτῆς σάρκα, τήν δέ πλευράν ἀνῳκοδόμησεν εἰς γυναῖκα, οὕτως ὡς ἐκ τοῦ ἀδαμιαίου μέν ταύτην δανεισάμενος σώματος, ἑτέραν δέ ἀντ’ αὐτῆς αὐτῷ χαρισάμενος, τό ὅπερ ἐδανείσατο μερίς αὐτοῦ ἦν καί οὐχ ὡς τοῦ ἀδαμιαίου σώματος ἐλογίζετο, ἀλλά μερίς Κυρίου εὑρίσκετο, ἐκτός τοῦ σώματος ὄν τοῦ Ἀδάμ, εἰ καί ἐξ αὐτοῦ ἐλήφθη καί συγγενές ὑπῆρχεν αὐτοῦ. Διά δή τοῦτο οὐδέ ἄγγελος φύλαξ τῆς μερίδος ἀποκατέστη, ἀλλά παιδαγωγός ὥσπερ υἱοῦ, ἤ καί δημαγωγός ὥσπερ λαοῦ καί στρατοῦ, ἐδόθη αὐτοῖς ὁ ἀρχιστράτηγος Μιχαήλ· Θεός δέ φύλαξ αὐτῶν καί σκεπαστής ἦν, διό καί Ἰσραήλ τοῦτον ἐκάλεσε νοῦν ὁρῶντα Θεόν. Ἐντεῦθεν καί ὁ Χριστός ἐκ τῆς θυγατρός Ἀδάμ καί Δαβίδ γεννηθῆναι λέγεται διά γάρ τοῦτο καί ἡ μερίς αὕτη, ἡ ἐκ τοῦ σώματός φημι τοῦ Ἀδάμ, ὑπό τοῦ ἀποστόλου Ματθαίου γενεαλογεῖται καί οὐχ ὅλον τό σῶμα, ὡς ἀπορραγέν δηλονότι τό ὅλον ἀπό τῆς μερίδος, καθά δή καί τῆς θεϊκῆς δόξης ὅλος ἐξέπεσεν ὁ Ἀδάμ.

Τίνα τρόπον καί διά τι; Ἵνα, καθώς ἐκ τοῦ ὅλου σώματος τοῦ Ἀδάμ ἡ μερίς ληφθεῖσα ᾠκοδομήθη εἰς γυναῖκα, οὕτω πάλιν ἐκ τῆς γυναικός ἡ αὐτή ληφθεῖσα μερίς ἀνοικοδομηθῇ εἰς ἄνδρα καί γένηται νέος Ἀδάμ, ὁ Κύριος ἡμῶν Ἰησοῦ ὁ Χριστός, ἥν κατ’ ἐκλογήν Παῦλος ὁ θεῖος ἐκάλεσε· καί καθάπερ ἐκ τοῦ λήμματος, ἤγουν τῆς μερίδος, αὐτῆς δηλονότι τῆς γυναικός, ἡ ἀφορμή τῆς κατάρας ἐπί τό ὅλον σῶμα, ἤγουν τό γένος, διέβη, οὕτω πάλιν διά τοῦ αὐτοῦ λήμματος, ἤγουν τοῦ δεσποτικοῦ σώματος, ἐπί τήν ἀνθρωπότητα πᾶσαν ἡ εὐλογία διαδοθῇ. Διά γάρ τοῦτο καί ἐν τῷ ᾅδῃ κατῆλθεν, ἵνα καί ἐπί τούς ἁγίους τούς πρό τῆς παρουσίας αὐτοῦ ἡ σωτηρία καί ἐπιφάνεια αὐτοῦ γενομένη συνάψῃ πάντας τούς ἀπ’ αἰῶνος κεκοιμημένους κατά τῶν ἕως τῆς συντελείας μελλόντων γενέσθαι ἁγίων· οὕτω καί ἐν μνημείῳ ἐτέθη, ἵνα καί τά προκεκοιμημένα σώματα διά τῆς νεκρότητος τοῦ σώματος αὐτοῦ ζωῆς συμμέτοχα καί ἀναστάσεως αἰωνίου ποιήσῃ. Τοιγαροῦν καί κλῆρον γεγονότα Θεοῦ τόν Ἰσραήλ καί μερίδα αὐτοῦ χρηματίσαντα, ἀμπελῶνα τοῦτον εἰκότως ἐκάλεσε καί φραγμόν αὐτῷ περιέθηκεν, οἷον ἄλλῳ τινί νέῳ παραδείσῳ ἀφ’ οὗ πάλιν ὁ Ἀδάμ ἐξεβλήθη, ἤγουν τό γένος τοῦ σώματος αὐτοῦ, φημί δή τά ἔθνη. Καί ὁ μέν ἄγγελος ἦν ἀντί τῆς φλογίνης ῥομφαίας φυλάσσων τήν ἄμπελον ταύτην τοῦ μή εἰσελθεῖν ἐν αὐτῇ τά ἔθνη, ὁ δέ γεωργός ἦν αὐτῆς ὁ Θεός.

Καθάπερ οὖν ἡ Εὔα πρώτη, αὐτή ἡ μερίς τοῦ ὅλου ἀδαμιαίου σώματος, τῷ ὄφει ὡμίλησε καί πρώτη τά ὑπό τοῦ Θεοῦ ἐνταλθέντα αὕτη αὐτῷ ἀπεκάλυψε καί πρώτη τά ὑπό τοῦ ὄφεως ἐνσπαρέντα ἐδέξατο καί τήν ἐντολήν παρέβη ἀπό τοῦ ξύλου φαγοῦσα, τοῦ Ἀδάμ μή παρόντος, ὕστερον δέ καί διάκονος αὕτη τούτῳ ἐγένετο, δοῦσα καί αὐτῷ ἀπό τοῦ ξύλου φαγεῖν, οὕτω μετά ταῦτα καί ἐν τῷ Ἰσραήλ γέγονεν. Ἀθετήσας γάρ και αὐτός, ὥσπερ ἐκείνη, τήν πίστιν καί τήν ἀγάπην τοῦ ἐκλεξαμένου αὐτόν Θεοῦ παρά πάντα τά ἔθνη, τῆς πρός αὐτόν λατρείας ἀποστάς, εἰδώλοις θυσίαν καί σπονδάς προσῆξεν· ἤσθιέ τε καί ἔπινεν ἐν αὐτοῖς. Τοῦτο οὖν προειδώς ὁ Θεός, ἅτε Θεός ὤν καί τά πάντα εἰδώς, πάλιν ἐκ τούτων αὐτῶν τήν μερίδα, τόν κλῆρον, αὐτό τό λῆμμα, τό τῆς πλευρᾶς φημι τοῦ Ἀδάμ, ἐκ τῆς τοῦ Ἰούδα φυλῆς λαβών ἑαυτῷ συνετήρησεν. Ἐπεί δέ εἰς ἀπιστίαν ἅπαντες οἱ λοιποί συνεκλείσθησαν, ἐκ μέν τούτων τό λῆμμα λαβών ὅ ᾠκοδόμησεν εἰς γυναῖκα, ἤγουν Μαρίαν τήν ὑπεράμωμον, ἐξ αὐτῆς δέ τῆς ἁγίας θεοτόκου καί ἀειπαρθένου Μαρίας τήν προσληφθεῖσαν σάρκα σπέρμα τῆς εἰς Θεόν πίστεως ἐν ἑαυτῷ ἔχων, ἀνῳκοδόμησεν εἰς ναόν ἑαυτῷ ἅγιον ὁ ὑπεράγιος Θεός, ἀνήρ θεάνθρωπος γεγονώς. Ἀλλά γάρ ἐπεί καί αὐτή ἡ προσληφθεῖσα σάρξ ἐξ αὐτῆς τῆς ἁγνῆς Θεοτόκου οὐκ ἐκ τῆς γυναικός ἦν ἀλλ’ ἐκ τοῦ Ἀδάμ εἰς γυναῖκα οἰκοδομηθεῖσα, τόν Ἀδάμ φορέσαι λέγεται ὁ Χριστός καί δεύτερος Ἀδάμ ἐκ τοῦ πρώτου γεγονέναι καί καλεῖσθαι γέγραπται, υἱός ὤν τοῦ Θεοῦ καί υἱός οὐ τῆς γυναικός ἀλλά τοῦ Ἀδάμ. Τοῦτο δέ ποῦ γέγραπται; Ἐν τῷ κατά Λουκᾶν εὐαγγελίῳ φησί· καί, εἰ δοκεῖ, ἐρεύνησον καί εὑρήσεις γενεαλογούμενον αὐτόν οὕτως. Εἰπών γάρ περί αὐτοῦ ὅτι ἐνομίζετο υἱός Ἰωσήφ, ἐπάγει· «τοῦ Ἠλί, τοῦ Ματθᾶν» καί καθεξῆς γενεαλογῶν τό λῆμμα καί διελθών, ὕστερόν φησι· «τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ». Ἀπό τοῦ Ἰωσήφ κατά ἀναποδισμόν εἰς τόν Ἀδάμ ἀνελθών, τῆς γυναικός ὅλως μή μνημονεύσας, καί τοῦτο εἴασεν ὅλως ἐν μυστηρίῳ κεῖσθαι.

Τό λῆμμα οὖν, ὡς ἔχον ἐν ἑαυτῷ τό τῆς πίστεως σπέρμα, λαβών, ὥσπερ εἴρηται, ὁ Θεός ἄνθρωπος γέγονεν. Ὅλον τόν Ἀδάμ, ἤτοι τό γένος ἅπαν αὐτοῦ τό ἐκ τοῦ λήμματος ἀποβληθέν καί ὡς ἐκ τοῦ νέου παραδείσου καί τῆς μερίδος καί τοῦ ἀμπελῶνος ἔξω βληθέν, διά τοῦ τῆς πίστεως σπέρματος ἐν πίστει καί αὖθις τῇ πρός αὐτόν ἔκρινε δικαιῶσαι, καθάπερ καί τῷ Ἀβραάμ τοῦτο ὑπέσχετο, οὐ τότε τοῦτο ἐνθυμηθείς ὁ Θεός, ὡς ἄν τις οἰηθείη τῶν λίαν γνωστικῶν, ὅτε καί τήν πίστιν ὁ Ἀβραάμ ἐπεδείξατο θύσας τόν Ἰσαάκ, ἀλλ’ ὡς πρό καταβολῆς κόσμου τοῦτο γινώσκων καί προορίσας διά πίστεως τό λῆμμα καί διά τῆς κατά πρόθεσιν ἐν τῷ λήμματι πίστεως πάντας τούς ἐκ τούτου τοῦ λήμματος πρότερον χωρισθέντας σωθήσεσθαι, ὕστερον οἱονεί τῷ πιστῷ εὑρεθέντι Ἀβραάμ τήν πάλαι προορισθεῖσαν αὐτοῦ βουλήν ἐν ἑαυτῷ ἐφανέρωσεν· ἥν ἀκούοντες ἡμεῖς, λογιζόμεθα ὅτι, ἐπειδή ἐπίστευσεν ὁ Ἀβραάμ τῷ Θεῷ, διά τοῦτο τήν εὐλογίαν ταύτην καί τήν διά πίστεως υἱοθεσίαν ἐλάβομεν, εἰπόντι πρός αὐτόν ὅτι «ἐν σοί ἐνευλογήσονται πάντα τά ἔθνη», οἱονεί ἀντίχαριν τῆς τοῦ Ἀβραάμ πίστεως δοθεῖσαν ἡμῖν τήν ἐπαγγελίαν ταύτην κακῶς ὑποπτεύοντες, καί οὐχί μᾶλλον διά τῆς προορισθείσης πρό τῶν αἰώνων ἀπορρήτου οἰκονομίας, τῆς ἐν τῷ Ἀβραάμ διά τῆς πίστεως ἐπαγγελθείσης καί φανερωθείσης ἡμῖν. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τό γάρ λῆμμα τοῦτο ἐν τῷ διαμερισμῷ τῶν υἱῶν Ἀδάμ, αὐτῶν τῶν ἐθνῶν, γενόμενον εἰς μερίδα Κυρίου κατά τό λόγιον, ὡς ἄλλον τινά δεύτερον παράδεισον ἐφύτευσε, μέσον τό τῆς ζωῆς ξύλον ἔχοντα ἑαυτοῦ, ἤγουν τήν πίστιν τήν εἰς Θεόν καί τό Πνεῦμα τό ἐκ Θεοῦ. Ἐπεί δέ τό λῆμμα τοῦτο ἐκ τῆς πλευρᾶς ἦν τοῦ Ἀδάμ, ὅ καί εἰς γυναῖκα ἐκτίσθη, ἡ δέ γυνή παρέβη πρώτη, προεγίνωσκε δέ ὁ Θεός ὅτι καί τοῦτο πάλιν τό λῆμμα οὐ μή φυλάξῃ τήν πίστιν τήν εἰς αὐτόν, ὅτε τοῦτο προέγνω πρό τῶν αἰώνων, τότε καί τά ἔθνη πάντα τά ἐκβληθέντα, ἤτοι τά ἀποικισθέντα καί ἀπαλλοτριωθέντα τούτου τοῦ λήμματος, ἀνακληθῆναι καί ἀντεισαχθῆναι καί τῷ ἐκ τοῦ λήμματος λήμματι προστεθῆναι καί ἑνωθῆναι εὐδόκησεν.

Ἀλλά τοῖς λεγομένοις πρόσεχε νουνεχῶς, ἐπειδή δυσνόητόν ἐστι τό ἐν τούτοις νόημα. Ὅταν οὖν ὁ ἰουδαϊκός λαός ὁ καί Ἰσραήλ κληθείς (οὗτος γάρ ἐστιν ἡ μερίς ἡ ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρός) τήν δοθεῖσαν αὐτῷ παρά τοῦ Θεοῦ ἐντολήν παραβῇ (ἄκουε γάρ, φησίν, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν) , ὅτε ταύτην παραβῇ δαιμονίοις λατρεύσει καί εἰδώλοις προσκυνήσει καί ἐκ τῶν σπονδῶν τῶν θυσιῶν αὐτῶν φάγῃ, τότε ἐξ αὐτῆς πάλιν, οἱονεί ἐξ ἑνός σώματος τοῦ ἐκ ταύτης ἐκ πολλῶν μελῶν εἰς ἕνα λαόν οἰκοδομηθέντος, τήν ἑαυτοῦ μερίδα λαβών ὁ Θεός ἀκέραιον ἑαυτῷ ταύτην διατηρήσει· τό δέ λοιπόν σῶμα, ἤτοι τό ἐκ τῆς μερίδος ταύτης ἀποσπασθέν μέρος καί εἰς εἰδωλολατρείαν ἐκκλῖναν, ἐκ τοῦ παραδείσου τούτου, τοῦ ἀμπελῶνος δηλονότι τῆς μερίδος αὐτοῦ, ἀπώσεται καί ἐξώσει αὐτό· ἀπό δέ τῆς κατ’ ἐκλογήν πίστεως καί μερίδος αὐτοῦ, τῆς οὔσης ἀπό τῆς πλευρᾶς τοῦ Ἀδάμ, ὡς ὀλίγου τινός προσλαβόμενος σπέρματος, ὁ Θεός Λόγος γένηται ἄνθρωπος, ἤγουν, ἵνα πάλιν εἴπω, Ἀδάμ δεύτερος τοῦ πρώτου υἱός ὡς ἐκ τῆς πλευρᾶς αὐτοῦ δίχα συνουσίας καί ῥεύσεως γεννηθῇ καί τηνικαῦτα εὐλογηθῇ ὅλον τό σῶμα καί τά μέλη τοῦ πρώτου Ἀδάμ, αὐτός δηλαδή ὁ ἐξωσθείς λαός τῶν ἐθνῶν, διά τοῦ υἱοῦ αὐτοῦ τοῦ θεανθρώπου ἀνδρός ἑνωθείς ἐκ πίστεως τῷ λήμματι τῷ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ.

Τοῦτο οὖν ἐστιν ὅ καί Παῦλος ὁ θεῖος πρό αἰώνων ὁρισθέν καί προγνωσθέν λέγει ἀπό τοῦ τά πάντα προειδότος Θεοῦ, ἵνα πάντα τά ἔθνη ἀπό ἀνατολῶν καί μέχρι δυσμῶν προσκληθῶσι καί ὅσοι μέν πιστεύσουσι κολληθῶσι τῷ ἐκ τῆς πλευρᾶς τοῦ πατρός αὐτῶν σαρκωθέντι Χριστῷ τῷ Θεῷ, τῷ Υἱῷ τοῦ Θεοῦ καί υἱῷ τοῦ Ἀδάμ· καί οὕτως γενήσονται οἱ ἀμφότεροι ἕν, σύσσωμοι δηλονότι καί συμμέτοχοι καί ἀδελφοί καί συγκληρονόμοι Χριστοῦ, αὐτός ὁ Χριστός, καί τά μακράν ἀποικισθέντα καί διασπαρέντα ἔθνη· ὅσοι δέ ἀπιστήσουσι, μείνωσιν ἔξω μετά τῶν ἐκ τοῦ λήμματος τῆς πίστεως, αὐτῶν δή τῶν Ἰουδαίων φημί, τῶν διά ἀπιστίαν ἐκβληθέντων καί ἀπωσθέντων. Καί τοῦτο ἐκ τῶν εὐαγγελικῶν ῥημάτων δῆλόν ἐστι τοῖς ἀκούουσι· φησί γάρ ὁ Κύριος πρός τούς αὐτοῦ μαθητάς· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καί ἐπί γῆς. Πορευθέντες εἰς τόν κόσμον ἅπαντα κηρύξατε τό εὐαγγέλιον τῆς βασιλείας· ὁ πιστεύσας καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται ».

Ἀλλ’ ἀναλαβόντες τόν λόγον ὡς ἐν ἐπιτόμῳ τά ἀνωτέρω ῥηθέντα αὖθις διηγησόμεθα, ὡς ἄν εὐσύνοπτα μᾶλλον ἄρτι τοῖς πᾶσι γένωνται.



Ἑπόμενο: γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί ταῆς τοῦ Ἀδάμ καί τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας.
Προηγούμενο: α΄. Προτρεπτικός ἐκ προοιμίων εἰς μετάνοιαν· καί εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Οὕς προέγνω, τούτους καί προώρισε» καί εἰς τά ἑξῆς· καί κατά τῶν στρεβλούντων αὐτό τε καί πᾶσαν τήν θείαν Γραφήν.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος