Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ· καί περί τοῦ Ἀβράαμ καί τοῦ κατ’ ἐκλογήν λήμματος καί τί ἐστι τό λῆμμα τοῦτο· καί περί τοῦ Ἰσραήλ καί τῆς περιτομῆς.
Προηγούμενο: β΄. Ὅτι πάντες οἱ εἰς Χριστόν πιστεύσαντες προεγνωσμένοι καί προωρισμένοι εἰσίν εἰς τό συμμόρφους γενέσθαι αὐτούς τοῦ Υἱοῦ τοῦ Θεοῦ· καί εἰς τό ῥητόν τοῦ Μωσέως· «Ὅτε διεμέριζε ἔθνη ὁ Ὕψιστος» καί τά ἑξῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί ταῆς τοῦ Ἀδάμ καί τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας.

Τοιγαροῦν ἐποίησεν ὁ Θεός τόν οὐρανόν καί τήν γῆν καί πάντα τά ἐν αὐτοῖς, ἵνα πάλιν ἐξετάσωμεν τά ἐγκεκρυμμένα νοήματα τῆς θείας Γραφῆς, καί εἶθ’ οὕτως ἔπλασε τόν κατ’ εἰκόνα αὐτοῦ καί καθ’ ὁμοίωσιν ἄνθρωπον, αὐτόν δηλαδή μόνον τόν Ἀδάμ. Ἐν ἕξ ἡμέραις ἐποίησε ταῦτα πάντα καί ἐν τῇ ἑβδόμῃ κατέπαυσε, μηδέν ἐν αὐτῇ ἐργασάμενος μήτε μήν ὀγδόην ὀνομάσας ἡμέραν τήν πρώτην, ὡς ἄν μή ὀκτώ ἀλλ’ ἑπτά μόναι λέγωνται αἱ τῆς ἑβδομάδος ἡμέραι καί οὕτως ἀνακυκλούμεναι τόν ἀριθμόν τῶν ἑβδομάδων ἀποτελῶσιν. Ἐν γάρ ταύταις ταῖς ἡμέραις τούς ἑπτά αἰῶνας ὁ Δημιουργός προϋποτυπώσας ὁρᾶται. Τοιγαροῦν καί ταῦτα οὕτω ποιήσας ὁ τῶν ὅλων Δεσπότης, ἐπεί, ὡς ἅτε Θεός ὤν, προῄδει ὅτι μέλλει ὁ ἄνθρωπος παραβῆναι τήν αὐτοῦ ἐντολήν καί ἀμετανόητος μεῖναι, τόν δέ μή μετανοοῦντα ἀνάγκη πᾶσα καί τιμωρεῖσθαι τοῦτον καί κατακρίνεσθαι, οὐκ εἴασεν αὐτόν ἐν τούτῳ τῷ κόσμῳ τῷ ἐν ταῖς ἕξ ἡμέραις σύν αὐτῷ ἐκείνῳ τῷ Ἀδάμ κτισθέντι· ἀλλά μετά τό καταπαῦσαι ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ καί πληρωθῆναι αὐτήν, τότε ὕστερον ἐφύτευσε τόν παράδεισον κατά ἀνατολάς.

Τίνα τρόπον καί διά τί; Ἵνα ἐκ τοῦ κόσμου τούτου, ὡς ἐν παλατίῳ τινί καί πόλει περιφανεστάτη, οἷα δή βασιλεύς, ὑπό τοῦ Θεοῦ ἐν αὐτῷ εἰσαχθῇ, ὁπόταν δέ τήν τοῦ Θεοῦ παραβῇ ἐντολήν καί διά τοῦτο ἐκπεσεῖν μέλλῃ τῆς βασιλείας καί τῶν βασιλείων οἴκων ἐξορισθῆναι καί ἀπορριφῆναι, ἐν τούτῳ πάλιν τῷ κόσμῳ διάγειν ἐπ’ ἐλπίδι κατακριθῇ. Εἰ γάρ μή ταῦτα οὕτως ἐποίησεν ὁ Θεός, ἀλλά μόνον τόν κόσμον ἀφῆκε καί ἐν αὐτῷ τόν ἄνθρωπον ἔθετο, παραβαίνοντα καί μή ἐξομολογούμενον μηδέ μετανοοῦντα, ποῦ εἶχεν αὐτόν ἐξῶσαι; Ποῦ δέ καί βιοῦν καί ἀποθνῄσκειν αὐτόν ἐχρῆν καί πάλιν ἐπιστρέφειν εἰς τήν γῆν ἐξ ἧς ἐλήφθη, μετά τήν καταδίκην; Πάντως οὐδαμοῦ, ἀλλ’ ἤ ἐν ᾅδῃ ζῶντα ἔδει κατακριθῆναι αὐτόν, μηδεμίαν ἔκτοτε ἀνάκλησιν σωτηρίας ἔχοντα· καί λοιπόν οὔτε γένεσις οὔτε κόσμου αὔξησις εἰς πλῆθος, καί ἀπώλετο τό τοιοῦτον καί τηλικοῦτον σοφίας Θεοῦ ἔργον ὁ ἄνθρωπος.

Ἐπεί δέ πρό τῶν αἰώνων ἐγίνωσκεν ὁ Θεός ὅτι παραβῆναι μέλλει καί τήν ἐκ παλιγγενεσίας αὐτοῦ ἀνάπλασιν προωρίσατο, διά τοῦτο καί τούς τῆς ἀναπλάσεως ἀρραβῶνας, μετά τό κτίσαι αὐτόν πάντα καί καταπαῦσαι καί τούς καιρούς καί τούς αἰῶνας ἐν ταῖς ἑπτά ἡμέραις μυστικῶς προσημᾶναι, οἱονεί ζύμην καί σπόρον καί μερίδα ἀφ’ ἑνός ἑκάστου τῶν ἔργων αὐτοῦ ὕστερον ἔλαβεν, ἵνα τάς ἐκ τῶν ἔργων μερίδας τῶν κτισθέντων ἐν ταῖς ἑπτά ἡμέραις μή ἐν αὐταῖς αὐτάς ἀλλ’ ἐν τῇ ὀγδόῃ λαβών, τόν μέλλοντα αἰῶνα διά τῆς ἐν αὐτῇ δημιουργίας προϋπογράψῃ, μή ἀριθμήσας ταύτην ταῖς ἑπτά μηδέ δήλην αὐτήν ποιήσας, ἀλλ’ ἀγνοουμένην μέν εἴασε κεῖσθαι αὐτήν ὅλως τοῖς πρό τοῦ νόμου, δηλωθεῖσα δέ τοῖς ἐν νόμῳ προφήταις ἀμυδρῶς πως καί ἀπαγγελθεῖσαν πεποίηκε, φανερωθεῖσαν δέ ἡμῖν τοῖς πιστοῖς καί διαυγάσασαν ὡς ἐν πρωΐαν, καθά δή καί προσδοκῶμεν τόν ἄδυτον τῆς δικαιοσύνης ἥλιον ὅσον οὔπω ἐξανατεῖλαι. Μερίδας δέ εἶπον λαβεῖν αὐτόν ἐκ μέν τῆς γῆς ἁπάσης ὡς χωρίον ἕν ἐν ᾧ ἐφύτευσε τόν παράδεισον, ἐκ δέ τοῦ ὅλου σώματος τοῦ Ἀδάμ μίαν πλευράν ἤτοι μέλος ἕν, ἐκ δέ τῶν ἡμερῶν οὐδέν. Τίνα τρόπον; Ἐπειδή αἱ μέν μερίδες αὗται ἐλήφθησαν ὡς ἀνακαινισθῆναι δι’ αὐτῶν τά συγγενῆ καί συμφυῆ καί τοῖς οὐρανίοις συναφθῆναι ὀφείλοντα, αἱ δέ ἡμέραι, οὐκ ἀνακαινισθῆναι ἀλλά τελείως παυθήσεσθαι μέλλουσαι ὑπό τῆς ἡμέρας ἐκείνης, ἐάθησαν, καί τούτου ἕνεκεν μερίδα ἀνακαινισμοῦ οὐκ ἔλαβεν ἐξ αὐτῶν ὁ Θεός, ἀπό τῶν αἰώνων δέ ἔλαβε. Πῶς; Ἄκουσον.

Ἑπτά ὤφειλον πληρωθῆναι αἰῶνες κατά τόν ἀριθμόν τῶν ἑπτά ἡμερῶν. Οἱ μέν οὖν ἕξ ἤδη παρῆλθον, ὁ δέ γε ἕβδομος οὐ τελειοῦται, ἀλλ’ ἐξ αὐτοῦ λαμβάνει τήν μερίδα καί ἐπισυνάπτει τῷ ἀϊδίῳ καί μή ἔχοντι τέλος αἰῶνι. Τό δέ, πόσον προώρισε λαβεῖν, ἤ πότε τό τέλος τῶν ἡμερῶν τούτων μέλλει γενέσθαι, οὐδείς οἶδεν εἰ μή μόνη ἡ Ἁγία Τριάς, ἡ μία καί ἀδιαίρετος θεότης. Τό γάρ παρά τοῦ Σωτῆρος ῥηθέν Ἰησοῦ Χριστοῦ, ὅτι οὐδέ ὁ Υἱός ταύτην οἶδε τήν ἡμέραν καί ὥραν, κατά τήν τῆς ἀνθρωπότητος αὐτοῦ φύσιν εἶπεν ἀγνοεῖν οὐ κατά τήν τῆς θεότητος. Τίνος οὖν ἕνεκεν ἀπό τῶν ἡμερῶν μερίδα οὐκ ἔλαβεν, ἀπό δέ τῶν αἰώνων λαμβάνει; Ἐπειδή οἱ μέν αἰῶνες οὗτοι ἀπό ἡμερῶν καί ἑβδομάδων μετρούμενοι αἰῶνες καλοῦνται, ὁ δέ μέλλων αἰών καί ἀΐδιος, οὐ μετρητός ὑπό ἡμερῶν, ἀλλ’ ἀμέτρητος καί ἔστι καί ἔσται καί ἀτελεύτητος· ἡμερῶν δέ μή μελλουσῶν εἶναι, ἀλλ’ αἰῶνος, οὐκ ἐκ τῶν ἡμερῶν μερίδα, ἀλλ’ ἐκ τῶν αἰώνων, τῶ μέλλοντι αἰῶνι λαβών συνάπτει. Ἡ μέντοι μερίς τῆς γῆς, αὐτός δηλαδή ὁ παράδεισος, τύπος τῆς ἄνω Ἱερουσαλήμ, φημί δή τῆς βασιλείας τῶν οὐρανῶν, ἦν, ἐν ᾧ καί τόν ἄνθρωπον ἔθετο ὁ Θεός, ἵνα ἀπό τοῦ τύπου καί τῆς σκιᾶς ἐπί τήν ἀλήθειαν κατά προκοπήν ἀναχθῇ. Τό δέ ξύλον τῆς ζωῆς τό ἐν μέσῳ τοῦ παραδείσου εἰκών ἦν τῆς αἰωνίου ζωῆς, ἥτις ἐστίν ὁ Θεός. Ἡ δέ πλευρά τοῦ Ἀδάμ ἡ εἰς γυναῖκα οἰκοδομηθεῖσα τύπος ὑπῆρχε τῆς Ἐκκλησίας, ἕτερον πάλιν ὄν καί τοῦτο οἰκονομίας μυστήριον, ἵνα, ὁπόταν ἐκπέσῃ ἀπό τῆς εἰκόνος τῆς εἰς τύπον γεγονυίας τῆς βασιλείας τῶν οὐρανῶν, ὅς ἦν ὁ παράδεισος, καί τῆς τοῦ ξύλου <τῆς> ζωῆς, διά τῆς πλευρᾶς τῷ Χριστῷ καί Θεῷ συναφθῇ καί εἰς ἐκεῖνο πάλιν αὐτό τό ἀρχαῖον καί πρῶτον ἀναχθῇ κάλλος.

Ἐπειδή δέ ἡ Εὔα πρώτη ἀπατηθεῖσα τήν ἐντολήν παρέβη καί τοῦ καρποῦ ἀπεγεύσατο, εἶτα δέδωκε τῷ Ἀδάμ κἀκεῖνος ἔφαγε, μετανοῆσαι δέ καί προσπεσεῖν τῷ Δεσπότῃ οὐδαμῶς ἠβουλήθησαν, ἐξορίζονται ἐκεῖθεν καί εἰς τόν κόσμον τοῦτον οἰκεῖν κατεκρίθησαν. Ὅρα δέ καί τῆς ἐπ’ αὐτῷ τοῦ Θεοῦ προνοίας τήν ἄφατον ἀγαθότητα. Ἐπειδή γάρ ἅπαξ ὑπό τῆς ἁμαρτίας εἰς φθοράν κατηνέχθη, ἵνα μή πρό καιροῦ φαγών ἀπό τοῦ ξύλου τῆς ζωῆς ἀθάνατος γένηται, - καί ἔσται ἄφθαρτος μέν, ἀθάνατος δέ, καί οὕτως ἀθάνατον γένηται τό κακόν -, ἔθετο τήν φλογίνην ῥομφαίαν ὁ Θεός φυλάσσειν τήν εἴδοδον τοῦ ξύλου τῆς ζωῆς.



Ἑπόμενο: δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ· καί περί τοῦ Ἀβράαμ καί τοῦ κατ’ ἐκλογήν λήμματος καί τί ἐστι τό λῆμμα τοῦτο· καί περί τοῦ Ἰσραήλ καί τῆς περιτομῆς.
Προηγούμενο: β΄. Ὅτι πάντες οἱ εἰς Χριστόν πιστεύσαντες προεγνωσμένοι καί προωρισμένοι εἰσίν εἰς τό συμμόρφους γενέσθαι αὐτούς τοῦ Υἱοῦ τοῦ Θεοῦ· καί εἰς τό ῥητόν τοῦ Μωσέως· «Ὅτε διεμέριζε ἔθνη ὁ Ὕψιστος» καί τά ἑξῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος