Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ε΄. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ’ ἀρχάς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὧν ὁ ἔσχατος τύπος ἐστί τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὤν τῶν ἀρχαίων καί τῶν ἐξ ὕστερον· καί τίνος ἦν εἰκών ἡ τῆς ἐπαγγελίας γῆ καί τά ἑξῆς.
Προηγούμενο: γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί ταῆς τοῦ Ἀδάμ καί τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ· καί περί τοῦ Ἀβράαμ καί τοῦ κατ’ ἐκλογήν λήμματος καί τί ἐστι τό λῆμμα τοῦτο· καί περί τοῦ Ἰσραήλ καί τῆς περιτομῆς.

Τοιγαροῦν καί γνόντες ἀλλήλους ἐτέκνωσαν καί ἐποίησαν υἱούς καί θυγατέρας καί «ἐκάλεσεν Ἀδάμ Εὔαν τήν γυναῖκα αὐτοῦ Ζωήν, ὅτι αὕτη ἦν μήτηρ πάντων τῶν ζώντων». Ἀλλά γάρ πληθυνθέντων τῶν ἀνθρώπων καί εἰς βάθος ἐμπεσόντων κακῶν καί εἰς πλῆθος ἁμαρτημάτων πολύ, μέλλων ὕδατι κατακλύσαι τόν κόσμον ὁ Θεός καί ἀπαλεῖψαι τόν ἄνθρωπον ἐκ τῆς γῆς, τήν μερίδα καί αὖθις οὐκ ἐγκατέλιπεν, ἀλλά τόν Νῶε καί τούς υἱούς αὐτοῦ καί τάς θυγατέρας αὐτοῦ ἐν τῇ κιβωτῷ διεσώσατο. Ἡ δέ κιβωτός πάλιν τῆς Θεοτόκου καί ὁ Νῶε τοῦ Χριστοῦ τύπος ἦν, οἱ δέ σύν τῷ Νῶε ἄνθρωποι τοῦ ἐξ Ἰουδαίων λήμματος ἀπαρχή, αὐτῶν τῶν εἰς Χριστόν μελλόντων πιστεύειν, τά δή θηρία καί πάντα τά κτήνη καί τά πετεινά καί ἑρπετά τύπος ὑπῆρχον τῶν ἐθνῶν. Ἔνθεν τοι καί ἡ κιβωτός μετά τόν κατακλυσμόν εἶχε τόν Νῶε, ἡ θεοτόκος δέ Μαριάμ τόν σαρκωθέντα Θεόν καί ἄνθρωπον· ἀλλ’ ἐκεῖνον μέν μόνον σύν τοῖς μετ’ αὐτοῦ ἡ κιβωτός διεσώσατο, οὗτος δέ καί τήν κιβωτόν καί πάντα τόν κόσμον τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας καί τῆς τοῦ νόμου δουλείας καί τοῦ θανάτου ἐρρύσατο.

Ἀλλά γάρ μετά τόν κατακλυσμόν εἰς ἀγνωσίαν καί αὖθις Θεοῦ κατενεχθέντες οἱ ἄνθρωποι καί ὡσαύτως πάλιν τραχηλιάσαντες διά τό εἶναι αὐτούς χεῖλος ἕν, ἤτοι γλῶσσαν καί φωνήν μίαν, πύργον οἰκοδομεῖν ἤρξαντο καί εἰς οὐρανούς ἀνελθεῖν ἐπεχείρουν, ἰσοθεΐαν καί αὖθις ἐν ἑαυτοῖς φαντασθέντες. Τοίνυν καί συγχέειν μέλλων ὁ Θεός τάς γλώσσας αὐτῶν κἀκ τούτου διαμερίσαι καί διασπεῖραι αὐτούς ἐν πάσῃ τῇ γῇ, ὡς πολλά μέλη ἐκ τῆς τοῦ Ἀδάμ πλευρᾶς γεγονότα καί εἰς ἕν σῶμα τῇ μιᾷ διαλέκτῳ ὄντας, πάλιν ἐκ τούτων ἔλαβε τήν μερίδα αὐτοῦ, ἤτοι τήν πλευράν, καί τό λοιπόν σῶμα εἰς πολλάς ποιήσας μελῶν μερίδας διέσπειρε· καί ἐκάλεσεν αὐτούς ἔθνη, ἄγνοιαν Θεοῦ παντελῶς ἔχοντας. Τήν γοῦν μερίδα ταύτην ὠνόμασεν Ἰσραήλ, τουτέστιν ὁρῶντα Θεόν· αὕτη δέ ἦν ὁ Ἀβραάμ ἐν ᾧ κατά διαδοχήν ὑπῆρχεν ἄνωθεν τό τῆς πίστεως καί τῆς θεογνωσίας σπέρμα διασωθέν, ᾧ καί ὤφθη λέγων· «Ἔξελθε ἐκ τῆς γῆς σου καί ἐκ τῆς συγγενείας σου καί δεῦρο εἰς γῆν ἥν ἄν σοι δείξω· ποιήσω σε εἰς ἔθνος μέγα» ᾧ καί δέδωκε τήν περιτομήν, οἱονεί σύσσημον καί σφραγῖδα γνωρίσας αὐτῷ ταύτην· καί ὤμοσεν αὐτῷ πληθῦναι τό σπέρμα αὐτοῦ ὡς τά ἄστρα τοῦ οὐρανοῦ καί ὡς τήν ἄμμον τήν παρά τό χεῖλος τῆς θαλάσσης. Μετά ταῦτα δέ ὤφθη πάλιν αὐτῷ ὁ Θεός καί φησί· «Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τό σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ», τήν εἰς Αἴγυπτον κάθοδον τοῦ Ἰωσήφ καί Ἰακώβ τοῦ πατρός αὐτοῦ καί τῶν ἀδελφῶν αὐτοῦ προμηνύων αὐτῷ· ἐξ ὧν καί ἐπληθύνθη ἐκεῖ ἡ μερίς αὕτη καί ἐγένετο εἰς ἔθνος μέγα, οὕς καί διά Μωσέως ἐκεῖθεν ἐξήγαγε, τόν ἀμνόν πρότερον αὐτοῖς τόν τοῦ ἀληθινοῦ ἀντίτυπον ἑστιάσας. Εἶτα καί διασχίσας τήν θάλασσαν καί διαβιβάσας αὐτούς καί εἰς τήν ἔρημον ἀναγαγών καί διαθρέψας αὐτούς ἐκεῖ τεσσαράκοντα ἔτη, ἐγενήθη «μερίς Κυρίου, λαός αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ».

Εἶχον οὖν οὗτοι τήν περιτομήν ὡς σφραγῖδα καί πάντες περιετέμνοντο καί ἦν ἐκ τούτου ἡ μερίς Κυρίου, ὡς εἴρηται, γνώριμος καθαπερεί προβάτων ἀγέλη βασιλικῶν, ἕκαστον αὐτῶν σφραγῖδα τήν περιτομήν ἐν τῷ κρυπτῷ μορίῳ ἐπιφερόμενον· καί τοῦτο πρός τό μή συμμίγνυσθαι τοῖς λοιποῖς προβάτοις, ἤγουν τοῖς ἔθνεσι, τοῖς εἰς θηρίων καί ἀλόγων τάξιν ὑπό τῆς τοῦ Θεοῦ ἀγνωσίας κατενεχθεῖσι, σοφῶς ᾠκονομήθη ἀπό Θεοῦ. Διά τί δέ οὐκ ἐν ἄλλῳ μέρει τοῦ σώματος, ἀλλ’ ἐν αὐτῷ τήν σφραγῖδα ὑπέθετο γίνεσθαι; Ἐπειδή ἐξ αὐτοῦ ἡ σπορά προέρχεται καί ἡ κατά σάρκα γένεσις τοῦ ὅλου ἀνθρώπου γίνεται. Ἄλλως τε δέ καί ὡς ὅλον ἄνθρωπον τήν σάρκα ἀποδυόμενον διά τούτου ἡμῖν ὑποζωγραφεῖ, ὡς ἄν ἐκ ταύτης κἀκεῖνοι ὡς τῆς σαρκός τέκνα γνώριμοι ὦσι καί τύπος γένηται τῆς πενυματικῆς περιτομῆς τῶν δίχα ῥεύσεως καί συνουσίας καί φθορᾶς ἀναγεννᾶσθαι μελλόντων ὕστερον τέκνων πνευματικῶν, ἵν’ ὅταν ἐκείνη φανῇ, αὐτή τηνικαῦτα παυθῇ καί ἐν τῇ ἀκροβυστίᾳ τῆς σαρκός ἕκαστον τῶν προβάτων ἀντ’ αὐτῆς τῷ αἵματι τοῦ Χριστοῦ σφραγισθῇ, ἐν τῇ ἀχειροποιήτῳ περιτομῇ δηλονότι κατά τόν Παῦλον καί τῇ ἀπεκδύσει τῆς σαρκός, αὐτοῦ φημι τοῦ γηΐνου φρονήματος, περιτεμνομένων ἡμῶν μυστικῶς μέν, ἐν αἰσθήσει δέ ψυχῆς καί γνώσει γινομένων αὐτῆς.



Ἑπόμενο: ε΄. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ’ ἀρχάς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὧν ὁ ἔσχατος τύπος ἐστί τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὤν τῶν ἀρχαίων καί τῶν ἐξ ὕστερον· καί τίνος ἦν εἰκών ἡ τῆς ἐπαγγελίας γῆ καί τά ἑξῆς.
Προηγούμενο: γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί ταῆς τοῦ Ἀδάμ καί τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος