Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε» καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καί τοῦ Ἰσραήλ.
Προηγούμενο: δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ· καί περί τοῦ Ἀβράαμ καί τοῦ κατ’ ἐκλογήν λήμματος καί τί ἐστι τό λῆμμα τοῦτο· καί περί τοῦ Ἰσραήλ καί τῆς περιτομῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ε΄. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ’ ἀρχάς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὧν ὁ ἔσχατος τύπος ἐστί τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὤν τῶν ἀρχαίων καί τῶν ἐξ ὕστερον· καί τίνος ἦν εἰκών ἡ τῆς ἐπαγγελίας γῆ καί τά ἑξῆς.

Ὁ μέν οὖν λαός οὗτος ὁ ἐκ τοῦ σπέρματος Ἀβραάμ, ἤγουν ἡ μερίς ἡ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ, οἷα δέ νέος ἄλλος τις καί τρίτος κόσμος ὑπό τοῦ Θεοῦ κατέστη, εἰκόνα τοῦ πρώτου φέρων ἐκείνου κόσμου καί παραδείσου καί αὐτοῦ <τοῦ> δευτέρου, τοῦ ἐν τῇ κιβωτῷ δηλονότι, οὐ μόνον δέ, ἀλλά καί τύπον τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὤν καί τά μέν ἀρχαῖα τοῖς εἰς ὕστερον ὑπογράφων, τοῖς δέ γε ὕστερον τά ἀρχαῖα σημαίνων συνάπτεσθαι. Εἶχε γάρ τήν γῆν τῆς ἐπαγγελίας ἀντί τοῦ παραδείσου ἐκείνου παράδεισον ἄλλον δεύτερον, τήν κιβωτόν ἀντί τῆς Θεοτόκου, προμηνύων ἡμῖν δι’ αὐτῶν καί ἐξεικονίζων τήν ἐν ἀνακαινώσει Πνεύματος Ἁγίου μέλλουσαν ἔσεσθαι τοῖς ἁγίοις ἐν ἐκείνῳ ἐπάνοδον καί κληρονομίαν. Εἶχε τόν νόμον, ὡς τήν ἐντολήν οἱ προπάτορες ἐδήλου δέ διά τῆς τοῦ νόμου δουλείας τήν ὑπέρ νόμον δοθήσεσθαι μέλλουσαν ἐλευθερίαν ἐν νόμῳ πνευματικῷ. Εἶχε τήν στάμνον τοῦ μάννα ἀντί τοῦ ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου, οὗ φαγεῖν οὐκ ἐάθησαν ἐκεῖνοι, εἰκόνα φέρουσαν καί δηλοῦσαν τήν στάμνον τήν τόν Χριστόν φέρειν ἐντός μέλλουσαν. Εἶχε τό μάννα ἀντί τοῦ Χριστοῦ· αὐτός γάρ ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς καί ζωήν αἰώνιον τῷ κόσμῳ διδούς· διά τοῦτο γάρ καί τό μάννα ἐξ οὐρανῶν ἦν· «Ἄρτον γάρ, φησίν, ἀγγέλων ἔφαγεν ἄνθρωπος». Καί συνελόντα εἰπεῖν, παράδεισον αὐτόν νέον πεποιηκώς, πολλά τοῦ παραδείσου ἐκείνου τιμιώτερά τε καί ὑψηλότερα ἐν αὐτῷ ἔθετο, ὅσῳ καί μειζόνων ἐπαγγελιῶν καί πραγμάτων τύπος ἦν.

Ἔθετο καί γάρ ἐν αὐτῷ τόν Μωϋσῆν, καθάπερ ἐκεῖ τόν Ἀδάμ· καί ἐλάλει αὐτῷ ὁ Θεός ὡς τῷ Ἀδάμ καί ὁ Μωϋσῆς ἐλάλει τῷ Θεῷ καθώς ὁ Ἀδάμ· Ἀλλ’ οὐκ εἶχεν ὁ Ἀδάμ ὡς οὗτος ἐπαγγελίας ἐλπίδα τοῦ σωματικῶς ἐκεῖσε παραγενέσθαι τόν μονογενῆ τοῦ Θεοῦ Υἱόν καί Θεόν. Εἶχεν ἐκεῖνος τό ξύλον τῆς ζωῆς, οὐκ ἐκείνην δέ αὐτήν τήν ζωήν· οὗτος δέ ἐκδηλοτέραν μέν ὑπέρ τό τῆς ζωῆς ξύλον τήν τοῦ Πνεύματος χάριν ἐν τοῖς προφήταις ἐκέκτητο, τήν τελείαν καί ἀληθινήν ζωήν ἐν τῷ Χριστῷ δοθήσεσθαι κατεπαγγελλομένοις. Εἶχεν ὁ παράδεισος ἐκεῖνος ἄπονον ζωήν καί ἀμέριμνον, δένδρα τε καί καρπούς ὡραίους εἰς βρῶσιν· εἶχε καί οὗτος τό μάννα ἐξ οὐρανοῦ τροφήν αὐτοσχέδιον, ὥσπερ εἴρηται· ἔπινόν τε ἐκ πέτρας ἀκολουθούσης ὕδωρ ὑπέρ μέλιν γλυκάζον· οὐ μήν ἀλλά γάρ καί «τά ἱμάτια αὐτῶν καί τά ὑποδήματα οὐκ ἐπαλαιοῦντο οὐδέ ἐφθείροντο», ἀλλά συνηύξανον καί ταῦτα τοῖς αὐτῶν σώμασι καί οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Εἶχον οἱ ἐν τῷ πρώτῳ παραδείσῳ ἀπειλήν θανάτου καί κατάρας ἐν τῇ παραβάσει τῆς ἐντολῆς· εἶχον οἱ ἐν τούτῳ ἀφέσεως ἁμαρτιῶν ἐλπίδα καί εὐλογίαν ζωῆς αἰωνίου ἐν τῷ μή πληρῶσαι τόν νόμον τοῦ Θεοῦ τινα ἐξ αὐτῶν, τοῦ Χριστοῦ ἐλθεῖν κατεπαγγελλομένου καί ποιῆσαι τό ἀδύνατον παρ’ ἐκείνοις δυνατόν, οὐχί πρός κατάκρισιν τῶν μή φυλαξάντων, ἀλλά πρός σωτηρίαν τῶν πιστευσάντων. Εἶχεν ὁ πρῶτος τήν φλογίνην ῥομφαίαν φυλάττουσαν τήν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς καί ἀπείργουσαν ἐξ αὐτοῦ τόν Ἀδάμ καί τούς ἐξ αὐτοῦ· εἶχεν οὗτος τόν ἀρχιστράτηγον Μιχαήλ, τούς ἐν αὐτῷ μᾶλλον περισκέποντα καί φυλάσσοντα, τά δέ διασπαρέντα ἔθνη τοῦ εἰσελθεῖν ἐν αὐτῷ μή παραχωροῦντα. Προῳκονόμησεν ἐκεῖ ὁ Θεός, ἵνα διά τῆς πλευρᾶς τοῦ Ἀδάμ ἡ τοῦ Ἀδάμ ἀνάπλασις γένηται· καί διά τοῦτο ἐκ τοῦ ἀνδρός τότε ἄνευ συνουσίας γέγονεν ἡ γυνή, ὡς ἄν ἐκ τῆς γυναικός πάλιν ἡ πλευρά ληφθῇ τοῦ Ἀδάμ καί ἄνευ ῥεύσεως καί συνουσίας γεννηθῇ ἀνήρ ὁ Χριστός καί Θεός καί δι’ αὐτοῦ ὁ Ἀδάμ ἀνακαινισθῇ· προεπηγγείλατο ἐν τούτῳ τῷ παραδείσῳ ὁ Θεός τῷ Ἀβραάμ εἰσαγαγεῖν ἐν τῷ σπέρματι αὐτοῦ πάντα τά ἐξωσθέντα ἔθνη καί μίαν ποίμνην αὐτούς ἀπεργάσασθαι.

Ἐπεί οὖν οἱ ἐν τοῖς ἀγαθοῖς τούτοις ὄντες καί πρό τοῦ εἰσελθεῖν εἰς τήν τῆς ἐπαγγελίας γῆν καί μετά τό εἰσελθεῖν παρέβησαν καί αὐτοί τήν ἐντολήν τοῦ Θεοῦ τήν λέγουσαν· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι καί οὐ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ» καί «ἔθυσαν τούς υἱούς αὐτῶν καί τάς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις καί ἤσθιον καί ἔπινον τόν οἶνον τῶν σπονδῶν αὐτῶν καί προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, ἀπέκτεινάν τε τούς ἁγίους καί ἐλιθοβόλησαν τούς προφήτας, ἐστράφησαν εἰς τόξον στρεβλόν καί παρώξυναν ἐπ’ ἀλλοτρίοις καί ἐν βδελύγμασιν αὐτῶν τόν Θεόν τόν θρέψαντα αὐτούς ἐν τῇ ἐρήμῳ καί ἐπελάθοντο αὐτοῦ» - τί οὖν ὁ παρά πάντα τά ἔθνη ἐκλεξάμενος αὐτούς Κύριος; Ὠργίσθη καί ἀπεστράφη αὐτούς; Οὐδαμῶς, ἀλλά ἀπέστειλε τόν Υἱόν αὐτοῦ κατακλύσαι τάς ἁμαρτίας αὐτῶν, ἐπειδή ἐφθάσθησαν ὁμοιωθῆναι καί οὗτοι τοῖς ἔθνεσι, καθώς γέγραπται· «Καί ἐμίγησαν ἐν τοῖς ἔθνεσι καί ἔμαθον τά ἔργα αὐτῶν» καί «οὐ συνῆκαν ἐν τιμῇ ὄντες». Τοιγαροῦν ἀναμνήσθητί μοι τῆς κιβωτοῦ τῶν υἱῶν Νῶε καί τῶν θηρίων καί ἑρπετῶν τῶν ἐν αὐτῇ τότε εἰσεληλυθότων, ὡς εἶπον, τά ἐν αὐτῇ διηγούμενος, τόν μέν Νῶε τύπον εἶναι τοῦ Χριστοῦ, τούς υἱούς δέ αὐτοῦ τοῦ ἐν τῷ νόμῳ λαοῦ, τά δέ θηρία καί τά ἑρπετά τῶν ἐθνῶν. Οἱ γοῦν ἐν τῷ νόμῳ ἄνθρωποι, οἱ μερίς Κυρίου κληθέντες, ὁ κλῆρος αὐτοῦ, τοῖς θηρίοις εἴτ’ οὖν τοῖς ἔθνεσιν ἐξωμοιώθησαν· καί θέλων αὐτούς ὁ Θεός ἀνακαλέσασθαι καί εἰς τό ἀρχαῖον πάλιν ἀποκαταστῆσαι κατῆλθεν ἐπί γῆς καί ἐσαρκώθη, λαβών τήν πλευράν τοῦ Ἀδάμ ἐκ τῶν πανάγνων τῆς Θεοτόκου σαρκῶν, καί ἐγένετο ἄνθρωπος, ὁμοιωθείς ἡμῖν κατά πάντα πλήν ἁμαρτίας. Τί τοῦτο; Ἵνα καί τούς ἐν νόμῳ φυλάξαντας τελειώσῃ διά τῆς εἰς αὐτόν πίστεως, καί τούς εἰς εἰδωλολατρείαν ἐξ αὐτῶν ἐκπορνεύσαντας διά πίστεως τῷ λοιπῷ σώματι ἐπισυνάψῃ, καί οὕτως δικαιωθῶσιν ὡσαύτως καί τά ἔθνη διά τῆς πίστεως κατά τό οὕτως εἰρημένον ὑπό τοῦ Παύλου· «Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος, φησί, τοῦ κόσμου γέγονε, πόσῳ μᾶλλον ἡ σωτηρία αὐτῶν γενήσεσθαι ἔμελλεν;»

Ἀλλ’ ἡ θεωρία τοῦ εἰρημένου ὅσον ἀπό τοῦ γράμματος νοεῖν μοι καί ἕτερόν τι σαφῶς ὑποτίθεται. Ἀλλά προσέχετε, ἵνα γνῶτε καλῶς τί ἐστιν ὅ λέγει ὁ θεῖος Ἀπόστολος· «Εἰ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε, πόσῳ μᾶλλον ἡ σωτηρία αὐτῶν γενήσεσθαι ἔμελλεν;»



Ἑπόμενο: στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε» καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καί τοῦ Ἰσραήλ.
Προηγούμενο: δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ· καί περί τοῦ Ἀβράαμ καί τοῦ κατ’ ἐκλογήν λήμματος καί τί ἐστι τό λῆμμα τοῦτο· καί περί τοῦ Ἰσραήλ καί τῆς περιτομῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος