Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ζ΄. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησία καί νέος παράδεισος ἡ πρός αὐτόν πίστις. Καί πρός τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησίᾳ διά Χριστοῦ τελεσθέντων. Καί πρός τό τέλος ἐπανάληψις τοῦ ἀποστολικοῦ ῥητοῦ· «Οὕς προέγνω, τούτους καί προώρισε.....».
Προηγούμενο: ε΄. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ’ ἀρχάς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὧν ὁ ἔσχατος τύπος ἐστί τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὤν τῶν ἀρχαίων καί τῶν ἐξ ὕστερον· καί τίνος ἦν εἰκών ἡ τῆς ἐπαγγελίας γῆ καί τά ἑξῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε» καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καί τοῦ Ἰσραήλ.

Ἀπό τῆς διασπορᾶς τῶν ἐθνῶν, ὡς ἔφθην εἰπών, μερίς Κυρίου γέγονεν ὁ Ἰσραήλ. Ὁ γοῦν Ἰσραήλ οὗτος, εἰς ἔθνος μέγα καί λαόν πολύν γεγονώς, ἐξώκειλεν εἰς εἰδωλολατρείαν, καθώς ἐποίουν τά ἔθνη· καί ὀλίγοι λίαν ὡς ζύμη τις καί μερίς τῷ Θεῷ ἐφυλάχθησαν. Ἐλθόντος οὖν τοῦ Χριστοῦ, εἰ ἐπίστευσαν αὐτῶ καί προσεκύνησαν ὡς Θεῷ, ἔμελλον ἅπαντες, δίκαιοί τε καί ἄδικοι, θεοσεβεῖς καί εἰδωλολάτραι, εἰς ἕν γενέσθαι καί ἅμα σωθήσεσθαι. Καί εἰ τοῦτο γέγονεν, ἔλεγον ἄν τά ἔθνη πρός αὐτόν· «Θεέ τοῦ παντός καί Δέσποτα, Κύριε τῶν αἰώνων, ἰδού χωρίς ἔργων δικαιοσύνης τινῶν πάντας αὐτούς ἔσωσας. Τί οὖν; Ἡμεῖς δέ οὐκ ἐσμέν ἔργα χειρῶν σου καί πλάσμα;» Ἀντέλεγον δέ τούτοις οἱ Ἰουδαῖοι ἅ δή καί ἔλεγον· «Οὐχί, ἀλλ’ ἡμεῖς ἐσμεν μόνοι μερίς αὐτοῦ, ἡμεῖς μόνοι κλῆρος αὐτοῦ· πρός ἡμᾶς οἱ πλάκες τῆς διαθήκης, ἡ περιτομή καί τά λοιπά ἅ μόνοις ἡμῖν ἐπηγγείλατο καί ἡμῖν δέδωκεν, ὑμῖν δέ οὐδαμῶς δώσει». Πρός ταῦτα πάλιν ἄν ἀνθυπέφερον τά ἔθνη, λόγου μή ἀξιοῦντα τούς φθονερούς Ἰουδαίους· «Ἡμᾶς μέν, ὦ Δέσποτα καί Λόγε Θεοῦ, ἀξίως ὡς ἀναξίους ἀπώσω, ὡς σκληροτραχήλους καί ἀνηκόους ἀνεπιμελήτους καταλιπών, καί λιμῷ ἀγνωσίας καί δίψει ἀνυδρίας τοῦ μή ἀκοῦσαι ἡμᾶς λόγων ἁγίων σου ἐάσας καί δικαίως. Εἰς δέ τούτου αὐτούς πᾶσαν ἐπεδείξω ἀγάπην καί ἐπιμέλειαν· προφήτας καί κριτάς καί διδασκάλους ὡς ὁδηγούς καί παιδευτάς δέδωκας αὐτοῖς· νόμον καί περιτομήν καί σημεῖα καί τέρατα ἐποίησας εἰς αὐτούς· καί πάντα ταῦτα εἰς οὐδέν λογισάμενοι, ἐγκατέλιπόν σε καί εἰδώλοις μεθ’ ἡμῶν ὡς θεοῖς προσεκύνησαν· καί ἅπερ ἡμεῖς ἐπράξαμεν ἔργα, πάντα καί αὐτοί διεπράξαντο· καί ὁμοίως ἡμῖν ἠρνήσαντό σε τόν εὐεργέτην. Νυνί δέ μόνῃ τῇ εἰς σέ πίστει συνεπάθησας αὐτοῖς, ἠλέησας καί ᾠκτείρησας καί τοῖς μή ἁμαρτήσασιν ἁγίοις σου συνηρίθμησας. Οὐκ ἐλεήσεις δέ καί ἡμᾶς; Οὐκ οἰκτειρήσεις; Οὐ προσδέξῃ, φιλάνθρωπε;» Καί οὕτως δικαίως καί εὐλόγως τοῖς ἐν περιτομῇ εἰδώλοις θύσασιν οἱ ἐν ἀκροβυστίᾳ συνήπτοντο καί οἱ πάντες εἰς ἕν ἐν Χριστῷ γενήσεσθαι ἔμελλον.

Ἐπεί δέ μετά τῶν προγενεστέρων αὐτῶν κακῶν καί αὐτόν τόν Χριστόν καί Θεόν ὡς κακουργόν ἀπέκτειναν, τόν δέ Βαραββᾶν ὡς ἀντίτυπον τοῦ Ἀντιχρίστου ᾐτήσαντο καί ἀπέλυσαν καί μετά ταῦτα καί αὐτούς ἐδίωξαν τούς ἀποστόλους αὐτοῦ, ἐξορίσας αὐτούς, ὥσπερ εἴπομεν, ἐκ τοῦ παραδείσου, διέσπειρεν εἰς πάντα τά ἔθνη, ὡς τήν τῶν ἐθνῶν ἀνταλλαξαμένους ἀσέβειαν. Τά δέ γε ἔθνη ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ ὁ τήν πλευράν ἀναλαβών τοῦ Ἀδάμ ἐκ τῆς γυναικός καί εἰς ἄνδρα τέλειον οἰκοδομήσας αὐτήν, σάρξ αὐτός ὅλος ὁ φύσει Υἱός καί Λόγος τοῦ Θεοῦ δι’ αὐτῆς γεγονώς καί υἱός τοῦ Ἀδάμ κατά τήν φύσιν τοῦ Ἀδάμ χρηματίσας, πρός ἑαυτόν ἐπεσπάσατο. Τοῦτο ὁ πλοῦτος τοῦ κόσμου· καί εἰ τοῦτο γέγονε πλοῦτος κόσμου, πόσῳ μᾶλλον, εἰ κἀκεῖνοι ἐπίστευσαν, γενήσεσθαι ἔμελλον. Ἦν μέν οὖν ἐκ τῆς πρώτης διασπορᾶς μερίς ὁ πᾶς Ἰσραήλ ὅν προέγνω καί προώρισε· καί ὅτε ἦλθεν ἐκάλεσεν αὐτόν εἰς πίστιν τήν ἑαυτοῦ. Ἐπεί δέ ἐλθεῖν πρός αὐτόν οὐκ ἠθέλησε, λαβών ἐκ τῆς ὅλης μερίδος μερίδα μικράν τούς εἰς αὐτόν πιστεύσαντας, δηλονότι τόν Ἰωάννην τόν πρόδρομον, τούς ἀποστόλους καί καθεξῆς τούς λοιπούς, τό πλεῖστον τῆς μερίδος τό ἐκ προθέσεως οἰκείας εἰς ἀπιστίαν πεσόν ἀπέρριψε· καί ἀντ’ αὐτῶν εἰσῆλθον τά ἔθνη καί τῇ κατ’ ἐκλογήν πίστεως μερίδι ἐκ πίστεως καί αὐτοί ἐκολλήθησαν.

Καί σκόπει μοι ἀπ’ ἐντεῦθεν τήν τοῦ λόγου καθ’ ὁδόν προκοπήν, ὅπως ἔρχεται τά τῆς καινῆς καί θαυμασίας μερίδος ἐκδιηγήσασθαι.



Ἑπόμενο: ζ΄. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησία καί νέος παράδεισος ἡ πρός αὐτόν πίστις. Καί πρός τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησίᾳ διά Χριστοῦ τελεσθέντων. Καί πρός τό τέλος ἐπανάληψις τοῦ ἀποστολικοῦ ῥητοῦ· «Οὕς προέγνω, τούτους καί προώρισε.....».
Προηγούμενο: ε΄. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ’ ἀρχάς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὧν ὁ ἔσχατος τύπος ἐστί τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὤν τῶν ἀρχαίων καί τῶν ἐξ ὕστερον· καί τίνος ἦν εἰκών ἡ τῆς ἐπαγγελίας γῆ καί τά ἑξῆς.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος