Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Γ΄. Εἰς το ῥητόν τοῦ Ἀποστόλου ἐν ᾧ λέγει· «Καί εἶδον τόν τοιοῦτον εἰς τρίτον οὐρανόν ἁρπαγέντα καί ἀκούσαντα ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ ἀκοῦσαι». Τί οὖν εἰσιν ἅ ἀκήκοεν ὁ Παῦλος ἄρρητα ῥήματα; Τίνα δέ τά ἀγαθά «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»; Τίς δέ ἤ πῶς ἔσται καί ἔστιν εἰς ἡμᾶς ἡ τοῦ Θεοῦ βασιλεία καί τίς ἡ ἐν ἡμῖν ταύτης ἐνέργεια;
Προηγούμενο: στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε» καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καί τοῦ Ἰσραήλ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ζ΄. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησία καί νέος παράδεισος ἡ πρός αὐτόν πίστις. Καί πρός τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησίᾳ διά Χριστοῦ τελεσθέντων. Καί πρός τό τέλος ἐπανάληψις τοῦ ἀποστολικοῦ ῥητοῦ· «Οὕς προέγνω, τούτους καί προώρισε.....».

Πάλιν μέν οὖν νέας μερίδος ἀρχή καί νέου κόσμου καί μετά τῆς μερίδος φύραμα ξένον, καινόν καί παράδοξον. Τά μέν μέχρι τούτου τύποι καί σκιαί καί αἰνίγματα ταύτης ἦν, αὕτη δέ ἠ ἀλήθεια καί ἡ τοῦ κόσμου παντός ἀνακαίνισίς τε καί ἀνανέωσις. Ἀλλά γάρ μερίς μέν ἡ ἐκ τοῦ Ἀδάμ γεγονυῖα φθαρτή καί εἰς πολύ πλῆθος λαοῦ φθαρτοῦ καί θνητοῦ γενομένη ὑπό τοῦ κατακλυσμοῦ πᾶσα ἀπώλετο· καί Νῶε μόνος ἐξ αὐτῆς καί οἱ υἱοί αὐτοῦ μερίς πάλιν ἐκ ταύτης ἐναπελείφθησαν, ἀρχή κόσμου δευτέρου. Ἐπεί δέ πάλιν εἰς οὐρανόν ἀνελθεῖν ἐπεχείρουν, κατακλυσμόν δέ μηκέτι ποιήσειν ἐπηγγείλατο ὁ Θεός μηδέ ἀποκτεῖναι πᾶσαν σάρκα ζῶσαν ἐπί τῆς γῆς, αὖθις μερίδα ἔλαβε τόν Ἀβραάμ κατ’ ἐκλογήν πίστεως καί πάντας ἄλλους εἰς τόν κόσμον διέσπειρεν. Ἀπό ταύτης οὖν τῆς τοῦ Ἀβραάμ μερίδος μερίδα τοῦ σπέρματος αὐτοῦ, αὐτήν δή τήν πλευράν, ὡς πολλάκις εἶπον, αὐτός ἐκεῖνος ἀνέλαβεν ὁ Θεός καί ᾠκοδόμησεν ἑαυτῷ καί ᾠκοδομήθη εἰς σάρκα δίχα τροπῆς καί ἐγένετο ἄνθρωπος οὐ ψιλός. Οὐδέ γάρ ἀπαρχή τέκνων σαρκικῶν, λαοῦ φθαρτοῦ, καθά καί ὁ Νῶε τηνικαῦτα ἐγένετο, ὡς ἄν, ἐν τῷ πληθυνθῆναι καί ἀπόλλυσθαι μέλλοντος αὐτοῦ, ἄλλην ἀπαρχήν πάλιν εἰς ἑτέρου λαοῦ γένεσιν ὕστερον ἐξ αὐτοῦ λάβῃ, ἀλλά ἀπαρχή ἀθάνατος καί ἀείζωος γέγονε τέκνων πνευματικῶν καί τόν χαρακτῆρα ἀναμορφουμένων αὐτοῦ, καθά φησιν ὁ Ἀπόστολος· «Ἀπαρχή Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ», καί ἑτέρωθι· «μέχρις οὗ μορφωθῇ Χριστός ἐν ἡμῖν». Οἱ μέν γάρ προπάτορες ἅπαντες ἐκεῖνοι θνητοί ὑπῆρχον, ὁ δέ ἐκ τῆς μερίδος τοῦ σπέρματος Ἀβραάμ τήν μερίδα λαβών καί Υἱός τοῦ Θεοῦ καί αὐτοῦ τοῦ Ἀδάμ υἱός γεγονώς, ἀφθαρτός ἐστι καί ἀθάνατος, οὐ γεννῶν σαρκικῶς ἀλλά ἀναπλάτων πνευματικῶς.

Καί σκόπει μοι τόν τρόπον τῆς ἀναπλάσεως. Τίς οὗτος; Ἐν τῷ παραδείσῳ ἀπό ἀνδρός γυνή γέγονε, μήτηρ οὖσα πάντων τῶν ἀπό γῆς γεννηθέντων· ἐν δέ τῇ τῶν πιστῶν Ἐκκλησίᾳ ἀπό γυναικός ἀνήρ Χριστός ὁ Θεός ἐγεννήθη, ἀπαρχή καί ζωή πάντων τῶν ἀναγεννωμένων πνευματικῶς ἐκ τῆς εἰς αὐτόν πίστεως. Ἐκεῖ ξύλον τοῦ γινώσκειν καλόν καί πονηρόν, ὅ καί μεταληφθέν θανάτου ἐκείνοις γέγονεν αἴτιον· ἐνταῦθα τό ξύλον τοῦ σταυροῦ, ἐν ᾧ τάς μέν χεῖρας ἀντί τῶν ἁψαμένων χειρῶν τοῦ Ἀδάμ, τούς δέ πόδας ἀντί τῶν ἐπί τῆ παραβάσει βαδισάντων ποδῶν, προσηλώθη Χριστός ὁ δεύτερος Ἀδάμ καί Θεός. Καί ὁ μέν Ἀδάμ, γευσάμενος ἀπό τοῦ ξύλου ἐκείνου, θανάτου καί κατάρας αἴτιος τοῖς ἐξ αὐτοῦ γέγονεν· ὁ δέ Χριστός καί Θεός, χολῆς γευσάμενος καί ὄξος πιών, ἐκείνους μέν τῆς κατάρας ἀπήλλαξε καί τῆς τοῦ θανάτου φθορᾶς ἠλευθέρωσε, τοῖς δέ πιστεύουσιν εἰς αὐτόν ζωήν καινήν ἐδωρήσατο καί ἰσάγγελον ἔχειν πολιτείαν ἐν τῷ κόσμῳ τούτῳ ἐνίσχυσεν. Ἐκεῖ τό ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου ἦν, ὅ καί φαγεῖν οἰκονομικῶς οὐ συνεχωρήθη ὁ Ἀδάμ, ἀλλ’ ἐξεβλήθη τοῦ παραδείσου, διό καί φυλάσσειν ἐτάχθη τήν τούτου εἴσοδον ἡ φλογίνη ῥομφαία· ἐνταῦθα λόγχῃ τήν πλευράν ἐνύγη Χριστός καί τήν ῥομφαίαν ἐκείνην ἀπέστρεψε καί τήν εἴσοδον ἤνοιξε καί ἐν ὅλῳ τῷ κόσμῳ τό τῆς ζωῆς ξύλον ἐφύτευσε, μᾶλλον μέν οὖν καί καθ’ ἡμέραν τοῦτο φυτεύειν ἐξουσίαν ἡμῖν δέδωκεν, ὅ καί ἀθρόον αὐξάνει καί ζωῆς αἰωνίου πᾶσι τοῖς ἐσθίουσιν ἐξ αὐτοῦ πρόξενον γίνεται.

Ὤ παραδείσου τοῦ νυνί παρά Χριστοῦ τοῦ Θεοῦ φυτευθέντος! Ὤ μυστηρίου καινοῦ καί θαυμάτων φρικτῶν! Ἐκεῖ μέν γάρ δένδρα αἰσθητά καί ὁρατά ὁμολογουμένως ὑπῆρχον ὁ Ἀδάμ τε καί ἡ Εὔα, αὐτό τε τό ξύλον τῆς γνώσεως καί τό ξύλον ὁμοῦ τῆς ζωῆς ἕτερον παρά τοῦτο ὄν· ἐνταῦθα δέ ὁ νέος Ἀδάμ τά πάντα ὁμοῦ τοῖς πιστοῖς γίνεται καί τρυφή καί γνῶσις, οὐ θανατοῦσα καί τοῦ τῆς ζωῆς ξύλου ἀπείργουσα, ἀλλά διδάσκουσα ἅ διά ῥημάτων δεῖ τῷ ὄφει δεόντως ἀνταποκρίνεσθαι· «Ἄπελθε, φησίν, ὀπίσω μου, Σατανᾶ» καί τά ἑξῆς· καί οὐ τοῦτο μόνον, ἀλλά καί εἰσάγουσα πρός τήν ζωήν ἥτις αὐτός ἐκεῖνος πάλιν ἐστίν. Ἀλλά ποῦ, φησίν, ὁ νέος παράδεισος ὅν λέγεις πεποιηκέναι Χριστόν; Ἰδού γάρ ὁρῶμεν ὅτι ἅπας ὁ κόσμος, καθώς ἐξ ἀρχῆς κατεσκευάσθη, ἐστί· καί τήν γῆν κατοικοῦμεν ἐν ᾗ ἐν κόπῳ καί μόχθῳ καί ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν κατεκρίθημεν τόν ἄρτον ἡμῶν. Ποῦ οὖν ὁ παράδεισος ὅν διηγῇ ἡμῖν; Εἰ βούλει μαθεῖν Θεοῦ ἀκαταλήπτου καί ἀοράτου ἀόρατα καί ἀκατάληπτα τοῖς ἀπίστοις ἔργα τε καί μυστήρια, ἐπίστησον ἐντεῦθεν τόν νοῦν καί διηγουμένων γνώσῃ καί μαθήσῃ αὐτά.

Πρῶτον ἐποίησεν ὁ Θεός τόν οὐρανόν καί τήν γῆν καί πάντα τά ἐν αὐτοῖς καί ὕστερον τούτων πάντων οἰκείαις χερσί τόν ἄνθρωπον ἔπλασεν, εἶθ’ οὕτως ἐποίησε τόν παράδεισον καί τά ἐν αὐτῷ καί ἔθετο τόν ἄνθρωπον ἐν αὐτῶ ὅν ἐποίησε· καί λαβών μίαν αὐτοῦ τῶν πλευρῶν ᾠκοδόμησεν αὐτήν εἰς γυναῖκα καί οὕτως ἔδωκεν αὐτοῖς ἐντολήν τοῦ μή φαγεῖν ἀπό τοῦ ξύλου τοῦ γνωστοῦ καλοῦ καί πονηροῦ, ἵνα μή θανάτῳ θανατωθήσονται, ἀλλ’ ἐργάζωνται κατά τήν ἐντολήν καί φυλάσσωσιν. Αὐτοί δέ μετά ταῦτα ἀπέστησαν μέν ἐν πρώτοις τοῦ μεμνῆσθαι Θεοῦ καί τῶν εὐεργεσιῶν αὐτοῦ, ἥτις ἦν ἡ ἐργασία ἡ ἀπό Θεοῦ δοθεῖσα αὐτοῖς, δεύτερον κατέλιπον τοῦ φυλάσσειν τήν ἐντολήν καί ἐκ τοῦ ξύλου οὗ ἐνετείλατο αὐτοῖς μή φαγεῖν ἔφαγον· καί ἀπέθανον εὐθύς μέν τόν ψυχικόν, μετά δέ πολλούς χρόνους ὕστερον καί τόν σωματικόν θάνατον καί κατήχθησαν ἐν τῷ ᾅδῃ. Καί οὐ μόνον οὗτοι ἀλλά καί πάντες οἱ ἐξ αὐτῶν γεννηθέντες τοῦτο πεπόνθασι μέχρι τῆς αὐτοῦ τοῦ Χριστοῦ καί Θεοῦ, τοῦ νέου Ἀδάμ, παρουσίας καί τῆς εἰς τόν ᾅδην αὐτοῦ καταβάσεως καί τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως. Ἀλλά γάρ ἐλθόντος τοῦ τά πάντα τότε δημιουργήσαντος καί ἀνακαινίσαι ταῦτα θελήσαντος, οὐχί κατά τήν ἀκολουθίαν ἥν ἔκτισε ταῦτα καί ἀνακαινίσαι ἠθέλησεν. Ἀλλά πῶς; Πρῶτον τόν ἄνθρωπον καί οὕτω τήν κτίσιν ὕστερον. Τίνα τρόπον καί διά τι; Ἐπειδή τότε μέν ὡς βασίλεια τῷ Ἀδάμ τά ὁρώμενα πάντα εἰς κατοικίαν καί ἀπόλαυσιν αὐτοῦ πρῶτον ηὐτρέπισε καί εἶθ’ οὕτως ἐκεῖνον παρήγαγε· νυνί δέ πάλιν, ἐάν τήν κτίσιν ἀνακαινίσαι πρῶτον ἠθέλησε καί πνευματικήν αὐτήν καί ἄφθαρτον καί ἀΐδιον ἀπεργάσασθαι, ποῦ ἄρα ὁ σάρκα φθαρτήν περικείμενος, ὁ ψυχικός δηλονότι καί θνητός αὐτός ἄνθρωπος, οἰκεῖν ἔμελλεν; Ἐν ποίῳ δέ κόσμῳ διάγειν τότε καί γαμεῖν καί ἐκγαμίσκεσθαι, γεννᾶν τε καί γεννᾶσθαι καί ἀνατρέφεσθαι ὤφειλεν; Ὄντως οὐκ ἔχεις εἰπεῖν. Διά τοῦτο οὖν πρῶτον τόν καταπεσόντα καί συντριβέντα καί παλαιωθέντα ἄνθρωπον ἀνεγείρει, ἀναπλάττει τε καί ἀνανεοῖ, καί τότε τήν κτίσιν.

Ἀλλά γάρ ὥσπερ κατά τάξιν τήν δημιουργίαν καί τήν ταύτης ἔκπτωσιν εἰρήκαμεν, οὕτω δέον εἰπεῖν καί τήν αὐτῆς ἀνακαίνισιν. Σκόπει δέ τήν παράθεσιν τῶν παλαιῶν πραγμάτων, ὅπως ἐξ ἰσότητος ἔχει παρατιθεμένη τῇ οἰκονομίᾳ καί διαθήκῃ Θεοῦ. Πρῶτον τοιγαροῦν εἰσήχθη ὁ Ἀδάμ εἰς τόν παράδεισον ὑπό τοῦ Θεοῦ καί τότε ἡ Εὔα παρήχθη· πρῶτον καί ὁ Υἱός τοῦ Θεοῦ, αὐτός ὁ ποιητής τοῦ Ἀδάμ, κατῆλθε καί εἰσῆλθεν ἐν τῇ ἀχράντῳ γαστρί τῆς Παρθένου καί οὕτως ἔλαβεν ἐξ αὐτῆς τήν πλευράν τοῦ Ἀδάμ, ἤτοι τήν πανάμωμον σάρκα, καί ἐγένετο ἄνθρωπος καί προῆλθεν ἐν κόσμῳ ἀντί Εὔας τῆς ἀπατηθείσης ὑπό τοῦ ὄφεως, καί ἀπό τοῦ ξύλου ἔφαγε καί τήν ἐντολήν παρέβη καί τόν θάνατον ἀπέθανε τῆς ψυχῆς· πρώτη ἡ θεοτόκος Μαρία ὑπό τοῦ ἀγγέλου εὐαγγελίζεται καί τήν τοῦ Θεοῦ βουλήν ἀπαγγελθεῖσαν πιστεύει καί πείθεται λέγουσα· «Ἰδού ἡ δούλη Κυρίου· γένοιτό μοι κατά τό ῥῆμα σου». Καί οὕτως τόν τοῦ Θεοῦ Λόγον οὐσιωδῶς ἐν ἑαυτῇ ὑπεδέξατο πρώτη, τήν ψυχήν αὐτῆς δηλαδή τοῦ αἰωνίου ἐκείνου θανάτου ἐκλυτρωσάμενον. Καί τηνικαῦτα σαρκωθείς τό τοῦ Ἀδάμ ἀνέπλασε σῶμα, ᾧ τήν πνοήν εὐθύς εἰς ζῶσαν ψυχήν ἐνεφύσησεν· ἐψυχωμένην γάρ λαβών τήν πλευράν αὐτοῦ ὕστερον καί οἰκοδομήσας αὐτήν εἰς γυναῖκα, οὐχί οἰκοδομῆσαι καί τήν πνοήν γέγραπται. Καί ἵνα σαφέστερον εἴπωμεν, οὕτως ἐπεργασώμεθα τοῦτο αὐτό τό ῥηθέν.

Ἔλαβεν ὁ Θεός ἀπό τοῦ Ἀδάμ τήν τῆς σαρκός αὐτοῦ μερίδα καί ἀντ’ αὐτῆς ἑτέραν ἀνεπλήρωσε σάρκα, καί ἥν ἔλαβεν εἰς ὅλον ᾠκοδόμησεν ἄνθρωπον, ψυχήν δέ οὔτε αὐτῶ προσέθηκε τῷ Ἀδάμ ἀνθ’ ἧς ἔλαβε σύν αὐτῇ τῇ πλευρᾷ, οὔτε πάλιν ἐν τῇ Εὔᾳ ταύτην ἐπηύξησεν· ἀλλ’ οἷον ἡ μέν σάρξ ἡ ληφθεῖσα ἀντί τῆς πλευρᾶς ἔσχε τήν ἀναπλήρωσιν, ἡ δέ ψυχή οὐκέτι. Ἀλλ’ ἔτι τοῦτο σαφέστερον ἄκουε. Ὁ Θεός ἐκ τῆς Παρθένου σάρκα ἔννουν καί ἐψυχωμένην ἔλαβεν, ἥν ἔλαβεν ἀπό τοῦ Ἀδάμ καί ἄλλην ἀντ’ αὐτῆς ἀνεπλήρωσε· καί ταύτην ἐξ ἐκείνης λαβών δέδωκεν αὐτῇ τό Πνεῦμα αὐτοῦ τό Ἅγιον καί ἀνεπλήρωσεν ἥν οὐκ εἶχεν αἰωνίαν ζωήν ἡ ψυχή αὐτῆς. Ἡ ἀναπληρωθεῖσα γάρ ἀντί τῆς πλευρᾶς τοῦ Ἀδάμ σάρξ ἐν τῷ σώματι αὐτοῦ, αὕτη ἦν ὁ ἀρραβών καί τῆς οἰκονομίας Θεοῦ τό ἐχέγγυον, ὡς ἄν ἐκ τῆς πλευρᾶς πάλιν λάβῃ πλευράν καί δώσῃ ἀντ’ αὐτῆς οὐ σάρκα πάλιν, προανεπληρώθη γάρ, ἀλλά Πνεῦμα οὐσιωδῶς Θεοῦ, ἵνα, ὥσπερ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ ἡ γυνή γέγονε καί πάντες ἄνθρωποι θνητοί ἐξ αὐτῆς, οὕτω καί ἐκ τῆς σαρκός τῆς γυναικός ὁ ἀνήρ Χριστός ὁ Θεός γένηται καί ἐξ αὐτοῦ πάντες ἀθάνατοι χρηματίσωσι καί ἀναπληρώσῃ ὅ εἶχεν ὁ Ἀδάμ πλεῖον τῆς γυναικός. Τί δέ ἦν ὅ εἶχε ἐκεῖνος; Ἡ σάρξ ἡ ἀναπληρωθεῖσα ἀντί τῆς πλευρᾶς ἐν τῷ σώματι αὐτοῦ. Λαβών γάρ, ἵνα πάλιν σοι τά αὐτά εἴπω, ἐκ τῆς Παρθένου τήν σάρκα Χριστός, ἔδει ταύτην καί αὖθις ἀναπληρῶσαι, καθώς καί τότε ἀνεπλήρωσε τοῦ Ἀδάμ. Ἐπεί δέ οὐ πρός φθοράν καί αὖθις, ἀλλά πρός ἀφθαρσίαν ἔμελλε γίνεσθαι, διά Πνεύματος καί οὐ διά σαρκός ἡ ἀναπλήρωσις γέγονεν, ὅπως καί τήν φύσιν τοῦ Ἀδάμ ἀναπλάσῃ καί μέλλοντα γενέσθαι τέκνα Θεοῦ διά Πνεύματος Ἁγίου τήν ἀναγέννησιν λάβωσι καί οὕτως ἐν Πνεύματι Θεοῦ συγγενεῖς αὐτοῦ ἅπαντες οἱ εἰς αὐτόν πιστεύοντες γένωνται καί σῶμα ἕν.

Καί καθάπερ ἐπί τῶν πρωτοπλάστων ἐρρήθη· «Ἕνεκεν, φησί, τούτου» - Ποίου; Τῆς γυναικός δηλονότι, φημί δή τῆς πλευρᾶς τοῦ Ἀδάμ - «καταλείψει ἄνθρωπος τόν πατέρα αὐτοῦ καί τήν μητέρα αὐτοῦ καί προσκολληθήσεται τῇ γυναικί αὐτοῦ» ἤγουν τῇ πλευρᾷ τοῦ Ἀδάμ «καί ἔσονται οἱ δύο εἰς σάρκα μίαν», οὕτω καί ἐπί Χριστοῦ τοῦ Θεοῦ γίνεται. Ἐπειδή γάρ ἀνέλαβε σάρκα ἐκ τῶν παναχράντων αἱμάτων τῆς Θεοτόκου καί Πνεῦμα Ἅγιον αὐτῇ ἐχαρίσατο, ἐσαρκώθη τε καί γέγονεν ἄνθρωπος, τούτου ἕνεκα καταλείψει ἄνθρωπος τόν πατέρα αὐτοῦ καί τήν μητέρα, ἔτι δέ καί γυναῖκα καί τέκνα καί ἀδελφούς καί ἀδελφάς, καί προσκολληθήσεται οὐ τῇ γυναικί οὐδέ σαρκικῶς, ἀλλ’ ὡς πάντες ἐκ τῆς γυναικός οἱ κατά σῶμα γεννώμενοι καί ὄντες ἡμεῖς, τῷ ἐκ τῆς γυναικός γεννηθέντι ἄνευ σπορᾶς ἀνδρί, τῷ νυμφίῳ Χριστῷ. Καί οὕτως, πνευματικῶς συναπτόμενοι καί κολλώμενοι αὐτῷ, ἐσόμεθα ἕκαστος μετ’ αὐτοῦ εἰς πνεῦμα ἕν καί σῶμα ἕν ὡσαύτως, διά τό σωματικῶς ἐσθίειν τό σῶμα αὐτοῦ καί τό αἷμα αὐτοῦ πίνειν ἡμᾶς.

Οὕτω γάρ καί αὐτός ὁ Κύριος ἡμῶν καί Θεός ἀπεφθέγξατο· «Ὁ τρώγων μου τό σῶμα καί πίνων μου τό αἷμα ἐν ἐμοί μένει κἀγώ ἐν αὐτῷ». Τούτῳ δέ τῷ θείῳ λόγῳ καί τό οὕτω λέγον τοῦ Ἀποστόλου συνᾴδει ῥῆμα· «Ὁ κολλώμενος τῇ πόρνῃ ἕν σῶμά ἐστι μετ’ αὐτῆς· ὁ δέ κολλώμενος τῷ Κυρίῳ ἕν πνεῦμά ἐστι μετ’ αὐτοῦ». Ἕν δέ λέγω οὐ ταῖς ὑποστάσεσιν, ἀλλά τῇ φύσει τῆς θεότητος καί τῆς ἀνθρωπότητος ἕν· τῇ μέν φύσει τῆς θεότητος, ὡς θεοί καί αὐτοί θέσει γινόμενοι κατά τό εἰρημένον ὑπό τοῦ Ἰωάννου· «Καί οἴδαμεν ὅτι φανερωθέντος αὐτοῦ, φησίν, ὅμοιοι αὐτῷ ἐσόμεθα». Τίνα τρόπον; Ὅτι «ἀπό τοῦ πληρώματος αὐτοῦ, φησίν, ἡμεῖς πάντες ἐλάβομεν»· τῇ δέ φύσει τῆς ἀνθρωπότητος, ὡς συγγενεῖς καί ἀδελφοί αὐτοῦ χρηματίσαντες, καθώς καί ἑτέρωθι εἴπομεν. Ταῦτα γάρ καί οἱ ἅγιοι εἰδότες πατέρες ἡμῶν ἀναφανδόν ἔλεγον· «Δός αἷμα καί λάβε Πνεῦμα», ὡς τοῦ Πνεύματος ἄλλως μή διδομένου ἡμῖν, εἰ μή διά τῆς ἑκουσίου πρός τόν κόσμον σταυρώσεως ὁμοῦ καί νεκρώσεως. Πνεῦμα γάρ ὤν ὁ Θεός κατά τήν θείαν φωνήν, ἐν Πνεύματι Ἁγίῳ βούλεται ἡμᾶς ἑνοῦσθαι αὐτῷ καί κολλᾶσθαι καί σύσσωμους εἶναι καί συγκληρονόμους αὐτοῦ, ὡς πᾶσα θεία Γραφή μαρτυρεῖ. Ἀλλ’ ἐπί τό προκείμενον ἐπανέλθωμεν.

Τοιγαροῦν ἔλαβε σάρκα ὁ Θεός Λόγος ἐκ τῆς ἁγνῆς Θεοτόκου καί δέδωκεν ἀντ’ αὐτῆς οὐ σάρκα, ἀλλά Πνεῦμα οὐσιωδῶς Ἅγιον. Καί ἐν πρώτοις ἐζωοποίησε τούτῳ τήν τιμίαν καί ὑπεράμωμον ταύτης ψυχήν, ἀναστήσας αὐτήν ἐν τοῦ θανάτου· τοῦτο δέ ἐποίησεν, ἐπειδή ἡ Εὔα πρώτη τῷ ψυχικῷ θανάτῳ ἀπέθανε. Σαρκωθείς δέ ἐγένετο ἄνθρωπος, σῶμα καί ἐν ἑαυτῷ ἔννουν μετά ψυχῆς κεκτημένος· ταύτην γάρ τήν σάρκα καί τότε ἐκ τοῦ Ἀδάμ καί νῦν ἐκ τῆς Θεοτόκου ἐψυχωμένην ἀπορρήτως ἀνέλαβε καί οὕτως πᾶσαν τήν φύσιν ἡμῶν μυστικῶς ἀνεκαίνισε. Γεννηθείς δέ ἀφράστως, ὡς οἶδεν αὐτός, εἰς τόν κόσμον εἰσῆλθε. Τίνος χάριν καί διά τι; Ἵνα τόν ἐν τούτῳ τῷ κόσμῳ ἐξορισθέντα Ἀδάμ ζητήσῃ καί εὑρών ἀναπλάσῃ αὐτόν. Καί θέα μοι ἐντεῦθεν, ἐπανάληψιν τῶν προειρημένων ποιουμένῳ, τό φρικτόν τῆς οἰκονομίας μυστήριον.

Ἔτι ὤν ἐν τῷ παραδείσῳ ἐκλήθη ὁ Ἀδάμ εἰς μετάνοιαν· φησί γάρ ὁ Θεός πρός αὐτόν· «Ἀδάμ, ποῦ εἶ» καί «Τίς ἀνήγγειλέ σοι ὅτι γυμνός εἶ, εἰ μή ἀπό τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μή φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;» Καί ὅμως ταῦτα ἀκηκοώς οὐκ ἠβουλήθη μετανοῆσαι ἤ κλαῦσαι καί συγχώρησιν ἐξαιτήσασθαι. Ἀλλά τί; Αἴτιον τῆς ἀφροσύνης αὐτοῦ καί τῆς ἁμαρτίας τήν γυναῖκα ποιεῖται· διό καί τοῦ παραδείσου εἰκότως ἐκβάλλεται. Ἐπειδή δέ τηνικαῦτα μετανοῆσαι ὁ Ἀδάμ οὐκ ἠβουλήθη, τῇ τοῦ πονηροῦ δαίμονος καί τοῦτο ἐπιβουλῇ, διά τοῦτο πάλιν προσκαλεῖται πάντας διά τῆς μετανοίας πρός ἑαυτόν ἐλθών ἐπί τῆς γῆς ὁ Θεός καί φησι· «Μετανοεῖτε· ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν». Ἤγγικε, πρό τῶν πυλῶν ἵσταται τῶν καρδιῶν καί τῶν στομάτων ὑμῶν· ἀνοίξατε διά τῆς πίστεως τάς καρδίας ὑμῶν καί εὐθέως εἰσελεύσεται καί αὐτίκα διανοιχθήσονται τά στόματα ὑμῶν καί βοήσετε· «Ἔχομεν τόν θησαυρόν τοῦ Πνεύματος ἐν ἡμῖν, ἔχομεν· τήν ζωήν κεκτήμεθα ἐν ταῖς καρδίαις ἡμῶν τήν αἰώνιον». Σκόπει δέ· τούς Ἰουδαίους ἐν πρώτοις ἐκάλεσεν ὁ Θεός καί οὐκ ἐπείσθησαν ἀπελθεῖν· καλεῖ πάντα τά ἔθνη διά τοῦ Υἱοῦ ἔσχατον, καί πεισθέντα προσέφυγον αὐτῷ καί προσέδραμον. Διό καί πρός τούς αὐτοῦ ἀποστόλους φησίν· «Ἐξέλθετε ταχέως εἰς τάς πλατείας καί ῥύμας τῆς πόλεως καί πάντας τούς φτωχούς καί ἀναπήρους, χωλούς τε καί τυφλούς, εἰσαγάγετε ὧδε», πόλιν λέγων τόν κόσμον ἅπαντα τοῦτον, πλατείας δέ καί ῥύμας τάς φυλάς τῶν ἐθνῶν καί τάς ἀνακεκρυμμένας χώρας τάς μακράν, πτωχούς δέ καί ἀναπήρους, χωλούς τε καί τυφλούς, τούς ὑπό πολλῶν ἁμαρτημάτων καί διαφόρων πταισμάτων καί ἀνομημάτων συντεθλασμένους καί ὑπό ἀγνωσίας Θεοῦ τετυφλωμένους.

Πάντας οὖν προσκαλεῖται ἀπό ἀνατολῶν ἕως δυσμῶν, Ἑβραίους λέγω καί Ἕλληνας. Προέγνω δέ, ὡς Θεός, τῶν Ἑβραίων, ὡς πολλάκις ἔφημεν, τήν ἐξ ἀπιστίας ἀπείθειαν καί τήν τῶν ἐθνῶν ἐκ πίστεως ἐπιστροφήν· καί πρό τῶν αἰώνων προώρισεν ἵνα ὅσοι πιστεύσωσιν εἰς αὐτόν καί βαπτισθῶσιν εἰς τό ὄνομα αὐτοῦ, ἤγουν εἰς ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, καί φάγωσι τό ἄχραντον σῶμα τοῦ Υἱοῦ αὐτοῦ καί πίωσι τό τίμιον αἷμα αὐτοῦ, δικαιωθῶσιν ἀπό τῆς ἁμαρτίας, ἐλευθερωθῶσι δηλονότι καί δοξασθῶσι καί ζωῆς αἰωνίου μέτοχοι γένωνται, καθώς αὐτός ἐκεῖνος ὁ τῶν ἁπάντων Δεσπότης φησίν· «Ὁ τρώγων μου τήν σάρκα καί πίνων μου τό αἷμα ἔχει ζωήν αἰώνιον· καί εἰς κρίσιν οὐκ ἔρχεται ἀλλά μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τήν ζωήν». Ἰδού τοιγαροῦν καί προεγνώσθης ὑπό Θεοῦ, ἀδελφέ, καί προωρίσθης καί ἐκλήθης καί ἐδοξάσθης καί ἐδικαιώθης καί εἰς ζωήν αἰώνιον δά τῆς εἰς Χριστόν πίστεως καί τοῦ ἁγίου βαπτίσματος ἀνεκλήθης· καί οὐκ ἐν παραδείσῳ αἰσθητῷ, ὡς πρίν ὁ Ἀδάμ, εἰσηνέχθης, ἀλλ’ εἰς τόν οὐρανόν καί τά ἐν τοῖς οὐρανοῖς ἀγαθά, «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί εἰς καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». Ἐργάζου τοίνυν τάς ἀρετάς καί φύλασσε τάς ἐντολάς τοῦ Θεοῦ, μᾶλλον δέ σεαυτόν διά τῶν ἐντολῶν φύλαττε τοῦ μή παραβῆναί τι τῶν ἐνταλθέντων σοι, καί πείσῃ τό τοῦ Ἀδάμ ἤ μᾶλλον καί χείρω, τῶν μειζόνων καί οὐρανίων στερούμενος ἀγαθῶν. Μή προτιμήσῃς ἔτι τῶν ἐπιγείων τινός μηδέ ἐπιθυμία τις τῶν φθειρομένων κατακρατήσῃ σου, ἵνα γυμνωθῇς τῆς δόξης ἧς ἐδοξάσθης παρά Χριστοῦ καί ὡς μή ἐνδεδυμένος ἔνδυμα γάμου δεθήσῃ χεῖρας καί πόδας καί ἐκβληθήσῃ εἰς τό σκότος τό ἐξώτερον ἐν ᾧ ὑπάρχει ὁ κλαυθμός καί ὁ βρυγμός τῶν ὀδόντων.

Ἡ εἰς Χριστόν πίστις ὁ νέος ἐστί παράδεισος. Διό καί προέγνω πρό καταβολῆς κόσμου πάντας τούς πιστεύσαντας καί πιστεῦσαι ὀφείλοντας εἰς αὐτον· οὕς καί ἐκάλεσε καί μέχρι συντελείας καλῶν οὐ παύσεται, καί ἐδόξασε καί δοξάσει, καί ἐδικαίωσε καί δικαιώσει, συμμόρφους δηλονότι τῆς δόξης τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ διά τοῦ ἁγίου βαπτίσματος καί τῆς τοῦ Πνεύματος χάριτος ἀποδεικνύων αὐτούς, υἱούς Θεοῦ πάντας αὐτούς μυστικῶς ἐργαζόμενος καί καινούς ἀπό παλαιῶν καί ἐκ θνητῶν ἀθανάτους αὐτούς ἀποκαθιστῶν καί διδούς αὐτοῖς ἐντολάς, καθώς ποτε τῷ Ἀδάμ. Ὅσοι τοιγαροῦν μέχρι θανάτου πάσας τάς αὐτοῦ ἐντολάς φυλαξουσιν, οὗτοι καί τήν πρός Θεόν ἀγάπην ἐπιδείκνυνται καί εἰς μείζονα κατά προκοπήν δόξαν ἀνέρχονται. Ὅσοι δέ καταφρονηταί καί ἀμελεῖς καί ἀγνώμονες περί τόν εὐεργέτην ὀφθῶσι καί τάς δοθείσας παρ’ αὐτοῦ ἐντολάς οὐ φυλάξουσι, τῶν τοιούτων ἀγαθῶν, ὡς ὁ Ἀδάμ τοῦ παραδείσου, ἐκπίπτουσι, οὐχί παρά τό μή προεγνῶσθαι αὐτούς παρά τοῦ Θεοῦ ἀλλ’ ἐξ οἰκείας ἀφροσύνης καί πονηρίας τοῦτο πανθάνοντες. Διά δή τοῦτο καί μέσον τοῦ παραδείσου τούτου προέθετο ὁ Θεός τό σωτήριον φάρμακον, τήν μετάνοιαν, ὡς ἄν οἱ ἐκ ῥᾳθυμίας καί ἀμελείας ἐκπίπτοντες τῆς αἰωνίου ζωῆς διά τῆς μετανοίας πάλιν μετά λαμπροτέρας καί περιφανεστέρας δόξης εἰς αὐτήν ἐπανέρχωνται· εἰ μή γάρ τοῦτο ὁ φιλάνθρωπος Θεός ᾠκοδόμησεν, οὐκ ἄν ἐσώθη πᾶσα σάρξ.

Τοίνυν καί πᾶσαν ἄλλην μέριμναν καταλιπόντες, τῆς μετανοίας ὅση δύναμις ἐπιμελησώμεθα, ἵνα καί τῶν παρόντων καί τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Γ΄. Εἰς το ῥητόν τοῦ Ἀποστόλου ἐν ᾧ λέγει· «Καί εἶδον τόν τοιοῦτον εἰς τρίτον οὐρανόν ἁρπαγέντα καί ἀκούσαντα ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ ἀκοῦσαι». Τί οὖν εἰσιν ἅ ἀκήκοεν ὁ Παῦλος ἄρρητα ῥήματα; Τίνα δέ τά ἀγαθά «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»; Τίς δέ ἤ πῶς ἔσται καί ἔστιν εἰς ἡμᾶς ἡ τοῦ Θεοῦ βασιλεία καί τίς ἡ ἐν ἡμῖν ταύτης ἐνέργεια;
Προηγούμενο: στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε» καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καί τοῦ Ἰσραήλ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος