Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Δ΄. Περί ἀπαθείας καί τῶν ἐν αὐτῇ κατά προκοπήν χαρισμάτων καί δωρεῶν· καί τίς ἡ τελείωσις τῆς κατά Χριστόν πνευματικῆς ἡλικίας.
Προηγούμενο: ζ΄. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησία καί νέος παράδεισος ἡ πρός αὐτόν πίστις. Καί πρός τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησίᾳ διά Χριστοῦ τελεσθέντων. Καί πρός τό τέλος ἐπανάληψις τοῦ ἀποστολικοῦ ῥητοῦ· «Οὕς προέγνω, τούτους καί προώρισε.....».
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ Γ΄. Εἰς το ῥητόν τοῦ Ἀποστόλου ἐν ᾧ λέγει· «Καί εἶδον τόν τοιοῦτον εἰς τρίτον οὐρανόν ἁρπαγέντα καί ἀκούσαντα ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ ἀκοῦσαι». Τί οὖν εἰσιν ἅ ἀκήκοεν ὁ Παῦλος ἄρρητα ῥήματα; Τίνα δέ τά ἀγαθά «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»; Τίς δέ ἤ πῶς ἔσται καί ἔστιν εἰς ἡμᾶς ἡ τοῦ Θεοῦ βασιλεία καί τίς ἡ ἐν ἡμῖν ταύτης ἐνέργεια;

Ἐπειδήπερ διαρρήδην ὁ τόν ἁπάντων Δεσπότης καθ’ ἑκάστην διά τῶν εὐαγγελίων βοᾷ, τά μέν συνεσκιασμένως λέγων, ὅταν ἐν παραβολαῖς διαλέγηται, τά δέ διερμηνεύων κατ’ ἰδίαν τοῖς ἑαυτοῦ μαθηταῖς, οὕτω λέγων· «Ὑμῖν δέδοται γνῶναι τά μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δέ λοιποῖς ἐν παραβολαῖς», καί ποτε παρρησίᾳ πάντα καί ἀποκεκαλυμμένα λέγει πρός πάντας ἡμᾶς, ὥς φασι πρός αὐτόν οἱ ἀπόστολοι· «Ἴδε, φασί, παρρησίᾳ λαλεῖς καί παροιμίαν οὐδεμίαν λέγεις», ζητῆσαι χρεών καί μαθεῖν ποῖα τά παρρησίᾳ καί ἀπογεγυμνωμένα, ποῖα δέ ἐν παραβολαῖς ὑπό τοῦ Κυρίου καί Θεοῦ εἰρημένα. Τά μέν οὖν δῆλα τῶν ἐντολῶν καί γυμνά εἰσιν ὅταν ὁ Εὐγγελιστής λέγῃ· «Εἶπεν ὁ Κύριος· ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν, καλῶς ποιεῖτε τούς μισοῦντας ὑμᾶς», καί ὅταν μακαρίζῃ μέν τούς πενθοῦντας, ταλανίζῃ δέ τούς γελῶντας, καί ὅταν λέγῃ· «Μετανοεῖτε· ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν», καί πάλιν· «Ὁ θέλων σῶσαι τήν ψυχήν αὐτοῦ ἀπολέσει αὐτήν καί ὁ ἀπολέσας τήν ψυχήν αὐτοῦ ἕνεκεν ἐμοῦ εἰς ζωήν αἰώνιον εὑρήσει αὐτήν», καί· «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ καί ἀκολουθείτω μοι». Ταῦτα τοίνυν καί τά τούτοις ἑπόμενα οὐκ ἐν παραβολαῖς, ἀλλά φανερά καί μηδεμίαν ἐγκεκρυμμένην ἔννοιαν ἔχοντα εἴρηται. Τά δέ γε ἐν παραβολαῖς εἰσιν ὅταν λέγῃ· «Τίνι ὁμοιώσωμεν τήν βασιλείαν τοῦ Θεοῦ; Ὁμοία ἐστί κόκκῳ σινάπεως ὅν λαβών ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καί αὐξηθέν ἐγένετο εἰς δένδρον μέγα» καί ὅταν πάλιν φησίν· «Ὁμοία ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ζητοῦντι καλούς μαργαρίτας» καί πάλιν· «Ὁμοία ἐστίν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ἥν λαβοῦσα γυνή ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον». Ταῦτα καί ἕτερα τούτων πλείονα οὕτω λέγων καί παρομοιάζων τοῖς τοιούτοις τήν βασιλείαν τῶν οὐρανῶν, παραβολάς καλεῖ.

Καί ὅρα μοι σοφίαν ἐντεῦθεν Θεοῦ, πῶς διά τῶν αἰσθητῶν ὑποδειγμάτων καί τῶν δοκούντων ἡμῖν εὐτελῶν εἶναι τά ὑπέρ νοῦν καί διάνοιαν ὑποζωγραφεῖ. Τοῦτο δέ ὅλον ποιεῖ, ἵνα οἱ μέν ἄπιστοι καί διά τῆς ἀπιστίας ἀνάξιοι τῶν τοιούτων γενόμενοι μείνωσι τυφλοί καί τῶν τοιούτων ἄμοιροι ἀγαθῶν, οἱ δέ γε πιστοί καί μετά πληροφορίας τόν λόγον δεχόμενοι τῶν παραβολῶν αὐτήν τήν ἀλήθειαν καί τήν τῶν πραγμάτων ἐναργῆ θεάσωνται ἐπ’ αὐτοῖς ἔκβασιν. Αἱ γάρ παραβολαί αὗται εἰκόνες τῶν γινομένων πραγμάτων εἰσί· καί ὅπως, ἄκουε. Ὁ κόκκος τοῦ σινέπεως τό πανάγιον Πνεῦμά ἐστι· τοῦτο γάρ καί τήν βασιλείαν μοι νόει εἶναι τῶν οὐρανῶν καί οὐχ ἕτερόν τι. Ἄνθρωπος δέ ἐστιν ὁ πᾶς πιστός καί βουλόμενος διά τῆς ἐργασίας τῶν ἐντολῶν τοῦτον τόν κόκκον λαβεῖν. Κῆπος δέ οὐδείς ἕτερος τόπος ἐστίν εἰ μή ἑκάστου ἡμῶν ἡ καρδία, ἔνθα τόν ἕνα κόκκον τοῦτον - οὐ τούς πολλούς, οὐδέ γάρ ἀπό τῶν διχοτομουμένων ὑπάρχει - , τόν ἄτμητον ὄντα τῇ φύσει καί ἀδιαίρετον λαμβάνοντες, κρύβομεν ἐν αὐτῇ· πάσῃ δέ φυλακῇ τηροῦντες ἑαυτούς καί φυλάττοντες, αὐτός αὐξάνει ὡς οὐκ ἴσμεν ἡμεῖς καί φυείς ὁρᾶται καί αὐξηθείς ἐπί πολύ ἐπιγινώσκεται παρά τῶν ἐν οἷς ἐφύη καί εἰς δένδρον γενόμενος καί κλάδους ποιήσας πολλούς ἄφραστον τῷ κεκτημένῳ αὐτόν ἐμποιεῖ τήν χαράν. Ὥσπερ οὖν δίχα τοῦ σπόρου οὐδέν ὁ κῆπος χρήσιμον προφέρει εἰ μή μόνον ἀκάνθας καί βοτάνας ἀγρίας καί ὁ σπόρος δίχα τοῦ βληθῆναι εἰς κῆπον οὐ καρποφορεῖ, ἀλλά μένει μόνος οἷόν ἐστιν, οὕτω δή καί ἡμῶν ἀληθῶς αἱ ψυχαί δίχα τοῦ θείου σπόρου ἄκαρποι καί ἀκανθηφόροι διατελοῦσι καί γίνονται. Ὁ γάρ θεῖος σπόρος, πρό τοῦ ἐν ἡμῖν ἤγουν ἐν ταῖς καρδίαις ἡμῶν ἐμβληθῆναι, αὐτός μένει μέν οἷος ὅλος ὑπάρχει Θεός, μήτε προσθήκην δεχόμενος μήτε μήν ὕφεσιν ὑπομένων τό σύνολον, ἐν ἡμῖν δέ οὔτε φύει ὅλως οὔτε αὔξησιν ἐπιδέχεται. Πῶς γάρ ὁ κατά συνάφειαν διεστώς ἴσα τοῖς συναφθεῖσιν αὐτῷ τήν αὐξητικήν δύναμιν ἐπιδείξεται; Οὐδαμῶς, ὥσπερ οὐδέ τό πῦρ ὅλην ἀνάπτει ποτέ ἧς μή προσψαύσειεν, οὐδέ ὕλη ἐμπίπραται, εἰ μή τῷ πυρί ἑνωθῇ καθ’ ὑπόσταστιν.

Τοίνυν καί καθάπερ τά τῶν θείων εὐαγγελίων, τά μέν συνεσκιασμένως, ὡς εἴρηται, καί διά παραβολῶν λέγεται πρός ἡμᾶς, τά δέ παρρησίᾳ καί ἀπερικαλύπτως, οὕτω καί τά τῶν ἀποστολικῶν καί θεοφράστων ῥημάτων οὐ πάντα φανερῶς καί ἄνευ παραπετάσματός τινος λέγεται πρός ἡμᾶς, ἀλλ’ ἔσθ’ ὅτε πολλῆς τῆς ἐξετάσεως καί ἑρμηνείας δεόμενα, βάθος νοημάτων καί μυστηρίων ἐν τῷ ῥητῷ πως ἐπιφερόμενα. Καί, εἰ δοκεῖ, μιᾶς τῶν ἀποστολικῶν ῥημάτων ὑποθέσεώς τε καί θεωρίας ἁψώμεθα καί ὀψόμεθα τί τά βάθη τοῦ Πνεύματος, ἐπειδή κατά τό θεῖον λόγιον «Τό Πνεῦμα πάντα ἐρευνᾷ καί τά βάθη τοῦ Θεοῦ».

Τίς οὖν ἐστιν αὕτη καί ὁποία τῆς θεωρίας τοῦ λόγου ἀπαρχή; Τά ἄρρητα ῥήματα ἅ εἰς τρίτον οὐρανόν ὁ θεῖος ἁρπαγείς Παῦλος ἀκήκοεν. Ἀλλά γάρ ἐκ προοιμίων αὐτῶν τί ἐστι ῥῆμα πρῶτον ζητήσωμεν, ἵν’ οὕτω καθ’ ὁδόν ἐρχόμενοι τήν δύναμιν γνῶμεν τῶν ἀποστολικῶν ῥημάτων καλῶς. 'Ρῆμα τοιγαροῦν ὁ λόγος ἐστίν, ὥσπερ οὖν καί ὁ λόγος ῥῆμα καλεῖται· «Εἰπέ» γάρ, φησί, «λόγον καί ἰαθήσεται ὁ παῖς μου». Καί ἐν τῷ Ἰώβ· «Εἰπέ ῥῆμά τι πρός Κύριον καί τελεύτα». Καί ἀλλαχοῦ· «Τά ῥήματα τοῦ στόματος αὐτοῦ». Καί τά μέν ῥήματα καί οἱ λόγοι τῶν ἀνθρώπων στόμασι λαλοῦνται ἀνθρώπων καί ὠσίν ὡσαύτως ἀνθρωπίνοις ἀκούονται, τό δέ ῥῆμα τοῦ Θεοῦ καί ὁ λόγος αὐτοῦ, διά τοῦ στόματος αὐτοῦ ἐξερχόμενος, ἄφραστός ἐστι παντελῶς ἀνθρωπίνῃ γλώσσῃ καί ἀκοῇ σαρκίνῃ πάντῃ ἀχώρητος, οὐ μόνον δέ, ἀλλά καί εἰς αἴσθησιν αὐτῆς μή δυνάμενος ἐλθεῖν, τῆς αἰσθήσεως δηλονότι μή ἰσχυούσης αἰσθανθῆναι τά ὑπέρ αἴσθησιν.

'Ρῆμα οὖν καί λόγον κατά πρώτην ἐπιβολήν θεωρίας οὐδένα ἄλλον γινώσκομεν ἤ τόν Υἱόν τοῦ Θεοῦ καί Πατρός, αὐτόν τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν τόν ὄντως ὄντα Θεόν· στόμα δέ αὐτοῦ τό λαλοῦν τά ἄρρητα ῥήματα οὐδέν ἕτερον ἤ αὐτό τό Ἅγιον καί ὁμοούσιον Πνεῦμα, καθώς ὁ προφήτης φησί· «Τό γάρ στόμα Κυρίου ἐλάλησε ταῦτα» ἀντί τοῦ τό Πνεῦμα Κυρίου. Στόμα τοίνυν Θεοῦ τό Ἅγιον Πνεῦμά ἐστιν, ῥῆμα δέ καί λόγος ὁ Υἱός αὐτοῦ καί Θεός. Διά τί δέ τό Πνεῦμα στόμα καλεῖται Θεοῦ, ὁ δέ Υἱός ῥῆμα καί λόγος; Ἐπειδή, ὥσπερ διά τοῦ στόματος ἡμῶν ὁ λόγος ὁ ἐν ἡμῖν προέρχεται καί τοῖς ἄλλοις ἀποκαλύπτεται καί ἄλλως οὐκ ἔστιν εἰπεῖν ἤ δηλῶσαι αὐτόν, εἰ μή διά τῆς τοῦ στόματος φθογγῆς, οὕτως οὐδέ ὁ Υἱός τοῦ Θεοῦ καί Λόγος, εἰ μή διά τοῦ Ἁγίου Πνεύματος ὡς διά στόματος λαληθῇ ἤγουν ἀποκαλυφθῇ, γνωσθῆναι ἤ ἀκουσθῆναι οὐ δύναται. Τό δέ οὐ δύναται ἀντί τοῦ οὐκ ἐνδέχεται, οὐδέ βούλεται, λέγομεν ἐνταῦθα, ὡς καί τό ἀδύνατον ψεύσασθαι Θεόν. Καθάπερ δέ τό ἡμέτερον στόμα εἰ μή ἀνοίξομεν, οὐδέ γάρ ἐσφιγμένου ὑπάρχοντος ὁ λόγος ἡμῶν ἐξελθεῖν δύναται, οὕτως οὐδέ τό στόμα τοῦ Θεοῦ, αὐτό δή τό Ἅγιον Πνεῦμα αὐτοῦ, εἰ μή διά τῆς ἐν ἡμῖν γινομένης ἐλλάμψεως αὐτοῦ ἀνοιγῇ, οὐ τό Πνεῦμα δέ, ἀλλ’ ὁ ἐξ αὐτοῦ ἐλλαμπόμενος νοῦς ἡμῶν, ὁ Υἱός καί Λόγος τοῦ Θεοῦ ὁρᾶται, οὔτε γινώσκεται, οὔτε μή ἀποκαλύπτεται τῇ ὀπτικῇ καί ἀκουστικῇ αἰσθήσει ἡμῶν.

Τά γοῦν ἄρρητα ῥήματα ἅ ὁ θεῖος Παῦλος, ὡς ἔφη, ἀκήκοεν, οὐδέν ἕτερόν τι εἰσι κατά γε τήν ἡμετέραν τῆς ἀσθενοῦς διανοίας κατάληψιν ἤ πάντως αἱ μυστικαί καί ἐπ’ ἀληθῶς ἀνέκφραστοι διά τῆς ἐλλάμψεως τοῦ Ἁγίου Πνεύματος θεωρίαι τε καί ὑπερμεγαλοπρεπεῖς ἄγνωστοι γνώσεις, εἴτ’ οὖν ἀθέατοι θεωρίαι τῆς ὑπερφώτου καί ὑπεραγνώστου τοῦ Υἱοῦ καί Λόγου τοῦ Θεοῦ δόξης τε καί θεότητος· αἵτινες, τοῖς ἀξίοις ἐκφαντικώτερόν τε καί τρανότερον ἀποκαλυπτόμεναι, δείκνυνται αἱ τῶν ἀφθέγκτων ῥημάτων ἀνήκοοι ἀκοαί, ἡ τῶν ἀκαταλήπτων πραγμάτων ἐν ἀκαταληψίᾳ κατάληψις. Εἰ δέ ἐκεῖνος μέν εἶπεν· «Ἀκήκοα ῥήματα ἄρρητα», ἡμεῖς δέ ταῦτα τόν Υἱόν εἴπομεν εἶναι καί ἄλλως τοῦ Θεοῦ καί Πατρός διά τοῦ Ἁγίου λαλούμενον Πνεύματος καί ἅμα διά τῆς ἐλλάμψεως αὐτοῦ ἀποκαλυπτόμενον τοῖς ἀξίοις, τήν δέ ἔλλαμψιν εἴτ’ οὖν ἀποκάλυψιν διά θεωρίας γίνεσθαι μᾶλλον καί οὐχί δι’ ἀκοῆς, μή ξενισθῆς ἐπί τούτῳ, ἀλλά τήν λύσιν τούτου ἀκηκοώς μάθε εἶναι πιστός καί μή ἄπιστος ᾖς. Ἔχει δέ οὕτως.

Ὁ Θεός ἡ τῶν ὅλων αἰτία εἷς ἐστι· τό δέ ἕν τοῦτο φῶς καί ζωή ἐστι, πνεῦμα καί λόγος, στόμα καί ῥῆμα, σοφία καί γνῶσις, χαρά καί ἀγάπη, βασιλεία οὐρανῶν καί παράδεισος, οὐρανός οὐρανῶν, ὥσπερ καί ἥλιος ἡλίων καί Θεός θεῶν καί ἡμέρα καλεῖται ἀνέσπερος· καί πᾶν ὁτιοῦν ἄν εἴποις ἀπό τῶν ὁρωμένων καλόν, καί ὑπέρ τό πᾶν ζητῶν, εὑρήσεις τό ἕν τοῦτο ἐνυποστάτως ὄν καί κυρίως καλούμενον ἀγαθόν. Οὐχ ὡς τά ὁρώμενα δέ τοιοῦτον κἀκεῖνό ἐστιν, ἀλλ’ ἀσυγκρίτως καί ἀρρήτως ὑπέρ ἅπαντα τά ὁρώμενα· οὐδέ καθ’ ἕν τούτων ὡς ταῦτα καί τό ἕν ἐκεῖνο κεχωρισμένως εὑρίσκεται, ἀλλ’ ἕν μένον ἀναλλοιώτως καί τό αὐτό πανάγαθόν ἐστι καί ὑπέρ πᾶν ἀγαθόν. Οὕτω τοιγαροῦν τετίμηται καί αὐτός ὁ κατ’ εἰκόνα Θεοῦ καί ὁμοίωσιν κτισθείς ἄνθρωπος, μίαν αἴσθησιν ἔχων ἐν μιᾷ ψυχῇ καί νοΐ καί λόγῳ, εἰ καί πενταχῶς διαμερίζεται ταῖς φυσικαῖς ἀνάγκαις τοῦ σώματος, πρός μέν τά σωματικά διά τῶν πέντε διαιρουμένη ἀδιαιρέτως αἰσθήσεων, ἥτις καί ἀναλλοιώτως ἀλλοιουμένη τήν ἐνέργειαν δείκνυσι, βλέπουσα οὐκ αὐτή, ἀλλά δι’ αὐτῆς ἡ ψυχή, οὕτω δέ καί ἀκούουσα καί ὀσφραινομένη καί γευομένη καί τῇ ἁφῇ διακρίνουσα. Ἐν δέ τοῖς πνευματικοῖς οὐκέτι θυρίσιν αἰσθήσεως διαιρεῖσθαι καταναγκάζεται, οὐκέτι ζητεῖ ἀνοιγῆναι τούς ὀφθαλμούς τοῦ ἰδεῖν ἤ τι τῶν ὄντων θεάσασθαι, οὐδέ τά ὦτα λόγον εἰσδέξασθαι, οὐδέ ὄσφρησιν ἐκκαθᾶραι εἰς τό ὀξέως ὀσφραίνεσθαι· οὐδέ δεῖται χειλέων ἤ γλώττης πρός τήν τοῦ γλυκέος ἤ πικροῦ γεῦσιν ὁμοῦ καί διάκρισιν, οὐδέ χειρῶν τοῦ ἐπαφᾶσθαι καί εἰδέναι δι’ αὐτῶν τό τραχύ τε καί λεῖον καί ὁμαλόν. Ἀλλά τούτων ἁπάντων ἡ αἴσθησις ἐκτός γενομένη καί ὅλη καθόλου συναπαχθεῖσα τῷ νῷ, ὡς φυσικῶς αὐτῶν συνεπομένη καί ἀχωρίστως μία οὖσα, τάς πέντε ἔχει αἰσθήσεις ἐν ἑαυτῇ, ὡς οὔσας ἕν ἤ καί πλείστας, εἰπεῖν ἀκριβέστερον.

Καί σκόπει μοι ἐντεῦθεν τήν ἀκριβῆ τοῦ λόγου ἐξέτασιν. Ψυχή, νοῦς καί λόγος ἕν, ὡς εἴρηται, εἰσίν ἐν μιᾷ τῇ οὐσίᾳ καί φύσει. Τοῦτο δέ τό ἕν αἰσθάνεται, λογίζεται - λογικόν γάρ -, νοεῖ, ἐπινοεῖ, ἐνθυμεῖται, βουλεύεται, ἐπιθυμεῖ, θέλει, οὐ θέλει, προαιρεῖται, οὐ προαιρεῖται, ἀγαπᾷ, μισεῖ· καί ἵνα μή τόν λόγον μηκύνωμεν, τό ἕν τοῦτο ζῶν ἐστιν, ἐν τῷ αὐτῷ βλέπον καί ἀκοῦον ἅμα καί ὀσφραινόμενον, γευόμενόν τε καί ἐπαφώμενον, γινῶσκον, ἐπιγινῶσκον, γνωρίζον τε αὖ καί λαλοῦν. Πρόσεχε ἀκριβῶς τῶν λεγομένων τήν δύναμιν, ἵν’ ἐντεῦθεν ἰσχύσῃς μαθεῖν τί τά ἄρρητα ῥήματα καί πῶς ὁ Παῦλος ταῦτα ἀκήκοεν ἅ καί ἀπεκαλύφθη αὐτῷ καί ἅ ἐν θείῳ Πνεύματι αὐτός ἐθεάσατο. Θεός ὁ τῶν ὅλων δημιουργός εἷς· τό οὖν ἕν τοῦτο πᾶν ἀγαθόν ἐστιν, ὥσπερ εἴρηται. Ψυχή λογική καί ἀθάνατος μία· ἡ οὖν μία αὕτη πᾶσα αἰσθησίς ἐστιν, ἐν ἑαυτῇ δηλαδή πάσας εἴ τινές εἰσιν ἔχουσα. Ὅταν οὖν ὁ εἷς Θεός τοῦ παντός τῇ μιᾷ καί λογικῇ ψυχῇ δι’ ἀποκαλύψεως ὀφθήσεται, πᾶν ἀγαθόν ταύτῃ ἀποκαλύπτεται καί διά πασῶν τῶν ταύτης αἰσθήσεων ὁμοῦ ἐν τῷ αὐτῷ ὁρᾶται τοῦτο αὐτῇ, βλέπεται καί ἀκούεται, καί γλυκαίνει τό γευστικόν καί τό ὀσφραντικόν εὐωδιάζει, ψηλαφᾶται, γνωρίζεται· λαλεῖ καί λαλεῖται, γινώσκει, ἐπιγινώσκεται καί ὅτι γινώσκει νοεῖται. Ὁ γάρ παρά τοῦ Θεοῦ γινωσκόμενος οἶδεν ὅτι γινώσκεται καί ὁ τόν Θεόν ὁρῶν οἶδεν ὅτι ὁρᾷ τοῦτον ὁ Θεός· ὁ δέ γε μή ὁρῶν τόν Θεόν οὐκ οἶδεν ὅτι ὁρᾷ αὐτόν ὁ Θεός, ὡς οὐδέ ὁρᾷ, εἰ καί πάντα βλέπει καί οὐδέν αὐτόν λέληθεν.

Διά πασῶν οὖν τῶν αἰσθήσεων ἐν τῷ αὐτῷ ἅμα οἱ καταξιωθέντες ἰδεῖν τό πᾶν ἀγαθόν καί ὑπέρ πᾶν ἀγαθόν ὡς διά μιᾶς αἰσθήσεως τῶν πολλῶν τό ἕν ὄν καί πολλά, τά διάφορα ὁμοῦ ἀγαθά ὡς ἕν ἐν διαφόροις αἰσθήσεσι τῆς μιᾶς ἐπιγνόντες καί καθ’ ἑκάστην ἐπιγινώσκοντες, διαφοράν ἐν τούτοις οὐδεμίαν ἐπίστανται, ἀλλά τήν θεωρίαν γνῶσιν καί τήν γνῶσιν πάλιν θεωρίαν καλοῦσι, τήν ἀκοήν ὅρασιν καί τήν ὅρασιν ἀκοήν, ὡς ὅταν ὁ Ἀββακούμ λέγῃ· «Κύριε, εἰσακήκοα τήν ἀκοήν σου καί ἐφοβήθην. Κύριε, κατενόησα τά ἔργα σου καί ἐξέστην». Παρά τίνος γάρ ἄλλου ἀκήκοεν; Ἐκεῖνος αὐτόν προφητεύων ἐκήρυττε. Καί πῶς λέγει· «Κύριε, ἀκήκοα τήν ἀκοήν σου;» Τί δέ καί τῷ διττῷ τῆς ἀκοῆς δηλῶσαι βούλεται, εἰ μή ὅτι διά τῆς τοῦ Πνεύματος ἐλλάμψεως ἤτοι ἀποκαλύψεως τόν Κύριον ἡμῶν πάντως καί Υἱόν τοῦ Θεοῦ ἐπιγνούς καί διά τῆς ἐξ αὐτοῦ ὑπηχήσεως αὖθις τά περί τῆς οἰκονομίας αὐτοῦ ἐκδιδαχθείς, οἱονεί τήν περί αὐτοῦ διδασκαλίαν ἥν ἐκεῖθεν ἔμαθεν ἰδιοποιησάμενος, πρός τόν Κύριον, ὡς ὁρῶν αὐτόν, καθά καί ἑωράτο, περιχαρῶς ἔλεγεν· «Ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ· ἐν τῷ ἐγγίζειν τά ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τόν καιρόν ἀναδειχθήσῃ». Ὥστε ἀκοήν τήν ἐν τῇ θεωρίᾳ τῆς δόξης τοῦ Πνεύματος ἐγγινομένην ὁμοῦ διδασκαλίαν καί γνῶσιν λέγει, ἥν περί τῆς ἐνανθρωπήσεως καί ἐπί τῆς γῆς ἐπιφανείας αὐτοῦ ἤκουσε. Καί γάρ καί αὐτό τοῦτο τό εἰπεῖν· «Κύριε», ὁρῶντος αὐτόν καί λαλοῦντος ἔχει δύναμιν. Τίς γάρ ὅν οὐ βλέπει ὡς βλέπων τούτῳ προσομιλεῖ; Μή ὁ μή βλέπων τόν ἐπίγειον βασιλέα δύναται λέγειν πρός αὐτον· «Ὦ βασιλεῦ, ἤκουσα τά δεδογμένα τῇ βασιλείᾳ σου»; Οὐδαμῶς. Οὐχί γάρ ἀκοῦσαι μόνον λέγει τήν ἀκοήν αὐτοῦ, ἀλλά καί ὅτι γνωσθήσῃ φησί, καί ἐπιγνωσθήσῃ καί ἀναδειχθήσῃ, ὡς τήν αὐτοῦ βουλήν μετά πληροφορίας πάσης δηλονότι μαθών καί οἱονεί πως λέγων αὐτῷ· «Τά καί τά ποιήσεις, καθά τῇ βασιλείᾳ σου, δέσποτα, δέδοκται»; Πλεῖον δέ τούτου καί πάντα τά προφητικά αἰνίττονται ῥήματα.

Οὕτω τοίνυν ἡ θεία Γραφή καί τήν θεωρίαν τοῦ Θεοῦ ἀκοήν καί τήν ἀκοήν ἀντί θεωρίας συνήθως τίθησιν. Οὕτω καί Παῦλος ὁ θεῖος, τάς ἀνεκλαλήτους θεωρίας καί ἐλλάμψεις καί τάς ὑπέρ τό μέτρον τῆς ἀνθρωπίνης φύσεως καί δυνάμεως διδασκαλίας καί ἀποκαλύψεις, ῥήματα εἰκότως ἐκάλεσε καί ἀκοῦσαι ταῦτα εἶπε καί γραφῇ παραδέδωκε. Διό καί ἔλεγεν· «Ἐν δέ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μή ἐπαίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί». Εἰ οὖν ἤκουσε πρότερον, πῶς μετά ταῦτα ἀποκαλύψεις εἶπεν ἅ ἤκουσεν, εἰ μή καθώς εἴπομεν; Οὕτω γάρ καί ὁ Δαβίδ ἀποκαλυφθῆναι τούς ὀφθαλμούς εὔχεται εἰς τό κατανοῆσαι τά θαυμάσια τοῦ Θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. Ὁ πρότερον εἰπών· «Εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτός τοῦ σώματος, ἡρπάγην», πῶς ὕστερον φησιν ὅτι «ἤκουσα», εἰ μή ὡς ἀνωτέρω λεπτομερῶς ἐδηλώσαμεν καί αὐτῇ τοῦ τοῦ πράγματος ἡ ἀλήθεια ἔχει; Τοιγαροῦν καί διά μέν τῆς ἁρπαγῆς τήν θεωρίαν πρῶτον ἀδήλωσε, τά δέ ἐντός τῆς θεωρίας καί τά ἐκφαντικώτερα τῆς τρανότερον ἐξαστραπτούσης δόξης τε καί θεότητος, ὡς γνῶσιν ἐμποιοῦντα καί τόν ὁρῶντα διδάσκοντα καί δηλοῦντα τά πᾶσιν ἀπόρρητά τε καί ἀκατάληπτα, ἀκοῦσαι εἶπεν, ὡς ἕν οὔσης τῆς τε ἀκουστικῆς καί θεωρητικῆς δηλονότι αἰσθήσεως ἐπί τῶν πνευματικῶν. Ὅθεν οὐδέ ἕν τῶν βλεπομένων ἤ ἀκουομένων, καθώς ταῦτα ὁρᾷ καί ἀκούει, οἷόν ἐστι καί οἷα εἰπεῖν ποτε δύναται· διά τοῦτο καί γλώσσῃ ταῦτα λαλῆσαι ἀδύνατον εἶναι προσέθηκεν.

Ἀλλά σπουδάσωμεν ἑαυτούς ἐκκαθᾶραι διά μετανοίας καί ταπεινώσεως καί τάς αἰσθήσεις πάσας ὡς μίαν τῷ ἀγαθῷ καί ὑπεραγαθῷ ἑνῶσαι Θεῷ· καί τότε ταῦτα πάντα, ἅ διά πολλῶν λόγων εἰπεῖν ἡμεῖς καί παραστῆσαι οὐκ ἐξισχύομεν, ἐν τῷ αὐτῷ ὁμοῦ ἅπαντα ὑμεῖς διδαχθήσεσθε, ἐν τῇ ὁράσει ἀκούοντες καί ἐν τῇ ἀκοῇ ὁρῶντες, ἐν τῇ θεωρίᾳ μανθάνοντες καί ἐν τῇ ἀποκαλύψει πάλιν ἀκούοντες. Ἔστι δέ τις καί ἄλλη ἐν τοῖς ὑπέρ λίαν πνευματικοῖς ἀκοή. Ποία δέ αὕτη; Ἡ ἐπαγγελία τῶν μελλόντων δίδοσθαι ἀγαθῶν. Ὥσπερ γάρ ἡ πρώτη παρουσία τοῦ Κυρίου διά τῶν προφητῶν καταγγελλομένη, εἰ καί ὡρᾶτο παρ’ αὐτῶν καί ἀκριβῶς ἐγινώσκετο, ἀλλά διά τό μήπω ἐν ταῖς ἡμέραις ἐκείνων γενέσθαι αὐτήν, μέλλουσαν δέ μετά ταῦτα, τά περί αὐτῆς ἀποκαλυπτόμενα αὐτοῖς καί δεικνύμενα ἔλεγον ἀκούειν ἐκεῖνοι διά τό μετά ταῦτα εἰς ἔργον μέλλειν αὐτά ἐξενεχθήσεσθαι, οὕτω καί ὁ Παῦλος, τά ἀποκείμενα τοῖς ἀγωνιζομένοις δικαίοις ἰδών ἀγαθά καί γνούς καί μαθών ἀκριβῶς ὅτι μετά τήν δευτέραν τοῦ Κυρίου παρουσίαν καί τήν ἐκ νεκρῶν ἐξανάστασιν ταῦτα λήψονται οἱ τόν Θεόν ἐξ ὅλης ἠγαπηκότες ψυχῆς, ὡς ἐν τάξει ἐπαγγελίας καί ὑποσχέσεως ταῦτα θείς, ἐξεβόησεν. «Ἤκουσα, φήσιν, ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ λαλῆσαι». Τίνα δέ τρόπον ῥήματα, ἐπειδή τά ἀγαθά ἐκεῖνα ῥήματά τινα ξένα ἐπ’ ἀληθείας εἰσί καί λόγοι δι’ ὧν πᾶσα λογική φύσις ἐντρυφᾷ τήν ὄντως ἀκένωτον καί ἀείζωον τρυφήν καί ζωοῦται θείως καί ἐπευφραίνεται. Εἰ γάρ Θεός ὁ Λόγος τοῦ Θεοῦ καί Πατρός, δικαίως ἄν αἱ τοῦ Θεοῦ Λόγου ἐλλάμψεις κληθήσονται ῥήματα· ὁ γάρ λόγος εἰς μῆκος διεκχυνθείς διηγήσεως οὐκέτι λόγος, ἀλλά διηγήσεως ῥήματα λέγεται, ὡς τό «Τά ῥήματά μου ἐνώτισαι Κύριε· σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου».

Λόγος τοιγαροῦν ὁ Θεός, ῥήματα δέ αὐτοῦ αἱ δίκην ἐξ ἀστραπῆς τινος ἐκπηδῶσαί τε καί τρανότερον ἐκφερόμεναι, ἤ ἀποκαλυπτόμεναι μᾶλλον ἡμῖν, τῆς θεότητος αὐγαί τε καί ἐλλάμψεις, ἅτινα ἐξειπεῖν ἡμεῖς οὐ δυνάμεθα. Ὁ δέ γε Ἰωάννης ὁ ἠγαπημένος Χριστοῦ μαθητής μικρόν τι κατά τήν δοθεῖσαν αὐτῷ χάριν εἶπε καί παρεδήλωσεν ἐξ ὧν ὁ Παῦλος ἀκόεν, οὑτωσί λέγων· «Ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, ἀλλ’ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δέ ὅτι, ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα». Ἐκεῖνος εἶπεν ὅτι «Ἤκουσα ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ λαλῆσαι», οὗτος δέ ὅτι «Οἴδαμεν, ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα» καί ὀψόμεθα αὐτόν τελεώτερον. Τοῦτο δέ καί αὐτός ὁ Παῦλός φησι· «Νῦν μέν γινώσκω ἐκ μέρους, τότε δέ ἐπιγνώσομαι καθό καί ἐπεγνώσθην». Ὁρᾷς πῶς ἕν καί τό αὐτό ἐστιν ἐν τοῖς πνευματικοῖς ἤ τε γνῶσις καί ὁμοιότης, ἡ θεωρία καί ἡ ἐπίγνωσις. Οὕτω πάντα ἡμῖν ὁ Χριστός γινόμενος, γνῶσις, σοφία, λόγος, φῶς, ἔλλαμψις, ὁμοιότης, θεωρία, ἐπίγνωσις, δίδωσιν ἀπολαύειν τῶν αὐτοῦ ἀγαθῶν καί κατά τήν παροῦσαν ζωήν ἐκ μέρους καί νοεῖν καί ἀκούειν ἐν μυστηρίῳ τά ἀποκεκρυμμένα τοῖς πολλοῖς ἄρρητα ῥήματα, τοῖς ἀγαπῶσιν αὐτόν.

Εἰ γάρ μή πάντα ἡμῖν ὁ Χριστός ὁμοῦ γένηται, ἐλλιπής λοιπόν ἔσται ποτέ ἡ τῶν οὐρανῶν βασιλεία καί ἡ ἐν τῇ βασιλείᾳ τρυφή. Εἰ μή πρός τοῖς εἰρημένοις στολή καί στέφος καί ὑπόδημα, χαρά καί γλυκύτης, τροφή, πόσις, τράπεζα, κλίνη, ἀνάπαυσις καί θεωρίας κάλλος ἀμήχανον, καί εἴ τι οὖν ἕτερον πρός τρυφήν ἤ δόξαν καί τερπνότητα ἐπιτήδειον, ἐν πᾶσι γένηται τοῖς δικαίοις καί ἀγαπῶσιν αὐτόν, ἀλλ’ ἕν μόνον ἐν ἑνί τῶν αὐλιζομένων ἐκεῖσε ἐκλείψειέ ποτε, εὐθύς ἡ τοῦ καλοῦ στέρησις τῇ λύπῃ τόπον δώσει καί ἐντός εἰσελεύσεται αὕτη τῆς ἀνεκλαλήτου τῶν εὐφραινομένων χαρᾶς· καί οὕτω φανήσεται τό λέγον λόγιον ἔνθα· «Ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός» διαψευδόμενον. Ἀλλ’ οὐκ ἔσται τοῦτο, οὐκ ἔσται, ἀλλ’ ἔσεται τά πάντα τοῖς πᾶσι καί πᾶν ἀγαθόν ἐν ἅπασιν ἀγαθοῖς, ὑπερπερισσεῦον ἀεί καί ὑπερεμπιπλῶν τάς αἰσθήσεις ἁπάσας τῶν ἐν τοῖς γάμοις ἀνακεκλιμένων τοῦ βασιλέως Χριστοῦ, αὐτός ἐκεῖνος ὁ εἷς ἐσθιόμενος καί πινόμενος, ὡς ὤν πᾶν εἶδος τροφῆς, ἡδύτητός τε καί πόσεως ὁ αὐτός. Ἔνθεν τοι καί βλεπόμενος παρά πάντων καί πάσας βλέπων αὐτός τάς ἀναριθμήτους μυριάδας καί τό ἑαυτοῦ ὄμμα ἔχων ἀεί ἀτενίζον και ἀμετακινήτως ἱστάμενον, ἕκαστος αὐτῶν δοκεῖ βλέπεσθαι παρ’ αὐτοῦ καί τῆς ἐκείνου ἀπολαύειν ὁμιλίας καί κατασπάζεσθαι ὑπ’ αὐτοῦ, ὡς ἄν μή τις ἐξ αὐτῶν ὡς παρεωραθείς λυπηθῇ. Ὁ αὐτός καί στέφανος ἔσται, καθάπερ εἴρηται, ἐπί τάς ἁπάντων τῶν ἁγίων ἐπικείμενος κεφαλάς ἀναλλοιώτως, ἀτρέπτως, ἄλλος ἄλλο τι δεικνύμενος εἶναι καί διαιρῶν ἑαυτόν κατ’ ἀξίαν ἑκάστῳ, καθά τίς ἐστιν ἄξιος· ὁ αὐτός καί ἔνδυμα πάσιν ἔσται, οἷον ἀπ’ ἐντεῦθεν ἤδη τοῦτον ἕκαστον διά σπουδῆς ἐπενδύσεται, ὡς μηδενός ἐν τῷ μυστικῷ γάμῳ εἰσερχομένου μή τόν ἀπρόσιτον τοῦτον φοροῦντος χιτῶνα· εἰ δέ τις καί παρενείρας ἑαυτόν τοῖς ἄλλοις λαθών εἰσέλθῃ, ὅπερ ἀδύνατον, ἀλλά πάλιν ὡσαύτως ἐξεωθήσεται.

Βουλόμενος γάρ δεῖξαι ἡμῖν ὁ Δεσπότης ὅτι οὐδείς ἐκεῖ μελανηφορῶν εἰσελεύσεται, διά τῆς παραβολῆς ἐδήλωσε τοῦτο εἰπών· «Ἑταῖρε, πῶς εἰσῆλθες ὦδε, μή ἔχων ἔνδυμα γάμου;» Εἶτα· «Δήσαντες αὐτοῦ χεῖρας καί πόδας, ἐκβάλλετε αὐτόν εἰς τό σκότος τό ἐξώτερον». Οὐχ, ὡς λαθόντος δέ αὐτοῦ τόν ἀλάθητον, τοῦτο οὕτως εἰρηκέναι λογίζομαι, ἀλλ’ ὅτι οὔπω καιρός ἦν ἀποκαλύψαι τά τοιαῦτα μυστήρια. Μή βουλόμενος γάρ ἐκφαντικώτερον τότε εἰπεῖν ὅτι· «Οὐδείς ἐκεῖ εἰσελεύσεται, μή φορῶν τό τῆς θεότητός μου ἱμάτιον», οὕτως τόν λόγον ὑπέφηνε. Τοῦτο δέ καί Παῦλος διδαχθείς παρά τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ ἔλεγεν· «Καί καθώς ἐφορέσαμεν τήν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καί τήν εἰκόνα τοῦ ἐπουρανίου». Τίνος χάριν; Ἐπειδή «οἷος ὁ χοϊκός» φησί «τοιοῦτοι καί οἱ χοϊκοί, καί οἷος ὁ ἐπουράνιος τοιοῦτοι καί οἱ ἐπουράνιοι». Τίς οὖν ἐστιν ἡ εἰκών τοῦ ἐπουρανίου; Ἄκουσον αὐτοῦ λέγοντος τοῦ θείου Παύλου· «Ὅς ὤν ἀπαύγασμα τῆς δόξης καί χαρακτήρ τῆς ὑποστάσεως» καί εἰκών ἀπαράλλακτος τοῦ Θεοῦ καί Πατρός. Τοιγαροῦν εἰκών τοῦ Πατρός ὁ Υἱός, εἰκών δέ τοῦ Υἱοῦ τό Πνεῦμα τό Ἅγιον· ὁ ἑωρακώς οὖν τόν Υἱόν ἑώρακε τόν Πατέρα, ὁ ἑωρακώς τό Πνεῦμα τό Ἅγιον ἑώρακε τόν Υἱόν· φησί γάρ ὁ Ἀπόστολος· «Τό Πνεῦμα ὁ Κύριος ἐστί», καί πάλιν· «Αὐτό τό Πνεῦμα ἐντυγχάνει ὑπέρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις» κράζον «Ἀββᾶ, ὁ πατήρ». Καλῶς οὖν εἶπεν ὅτι τό Πνεῦμα ὁ Κύριός ἐστιν ἐν τῷ κράζειν «Ἀββᾶ, ὁ πατήρ», οὐχ ὡς Υἱοῦ ὄντος τοῦ Πνεύματος, ἄπαγε, ἀλλ’ ὡς ἐν τῷ Ἁγίῳ Πνεύματι βλεπομένου καί ὁρωμένου τοῦ Υἱοῦ τοῦ Θεοῦ καί μηδέποτε ἤ τοῦ Υἱοῦ δίχα τοῦ Πνεύματος, ἤ τοῦ Πνεύματος δίχα τοῦ Υἱοῦ, ἀποκαλυπτομένου τινί, ἀλλ’ ἐν αὐτῷ τῷ Πνεύματι τόν Υἱόν καί διά τοῦ Πνεύματος κράζοντα αὐτόν «Ἀββᾶ, ὁ πατήρ».

Εἰ τοίνυν ἀγνοεῖς ταῦτα, ἀγαπητέ, μή εἰς ἀπόγνωσιν ἐμβάλῃς σεαυτόν λέγων· «Ἐγώ ταῦτα οὔτε οἶδα οὔτε μαθεῖν δύναμαι· οὔτε μήν εἰς τό ὕψος τῆς γνώσεως ταύτης καί θεωρίας καί καθαρότητος φθάσαι καί ἀνελθεῖν ἰσχύσω ποτέ». Μηδέ πάλιν εἴπῃς· «Ἐπειδή, ἐάν μή τις τοιοῦτος γένηται καί τόν Χριστόν ἀπ’ ἐντεῦθεν ἤδη ὡς Θεόν ἐπενδύσηται καί αὐτόν ἐκεῖνον ὅλον θεάσηται καί ἔνοικον ἑαυτοῦ τοῦτον κτήσηται, εἰς τήν βασιλείαν αὐτοῦ οὐκ εἰσέρχεται, τί μοι τό ὄφελος κἄν ποσῶς ἀγωνίζεσθαι ἤ καί τῶν παρόντων ὑστερεῖσθαι τῆς ἀπολαύσεως;» Μή δή τοῦτο εἴπῃς, μή δή λογίσεσαι· ἀλλ’ εἰ βούλει, ἄκουσόν μου τῆς συμβουλῆς καί ἀναγγελῶ σοι τήν ὁδόν τῆς σωτηρίας, τῆς χάριτος τοῦ παναγίου Πνεύματος συνεργούσης. Πίστευσον οὖν ἐν πρώτοις ἐξ ὅλης ψυχῆς ὅτι οὕτως ταῦτα πάντα ἅ εἴπομεν κατά τάς θείας καί θεοπνεύστους Γραφάς ἀληθῆ εἰσι καί οὕτως ὀφείλει γενέσθαι πᾶς ὁ πιστεύων εἰς τόν Υἱόν τοῦ Θεοῦ, ἐπειδή ἔδωκεν ἡμῖν ἐξουσίαν υἱούς γενέσθαι Θεοῦ, καί ἐάν θελήσωμεν, τό κωλύον οὐδέν, καί ὅτι διά τοῦτο ἡ πᾶσα οἰκονομία καί συγκατάβασις τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐγένετο, ἵνα διά τῆς πρός αὐτόν πίστεως καί τῆς τηρήσεως τῶν αὐτοῦ ἐντολῶν μετόχους αὐτοῦ τῆς θεότητος καί τῆς βασιλείας ἡμᾶς ἀπεργάσηται. Καί γάρ, εἰ μή πιστεύσεις ταῦτα οὕτως ἀληθῶς γίνεσθαι, πάντως οὐδέ ζητήσεις· εἰ δέ μή ζητήσεις, οὐδέ λήψῃ· «Ζητεῖτε γάρ, φησί, καί λήψεσθε· αἰτεῖτε καί δοθήσεται ὑμῖν». Πιστεύων δέ, ἀκολούθει ταῖς θείαις Γραφαῖς καί ὅσα σοι λέγουσι ποίησον, καί εὑρήσεις πάντα ἀνελλιπῶς καθώς γέγραπται, μᾶλλον δέ καί πολλῷ πλείονα τῶν ἐν ταῖς θείαις Γραφαῖς. Ποῖα δέ ταῦτα; «Ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» τά ἀγαθά «ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν ». Ταῦτα, εἰ πιστεύσεις βεβαίως, ὡς εἴρηται, θεάσῃ ἀναμφιβόλως ὡς ὁ Παῦλος καί σύ· οὐ μόνον δέ, ἀλλά καί ἀκούσεις ἄρρητα ῥήματα, προαρπαγείς δηλονότι εἰς τόν παράδεισον. Ποῖον τοῦτον; Ὅπου ὁ ληστής μετά τοῦ Χριστοῦ συνεισῆλθε καί νῦν ἐκεῖ ἐστιν.

Βούλει δέ καί ἄλλως εἴπω σοι τίνα εἰσί τά ἀγαθά ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Οἶδα ὅτι πάντως ἐπιποθεῖς ἀκοῦσαι ἅ οὐδέ αὐτός ὁ ἰδών εἶπεν ἤ διηρμήνευσεν. Τί τοῦτο; Ἵνα μή παρά τῶν ἀκουόντων, ὡς οἶμαι, ἀπιστηθῇ. Εἰ τοίνυν μέλλεις καί σύ ἀπιστεῖν τοῖς ῥηθησομένοις, στῆθι μέχρι τούτου· συμφέρει σοι γάρ καί μή προσβῇς τῷ τῆς διανοίας ὀφθαλμῷ ὅλως τοῖς ἔμπροσθεν, ἐπειδή, εἰ τά λεγόμενά σοι ἀθετήσεις καί παρακούσεις τῶν λόγων μου, μᾶλλον δέ τῶν λόγων αὐτοῦ τοῦ Θεοῦ, ἐπειδή καί ἡμεῖς καί οἱ λόγοι ἡμῶν αὐτοῦ εἰσιν, ὁ Λόγος οὗτος κρινεῖ σε ἐν τῆ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καί ἀκούσας ἠπίστησας. Ἀλλ’ ἄκουε ἀδιστάκτως τῶν λόγων ἡμῶν, μᾶλλον δέ, ὡς εἴρηται, τῶν τοῦ Θεοῦ· καί μάνθανε αὐτόθεν τοῦ ζητουμένου τήν λύσιν παρά τῶν ταύτην ἐν σοφίᾳ διατρανούντων σοι.

Τά ἐν τῷ παραδείσῳ λαληθέντα τῷ Παύλῳ ἄρρητα ῥήματα, αὐτά δή τά αἰώνια, φημί, ἀγαθά ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν, οὐχ ὕψει περιέχονται, οὐ τόπῳ περιορίζονται, οὐ βάθει που κρύπτονται, οὐκ ἐν ἐσχατιᾷ γῆς ἤ θαλάσσης κατέχονται, ἀλλ’ ἔμπροσθέν σου καί πρό τῶν ὀφθαλμῶν σού εἰσι. Ποῖα δή ταῦτα; Μετά τῶν ἀποκειμένων ἐν τοῖς οὐρανοῖς ἀγαθῶν, αὐτό τό σῶμα καί αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἅ καθ’ ἑκάστην ὁρῶμεν καί ἐσθίομεν καί πίνομεν, ταῦτα ὁμολογουμένως τά ἀγαθά ἐκεῖνά εἰσι· ἐκτός δέ τούτων οὐδαμοῦ τῶν ῥηθέντων οὐδέ ἕν εὑρεῖν ἐξισχύσεις, κἄν πᾶσαν διαδράμῃς τήν κτίσιν. Εἰ βούλει δέ γνῶναι ὡς ἀληθῆ τά λεγόμενα, γενοῦ τῇ ἐργασίᾳ τῶν τοῦ Θεοῦ ἐντολῶν ἅγιος καί οὕτω μετάλαβε τῶν ἁγίων· καί γνώσεις τηνικαῦτα τῶν λεγομένων σοι τήν δύναμιν ἀκριβῶς. Ἀλλά γάρ πρός τήν περισσοτέραν πίστωσιν ἄκουσον καί αὐτοῦ ἐκείνου τοῦ Κυρίου τῶν λόγων, οὕτω λέγοντος πρός τούς Ἰουδαίους καί τούς ἰδίους αὐτοῦ μαθητάς· «Ἁμήν ἀμήν λέγων ὑμῖν· οὐ Μωσῆς δέδωκεν ὑμῖν τόν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τόν ἄρτον ἐκ τοῦ οὐρανοῦ τόν ἀληθινόν. Ὁ γάρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καί διδούς τῷ κόσμῳ ζωήν. Εἶπον οὖν πρός αὐτόν· Κύριε, πάντοτε δός ἡμῖν τόν ἄρτον τοῦτον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μή πεινάσῃ καί ὁ πιστεύων εἰς ἐμέ οὐ μή διψήσῃ πώποτε. Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περί αὐτοῦ, ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβάς ἐκ τοῦ οὐρανοῦ, καί ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱός Ἰωσήφ οὗ ἡμεῖς οἴδαμεν τόν πατέρα καί τήν μητέρα; Πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;».

Μή δή οὖν ὁμοιωθῇς τοῖς Ἰουδαίοις καί σύ, γογγύζων καί λέγων· «Οὐχί ὁ ἄρτος οὗτός ἐστιν ἐν τῷ δίσκῳ καί ὁ οἶνος ἐν τῷ ποτηρίῳ ὅν ἡμεῖς καθ’ ἑκάστην ὁρῶμεν καί ἐσθίομεν ἅμα καί πίνομεν; Πῶς οὗτος λέγει ὅτι τά ἀγαθά ἐκεῖνα ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ταῦτά εἰσιν;» Ἀλλά ἄκουε τοῦ Κυρίου πρός τούς ταῦτα εἰπόντας τί ἀνταποκριθείς ἔφη· «Μή γογγύζετε μετ’ ἀλλήλων. Οὐδείς δύναται ἐλθεῖν πρός με, ἐάν μή ὁ Πατήρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν· κἀγώ ἀναστήσω αὐτόν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ». Οἷον· «Τί ἀπιστεῖτε, φησί, καί ἀμφιβάλλετε περί τούτου· Οὐδείς δύναται ἐπιγνῶναί μου τήν θεότητα, τοῦτο γάρ ἐστι τό ἐλθεῖν πρός με, ἐάν μή ὁ Πατήρ μου ἑλκύσῃ αὐτόν». Ἑλκυσμόν δέ εἰπών, οὐ βίαν τινά ἐδήλωσεν, ἀλλ’ ὅτι μᾶλλον ἐκάλεσε διά τῆς ἀποκαλύψεως οὕς προέγνω καί οὕς προώρισεν, ἑλκύσας διά τῆς ἀγάπης δηλονότι τοῦ ἀποκαλυφθέντος αὐτοῖς. Τοῦτο δέ σαφέστερον καί τό ἐπαγόμενον δηλοῖ. «Ἔστι γάρ, φησί, γεγραμμένον ἐν τοῖς προφήταις· Καί ἔσονται πάντες διδακτοί Θεοῦ». Ὁ οὖν διδαχθείς παρά τοῦ Θεοῦ δύναται πιστεῦσαι εἰς τόν Υἱόν τοῦ Θεοῦ καί μαθών παρά τοῦ Πατρός ἔρχεται πρός με, οὐχ ὡς τόν Πατέρα θεασάμενος· μόνος γάρ «ὁ ὤν παρά τοῦ Θεοῦ, οὗτος ἑώρακε τόν Πατέρα». Καί πάλιν· «Ἀμήν ἀμήν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμέ ἔχει ζωήν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οἱ πατέρες ὑμῶν τό μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καί ἀπέθανον· οὗτος δέ ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καί μή ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τόν αἰῶνα· καί ὁ ἄρτος δέ ὅν ἐγώ δώσω ἡ σάρξ μου ἐστίν ἥν ἐγώ δώσω ὑπέρ τῆς τοῦ κόσμου ζωῆς. Ἐμάχοντο οὖν οἱ Ἰουδαῖοι πρός ἀλλήλους λέγοντες· Πῶς δύναται οὗτος δοῦναι ἡμῖν τήν σάρκα αὐτοῦ φαγεῖν; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμήν ἀμήν λέγω ὐμῖν, ἐάν μή φάγητε τήν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καί πίητε αὐτοῦ τό αἷμα, οὐκ ἔχετε ζωήν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τήν σάρκα καί πίνων μου τό αἷμα ἔχει ζωήν αἰώνιον, κἀγώ ἀναστήσω αὐτόν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἡ γάρ σάρξ μου ἀληθής ἐστι βρῶσις καί τό αἷμα μου ἀληθής ἐστι πόσις».

Ἤκουσας πῶς ἡ κοινωνία τῶν θείων καί ἀχράντων μυστηρίων ζωή αἰώνιός ἐστι καί ὅτι τούς τήν ζωήν τήν αἰώνιον ἔχοντας, ἐκείνους λέγει ἀναστῆσαι ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ὁ Κύριος, οὐχ ὡς τῶν ἄλλων πάντως ἐγκαταλιμπανομένων ἐν τοῖς μνήμασιν, ἀλλ’ ὡς τῶν τήν ζωήν ἐχόντων ἀνισταμένων ὑπό τῆς ζωῆς εἰς αἰωνίαν ζωήν, τῶν δέ λοιπῶν ἀνισταμένων εἰς αἰώνιον κολάσεως θάνατον. Καί ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουσον τῶν ἑξῆς· «Ὁ τρώγων μου τήν σάρκα καί πίνων μου τό αἷμα ἐν ἐμοί μένει κἀγώ ἐν αὐτῷ. Καθώς ἀπέστειλέ με ὁ ζῶν Πατήρ κἀγώ ζῶ διά τόν Πατέρα, καί ὁ τρώγων με κἀκεῖνος ζήσεται δι’ ἐμέ». Ὁρᾷς τί φησι; Πῶς τήν πρός αὐτόν ἡμῶν ἑνότητα ὁ Υἱός τοῦ Θεοῦ διά τῆς κοινωνίας τοιαύτην γενέσθαι διαρρήδην βοᾷ οἵαν ἐκεῖνος ἔχει τήν πρός τόν Πατέρα ἑνότητα καί ζωήν; Ὥσπερ γάρ ἐκεῖνος φυσικῶς τῷ ἰδίῳ Θεῷ καί Πατρί ἥνωται, οὕτω καί ἡμᾶς κατά χάριν λέγει διά τοῦ φαγεῖν τήν σάρκα αὐτοῦ καί πίειν αὐτοῦ τό αἷμα ἑνωθῆναι αὐτῷ καί ζῆσαι ἐν αὐτῷ. Ἵνα δέ μή νομίζωμεν ὅτι τό πᾶν τοῦ ἄρτου τοῦ ὁρωμένου ἐστί, τούτου ἕνεκεν πολλαχῶς εἴρηκεν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων». Καί οὐκ εἶπεν ὁ καταβάς· τοῦτο γάρ τό ἅπαξ δηλοῖ κατελθεῖν. Ἀλλά τί; Ὁ καταβαίνων, φησίν, ἀεί δηλονότι καί πάντοτε ἐπί τούς ἀξίους καταβαίνων καί νῦν καθ’ ὥραν παραγινόμενος. Ἔτι δέ ἀπό τῶν ὁρωμένων ἀφιστῶν ἡμῶν τήν διάνοιαν, μᾶλλον δέ δι’ αὐτῶν ἀνάγων ἡμᾶς ἐπί τήν ἀόρατον δόξαν τῆς ἐνυποστάτου αὐτοῦ θεότητος, ἔλεγεν· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καί πάλιν· «Ὁ Πατήρ μου δίδωσιν ὑμῖν τόν ἄρτον οὐχί ἐκ τῆς γῆς, ἀλλ’ ἐκ τοῦ οὐρανοῦ, τόν ἀληθινόν». Εἰπών τόν ἐκ τοῦ οὐρανοῦ ἀληθινόν, ἐδήλωσεν ὅτι ψευδής ὁ ἀπό τῆς γῆς, ὠφελῶν οὐδέν.

Καί ἵνα τοῦτο ποιήσῃ σαφέστερον· «Ὁ γάρ ἄρτος, φησί, τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καί διδούς τῷ κόσμῳ ζωήν». Πάλιν, ὁ καταβαίνων, φησί, καί πάλιν, ζωήν ὁ διδούς. Τί τοῦτο; Ἵνα μηδέν σωματικόν ὑποπτεύσῃς μήτε τι γήϊνον ἐννοήσῃς, ἀλλά καί αὐτόν τόν μικρόν ἄρτον, τήν ὀλίγην μερίδα θεοποιηθεῖσαν, τοῖς νοεροῖς ὁρᾷς ὄμμασι καί γενομένην ὅλην ὁμοίαν τῷ ἐκ τοῦ οὐρανοῦ καταβαίνοντος ἄρτῳ, ὅς ἐστι Θεός ἀληθής καί ἄρτος καί πόμα ζωῆς ἀθανάτου, ὡς ἄν μή, ἐναπομένων τῇ ἀπιστίᾳ καί τῷ ὁρωμένῳ μόνῳ ἄρτῳ διά πασῶν τῶν αἰσθήσεων, ἄρτον φάγῃς οὐ τόν οὐράνιον, ἀλλά τόν ἐπίγειον μόνον, καί στερηθῇς τῆς ζωῆς, ὡς τόν οὐράνιον ἄρτον πνευματικῶς μή φαγών, καθώς αὐτός φησιν ὁ Χριστός· «Τό πνεῦμά ἐστι τό ζωοποιοῦν, ἡ σάρξ οὐκ ὠφελεῖ οὐδεν». Τίνας ἄρα οὐκ ὠφελεῖ; Τούς ἄνθρωπον ψιλόν εἶναι τοῦτόν φησι φάσκοντας καί οὐ Θεόν. Τοίνυν, εἰ καί σύ αὐτός ὁ πιστός ἄρτου μόνου καί οὐ σώματος τεθεωμένου, ὡς αὐτόν ἐκεῖνον ὅλον τόν Χριστόν δεχόμενος, μεταλαμβάνεις, ζωήν πῶς ἐλπίζεις λαβεῖν ἐξ αὐτοῦ καί ἔχειν εὐαισθήτως ἐν ἑαυτῶ, τοῦ Κυρίου λέγοντος· «Ὁ τρώγων τόν ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα ἄρτον ζήσεται εἰς τόν αἰῶνα», καί πάλιν· «Ἡ σάρξ οὐκ ὠφελεῖ οὐδέν· τό Πνεῦμά ἐστι τό ζωοποιοῦν»; Ὄντως τό Πνεῦμά ἐστιν ἡ ἀληθής βρῶσις καί πόσις· τό Πνεῦμά ἐστι τό μεταποιοῦν τόν ἄρτον εἰς σῶμα τοῦ Κυρίου· ὄντως τό Πνεῦμά ἐστι τό καθαῖρον ἡμᾶς καί ἀξίως ποιοῦν μεταλαμβάνειν τοῦ σώματος τοῦ Κυρίου. Οἱ γάρ ἀναξίως τούτου μεταλαμβάνοντες, ὥς φησιν ὁ Ἀπόστολος, «κρῖμα ἑαυτοῖς ἐσθίουσι καί πίνουσι, μή διακρίνοντες τό σῶμα τοῦ Κυρίου».

Ἀλλά δεῦτε τοιγαροῦν ὅσοι πιστοί, ὅσοι τῶν μυστηρίων τήν εἰρημένην καί λαλουμένην ἐπίστασθε δύναμιν, ὅσοι τόν οὐράνιον ἄρτον ἐφάγετε, ὅσοι τήν ἐξ αὐτοῦ καί δι’ αὐτοῦ καί ἐν αὐτῷ καί σύν αὐτῷ αἰωνίαν τήν ζωήν ἐκτήσασθε, καί ἐν αὐτῇ τῇ ζωῇ τῇ ἀληθινῇ εἰς τρίτον οὐρανόν καί ἡμεῖς ἁρπαγῶμεν ἐν Πνεύματι, μᾶλλον δέ εἰς αὐτόν πνευματικῶς τῆς Ἁγίας Τριάδος τόν οὐρανόν, ἵνα πάντα τά ῥηθέντα καί τά διαμείναντα ἄρρητα κατιδόντες ὁμοῦ καί ἀκούσαντες, γευσάμενοί τε καί ὀσφρανθέντες καί ταῖς χερσί τῆς ψυχῆς καλῶς ψηλαφίσαντες, εὐχαριστήριον αἶνον τῷ φιλανθρώπῳ Θεῷ ἀναπέμψωμεν οὕτω λέγοντες· «Δόξα σοι, ὁ ἐπιφανείς καί ἀποκαλυφθῆναι καί ὁραθῆναι καταξιώσας ἡμῖν». Εἴπωμεν δέ καί πρός πάντας ἡμῶν κοινῶς τούς ἀδελφούς. Ὦ πατέρες, ὦ ἀδελφοί, μονάζοντες ὁμοῦ καί οἱ ἐν τῷ βίῳ τῷ κοσμικῷ, πλούσιοι, πένητες, δοῦλοι, ἐλεύθεροι, νέοι καί γέροντες, πᾶσα ἡλικία καί γένος ἅπαν, ἀκούσατε. Μή ὁ Θεός ψεύστης ἐστίν; Ἤ ψεύστης μέν οὐκ ἔστιν, ἀδύνατος δέ, καί οὐ μή δυνηθῇ ποιῆσαι ἅ ἐπηγγείλατο; Μή βραδύνῃ τοῦ ἐπισκέψασθαι πάντα τά ἔθνη; Μή ἰσχύσει τις κρυβῆναι ἐξ ὀφθαλμῶν αὐτοῦ; μή ὑπενέγκαι ἰσχύσει ἄνθρωπος τήν ἀποκάλυψιν τῆς δόξης αὐτοῦ; Οὔμενουν. Πῶς γάρ, ὅταν οὐρανοί ῥοιζηδόν λύωνται καί τά στοιχεῖα καυσούμενα ἀπολοῦνται, καθά φησιν ὁ Ἀπόστολος, ἄνθρωπος τότε ἡμέραν εἰσόδου ὑπομενεῖ τοῦ ἀπροσίτου Θεοῦ καί ἀπροσίτῳ ἐνοικοῦντος φωτί, ὅς ἐν αὐτῷ καί σύν αὐτῷ ἐρχόμενος εἰς τόν κόσμον ὀφθῆναι μέλλει πάσῃ σαρκί; Μέγας φόβος καί τρόμος ὄντως λήψεται τότε τούς ἁμαρτωλούς καί σύγκρισις οὐκ ἔσται τῆς θλίψεως καί ὀδύνης καί τιμωρίας αὐτῶν.

Ἀλλ΄ οἱ ταῦτα πιστεύοντες καί ἐπιποθοῦντες σωθῆναι, τάδε λέγει, ἀκούσατε, τό Πνεῦμα τό Ἅγιον· «Ἀποστρέψατε ἕκαστος ὑμῶν ἀπό τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· μάθετε καλόν ποιεῖν καί ῥύσασθε ἀδικούμενον· ἐκζητήσατε τόν Κύριον καί ζήσεται ἡ ψυχή ὑμῶν· ἐκκλίνατε ἀπό κακοῦ καί ποιήσατε ἀγαθόν». Οἱ βασιλεῖς τήν σωφροσύνην, τήν δικαιοσύνην, τήν ἐλεημοσύνην, τήν ἀλήθειαν καί τήν εὐσεβῆ πίστιν μᾶλλον ἤ τό διάδημα και΄τήν ἁλουργίδα φορεῖν ποθήσατε. Οἱ πατριάρχαι, εἰ μή φίλοι ἐστέ Θεοῦ, εἰ μή υἱοί, εἰ μή θέσει θεοί, ὅμοιοι δηλονότι ὄντες τῷ φύσει Θεῷ κατά τήν χάριν τήν δοθεῖσαν ἡμῖν ἄνωθεν, τῶν θρόνων ἀπόστητε καί πορευθέντες πρῶτον ἑαυτούς ἀπό τῶν θείων Γραφῶν νουθετήσατε· καί ἀπεικόνισμα γεγονότες Θεοῦ, φρικτῶς τηνικαῦτα τῶν θείων προσψαύσατε· εἰ δ’ οὖν, ἀλλ’ ὅποτε ἀποκαλυφθῇ, τότε γνώσεσθε ὅτι ὁ Θεός ἡμῶν πῦρ καταναλίσκον ἐστίν, οὐ τούς φίλους οὐδέ τούς αὐτόν ἀγαπήσαντας ἀλλά τούς μή ὡς φῶς ἐλθόντα δεξαμένους αὐτόν. Οἱ ἄρχοντες καί οἱ πλούσιοι, ἀρχόμενοι καί πτωχοί μᾶλλον γένεσθε, ἐπειδή δυσκόλως πλούσιος εἰς τήν βασιλείαν τῶν οὐρανῶν εἰσελεύσεται· εἰ δέ δυσκόλως ὁ πλούσιος, ὁ ἄρχων ἄρα πῶς; Οὐδαμῶς· φησί γάρ ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «Οἱ ἄρχοντες τῶν ἐθνῶν κατεξουσιάζουσιν αὐτῶν· οὐχ οὕτως δέ ἔσται ἐν ὑμῖν, ἀλλ’ ὁ θέλων εἶναι πρῶτος ἐν ὑμῶν, ἔστω πάντως ἔσχατος καί πάντων δοῦλος καί πάντων διάκονος».

Ἄρχοντα δέ ἡ Γραφή τίνα ἄρα καλεῖ; Τόν τήν ἑαυτοῦ φησι ζητοῦντα τιμήν, τον διά τῆς ἀρχῆς τό ἴδιον αὐτοῦ ἐκπληροῦντα θέλημα. Εἰ δέ ὁ Κύριος καί Θεός ἡμῶν ἐλθών ἐπί τῆς γῆς δι’ ἡμᾶς καί διδούς ἡμῖν τύπον καί ὑπογραμμόν σωτηρίας ἔλεγεν· «Ἐγώ ἦλθον οὐχ ἵνα ποιῶ τό θέλημα τό ἐμόν, ἀλλά τό θέλημα τοῦ πέμψαντός με πατρός», τίς ἄλλος τῶν εἰς αὐτόν πιστευόντων, μή ποιῶν τό ἐκείνου θέλημα ἀλλά τό ἴδιον ἐκπληρῶν, σωθῆναί ποτε δυνήσεται; Ὄντως οὐδείς οὐδαμῶς. Καί τί λέγω σωθῆναι αὐτόν, ὅπου γε οὐδέ πιστός εἶναι δύναται ἤ χριστιανός τέλειος ὁ τοιοῦτος; Καί τοῦτο δηλῶν ὁ Χριστός καί Θεός ἔλεγε· «Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι» εἰς ἐμέ δηλονότι «δόξαν παρά τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;» Πᾶς οὖν ὁ τήν τοῦ Θεοῦ δόξαν ζητῶν καί τό ἐκείνου θέλημα παντί τρόπῳ καί ἐν παντί πράγματι σπουδάζων ποιεῖν, οὐδέποτε ἄρχειν τινός ἤ ὅλως ὑπερέχειν μικροῦ ἤ μεγάλου καθ’ ἑαυτόν ἐννοήσειεν, ἀλλ’ ὅσῳ πλειόνων οἰκονομίαν καί φροντίδα ἐγχειρισθήσεται, τοσούτῳ μᾶλλον ἑαυτόν ἐσχατώτερον καί δοῦλον τῶν πολλῶν ἐκείνων λαῶν ἕξει, ἐν αἰσθήσει γενόμενον. Οἱ δέ μή τοιοῦτοι τῇ διαθέσει γενόμενοι, ἀλλ’ ὅλως αἴσθησιν τῆς ἀνθρωπίνης δόξης ἐσχηκότες καί ὄρεξιν πλούτου κτησάμενοι καί τρυφῆς, ὄντως ὀκνῶ εἰπεῖν ὅτι ἐθνικοί εἰσιν οἱ τοιοῦτοι, καί οὐ χριστιανοί ἀληθεῖς, κατά τήν θείαν φωνήν τοῦ Ἰησοῦ καί Θεοῦ· φησί γάρ· «Ταῦτα δέ τά ἔθνη τοῦ κόσμου ἐπιζητεῖ». Ὑμεῖς δέ, φησί, «ζητεῖτε πρῶτον τήν βασιλείαν τοῦ Θεοῦ καί τήν δικαιοσύνην αὐτοῦ, καί ταῦτα πάντα προστεθήσεται ὑμῖν».

Ἀλλά γάρ ἐπίστασθε ἄρα ποίαν λέγει ζητεῖν ἡμᾶς βασιλείαν; Τήν ἐν τῷ ὕψει τῶν οὐρανῶν, τήν μέλλουσαν μετά τήν ἀνάστασιν ἔσεσθαι ἤ, ὥς πού ποτε οὖσαν μακράν, ταύτην λέγει ζητεῖν ἡμᾶς; Οὐδαμῶς. Ὁποίαν δέ ἄρα ζητεῖν ἐγκελεύεται; Πρόσεχε ἀκριβῶς ὁποία τίς ἐστιν ἡ ζητεῖσθαι ὀφείλουσα παρ’ ἡμῶν βασιλεία. Ὁ Θεός, κτίστης ὤν καί δημιουργός τῶν ἁπάντων, ἀεί πάντων ἐπουρανίων βασιλεύει καί ἐπιγείων καί καταχθονίων· ἀλλά καί τῶν μήπω γεγονότων ὡς ἤδη γεγονότων ἐν αὐτῷ αὐτός βασιλεύει, ὅτι δι’ αὐτοῦ γενήσονται καί εἴ τι δ᾿ἄν μετά ταῦτα γενήσεσθαι μέλλει, βασιλεύει δέ οὐχ ἤκιστα καί ἐφ’ ἕνα ἕκαστον ἡμῶν ἐν δικαιοσύνῃ καί γνώσει καί ἀληθείᾳ. Ταύτην τοιγαροῦν λέγει ζητεῖν τήν βασιλείαν ὑμᾶς, ἵνα καθώς «ἐβασίλευσεν ὁ Θεός ἐπί τά ἔθνη», ὡς γέγραπται, βασιλεύσῃ καί ἐφ’ ἡμῖν, ἐπειδή ἐξ ἐθνῶν ἐσμεν. Βασιλεύσει δέ πῶς; Ὡς ἐπί ὀχήματός τινος ἐφ’ ἡμᾶς ἐποχούμενος καί ὡς ἡνίας τά θελήματα κρατῶν ἐν τῇ χειρί αὐτοῦ τῶν ἡμετέρων ψυχῶν, ὅς καί ἄξει ἐν οἷς ἄν βούληται ἡμᾶς εὐηνίους εὑρών καί εἰς τό ἐκείνου θέλημα οἷα δή ἵπποις χρήσεται ἡμῶν τοῖς θελήμασιν, ὑπείκουσι προθύμως ταῖς αὐτοῦ νομοθεσίαις καί ἐντολαῖς. Οὕτω δή βασιλεύει Θεός ἐν οἷς οὐδέποτε ἐβασίλευσε, καθαιρομένοις διά δακρύων καί μετανοίας καί τελειουμένοις διά σοφίας καί γνώσεως τῆς τοῦ Πνεύματος. Οὕτω καί Χερουβίμ οἱ ἄνθρωποι γίνονται, τόν ἐπί πάντων Θεόν ἐπί τοῦ νώτου τῶν ψυχῶν αὐτῶν ἐν τῷδε τῷ κόσμῳ ἐπιφερόμενοι. Τίς οὖν ἐπί τοσοῦτον ἄφρων καί ἀναίσθητος ὅς πρό τοῦ τήν δόξαν ταύτην καί ἰδεῖν καί παθεῖν ἀρχῆς ἤ δόξης ἤ πλούτου ἐπιθυμήσει; Μᾶλλον δέ τίς οὕτως ἀπονενοημένος καί ἄθλιος, ὅς μείζονα τῆς τοῦ Θεοῦ βασιλείας καί δόξης ἄλλην εἶναι δόξαν ἤ βασιλείαν ἤ πλοῦτον ἤ τιμήν ἤ ἀρχήν ἤ τρυφήν, ἤ τι τῶν λεγομένων ἄλλον καί νομιζομένων καλῶν ἐπί γῆς ἤ ἐν οὐρανῷ, ὑποπτεύσει, ἵνα καί ἐκεῖνα ἀντί ταύτης ἐκλέξηται; Ὄντως οὐκ ἔστι ταύτης ἕτερον οὐδέν ἐφετώτερον τοῖς γε νοῦν ἔχουσι.

Τοίνυν καί περιϊόντι τῷ Χριστῷ καί βασιλεῦσαι ζητοῦντι ἐπί πάντας ἡμᾶς, μηδείς ἀφρόνως αὐτόν ἀπώσηται· μηδείς ἀξιῶ, τοῦ μεγάλου τούτου καί ἀσπάστου δώρου ἀποστερήσειεν ἑαυτόν· μηδείς τῆς ἀληθινῆς δόξης ἔκπτωτον ἑαυτόν ἀπεργάσηται· μηδείς διά πρόσκαιρον πλοῦτον τόν πλουτοδότην Θεόν καί ποιητήν τοῦ παντός καταλείψῃ· μηδείς διά γονέων καί φίλων καί συγγενῶν προσπάθειαν τόν Δεσπότην τῶν ἀγγέλων ἀρνήσηται· μηδείς δι’ ἐπιθυμίαν σαρκός τοῦ γλυκασμοῦ τῆς ὄντως ζωῆς ἀποστερηθήσεται· μηδείς διά δόξαν εὐμάραντον τῆς αἰωνίου δόξης καί ἀτελευτήτου ἀλλότριος γένηται. Ἀλλά δεῦτε πάντες, εἰ οἷόν τε, συναχθέντες ἐπί τό αὐτό, τόν ὑπεράνω πάσης ὄντα ἀρχῆς καί ἐξουσίας καί παντός ὀνόματος ὀνομαζομένου ἐλθεῖν ἐφ’ ἡμᾶς καί ἐφ’ ἕνί ἑκάστῳ ἡμῶν βασιλεῦσαι ποθήσωμεν καί ζητήσωμεν, ὡς ἄν ἕκαστος ἡμῶν, ὅλον αὐτόν μεθ’ ἑαυτοῦ λαβών, ἀχώριστον ἕξει ἐν ἡμέρᾳ τε καί νυκτί, λάμποντα τῷ ἀπροσίτῳ φωτί ὅ κατεσθίειν μέλλει τότε τούς ὑπεναντίους, ὅτε διά τούς ἀπιστοῦντας ἐλεύσεται, τούς νυνί μή δεχομένους αὐτόν μηδέ θέλοντας αὐτόν βασιλεύειν ἐπ’ αὐτούς· ἐν οἰκίᾳ τε συνεισερχόμενον ὡσαύτως ἕξει αὐτόν καί ἐπί τῆς κλίνης συνανακείμενον καί τῷ ἀστέκτῳ φωτί περιπλεκόμενόν τε ὁμοῦ καί ἀρρήτως κατασπαζόμενον, νόσους παραμυθούμενον, λύπας καί θλίψεις διώκοντα, δαίμονας ἀπελεύνοντα, χαράν καί δάκρυα ὑπέρ μέλι καί κηρίον γλυκύτερα καθ’ ὥραν παρέχοντα, πάθη ψυχῆς καί σώματος ἐξιώμενον, θάνατον ἀφανίζοντα, ζωήν ἀνεκφράστως βλυστάνοντα καί μετά τήν ἐκδημίαν τήν ἐκ τοῦ σώματος εἰς οὐρανούς οὐρανῶν ἀναβιβάζοντα ἡμῶν ἕκαστον, καί ἐποχούμενον αὐτόν ἕκαστος ἐπί τῶν ἑαυτοῦ ὤμων ἐπιφερόμενος, ἀναλαμβανόμενον ὅθεν οὐκ ἐχωρίσθη.

Ταῦτα παθεῖν σε δεῖ καί μαθεῖν, ἀγαπητέ, ἐν αἰσθήσει πάσῃ ψυχῆς, ὡς ἄν ἕξεις Θεόν νῦν μέν συναναφέροντά σε δίχα τοῦ σώματος, ὕστερον δέ καί τό σῶμά σου τοῦτο ἀναστήσοντα καί πνευματικόν σοι παρέχοντα, ὅς καί βασιλεύων ἔσεται ἐπί σέ εἰς τούς ἀπεράντους αἰῶνας, ἀεί σε βαστάζων εἰς τόν ἀέρα καί ὑπό σοῦ ἀεί βασταζόμενος, ὁ ἐπί πάντων Θεός, ᾧ πρέπει πᾶσα εὐχαριστία, τιμή καί προσκύνησις σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Δ΄. Περί ἀπαθείας καί τῶν ἐν αὐτῇ κατά προκοπήν χαρισμάτων καί δωρεῶν· καί τίς ἡ τελείωσις τῆς κατά Χριστόν πνευματικῆς ἡλικίας.
Προηγούμενο: ζ΄. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησία καί νέος παράδεισος ἡ πρός αὐτόν πίστις. Καί πρός τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησίᾳ διά Χριστοῦ τελεσθέντων. Καί πρός τό τέλος ἐπανάληψις τοῦ ἀποστολικοῦ ῥητοῦ· «Οὕς προέγνω, τούτους καί προώρισε.....».
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος