Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ε΄ Περί τῶν οἰομένων ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς τό Πνεῦμα τό Ἅγιον, μή ἐπαισθανομένων δέ καθόλου τῆς ἐνεργείας αὐτοῦ· καί περί τῶν λεγόντων μή δύνασθαί τινα τῶν ἀνθρώπων κατά τήν παροῦσαν ζωήν ὁρᾶν τήν δόξαν αὐτοῦ, καί ἀπόδειξις διά χρήσεων περί τούτου. Καί ὅτι φθόνος οὐδείς ἐν τοῖς ἁγίοις, ὅταν διά πάσης σπουδῆς ἐναρέτου τούτοις συνεξισώμεθα. Καί ποίῳ τρόπῳ ὁρᾷ τις τόν Θεόν καί ὅτι ὁ εἰς τοιαῦτα μέτρα πεφθακώς, ὥστε ὁρᾷν κατά τό ἐφικτόν τόν Θεόν, ἔνθεν ἤδη μυεῖται καί τήν μέλλουσαν δοθῆναι ἐν τῷ μέλλοντι τοῖς ἁγίοις ἀπόλαυσιν. Καί ὅτι ὅσα ἄν ὁ τοιοῦτος λέγῃ ἤ ποιῇ ἤ γράφῃ, οὐκ αὐτός, ἀλλά τό Πνεῦμα τό Ἅγιον τό λαλοῦν ἐν αὐτῷ ταῦτα λέγει καί γράφει· καί ὁ τούς λόγους αὐτοῦ ἀθετῶν ἤ παραλογιζόμενος, εἰς τό Πνεῦμα τοῦ Θεοῦ, τό ἐνεργοῦν καί λαλοῦν ἐν αὐτῷ, ἁμαρτάνει καί βλασφημεῖ.
Προηγούμενο: ΛΟΓΟΣ Γ΄. Εἰς το ῥητόν τοῦ Ἀποστόλου ἐν ᾧ λέγει· «Καί εἶδον τόν τοιοῦτον εἰς τρίτον οὐρανόν ἁρπαγέντα καί ἀκούσαντα ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ ἀκοῦσαι». Τί οὖν εἰσιν ἅ ἀκήκοεν ὁ Παῦλος ἄρρητα ῥήματα; Τίνα δέ τά ἀγαθά «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»; Τίς δέ ἤ πῶς ἔσται καί ἔστιν εἰς ἡμᾶς ἡ τοῦ Θεοῦ βασιλεία καί τίς ἡ ἐν ἡμῖν ταύτης ἐνέργεια;
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ Δ΄. Περί ἀπαθείας καί τῶν ἐν αὐτῇ κατά προκοπήν χαρισμάτων καί δωρεῶν· καί τίς ἡ τελείωσις τῆς κατά Χριστόν πνευματικῆς ἡλικίας.

Ὥσπερ ὁ τῷ λαμπροτάτῳ ἡλίῳ ἐνατενίζειν βουλόμενος καθαρούς ὀφείλει τούς τοῦ σώματος ὀφθαλμούς ἔχειν, οὕτω καί ὁ περί ἀπαθείας λέγειν ἐπιχειρῶν τάς τῆς ψυχῆς κόρας, εἴτ’ οὖν αἰσθήσεις, ἀπηλλαγμένας ἔχειν πάσης ἐπιθυμίας πονηρᾶς καί ἐμπαθοῦς λογισμοῦ χρεωστεῖ, ἵνα μή, ὑπό τῶν τοιούτων τινός τόν νοῦν ὀχλούμενος, εἰς τό τῆς καθαρότητος αὐτῆς ὕψος καί εἰς τόν ταύτης βυθόν οὐκ ἐξισχύσει τρανῶν ἀποβλέψαι ἤ σαφῶς ἐξειπεῖν καί ἀξίως κατανοῆσαι τό πλῆθος καί μέγεθος τῶν ἐνεργειῶν καί χαρισμάτων αὐτῆς. Εἰ γάρ τεθολωμένῳ τῷ νῷ καί ἀκαθάρτῳ τῇ καρδίᾳ τῶν αὐτῆς ἄρξεται θεωρημάτων καί ὑποθέσεως, μή δυνάμενος διατρανῶσαι τάς ἐνεργείας αὐτῆς ἐλευθέρῳ τῷ λόγῳ, ἐκπεσεῖται καί ὧν ἴσως ἐκ μέρους ἔλαβεν ἐξ αὐτῆς ἀγαθῶν, οἷα δή ὡς ἐξουθενῶν καί ἀτιμάζων αὐτήν καί ὡς τήν δόξαν αὐτῆς ἀμαυρῶν· γέγραπται γάρ· «Παντί τῷ ἔχοντι δοθήσεται καί περισσευθήσεται, ἀπό δέ τοῦ μή ἔχοντος καί ὅ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ».

Ὅσοι τοιγαροῦν ἀπάθειαν ἔχουσι, δηλονότι φιλοῦσιν αὐτήν καί φιλοῦνται σφοδρῶς ὑπ’ αὐτῆς· καί τά περί τῆς ἀκορέστου διαλεγόμενοι, ἀπαθέστεροι ἔτι παρ’ αὐτῆς γίνονται, τῷ περί αὐτήν ἐκκαιόμενοι πόθῳ. Ὅσοι δέ προσδέδενται μικρᾷ ἔτι καί τῇ τυχούσῃ ἐπιθυμίᾳ τοῦ κόσμου καί τῶν πραγμάτων αὐτοῦ, ἤ πάθει τινί σωματικῷ τε καί ψυχικῷ, μακράν εἰσι καί ἀπέχουσι τοῦ λιμένος αὐτῆς· ὅθεν καί ἐάν περί ἀπαθείας λέγειν ἀπάρξωνται καί πρός τό ὕψος αὐτῆς τόν νοῦν ἆραι ἐπιχειρήσωσιν, ἑλκόμενοι οἷα δοῦλοι καί δελεαζόμενοι ὑπό τῆς ἐπιθυμίας τοῦ ἐν ᾧ προσδέδενται πάθους, καί ἧς πρώην ἐδόκουν ἔχειν εἰρήνης ἀποστεροῦνται τῶν λογισμῶν· καί εἰκότως· «Ὧ γάρ τις ἥττηται, φησί, τούτῳ δεδούλωται». Τοίνυν καί σκότους ἐκεῖθεν πληρούμενοι, τήν αἰτίαν οὐ σφίσιν αὐτοῖς τῶν γινομένων ἐπιγράφονται, ἀλλά τῇ παντοδυνάμῳ ἀπαθείᾳ ἀσθένειαν προσάπτειν κατατολμῶσι. Τοῦτο δέ συμβαίνει αὐτοῖς, ἐπειδή τῆς μέν νοερᾶς αἰσθήσεως καί θεωρίας καί τῆς παντουργοῦ ἐνεργείας αὐτῆς πεῖραν ὅλως οὐ κέκτηνται, στοχαστικῶς δέ καί ἐν ἐπινοίαις ποικίλαις καί πολυτρόποις τά κατ’ αὐτήν ἀναλογιζόμενοι, ἀλληνάλλως ταῦτα ὑπό τῆς ψευδωνύμου φυσιούμενοι γνώσεως φιλολογοῦσί τε καί περί ὧν οὐκ οἴδασι διαβεβαιοῦνται τούς πυθομένους. Διά τοι τοῦτο οὐδέ τήν ἐξ ἀπιστίας καί προλήψεως καί μακρᾶς συνηθείας καί ἀμελείας προσγενομένην αὐτοῖς καί προσοῦσαν ἀσθένειαν συνιδεῖν ἤ καθομολογῆσαί ποτε πείθονται, ἀλλά καί πάντας ἄλλους ἀνθρώπους ὁμοίους ἑαυτῶν εἶναι καί ὑπό τῶν τοιούτων διαμαρτύρονται καταδουλοῦσθαι παθῶν· οὐ γάρ συγχωροῦνται ὑπό τῆς οἰήσεως καί τοῦ φθόνου μείζονα ποτε ἑαυτῶν ἐπ’ ἀρετῇ καί σωφροσύνῃ προσμαρτυρῆσαί τινι.

Ἀλλά μή γένοιτο ἡμᾶς, τούς εὐτελεῖς καί τοῦ λέγειν ἀναξίους, περί τοιούτων οὕτω καθυποκρινομένους, καταψεύδεσθαι τῆς ἀληθείας καί διαβεβαιοῦσθαι περί ὧν οὐκ ἔγνωμεν πείρᾳ μᾶλλον ἤ λόγοις εἰς ἡμᾶς αὐτούς τήν ἐνέργειαν τῶν μελλόντων ῥηθήσεσθαι πρότερον· ἅ δέ καταλαβεῖν ἠξιώθημεν καί μαθεῖν παρά τῶν ἐλλαμφθέντων ὑπό τῆς μακαρίας ἀπαθείας τόν νοῦν καί ἅ παρ’ αὐτῆς, παραφρονοῦντες λαλοῦμεν, μυστικῶς ἀκηκόαμεν εἰς τό οὖς, ὡς ἀπερριμμένοι τινές καί τοῦ μηδενός ἄξιοι, κατά τήν ἄνωθεν κελεύουσαν χάριν ἐπί τῶν δωμάτων κηρύξομεν, ἵνα μή ὡς ὁ τό τάλαντον κατακρύψας δοῦλος κατακριθῶμεν. Καθάπερ οὖν ἠκούσατε λέγοντος τοῦ Δεσπότου· «Πολλοί μέν κλητοί, ὀλίγοι δέ ἐκλεκτοί» καί «Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναί πολλαί εἰσιν», οὕτως εἰδέναι βούλομαι πάντας ὑμᾶς, ὅτι πολλοί μέν ἅγιοι, ὀλίγοι δέ ἀπαθεῖς· καί πρός τούτοις πολλή πάλιν ἐν ἀμφοτέροις ὑπάρχει διαφορά. Καί πρόσεχε ἀκριβῶς τῇ τῶν λεγομένων δυνάμει καί ἀκριβείᾳ.

Ἄλλο ὑπάρχει ἀπάθεια ψυχῆς καί ἕτερον ἀπάθεια σώματος· ἡ μέν γάρ καί τό σῶμα καθαγιάζει, ἡ δέ αὐτή μόνη καθ’ ἑαυτήν οὐδέν τόν κεκτημένον ὀνίσησιν. Ἄλλο ἀκινησία τῶν τοῦ σώματος μελῶν καί τῶν παθῶν αὐτῶν τῆς ψυχῆς καί ἕτερον κτῆσις ἀρετῶν· ἡ μέν γάρ ἐκ φύσεως πρόσεστιν, ἡ δέ καί τάς φυσικάς ἁπάσας κινήσεις εἴωθε καταστέλλειν. Ἄλλο τό μή ἐπιθυμεῖν τινος τῶν τοῦ κόσμου τερπνῶν καί ἡδέων καί ἕτερον τό ἐφίεσθαι τῶν αἰωνίων καί οὐρανίων ἀγαθῶν, ἐπειδή τῶν μέν προτέρων ἄλλοι δι’ ἄλλο τι καί πλείονες αὐτῶν κατεφρόνησαν, τῶν δέ δευτέρων ὀλίγοι παντελῶς ἐφρόντισαν. Ἕτερον μέν οὖν μή ζητεῖν ἐξ ἀνθρώπων δόξαν καί ἕτερον τό τῆς δόξης ἐκκρέμασθαι τοῦ Θεοῦ καί ταύτην ἀενάως ἐπιζητεῖν· τήν μέν γάρ καί ὑπό παθῶν ἄλλων πλεῖστοι κυριευθέντες ἀπώσαντο, τήν δέ ὀλίγοι λίαν κόπῳ καί πόνῳ πολλῷ λαβεῖν ἠξιώθησαν. Ἄλλο τό εὐτελεῖ ἐσθῆτι ἀρκεῖσθαι καί στολῆς λαμπρᾶς μή ἐπιθυμεῖν καί ἕτερον τό ἐνδεδῦσθαι τό φῶς τοῦ Θεοῦ· τῆς μέν γάρ ὑπό ἑτέρων μυρίων ἐπιθυμιῶν καθελκόμενοί τινες κατεφρόνησαν, τό δέ μόνοι περιβέβληνται οἱ τοῦ φωτός υἱοί καί τῆς ἡμέρας καταξιωθέντες γενέσθαι.

Ἄλλο τό ταπεινολογεῖν καί ἕτερον ταπεινοφρονεῖν· καί ἄλλο ταπείνωσις καί ἕτερον τό τῆς ταπεινώσεως ἄνθος καί ἕτερον ὁ ταύτης καρπός καί τό τοῦ καρποῦ ταύτης κάλλος καί ἡ ἡδύτης αὐτοῦ καί ἕτερον αἱ ἐκ τούτου ἐνέργειαι. Τούτων δέ τά μέν ἐφ’ ἡμῖν, τά δέ οὐκ ἐφ’ ἡμῖν εἰσι· καί τά μέν ἐφ’ ἡμῖν τό πάντα νοεῖν, τό φρονεῖν, τό λογίζεσθαι, τό λέγειν καί πράττειν ὅσα πρός ταπείνωσιν ἡμᾶς φέρουσιν· ἡ δέ ἁγία ταπείνωσις καί τά λοιπά ταύτης ἰδιώματα καί χαρίσματα καί αἱ ταύτης ἐνέργειαι δῶρόν εἰσι Θεοῦ καί οὐ τῶν ἐφ’ ἡμῖν εἰσιν, ἵνα μηδέ ἐν τούτῳ τις καυχήσηται· ὧν καί οὐδείς ποτε τυχεῖν καταξιωθήσεται, εἰ μή καλῶς τά ὅσα ἐφ’ ἑαυτόν εἰσι σπέρματα καταβάληται.

Ἄλλο τό μή δάκνεσθαι μηδέ ὀργίζεσθαι ἐν ἀτιμίαις καί ὕβρεσι καί ἐν πειρασμοῖς καί θλίψεσι, καί ἕτερον τό εὐδοκεῖν ἐν αὐτοῖς. Ἄλλο τό εὔχεσθαι ὑπέρ τῶν τά τοιαῦτα ποιούντων εἰς ἡμᾶς καί ἄλλο τό ἀφιέναι αὐτοῖς καί ἕτερον τό ἀγαπᾶν αὐτούς ὡς εὐεργέτας ἀπό ψυχῆς καί ἕτερον τό νοερῶς ἀνατυποῦν τά πρόσωπα ἑνός ἑκάστου αὐτῶν καί ὡς γνησίους φίλους ἀπαθῶς αὐτούς κατασπάζεσθαι ἐν δάκρυσιν ἀγάπης εἰλικρινοῦς, ἴχνους ὅλως ἀηδίας τινός δηλόνοτι μή ἐμφωλεύοντος αὐτοῦ ἐν τῇ ψυχῇ. Μεῖζον δέ τούτων ὧν εἴπομεν, ὅταν καί ἐν αὐτῷ τῷ τῶν πειρασμῶν καιρῷ τήν ἴσην κέκτηταί τις καί ὁμοίαν ἀναλλοιώτως διάθεσιν καί πρός αὐτούς τούς κατά πρόσωπον λοιδοροῦντας αὐτόν καί ἐνδιαβάλλοντας καί πρός πάντας ἄλλους τούς ἤ κατακρίνοντας αὐτόν ἤ ὑβρίζοντας ἤ καταδικάζοντας ἤ ἐμπτύοντας εἰς τό πρόσωπον, ἀλλά μήν καί πρός αὐτούς τούς ἐν προσχήματι μέν φιλίας ἔξωθεν διακειμένους, λαθραίως δέ τά αὐτά τοῖς εἰρημένοις διαπραττομένους μέν κατ’ αὐτοῦ, μή λανθάνοντας δέ. Τούτων δέ πάλιν ὑπέρτερον ἀσυγκρίτως εἶναι ὑπείληφα τό ἐν λήθῃ παντελεῖ τῶν ὧνπερ ἄν πάθοι τις γίνεσθαι καί μήτε ἀπόντων μήτε παρόντων τῶν λυπησάντων ἤ ἄλλως ἐμπαροινησάντων μεμνῆσθαί ποτε, ἐπίσης δέ μᾶλλον τοῖς φίλοις καί τούτοις προσφέρεσθαι δίχα τινός ἄλλου διαλογισμοῦ ἔν τε ὁμιλίαις, ἔν τε συνεστιάσεσι. Ταῦτα μέν οὖν ἅπαντα ἔργα καί πράξεις τῶν ἐν φωτί περιπατούντων ἀνδρῶν εἰσι· ὅσοι δέ ἔξω τούτων καί τῶν τοιούτων ἑαυτούς εἶναι καταμανθάνουσι, μή πλανάσθωσαν μηδέ ἐξαπατάτωσαν ἑαυτούς, ἀλλά βεβαίως εἰδέτωσαν ὅτι ἐν σκότει πορεύονται.

Καί πρός τούτοις ἄλλο τό φοβεῖσθαι τόν Θεόν καί ἕτερον τό ποιεῖν τάς αὐτοῦ ἐντολάς, καθώς γέγραπται· «Φοβήθητε τόν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ», καί πάλιν· «Ἔκκλινον ἀπό κακοῦ καί ποίησον ἀγαθόν». Ἄλλο ἀργία καί ἕτερον ἡσυχία καί ἄλλο σιωπή· ἔτι δέ ἄλλο ἀναχώρησις καί ἡ ἐκ τόπων εἰς τόπους μετάβασις, καί ἕτερον ἡ ξενιτεία. Ἄλλο ἀναμαρτησία καί ἕτερον ἡ τῶν ἐντολῶν ἐργασία. Καί ἐπί πᾶσι τούτοις ἕτερον τό ἀνθίστασθαι καί πολεμεῖν τοῖς ἐχθροῖς καί ἄλλο τό τελείως ἡττῆσαι καί ὑποτάξαι καί θανατῶσαι αὐτούς· τό μέν πρότερον ἀγωνιστῶν ἐστι καί ἁγίων, ἐάν ἐν τούτῳ φθάσωσι τελειωθῆναι, τό δέ δεύτερον, ἀπαθῶν καί τελείων, διά κόπων δηλονότι πολλῶν καί ἱδρώτων τούς ἑαυτῶν τροπωσαμένων ἐχθρούς καί τελείαν τήν κατ’ αὐτῶν ἀραμένων νίκην καί τήν ζωηφόρον τοῦ Κυρίου νέκρωσιν στολισαμένων λαμπρῶς.

Τοιγαροῦν καί πολλοί μέν πρός ταῦτα ἑαυτούς ἄλλος δι’ ἄλλο τι ἐπιδεδώκασιν, ὀλίγοι δέ λίαν οἱ μετά φόβου ἐμφύτου καί ἀγάπης τῆς πρός Θεόν μετά πίστεως ἀδιστάκτου τούτοις ἐπιχειροῦντες, οἵ καί μόνοι, ὑπό τῆς χάριτος βοηθούμενοι, συντόμως κατορθοῦσι τήν τῆς ἀρετῆς ἐργασίαν καί πρός τά προειρημένα πάντα προκόπτοντες καθ’ ὥραν προσεπεκτείνονται. Οἱ δ’ ἄλλοι «ἀφίενται ὡς ἐν ἀβάτῳ» κατά τό εἰρημένον «περιπλανᾶσθαι καί οὐχ ὁδῷ», περί ὧν γέγραπται· «Ἐξαπέστειλα αὐτούς κατά τά ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν». «Καθό γάρ οὐκ ἐδοκίμασαν τόν Θεόν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτούς ὁ Θεός εἰς ἀδόκιμον νοῦν ποιεῖν τά μή καθήκοντα». Οἱ οὖν καλόν τόν θεμέλιον τῆς πίστεως καί ἐλπίδος ἐν φόβῳ καί τρόμῳ ἐπί πέτραν ὑπακοῆς πνευματικῶν πατέρων καταβαλόντες καί ὡς ἐκ Θεοῦ στόματος τά παρ’ ἐκείνων ἐντελλόμενα τῷ θεμελίῳ τούτῳ τῆς ὑποταγῆς ἀδιστάκτως ἐποικοδομοῦντες εὐθύς κατορθοῦσι τό ἀπαρνήσασθαι ἑαυτούς. Τό γάρ μή τό ἑαυτοῦ ἀλλά τό τοῦ πνευματικοῦ πατρός αὐτοῦ θέλημα ἐκπληροῦν ἕνεκεν ἐντολῆς Θεοῦ καί γυμνασίας πρός ἀρετήν, οὐ μόνον ἀπάρνησιν ἑαυτοῦ, ἀλλά καί νέκρωσιν τήν πρός τόν κόσμον ἅπαντα ἐμποιεῖ.

Ἔπειτα ὡς ἐν ἐρήμῳ, μᾶλλον δέ ἔξω τοῦ κόσμου, ἐν αἰσθήσει τελείᾳ γενόμενος ὁ τοιοῦτος, ἀρρήτῳ φόβῳ καί τρόμῳ κατασχεθείς, βοᾷ πρός τόν Θεόν ἐξ ὅλης ψυχῆς, ὡς ὁ ἐκ Ἰωνᾶς ἐκ τοῦ κήτους, ὡς ὁ Δανιήλ ἐκ τοῦ λάκκου τῶν λεόντων, ὡς οἱ τρεῖς παῖδες ἐκ τῆς καμίνου τοῦ πυρός, ὡς ὁ Μανασσῆς ἐκ τοῦ χαλκουργήματος. Οὗ καί εἰσακούων ὁ πανάγαθος Δεσπότης εὐθύς, ὁ δούς τήν ψυχήν αὐτοῦ ὑπέρ ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν κατωδύνων στεναγμῶν τῆς φωνῆς τῆς δεήσεως αὐτοῦ, ῥύεται αὐτόν, ὡς ἐκ κήτους μέν, ἐκ τοῦ βυθοῦ τῆς ἀγνοίας καί τοῦ σκοτασμοῦ τῆς φιλίας τοῦ κόσμου πρός τό μηκέτι αὐτόν πρός τά τοιαῦτα κἄν τῷ λογισμῷ ἐπιστρέψαι· ὡς ἐκ λάκκου δέ τῶν λεόντων, τῶν πονηρῶν ἐπιθυμιῶν τῶν ἁρπαζόντων καί κατεσθιόντων τάς τῶν ἀνθρώπων ψυχάς· ὡς ἐκ καμίνου δέ πυρός, ἐκ τῶν κατεχόντων πάντας ἀνθρώπους προλήψεων ἐμπαθῶν, τῶν ὡς πῦρ κατακαιόντων καί καταλυμαινομένων καί πρός ἀτόπους πράξεις βίᾳ ἑλκόντων ἡμᾶς καί τήν φλόγα τῶν παθῶν ἐν ἡμῖν ἀναπτόντων, καταδροσίζων ἐν Ἁγίῳ Πνεύματι καί ἀκατάφλεκτον ἀποτελῶν αὐτόν· ὡς ἐκ τοῦ χαλκουργήματος δέ, ἐκ τῆς γεώδους καί βαρείας καί ἐμπαθοῦς ἡμῶν ταύτης σαρκός, ἐν ᾗ οἰκοῦσα ἡμῶν ἡ ψυχή καί δεινῶς κατεχομένη καί πεδουμένη καί βαρουμένη, πρός πᾶσαν ἀρετήν καί ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ ἀκίνητος ὑπάρχει παντάπασι καί ἀπρόθυμος. Ἐξ ἧς ἐλευθερουμένη μέν, οὐ χωριζομένη δέ, βοᾷ σύν τῷ προφήτῃ Δαυίδ καί αὐτή λέγουσα· «Διέρρηξας τόν σάκκον μου καί περιέζωσάς με εὐφροσύνην, ὅπως ἄν ψάλλῃ σοι ἡ δόξα μου». Οὐ μόνον δέ, ἀλλά καί εὐχαριστεῖ μετά Παύλου λέγουσα· «Εὐχαριστῶ τῷ Θεῷ διά Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅτι ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπό τοῦ νόμου τῆς ἁμαρτίας καί τοῦ θανάτου».

Τούτων οὖν οὕτω Χριστοῦ χάριτι γενομένων, καί τῆς ἀγνοίας καί τοῦ σκοτασμοῦ τῆς φιλίας τοῦ κόσμου ῥυσθείς, ἵνα τά αὐτά πάλιν εἴπω, τῶν πονηρῶν τε καί αἰσχρῶν ἀπαλλαγείς ἐπιθυμιῶν καί ἀπό τοῦ θανάτου τοῦ σώματος, ὑπό τόν νόμον τῆς ἁμαρτίας καταδουλοῦντος ἡμᾶς, ἐλευθερωθείς, τί ἔκτοτε ὁ τοιοῦτος μέλλει ποιεῖν; Ἆρά γε τῇ ἐλευθερίᾳ ταύτῃ εἰς ἄνεσιν καί ἀμεριμνίαν χρήσεται; Ἄπαγε· δούλων ὄντως αἱ ὑπολήψεις αὗταί εἰσι καί οὐκ ἐλευθέρων· ὁ γάρ τῆς ἐλευθερίας ταύτης καταξιωθείς οἶδεν ὅτι ἠλευθερώθη ἀπό τοῦ νόμου τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν αὐτόν τῇ ἁμαρτίᾳ, ἀλλά δουλεύειν τῇ δικαιοσύνῃ, ὅς ἐστι Χριστός ὁ Θεός, ὁ δικαιοσύνης ἥλιος καί ὤν καί καλούμενος. Καί ἵνα ἐκ παραδείγματος δείξω ὑμῖν οἵαν μᾶλλον ἔκτοτε ἐπιδείκνυται πρός τόν Θεόν εὔνοιαν ὁ τοιοῦτος, ἐκ τῶν ἀνθρωπίνων καί εἰς ἡμᾶς ἀεί γινομένων παραστήσω αὐτήν.

Καθάπερ γάρ βασιλεύς τις, εὔσπλαχνος ὤν καί φιλάνθρωπος, δοῦλον ἑαυτοῦ ὑπό τυράννου τινός ἑκουσίως αἰχμαλωτισθέντα καί εἰς δουλείαν ὑπαχθέντα τῷ πηλῷ καί τῇ πλινθείᾳ καί τῷ βορβόρῳ θεασάμενος αὐτόν ἀνηλεῶς κακοπαθοῦντα καί ταῖς τοῦ πονηροῦ τυράννου ἐκείνου ἀκαθάρτοις ἐπιθυμίαις ὑπηρετούμενον, αὐτός ἐκεῖνος ἀφικνούμενος ἀφαρπάζει καί ἐλεύθερον τῆς αἰσχρᾶς ἐκείνης καί μοχθηρᾶς ἀποδείκνυσι λειτουργίας, καί τοῦτον ἀναγαγών ἐν τοῖς βασιλείοις ἀποκαθίστησι, μηδαμῶς ἐν μηδενί προσονειδίσας αὐτόν· ὁ δέ δοῦλος ἐκεῖνος, ὁ τοσούτων καί τηλικούτων ἀπαλλαγείς ἀνιαρῶν, τῇ πρός τόν ἑαυτοῦ δεσπότην εὐνοίᾳ τῶν μή αἰχμαλωτισθέντων συνδούλων αὐτοῦ σπουδαιότερος ἐν ταῖς ἐντολαῖς τοῦ δεσπότου αὐτοῦ φανῆναι φιλοτιμεῖται, ὡς ἄν μείζονα καί τήν πρός αὐτόν ἀγάπην καί θερμοτέραν ἐπιδείξηται, διηνεκῶς μεμνημένος ὅσων ὑπ’ αὐτοῦ ἐρρύσθη κακῶν· οὕτω μοι καί περί τοῦ ἀπολαύσαντος τῆς ἐπικουρίας Θεοῦ, καθάπερ εἴρηται, ὑπονόει. Καί καθάπερ ὁ βασιλεύς ἐκεῖνος εὐπροθύμως ὁρῶν καί μετά ταπεινώσεως πάσης τά θελήματα αὐτοῦ ἐκπληροῦντα τόν δοῦλον ἐκεῖνον, εἰ καί μηδέν δεῖται τῆς ὑπηρεσίας αὐτοῦ, πλήθη ἀναρίθμητα οἰκετῶν ἔχων, ἀλλ’ ὅμως διά τήν εὐγνωμοσύνην αὐτοῦ ἀμέτρητον ἐπιδείξεται εἰς αὐτόν τήν ἀγάπην, οὕτω καί ἐν τοῖς εἰρημένοις ὑπολάμβανε. Οὔτε γάρ ὁ τῆς ἐλευθερίας τοῦ Πνεύματος ἀπό Θεοῦ ἀπολαύσας ἐνδώσει ποτέ τοῦ μή ἔτι καί ἔτι ποιεῖν τό θέλημα τοῦ Θεοῦ καί μετά θερμοτέρας τῆς προθυμίας, οὔτε ὁ αἰώνιος βασιλεύς καί Θεός ὑστερήσει αὐτόν τά ἀγαθά τῆς αἰωνίου ζωῆς τοῦ μή ἐπιδαψιλεύσασθαι ταῦτα ἐπ’ αὐτῷ, καί τοσοῦτον ὅσῳ καί τήν πρός αὐτόν θεραπείαν ἐπιτείνοντα καθ’ ἑκάστην βλέπει αὐτόν. Τῶν εὐεργεσιῶν δέ καί τῶν δωρεῶν τοῦ Θεοῦ, ὧν ποιεῖ εἰς τούς δούλους αὐτοῦ, οὐκ ἔστι μέτρον ἤ κατάληψις αὐτῶν παρ’ ἡμῶν· καί τά μέν δίδωσιν αὐτοῖς, τά δέ δώσει.

Ἀλλά γάρ ἐξ ὧν δίδωσιν ἐνταῦθα τοῖς ἀγαπῶσιν αὐτόν ὁ φιλοικτίρμων Θεός, ὀλίγα τινά χρή πρός τήν ἡμετέραν ἀγάπην εἰπεῖν, τά μέν ἐκ τῶν θείων Γραφῶν, τά δέ ἐξ αὐτῆς τῆς πείρας καταλαβόντα. Ἐπειδήπερ διά τρία ταῦτα πᾶσαν σπουδήν καί μέριμναν οἱ ἄνθρωποι ἐπιδείκνυνται, φημί δή διά πλοῦτον, διά τιμήν, διά δόξαν καί τήν ἐξ αὐτῶν ἐγγινομένην ἡμῖν ἐλευθερίαν τε καί χαράν καί ἀπόλαυσιν, ἐν πρώτοις ὁ Δεσπότης ἡμῶν καί Θεός ταῦτα τοῖς πάντα ῥίψασι καί τόν σταυρόν ἄρασι καί κατά πόδας αὐτοῦ ἀνεπιστρόφως βαδίζουσι πλουσίως χαρίζεται· ἀντί φθαρτοῦ γάρ πλούτου αὐτός αὐτοῖς ὅλον ἑαυτόν δίδωσιν. Οἶδας τήν τοῦ ῥήματος δύναμιν; Ἤκουσας θαῦμα φρικτόν; Καθάπερ γάρ οἱ ἐν τῷ κόσμῳ πλούσιοι τόν πλοῦτον αὐτῶν ἐν οἵαις ἄν βούλωνται χρείαις καί ἐπιθυμίαις καί ἀπολαύσεσιν ἀναλίσκουσιν, οὕτω καί ὁ καλός ἡμῶν Δεσπότης ἑαυτόν δωρεῖται τοῖς γνησίοις δούλοις αὐτοῦ καί πᾶσαν αὐτῶν ἔφεσιν καί ἐπιθυμίαν, ὡς βούλονται καί ὑπέρ ὅ βούλονται, πληροῖ· καί ἐμπιπλᾶ αὐτούς ἀφθόνως παντός ἀγαθοῦ καί δαψιλῶς καί ἀδιαλείπτως ἐπιχορηγεῖ αὐτοῖς τήν ἄφθαρτον τρυφήν καί ἀέναον.

Καί πρῶτα μέν πληροῦνται ἀρρήτου χαρᾶς, ὅτι οὐχί τόν κόσμον οὐδέ τά ἐν τῷ κόσμῳ, ἀλλά τόν Ποιητήν τῶν ἁπάντων καί Κύριον καί Δεσπότην ἐκτήσαντο ἐν ἑαυτοῖς. Ἔπειτα ἐπενδύονται τό φῶς, αὐτόν τόν Χριστόν καί Θεόν, ὅλον ὅλῳ τῷ σώματι· καί ὁρῶσι κεκοσμημένους ἑαυτούς ἀρρήτῳ δόξῃ καί ἀστραπτούσῃ θείᾳ στολῇ καί τάς ὄψεις καλύπτουσιν ἑαυτῶν, μή φέροντες ὁρᾶν τήν ἀκατανόητον καί ἄστεκτον τῆς στολῆς αὐτῶν λαμπηδόνα, ὡς ἐπιζητεῖν αὐτούς τόπον ἀποκρυβῆς, ὅπως ἐκεῖσε γένωνται καί τό πολύ βάρος τῆς δόξης ἀποθῶνται. Εἶθ’ οὕτως ὁ αὐτός Δεσπότης καί τροφή καί πόσις γίνεται αὐτοῖς ἀέναος καί ἀθάνατος· τοῖς μέν ὡς φωτοειδής μαζός τῷ τοῦ νοός αὐτῶν στόματι ἐμβαλλόμενος καθορᾶται καί θηλάζειν αὐτοῖς παρέχει, ὅσοι νήπιοι ἔτι κατά Χριστόν πέλουσι καί οὔπω στερεᾶς τροφῆς μεταλαβεῖν εἰσιν ἱκανοί, οἷς καί γίνεται ἅμα τροφή τε καί πόσις, τοσαύτην ἐμποιῶν αὐτοῖς τήν ἡδύτητα, ὡς μή βούλεσθαι, μᾶλλον δέ μηδέ δύνασθαι, ὅλως ἀποσπασθῆναι αὐτοῦ· τοῖς δέ γε ἀπογαλακτισθεῖσι καθάπερ πατήρ φιλότεκνος προσφέρεται παιδαγωγῶν καί παιδεύων αὐτούς.

Ὥσπερ γάρ ὁ φιλόστοργος πατήρ συνεστίους μέν ποιεῖται τούς ἑαυτοῦ υἱούς, ἐπάν δέ περί τά μαθήματα αὐτῶν ἀμελῶς ἴδῃ διατεθέντας αὐτούς καί μετεωριζομένους ἔν τισιν ἀνωφελέσι πράγμασιν, ἐξωθεῖ τῆς ἑαυτοῦ τραπέζης καί τοῖς αὐτοῦ δούλοις παρακελεύεται μή δοῦναι αὐτοῖς τροφήν, παιδεύων αὐτούς μή καταφρονητάς εἶναι καί ἀμελεῖς, οὕτω καί ὁ καλός Δεσπότης ἡμῶν καί Θεός ἐν τοῖς δούλοις αὐτοῦ καί κατά φιλανθρωπίαν καί χάριν υἱοῖς διατίθεται· ἐπιδίδωσι γάρ ἑαυτόν αὐτοῖς, «ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων καί ζωήν διδούς τῷ κόσμῳ»· καί ἐκ αὐτοῦ καί σύν αὐτῷ εἰς κόρον τρέφονται ἀενάως καί πρός ζωήν ἀΐδιον μεθαρμόζονται τῇ μεθέξει, καί ψυχήν καί σῶμα καθαγιαζόμενοι. Ὅτε δέ τῶν ἐντολῶν ἀμελήσουσι καί ῥᾳθύμως ἤ καταφρονητικῶς διατεθῆναι τῷ αὐτεξουσίῳ θελήσουσι καί πρός τι τῶν τοῦ κόσμου πραγμάτων ἀσχοληθῶσιν, ἀποκλίναντες εἰς ἀνωφελῆ καί τά μή προσήκοντα τῇ θεοσεβείᾳ, τότε ἀποστερεῖ αὐτούς ἑαυτόν ὁ τροφεύς τοῦ παντός. Ἀλλά γάρ εἰς συναίσθησιν ἐλθόντες τοῦ ἀγαθοῦ οὗ ἐστερήθησαν, ἐπιστρέψαντες αὖθις καί συνήθως τοῦτον ζητήσαντες καί μή εὑρόντες, κόπτονται, κλαίουσι καί ἑαυτούς ἀποδύρονται, πᾶσάν τε κακοπάθειαν ἑαυτοῖς ἐπιφέρουσι καί πᾶσαν θλῖψιν καί πάντα πειρασμόν καί ἀτιμίαν ἐπιποθοῦσιν, ὅπως ἴδοι ὁ φιλάνθρωπος τούτων πατήρ τάς θλίψεις αὐτῶν καί τήν ἐθελούσιον κάκωσιν καί ἐλεήσας αὐτούς ἐπιστρέψῃ καί αὖθις αὐτοῖς ἑαυτόν ἐπιδῷ· ὅ καί γίνεται. Καί εἰς τήν προτέραν οἰκειότητα καί δόξαν καί εἰς αὐτήν τῶν ἀγαθῶν τήν τρυφήν «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» μετά πλείονος τῆς παρρησίας ἀποκαθίστανται, εὐλαβούμενοι πλέον ἤ πρότερον τόν ἑαυτῶν πατέρα καί τρέμοντες ὡς δεσπότην, ὅπως μή τοῖς αὐτοῖς ἐξ ἀπροσεξίας καί αὖθις περιπαρῶσι κακοῖς καί τοῦ παναγάθου ἀπορριφῶσι πατρός.

Καί ταῦτα μέν οἱ ἐμπόνως μετανοοῦντες ποιοῦσιν ἅμα καί πράττουσι τῶν εἰρημένων ἐπιτυγχάνουσιν ἀγαθῶν. Ὅσοι δέ πρός τούς πόνους καί πρός τάς θλίψεις καί στενοχωρίας τῆς μετανοίας ἀπαγορεύσουσι, πρός ῥᾳθυμίαν δέ καί ἀνέσεις ἑαυτούς ἐπιδώσουσιν, ὡς ἀνάξιοι καί νόθοι υἱοί, μᾶλλον δέ εἰπεῖν ὡς καταφρονηταί, καί τάς τοῦ σώματος ἡδονάς ὑπέρ τά αἰώνια ἀγαθά καί ὑπέρ αὐτόν τόν Θεόν αὐτῶν προτιμήσαντες, οὐκέτι τῆς τρυφῆς ταύτης οὔτε μήν τοῦ ἐνδύματος τῆς τοῦ Θεοῦ δόξης καταξιοῦνται, ἀλλά καί τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ ἑαυτούς ἐνδίκως ἀποστεροῦσι καί κυσίν ὁμοιοῦνται ἀδεσπότοις. Καθάπερ γάρ οἱ ἀδέσποτοι κύνες ἐν ταῖς πλατείαις καί ῥύμαις τῆς πόλεως περιΐασιν, ἵν’ ὀστοῦν που ἤ δέρματος παλαιοῦ μέρος ἀπορριφέν λάβωσιν, ἤ καί κόπρον ἤ αἷμα λείξουσι σφαγέντων κτηνῶν, εἰ δέ καί θνησιμαῖον αὐτοῖς εὑρεθῇ, ἀκορέστως ἐσθίουσι και οὐ χωρίζονται τοῦ πτώματος πρότερον, ἀλλά καί τούς ἄλλους κύνας μαχόμενοι ἐκδιώκουσιν, ἕως ἄν οὐ τῶν ἐγκάτων μόνον ἀλλά καί αὐτά τά ὀστᾶ γυμνά τῶν νεύρων ἀποδείξωσιν, οὕτω καί οὗτοι ἐν ταῖς τῶν πλουσίων καί πενήτων θύραις ἀγυρτικῶς περιτρέχουσιν, ἵνα χρυσόν που ἤ ἄργυρον ἤ χαλκόν διδόμενον ἐγκολπώσωνται, ἐπεί τοῦ ἀληθινοῦ καί ἀρρεύστου πλούτου ἐξέπεσον· καί ὅταν τύχωσι τοῦ σκοποῦ, τότε πρός ὀλίγον, ὡς κεκορεσμένοι καί μηδενός χρῄζοντες, οὕτω διάκεινται· ἐπάν δέ ὁ λιμός τῆς ἀπληστίας ἐξ ἀνελπιστίας αὐτούς καταλάβῃ, τῇ προτέρᾳ καί αὖθις ἀγυρτίᾳ ἑαυτούς ἐκδιδόασιν, ἐλεεινοί τῶν παρόντων, κἄν τοῦ κόσμου τόν πλοῦτον ἅπαντα κτήσωνται, ἐλεεινότεροι τῶν μελλόντων, ὅτι τήν αἰώνιοιν ζωήν ἐκουσίως ἀπώσαντο.

Ἐφανέρωσε γάρ αὐτοῖς ὁ Θεός τόν τῆς χάριτος αὐτοῦ πλοῦτον, εἰς τό εἶναι αὐτούς ἀναπολογήτους· καί τῆς ἐπουρανίου δωρεᾶς γεύσασθαι αὐτούς κατηξίωσε καί Πνεύματος Ἁγίου μετόχους πεποίηκε, καθά καί ὁ θεῖος Παῦλος ἀνέκραγεν· «Οἱ δέ οὐχ ὡς Θεόν ἐδόξασαν», ἤ ἠγάπησαν, ἤ τό ἄπειρον τῆς αὐτοῦ ᾐδέσθησαν ἀγαθότητος, «ἤ αὐτῷ εὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καί ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες γάρ εἶναι σοφοί, ἐμωράνθησαν». Οὐχ οὕτως δέ πάντες οἱ φοβούμενοι τόν Κύριον· ἀλλ’ ὅσοι τάς τοῦ ἰδίου πατρός καί δεσπότου παιδείας ὡς εὐγνώμονες δοῦλοι καί ὡς υἱοί γνήσιοι μετά χαρᾶς ὑπενέγκωσι, λέγοντες· «Παιδείαν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ», καί ἄλλως· «Οὐκ ἄξια τά παρόντα παθήματα πρός τήν ἀποκαλυπτομένην ἡμῖν δόξαν εἰσί», καί οὕτως ἐμμείνωσι τῆ καθημερινῇ, ὡς ἔφημεν, παιδείᾳ καί διηνεκεῖ μετανοίᾳ, μή ἀποσκιρτῶντες ἤ πρός ταύτην ἀχθόμενοι, τῷ προειρημένῳ τρόπῳ παιδαγωγούμενοι, ἐν τῷ οἴκῳ τῷ πατρικῷ ἐστολισμένοι λαμπρῶς ἀεί διαμένουσι, συνέστιοι τῷ ἑαυτῶν πατρί γινόμενοι καί τήν δόξαν καθορῶντες αὐτοῦ καί τόν πλοῦτον ὅν κληρονομεῖν μέλλουσιν. Ὅταν δέ καλῶς ἀνατραφῶσι καί παιδευθέντες εἰς μέτρον ἡλικίας τελείου ἀνδρός καταντήσωσι, τηνικαῦτα καί ὁ πανάγαθος πατήρ πάντα τά ὑπάρχοντα αὐτῷ δίδωσιν εἰς τάς χεῖρας αὐτῶν.

Ἀλλά γάρ εἴπωμεν πρότερον τί τό μέτρον τῆς πνευματικῆς ἡλικίας καί τό ὕψος τοῦ πληρώματος τοῦ Χριστοῦ καί οὕτως περί τῶν ὑπαρχόντων τῷ Πατρί καί ὅπως δίδωσι ταῦτα εἰς τάς χεῖρας τῶν πιστευόντων αὐτῷ διέλθωμεν. Πρόσεχε οὖν τῇ δυνάμει τῶν ῥηθησομένων σοι συνετῶς.

Μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ταῦτά εἰσι πνευματικῶς θεωρούμενα· καί ἵνα κάτωθεν τήν ἀρχήν ταύτης ποιήσωμαι, πόδες αὐτῆς ἡ πίστις καί ἡ ἁγία ταπείνωσίς ἐστι, βάσις στερρά καί ἀκράδαντος. Σκέλη καί ἀστράγαλοι, κνῆμαι καί γόνατα καί μηροί, ἡ ἀκτημοσύνη, ἡ γυμνότης, ἡ ξενιτεία, ἡ διά Χριστόν ὑποταγή μετά γνώσεως, ἡ ὑπακοή καί ἡ εὐπρόθυμος δουλεία. Μέλη καί μόρια ἅ ἐγκαλύπτεσθαι χρεών, ἡ ἀδιάλειπτος εὐχή κατά νοῦν, ἡ ἐκ τῆς χύσεως τῶν δακρύων ἐγγινομένη ἡδύτης, ἡ χαρά τῆς καρδίας καί ἡ ἄφατος ταύτης παράκλησις. Νεφροί καί ὀσφύς, ἡ πρός τάς εὐχάς καί τάς συνάξεις στάσις καί καρτερία καί ἡ ἐκεῖθεν ἐγγινομένη πύρωσις τοῦ ἐπιθυμητικοῦ πρός θεωρίαν καί συνουσίαν Θεοῦ, καθώς ὁ θεῖος Δυίδ ἀναγράφεται οὕτω λέγων· «Πύρωσον τούς νεφρούς μου καί τήν καρδίαν μου». Καί ὁ Παῦλός φησι· «Στῆτε οὖν περιζωσάμενοι τάς ὀσφῦς ὑμῶν ἐν ἀληθείᾳ». Καί τῶν ἀποστόλων ὁ κορυφαιότατος Πέτρος «Διό, φησίν, ἀναζωσάμενοι τάς ὀσφῦς τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπί τήν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς». Χάριν, τήν τοῦ παναγίου Πνεύματός φησι δωρεάν, ἥτις συμμετόχους ἡμᾶς καί συγκοινωνούς Θεοῦ ἀπεργάζεται.

Κοιλία καί στόμαχος καί ἡ τῶν ἐνδοσθίων κατασκευή τό χωρητικόν ὑπάρχει καί νοερόν τῆς ψυχῆς ἐργαστήριον, ἐν ᾧ τό λογιστικόν ὡς καρδίαν μέσον νοήσεις, καί ἐν τῷ λογιστικῷ, τό ἐπιθυμητικόν τε καί θυμικόν· ἅ καί δίκην πλευρῶν, ψυῶν τε καί νεύρων καί πιμελῆς, ἡ πρᾳότης, ἡ ἁπλότης, ἡ ἀνεξικακία, ἡ συμπάθεια καί ἡ εὐλάβεια συνέχουσι καί συνδοῦσι, περιέπουσί τε καί συγκαλύπτουσι καί πρός τά ὁρώμενα οὐκ ἐῶσιν ἀποβλέπειν ἤ τινος ἐπιθυμεῖν τῶν ἐν αὐτοῖς, ἀλλ’ οὐδέ μνησικακεῖν συγχωροῦσιν ἤ φθονεῖν ἤ ζηλοῦν ἤ ὀργίζεσθαι ἤ ὁρᾶσθαι ταῦτά ποτε ὑπό τῶν ἀνθρώπων. Ὁρμῆς γάρ αὐτῶν ἐμπαθοῦς ὅλως πρός τά ἔξω μή γινομένης, κεκαλυμμένα διατηροῦνται· ἔνδοθεν δέ αὐτά καθ’ ἑαυτά ὄντα καί ἀσφαλῶς ὑφ’ ὧν εἰρήκαμεν φυλαττόμενα, τό μέν λογιστικόν διακρίνει καί διαιρεῖ τό χεῖρον ἀπό τοῦ κρείττονος καί δεικνύει τῶ ἐπιθυμητικῷ οἷς δεῖ σχετικῶς προσκεῖσθαι καί ἅ δεῖ ἀγαπᾶν καί ἅ χρεών ἀποστρέφεσθαι καί μισεῖν· τό δέ θυμικόν μέσον τούτων ὥσπερ τις ὑπηρέτης εὐγνώμων πάρεστι, τοῖς ἐκείνων ἐξυπηρετῶν βουλήμασι καί θελήμασι συνεργῶν, διεγείρων πρός ἀνδρείαν καί ἄμυναν τῶν βουλομένων ἀγαθῶν ἀνδρῶν ἤ πονηρῶν τήν ἐφ’ ἑκατέρᾳ τούτων ἐπί τοῖς πράγμασιν ἔνστασιν.

Ἐπεί δέ κρείσσων ἀσυγκρίτως τῶν ὁρωμένων ἁπάντων ὁ ταῦτα κατασκευάσας Θεός, ἀντί πάντων καί πρό πάντων εἰκότως ὁ λόγῳ τετιμημένος καί ἀθόλωτος, ὡς εἴπομεν, καί ἀσύγχυτον ἐκ τῶν ἐμπαθῶν προλήψεων κεκτημένος τόν νοῦν, τόν τῶν ἁπάντων ποιητήν καί δεσπότην προτιμήσει καί ἀγαπήσει καί πρός μόνον ἐκεῖνον ὅλον αὐτοῦ τό ἐπιθυμητικόν ἀνενέγκῃ, οἱονεί πως ὑποδεικνύων αὐτῷ καί λέγων· «Ἄκουσόν μου καί ἴδε· ἅψαι φρικτῶς, γεῦσαι τῆς ἀκηράτου γλυκύτητος, τοῦ πνευματικοῦ ὀσφράνθητι μύρου καί γνῶθι ὡς οὐδείς τούτου ἐστίν ὡραιότερος ἤ τερπνότερος ἤ ἠδύτερος ἤ τό σύνολον δυνατώτερος ἤ ἐνδοξότερος, οὐ μήν ἀλλά γάρ οὐδέ ζωῶσαι ἤ ἀφθαρτῶσαι ἤ ἀπαθανατίσαι σε δυνάμενος». Τοιγαροῦν καί ὅταν διά πάντων τούτων ἡ ἐπιθυμία πληρωθῇ τοῦ ἀνθρώπου, τηνικαῦτα καί ὅλον τό θυμικόν τῷ λογιστικῷ τε καί ἐπιθυμητικῷ συγκραθέν, ἕν τά τρία ἐν τῇ θεωρίᾳ τῆς τριαδικῆς ἑνάδος καί ἐν αὐτῆ τῇ τερπνότητι τοῦ ἑαυτῶν γίνονται δεσπότου. Οὐ γάρ ἐπιγινώσκεται ὅλως ἡ τριττή τότε τούτων διαίρεσις, ἀλλ’ εἰσίν ἐκ παντός ἕν. Ὁπηνίκα τότε τούτων διαίρεσις, ἀλλ’ εἰσίν ἐκ παντός ἕν. Ὁπηνίκα οὖν ἐκ μόνου τοῦ ἑνός καί ἀγαθοῦ τῇ ἁπλότητι, ἐπί τῇ τῶν πονηρῶν καί ἀγαθῶν πραγμάτων διακρίσει καί διαιρέσει, ἐπιστραφῶσιν αἱ δυνάμεις αὗται πρός τά ἐνταῦθα, τηνικαῦτα ἡ τούτων θέλησις καί διαίρεσις καί ἡ πρός τά ἐναντία τῶν θείων θελημάτων ἀποστροφή ἀδιαιρέτως δείκνυται· ἐν γάρ μόνοις τούτοις ἡ τοῦ θυμικοῦ κίνησις γίνεται.

Εἴχομεν ἔτι καί ἕτερα τούτων πλείονα περί στομάχου καί ἥπατος, περί τροφῆς, περί πόσεως, περί πείνης καί δίψης εἰπεῖν· ἀλλ’ ἵνα μή μακρόν ἀποτείνω τόν λόγον καί ἔκφορα τά ἀνέκφορα ποιήσω τῶν λόγων τοῖς θηρευταῖς, τοῖς εἰθισμένοις πλουτεῖν ἐξ ἀλλοτρίων χρημάτων, κατελίπομεν ταῦτα τῇ σιωπῇ κεκαλυπτόμενα τοῖς διά τῆς πρακτικῆς γνώσεως ἐκζητεῖν βουλομένοις. Ἀλλ’ ἐπί τό προκείμενον ἐπανέλθωμεν. Ἐπεί οὖν μέχρι γαστρός καί στομάχου τό σῶμα τῆς κατά Χριστόν διεπλάσαμεν ἡλικίας, χρεών καί μέχρι τῆς κεφαλῆς ἀνελθεῖν ἕως οὗ ἄρτιον καί σῶον αὐτό πνευματικῶς ἐκπληρώσωμεν.

Στῆθος τοιγαροῦν καί νῶτον, ὤμους, βραχίονας, χεῖρας ἤδη καί τράχηλον τούτῳ τῷ σώματι τῆς πνευματικῆς ἡλικίας συμπλάττομεν. Καί στῆθος μέν ἐπί τούτῳ νοήσεις τήν εὐσπλαγχνίαν, ἐν ᾗ οἱ μαστοί τῆς φιλανθρωπίας τό γάλα τῆς ἐλεημοσύνης ὀρφανοῖς καί χήραις καί πᾶσιν ἄλλοις ἀφθόνως προχέουσι κατά τόν λέγοντα ἅγιον· «Ἀδελφοί, κτήσασθε σπλάγχνα οἰκτιρμῶν». Ὅθεν τό γάλα τοῦτο τοῖς μαστοῖς χορηγεῖται καί ὅπως ἐργάζεται, ὑμῖν ἐάσω ζητεῖν. Νῶτον δέ, τό τά ἀλλότρια βάρη ἐφ’ ἑαυτόν εὐπροθύμως αἴρειν καί τά στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν ἑαυτῷ περιφέρειν, καθώς φησιν ὁ Ἀπόστολος· «Ὑμεῖς οἱ δυνατοί τά βάρη τῶν ἀδυνάτων βαστάζετε», καί αὖθις· «Τοῦ λοιποῦ κόπους μοι μηδείς παρεχέτω· ἐγώ γάρ τά στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω». Καί ὁ Κύριος διά τοῦ προφήτου· « Τῷ νῶτόν μου, φησί, δέδωκα εἰς μάστιγας καί τάς σιαγόνας μου εἰς ῥαπισμόν». Ἅπερ, εἰ καί μή ἀπαντήσει καιρός τοῦ παθεῖν, ἀλλά χρή ἐλπίζειν ἀεί καί πρός ταῦτα καθ’ ὥραν παρασκευάζεσθαι. Ὤμους δέ καί βραχίονας, τό ὑπομονητικόν τε καί καρτερικόν ἐν τοῖς πειρασμοῖς καί ταῖς θλίψεσι, δι’ ὧν αἱ χεῖρες καί μεθ’ ὧν ἐνεργεῖν δύνανται. Χεῖρας δέ φημι τό πρός πᾶσαν ὑπακοήν καί ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ ἐνεργητικόν τε καί πρόθυμον, ἅτινα δίχα ὑπομονῆς καί καρτερίας πολλῆς οὐδείς οὐδαμῶς κτήσασθαι δύναται. Ἔχει δέ πρός ταύταις καί πνευματικάς χεῖρας ἡ ἡλικία αὕτη, δι’ ὧν τούς μέν ὀλιγοψύχους παραμυθεῖται, τούς δέ καταπίπτοντας ἀνιστᾷ, τούς συντετριμμένους καταδεσμεῖ, ἔλαιον καί οἶνον ἐπιχέων αὐτοῖς, μεθ’ ὧν καί ἄλλα πολλά λόγῳ καί ἔργῳ πρός τούς πλησίον καθ’ ἑκάστην ποιεῖ καί αὐτοῦ τοῦ κρασπέδου ἅπτεται τοῦ δεσποτικοῦ καί ἄρτον προσφέρει τῷ Κυρίῳ αὐτοῦ καί τό ποτήριον δίδωσιν εἰς τάς χεῖρας αὐτοῦ. Καί οὕτω τρέφει τόν τρέφοντα νεύματι καί πᾶσαν πνοήν, τροφήν ἥν εἶπεν ἐκεῖνος ἐπιθυμεῖν καί ἐφίεσθαι· καί μακάριος ὁ εἰδώς ταῦτα καί ἔχων καί προσφέρων τῷ δεσπότῃ αὐτοῦ, ὅτι κἀκεῖνος ἀνακλινεῖ αὐτόν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὁ ἐπί τῶν Χερουβίμ ἐποχούμενος, καί περιζωσάμενος κατά τήν ἀφευδῆ ἐπαγγελίαν αὐτοῦ διακονήσει αὐτῷ. Τράχηλος δέ τοῦ σώματος τούτου ἡ ἀδίστακτός ἐστιν ἐλπίς.

Ἰδού οὖν ὅλον τό σῶμα ἀπηρτίσαμεν, Θεοῦ βοηθείᾳ καί χάριτι, ἀνδρός, ὡς οἶμαι, τελείου πάντα τά μέλη ὁλόκληρα ἔχον. Λείπεται τοιγαροῦν τούτῳ μόνη ἡ κεφαλή. Ἀλλ’ ἴσως πάντα εἰπεῖν ἡμᾶς ἐλογίσασθε καί μηδέν μηδαμῶς ὑστερηκέναι, ὡς ἀρκούντων δῆθεν καί τῶν εἰρημένων εἰς ὁλοκληρίαν ἀρετῆς καί σωτηρίαν ψυχῆς. Οὐκ ἔστι δέ τοῦτο, οὐκ ἔστιν. Ὥσπερ γάρ τό σῶμα, ἔχον πάντα τά μέλη, τῆς δέ κεφαλῆς ἐστερημένον, νεκρόν ἐστιν εἰς ἅπαν καί ἀνενέργητον, καί πάλιν ἡ κεφαλή δίχα τοῦ λοιποῦ ὅλου σώματος αὐτή μέν καθ’ ἑαυτήν κεφαλή ἐστι, κεχωρισμένη δέ τούτου τυγχάνουσα τάς ἑαυτῆς ἐνεργείας δεικνύειν οὐ δύναται, οὕτω μοι νόει καί εἰς τό ὑφ’ ἡμῶν διά τῆς συνεργείας τοῦ Ἁγίου Πνεύματος κατασκευασθέν πνευματικόν σῶμα γίνεσθαι καί ὅτι ἅπερ εἴπομεν πάντα δίχα κεφαλῆς ἕωλά εἰσι καί ἀνωφελῆ, εἰ καί πολλοί ἐπί τῇ τούτων ἐργασίᾳ καί μερικῇ κτήσει ὡς τό πᾶν κατορθώσαντες ἀφρόνως διάκεινται καί νεκροί ὄντες οὐκ ἐπαισθάνονται οὗ ἀπεστέρηνται ἀγαθοῦ. Τά μέν γάρ εἰρημένα, εἰ καί διῃρημένως εἰς ὑπόδειγμα καί γνῶσιν τρανότερον διηγησάμεθα, ἀλλ’ ἄνευ τῆς κεφαλῆς καί τῆς εἰς ἄλληλα φυσικῆς συναφείας συστῆναι ταῦτα καί κραταιωθῆναι ἀδύνατον. Καθάπερ γάρ σῶμα παιδίου μικροῦ ἐστερημένον τῆς ἑαυτοῦ κεφαλῆς οὐκ ἐνδέχεται αὐξηθῆναί ποτε, ἀλλ’ ἀμφότερα ἡνωμένα ὄντα καί τήν ἐξ ἀλλήλων τροφήν δεχόμενα, εἴτ’ οὖν τό σῶμα διά τοῦ στόματος καί ἡ κεφαλή πάλιν διά τῆς ἀναπεμπομένης ὑγρότητος ἀπό τοῦ σώματος, οὕτω τρέφεται καί αὔξεται ὅλος ὁ ἄνθρωπος, τό αὐτό μοι μετά τό ἐπιτεθῆναι τῷ πνευματικῷ σώματι τήν κεφαλήν κατανόησον καί ὄψει γινόμενον. Καί ἵνα σοι σαφέστερον τοῦτο ποιήσωμαι, ἐπανάληψιν ποιουμένου μου τῶν εἰρημένων ἀκριβῶς ἄκουε.

Ἔχεις τοιγαροῦν πίστιν καί ταπείνωσιν τάς βάσεις τῶν ἀρετῶν καί ἐπί ταύταις τάς ἀρετάς πάσας, ἅς ἔφθην εἰπών, ἐποικοδομηθείσας, δι’ ἅς ὅλον δηλονότι κατεσκευάσθη τό σῶμα καί μέχρι τραχήλου ἀπετελέσθη, ὅπερ ἐστίν ἡ ἐλπίς· ἥτις τοῦ μέν λοιποῦ ὑπερανέστηκε σώματος, αὐτή δέ μόνη καθ’ ἑαυτήν μή συναφθεῖσα τῇ κεφαλῇ συννενέκρωται τοῖς λοιποῖς τοῦ σώματος μέλεσιν, μή ἔχουσα ὅθεν εἰς πνοήν ἤ ἀναπνοήν τοῦ ζωοποιοῦντος καί κινοῦντος τό σῶμα καί τά μέλη Πνεύματος δέξασθαι καί τροφῆς ὅλως ἀφθάρτου μεταλαβεῖν. Διά δή τοῦτο, ἵνα μή ἀτελές τό τῆς ἡλικίας Χριστοῦ μέτρον ἐάσωμεν, ὥσπερ κεφαλήν τῷ ὄντι τήν ἁγίαν ἀγάπην ἐπιτίθεμεν ἐπ’ αὐτῇ, οὐκ ἀφ’ ἑαυτῶν τοῦτο νοήσαντες ἤ συσκευάσαντες, ἄπαγε, ἀλλ’ ἐκ τοῦ Ἁγίου ἐκείνου Πνεύματος διδαχθέντες, οὗ εἶχεν ὁ εἰπών· «Μένει δέ τά τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δέ πάντων ἡ ἀγάπη», καί αὖθις· «Ἐάν ἔχω πᾶσαν τήν πίστιν, ὥστε ὄρη μεθιστάνειν, καί ἐάν ἔχω πᾶσαν τήν γνῶσιν καί εἰδῶ τά μυστήρια πάντα καί ἐάν ψωμίσω πάντα τά ὑπάρχοντά μοι καί ἐάν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καί τῶν ἀγγέλων καί ἐάν παραδῶ τό σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δέ μή ἔχω, οὐδέν ὠφελοῦμαι». Ἡ γάρ πίστις διά τῆς ἐλπίδος μεσιτευούσης ὑπό τῆς ἁγίας ἀγάπης ἀοράτως καί ἀνεπαισθήτως, ἐν τοῖς νηπίοις ἔτι λέγω, προθυμουμένη καί διδασκομένη καί ἱκανουμένη, πάντα τά προειρημένα ἐπιτελεῖ· ἐπιτελοῦσα δέ τρέφει καί θεραπεύει καί αὐξάνειν ποιεῖ διά τῶν τοιούτων τήν κεφαλήν, αὐτήν, φημί, τήν ἀγάπην· αὕτη δέ θεραπευομένη καί αὐξάνουσα, πλείονα κατά ἀναλογίαν παρέχει τῷ λοιπῷ τῶν ἀρετῶν σώματι τήν ἰσχύν καί τοῖς ἔμπροσθεν προσεπεκτείνεσθαι παρασκευάζει θερμότερον.

Καί οὕτως αὐξάνουσι κατά μικρόν ὅλα τά μέλη τοῦ πνευματικοῦ σώματος, ὥσπερ ὀστοῦν πρός ὀστοῦν καί ἁρμονία πρός ἁρμονίαν, ὑπό τῆς ἁγίας ἀγάπης συντιθέμενα καί συναρμολογούμενα καί συνδούμενα. Ἡ δέ ἀγάπη αὕτη, εἴτ’ οὖν ἡ κεφαλή [πάντων] τῶν ἀρετῶν ἐστίν ὁ Χριστός καί Θεός, ὅς διά τοῦτο κατῆλθεν ἐπί τῆς γῆς καί γέγονεν ἄνθρωπος, μεταλαβών τῆς ἡμετέρας γεώδους σαρκός, ἵνα μεταδῷ τῆς αὐτοῦ θεότητος οὐσιωδῶς ἡμῖν καί πνευματικούς ἡμᾶς ἐργασάμενος καί ἀφθάρτους ἀποτελέσας εἰς οὐρανούς ἀνενέγκῃ. Αὕτη ἐστίν ἡ ἀγάπη ἥν λέγει ὁ θεῖος Ἀπόστολος ὅτι ἐκκέχυται πλουσίως ἐν ταῖς καρδίαις ἡμῶν, ἤγουν ἡ μετουσία καί μέθεξις τῆς θεότητος αὐτοῦ, δι’ ἧς ἑνούμεθα τῷ Θεῷ. Περί ταύτης καί ὁ Ἰωάννης φησίν ὁ θεολόγος· «Ἡ τελεία ἀγάπη ἔξω βάλλει τόν φόβον», καί ὅτι· «Ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ», καί πάλιν· «Ἴδετε ποταπήν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατήρ, ἵνα τέκνα Θεοῦ κληθῶμεν». Ἀγάπην ἐνταῦθα τό τοῦ Θεοῦ Ἅγιον καλεῖ Πνεῦμα, δι’ οὗ καί τήν υἱοθεσίαν ἀπολαμβάνομεν.

Ταύτην οὖν τήν ἀγάπην οὐδείς ἀνθρώπων ἰδεῖν ἤ λαβεῖν ἤ συναφθῆναι ἠδυνήθη, εἰ μή τήν εἰς Χριστόν πίστιν, ὡς εἴπομεν, στερράν ἐτήρησε καί ἀκράδαντον καί ἐπί ταύτῃ τῇ πίστει τάς εἰρημένας ἁπάσας πράξεις ἐπῳκοδόμησεν ἐν σπουδῇ· ὁ δέ γε μή θεασάμενος, μήτε συναφθείς αὐτῇ, μήτε τῆς γλυκύτητος αὐτῆς μετασχών, οὐδέ ἀγαπῆσαι ταύτην ἀξίως δύναται. Ὅν γάρ οὐκ ἴδῃ τις, πῶς ἀγαπᾶν αὐτόν δύναται; «Ὁ γάρ μή ἀγαπῶν τόν ἀδελφόν αὐτοῦ, φησίν, ὅν ἑώρακε, τόν Θεόν ὅν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν;» Πάλιν δέ εἰ μή ἐξ ὅλης ψυχῆς, ἐξ ὅλης καρδίας, κατά τάς φυσικάς ἐννοίας καί κατά τήν προσοῦσαν ἡμῖν φιλικήν ἀγάπησιν καί διάθεσιν, ἀγαπήσει αὐτόν πρότερον, ἰδεῖν οὐ καταξιοῦται αὐτόν. «Ὁ ἀγαπῶν με γάρ, εἶπεν, ἀγαπηθήσεται ὑπό τοῦ Πατρός μου», καί τότε ἐπιφέρει· «καί ἐγώ ἀγαπήσω αὐτόν καί ἐμφανίσω αὐτῷ ἐμαυτόν». Ἐξ ὧν δείκνυται φανερῶς ὅτι, ἐάν μή πρότερον ἐξ ὅλης αὐτοῦ τῆς ψυχῆς ἀγαπήση τις τόν Θεόν καί τήν πρός αὐτόν ἀγάπην ἐν τῇ ἀπαρνήσει ἑαυτοῦ καί τοῦ κόσμου παντός ἐπιδείξηται, τῆς αὐτοῦ ἐμφανείας ἐν ἀποκαλύψει Πνεύματος Ἁγίου μυστικῶς οὐκ ἀξιοῦται οὐδέ τήν κεφαλήν ἑαυτοῦ αὐτόν κέκτηται, ἀλλά σῶμά ἐστι νεκρόν ἐν τοῖς πνευματικοῖς ἔργοις, τήν ζωήν τῶν ἁπάντων ἐστερημένον, Χριστόν.

Οἱ γοῦν ἀξιωθέντες αὐτῷ συναφθῆναι καί κεφαλήν αὐτόν κτήσασθαι, πρόσεχε τῷ λόγῳ, παρακαλῶ, γίνονται καί οὖτοι θέσει θεοί, ὅμοιοι τῷ Υἱῷ τοῦ Θεοῦ. Ὤ τοῦ θαύματος! Ἐνδύει γάρ αὐτούς ὁ Πατήρ τήν πρώτην στολήν, τό τοῦ Κυρίου ἱμάτιον ὅ πρό καταβολῆς κόσμου ἐνεδιδύσκετο. «Ὅσοι γάρ, φησίν, εἰς Χριστόν ἐβαπτίσθητε, Χριστόν ἐνεδύσασθε», δηλονότι τό Ἅγιον Πνεῦμα ὅ καί ἀλλοιοῖ θεοπρεπῶς ὅλους αὐτούς ξένην τινά καί ἄρρητον καί θείαν ἀλλοίωσιν περί ἧς φησιν ὁ Δαυίδ· «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου», καί ὁ ἐπιστήθιος μαθητής τοῦ Χριστοῦ, «Ἀδελφοί, νῦν τέκνα ἐσμέν· ἀλλ’ οὔπω, φησίν, ἐφανερώθη» τοῖς ἐν τῷ κόσμῳ δηλονότι «τί ἐσόμεθα· οἴδαμεν δε» ἐκ τοῦ Πνεύματος οὗ δέδωκεν ἡμῖν «ὅτι, ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα». Καί οὐ τοῦτο μόνον, ἀλλά χαρίζεται αὐτοῖς καί τόν νοῦν τοῦ Χριστοῦ, ὑπέρ κεφαλῆς αὐτῶν λάμποντα, μυστήρια αὐτοῖς ἀποκαλύπτοντα ἅ οὐκ ἐξόν γλώσσῃ φθέγξασθαι ἀνθρωπίνῃ. Πρός τούτοις δίδωσιν αὐτοῖς καινούς ὀφθαλμούς καί καινήν ἀκοήν. Καί τί τά πολλά θέλω λέγειν; Ἀδύνατον γάρ πάντα εἰπεῖν. Ὅλος αὐτός ἐκεῖνος ὁ τοῦ Θεοῦ Λόγος μετά Πατρός καί Πνεύματος οἰκεῖ ἐν αὐτοῖς· γίνεται οὖν ἕκαστος τῶν τοιούτων ναός ἐν αἰσθήσει καί γνώσει Θεοῦ καί τηνικαῦτα μετά παρρησίας λέγων βοᾷ· «Ζῶ μέν οὐκέτι ἐγώ, ζῇ δέ ἐν ἐμοί ὁ Χριστός», καί αὖθις· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δέ γέγονα ἀνήρ, κατήργηκα τά τοῦ νηπίου». Διά τοῦτο πάντα στέγω, πάντα ὑπομένω· καί λοιδορούμενος εὐλογῶ καί παρακαλῶ βλασφημούμενος καί ἀνέχομαι διωκόμενος, «ἵνα ἐπισκηνώσῃ ἐν ἐμοί, φησίν, ἡ δύναμις τοῦ Χριστοῦ».

Αὕτη τοιγαροῦν ἡ τελεία τῶν πνευματικῶν ἀνδρῶν ἀτέλεστος ἡλικία· τελεία μέν, κατά τό ἡμῖν ἐφικτόν λέγω, ἀτέλεστος δέ, ὅτι ἡ τελειότης αὐτῆς ἐν τῷ Θεῷ ἀποκεκρυμμένη ἐστί, πλήρωμα δέ ταύτης ὁ ὑπέρ Χριστοῦ καί τῶν ἐντολῶν αὐτοῦ θάνατος, ἵνα ὥσπερ ἐκεῖνος ἅπαντα μέν τόν νόμον ἐτέλεσεν, ὑπέρ παντός δέ τοῦ κόσμου παρέδωκεν ἑαυτόν, σταυρόν καί θάνατον ὑπομείνας, εὐχόμενος καί ὑπέρ τῶν σταυρωσάντων αὐτόν καί λέγων· «Ἄφες αὐτοῖς, πάτερ, τήν ἁμαρτίαν ταύτην· οὐ γάρ οἴδασι τί ποιοῦσιν», οὕτω καί ἡμεῖς ὑπέρ ἐκείνου καί τῶν αὐτοῦ ἐντολῶν, ἀλλά μήν καί ὑπέρ τῆς σωτηρίας τῶν ἀδελφῶν ἡμῶν τό ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτοῖς ὀφείλομεν περιφέρειν, «ἵνα μή ὦμεν πεποιθότες ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπί τῷ Θεῷ τῷ ἐγείροντι τούς νεκρούς». Εἰ γάρ καί μή συναντήσει τοῦτο ἡμῖν τό βιαίῳ θανάτῳ τόν βίον ὑπεξελθεῖν, ἀλλά τῇ προαιρέσει, ὡς ἔργῳ τοῦτο ἤδη παθόντες καί ὑπομείναντες, λογισθήσεται ἡμῖν ὑπό τοῦ φιλανθρώπου Θεοῦ ἡμῶν καί ἀγωνοθέτου κατά τόν λέγοντα ἅγιον· «Νή τήν ὑμετέραν ἀγάπην, καθ’ ἡμέραν ἀποθνῄσκω». Οὐχ ὡς τῇ πείρᾳ τοῦτο πολλάκις παθών, ἀλλά τῇ προθέσει, φησί, καί πάλιν· «Διώκω εἰ καί καταλάβω, ἐφ’ ᾧ καί κατελήφθην». Ἔτι δέ καί ὑπέρ πάντων ὀφείλομεν τῶν δι’ ἥντινα αἰτίαν λυπούντων ἤ λοιδορούντων ἡμᾶς καί ὑπέρ τῶν ἐχθρωδῶς πρός ἡμᾶς ἐκ πονηρᾶς προθέσεως διακειμένων ἀεί, ἀλλά καί ὑπέρ τῶν πιστῶν ἁπάντων καί ἀπίστων προσεύχεσθαι, ὡς ἄν οἱ τῆς πλάνης ἀπαλλαγῶσι καί τῇ ἀληθινῇ πίστει προσέλθωσι.

Ταῦτα οὐδείς ποτε ἀνθρώπων ἐννοῆσαι ἀφ’ ἑαυτοῦ ἤ εἰπεῖν ἤ ἀκοῇ παραδέξασθαι, μἠ ὅτι γε ἔργῳ αὐτά διαπράξασθαι ἠδυνήθη, εἰ μή ἡ ἀγάπη τοῦ Θεοῦ πρότερον ἐξεχύθη πλουσίως ἐν τῇ καρδίᾳ αὐτοῦ καί ἔνοικον ἔσχε δι’ αὐτῆς τόν εἰπόντα· «Οὐ δύνασθε χωρίς ἐμοῦ ποιεῖν οὐδέν». Ἀλλ’ οὐδέ τῆς τοιαύτης χάριτος καί δωρεᾶς ἔτυχέ τις, εἰ μή πρότερον ἑαυτόν ἀπηρνήσατο, καθώς ἐνετείλατο ὁ Σωτήρ καί ἡμεῖς λεπτότερον ἐδηλώσαμεν, τῷ Κυρίῳ δηλονότι ἐν ὅλῃ καρδίᾳ εὐπροθύμως δουλεύσας καί ἀγαπήσας αὐτόν. Εἰ δέ μή ταύτην ἀναφαίρετον εἴληφε, μηδείς ἑαυτόν ἀπατάτω, γινωσκέτω δέ τοῦτο, ὡς οὐδέ τῆς μετά Θεοῦ ἑνώσεως τῆς ἐν νοερᾷ αἰσθήσει καί γνώσει καί θεωρίᾳ γινομένης κατηξιώθη ἤ καταξιωθήσεται πώποτε. Οἱ γάρ χρηματίσαντες ἄνδρες τέλειοι ἐν τῇ μεθέξει τῆς τοῦ Θεοῦ χάριτος καί τήν πνευματικήν ἡλικίαν ἐν τῷ ῥηθέντι μέτρῳ τελείαν κτησάμενοι ὅλοι γίνονται μετά τοῦ Θεοῦ, ὁρῶντες αὐτόν τοσοῦτον ὅσον ὁρῶνται καί αὐτοί ὑπ’ αὐτοῦ. Μένει γάρ γνωστῶς ὁ Θεός ἐν αὐτοῖς καί αὐτοί γνωστῶς ἐν τῷ Θεῷ μένουσιν ἀχωρίστως καί ἀδιαστάτως.

Ὁπηνίκα δέ οὕτως ἕξουσι τελειωθέντες καλῶς, τηνικαῦτα καί ὁ Πατήρ αὐτῶν ὁ οὐράνιος τά ὑπάρχοντα αὐτῷ δίδωσιν εἰς τάς χεῖρας αὐτῶν. Χεῖρας δέ τό ἀσφαλές καί πεπληροφορημένον νοήσεις· ὑπάρχοντα δέ αὐτοῦ ταῦτά εἰσιν· τό ἀθάνατον, τό ἄφθαρτον, τό ἄτρεπτον, τό ἀναλλοίωτον, τό ἀΐδιον, τό ἀμήχανον κάλλος τῆς δόξης ἧς εἶχεν ὁ Υἱός πρό τοῦ τόν κόσμον γενέσθαι παρά τῷ Θεῷ καί Πατρί, καθώς φησιν αὐτός ὁ Λόγος καί Υἱός τοῦ Πατρός· «Δόξασόν με σύ, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρό τοῦ τόν κόσμον εἶναι παρά σοι», καί πάλιν· «Τήν δόξαν ἥν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ἕν ὦσι, καθώς σύ, Πάτερ, ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς». Ἐξ οὗ πηγάζει τό φῶς τό ἀπρόσιτον μέν τοῖς ἁμαρτωλοῖς ἅπασι, προσιτόν δέ ἐν αὐτοῖς ἀνατέλλον καί γινόμενον τούτοις χαρά ἀνεκλάλητος, εἰρήνη πάντα νοῦν ὑπερέχουσα, τρυφή καί ἀπόλαυσις καί εὐφροσύνη ἐν ἀκορέστῶ κόρῳ νῦν καί εἰς τούς ἀτελευτήτους αἰῶνας. Καί ἵνα συνελών εἴπω, μᾶλλον δέ εἰπεῖν μή δυνάμενος, οὕτω πως κἀγώ ἐκπληττόμενος, τάς ἀπαρχάς τῶν ἀγαθῶν ἐκείνων ἁπάντων, ὧν ὀφθαλμός τεθολωμένος τοῖς πάθεσι τό κάλλος οὐκ εἶδεν, οὐδέ οὖς βεβυσμένον τῇ ἀγνωσίᾳ ἤκουσεν, οὐδέ ἐπί καρδίαν ἀκάθαρτον ἀνέβη ἀνθρώπου, ἅ ὁ Θεός ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν, ὡς ἀρραβῶνας ἀπ’ ἐντεῦθεν ἤδη τοῖς πιστοῖς ὁ ἀψευδής καί πιστός δίδωσι.

Ταῦτα οὖν εἰσιν ἅ προϋπεσχόμην ὑμῖν εἰπεῖν ὑπάρχοντα εἶναι τοῦ Πατρός. Καί οὕτω ταῦτα δίδωσιν, ὡς ἠκούσατε, τοῖς ἀγαπῶσιν αὐτόν καί διάγουσιν ἐν τῇ γῇ καθάπερ ἐν οὐρανῷ, καί οὖσιν ἐν τῷ θανάτῳ ὡς ἤδη τῇ ἀθανασίᾳ τετιμημένοι, καί ἐν τῷ σκότει περιπατοῦσιν ὡς ἐν ἡμέρᾳ καί ἐν ἀδύτῳ φωτί· ἐν δέ τῷ βορβορώδει τούτῳ σώματι ἀναπνέουσιν, ὡς ἐν τῷ τῆς τρυφῆς παραδείσῳ κεκτημένοι τό τῆς ζωῆς ξύλον ἐν μέσῳ, ναί μήν καί αὐτήν τήν τῶν ἀγγέλων τροφήν, τόν οὐράνιον ἄρτον, ἐξ ὧν πᾶσαι αἱ ἄϋλοι δυνάμεις τῶν οὐρανῶν τρεφόμεναι ἀκηράτως ζωοῦνται· οἵ καί στρεφόμενοι ἐν μέσῳ τοῦ κόσμου καί τῶν ἐν τῷ κόσμῳ πραγμάτων βοῶσιν ἐν ἀληθείᾳ μετά τοῦ Παύλου· «Ἡμῶν δέ τό πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», ἔνθα πέλουσα ἡ ἁγία ἀγάπη, συγγινομένη τοῖς ἑαυτῆς ἐρασταῖς καί πλουσίως αὐτούς περιλαμποῦσα, ἀπαθεῖς καί τῷ ὄντι ἀγγέλους ἐργάζεται. Ὁ οὖν πρό τοῦ συναφθῆναι αὐτῇ καί συγκραθῆναι ὁλοτελῶς ἀπαθῆ ἑαυτόν ὀνομάζων, ἤ διδάσκων ἑτέρους, ἤ τά τῶν ἀπαθῶν ἔργα πράττειν ἐπιχειρῶν, ἤ πάλιν τά ὑπ’ ἐκείνων πραττόμενα ἀπιστῶν, νηπίῳ ἔοικεν ἁπαλῷ, ἐν ἀώρῳ τῇ ἡλικίᾳ τά τῶν ἀνδρῶν ὅπλα αἴροντι καί ἑτέρους περί πολέμου διδάσκειν ἐπαγγελλομένῳ, οὐ μόνον δέ, ἀλλά καί ἑαυτόν συνεξισοῦντι καί παρενείροντι τοῖς ἀνδράσι καί πολεμισταῖς καί πρός πόλεμον ἀπιέναι σύν αὐτοῖς ἐπιχειροῦντι. Ὅπερ οὐκ ἀδύνατον μόνον ἐστίν, ἀλλά καί πολλοῦ γέλωτος ἄξιον· ὑπ’ αὐτῶν γάρ ὧν ἐπιφέρεται ὅπλων συμποδισθήσεται πάντως καί καταβληθήσεται καί συντριβήσεται καί οὐδέ ἀναστῆσαι ἴσως δυνήσεται. Καί εἰκότως· οὐκ οἶδε γάρ ὅτι οἱ ἐν πολέμῳ πληττόμενοι καί καταβαλλόμενοι ἐξεγείρονται πάλιν καί ἐμπειρότεροι γίνονται καί κραταιότερον τοῖς ἐχθροῖς ἀντιμάχονται. Εἰ γάρ δειλόν ἄνδρα μή ἐξιέναι εἰς πόλεμον τῷ Μωϋσῇ ὁ Θεός διετάξατο, πόσῳ γε μᾶλλον νηπίῳ ἔτι καί μηδέ ἀφ’ ἑαυτοῦ περιπατεῖν ἤ ζώννυσθαι δυναμένῳ ἁρμόσει τήν ἀνδρῴαν ἡλικίαν ἐκδέξασθαι καί μή πρό τούτου τοῖς ἀδυνάτοις ἐπιχειρεῖν.

Ὅμως μέντοι ἐπειδή «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρός αἷμα καί σάρκα, ἀλλά πρός τάς ἀρχάς, πρός τάς ἐξουσίας, πρός τούς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρός τά πνευματικά τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις», οὐδέ τά ὅπλα ἡμῶν σαρκικά καί ὁρώμενα, ἀλλά πνευματικά καί νοούμενα, ὑπάρχει δέ καί ὁ πόλεμος οὗτος ἀόρατος, ἀοράτως πρός ἀοράτους ἐχθρούς γινόμενος, διά τοῦτο πάντες οἱ δοκοῦντες εἶναί τι ἑαυτούς ἐπιδείκνυνται τοῖς ἀνθρώποις τολμηρούς περί ταῦτα καί ἀνδρείους καί περί τήν ἐξήγησιν τῆς τοιαύτης πάλης καί τῆς ἀντιπαρατάξεως λίαν ἐμπείρους, ἀλλά μήν καί αὐτῆς τῆς ἥττης καί νίκης τῶν πονηρῶν σοφούς καί ἐπιστήμονας καί διδακτικούς. Ὅθεν καί ὡς μονομάχοι τινές καί νικηταί τῶν ἐχθρῶν διά τῆς κενολογίας καί ἀπάτης τῶν συλλογισμῶν τοῖς πᾶσι γνωρίζεσθαι σπεύδουσιν· οἵ, καί ἐλεγχόμενοι καί ὑπό τοῦ οἰκείου συνειδότος κατακρινόμενοι ὡς ἄπρακτοι καί τοῦ τοιούτου πολέμου ἄπειροι, οὐ δύνανται συγκαταθέσθαι καί τήν ἑαυτῶν ἀσθένειαν καί ἀπειρίαν καθομολογῆσαι ὑπό φιλοδοξίας καί ἀνθρωπαρεσκείας κατακρατούμενοι· λίαν γάρ τῆς δόξης ἐκπεσεῖν τῶν ἀνθρώπων φοβοῦνται.

Ἐπειδή γάρ οὐ βλέπονται κατά ψυχήν τοῖς πλησίον ὁποῖοί ποτ’ ἄν εἰσιν, οὐδέ παρά τῶν ἀνθρώπων καταλαμβάνονται ὅτι γυμνοί τυγχάνουσι τῶν τοῦ Πνεύματος ὅπλων, οὐδέ ὅτι ἀσθενεῖς ἔτι καί νήπιοί εἰσι, κρύπτουσιν ἑαυτούς τῷ κωδίῳ τῆς ὑποκρίσεως καί τῇ δορᾷ τοῦ προβάτου· καί τοῦτο τοῖς πᾶσι διά τῆς χρηστολογίας φαίνεσθαι βούλονται ὅπερ οἱ τήν κατά Χριστόν ἡλικίαν διά πόνων κτησάμενοι αὐτοί, μηδέ τάς βάσεις ἴσως τῆς πίστεως καί ἐλπίδος ἐπί τήν πέτραν ἐρείσαντες, μηδέ τήν οἰκοδομήν τῶν ἀρετῶν ἐπί τόν θεμέλιον Χριστόν ἀνυψώσαντες. Διά δή τοῦτο ἀμφίβολοι ἔτι καί ἀδόκιμοι ὄντες, τῇ ἐπιφορᾷ τῶν πειρασμῶν καί τῇ καταιγίδι τῶν λογισμῶν ὠθούμενοι, συμποδίζονται καί σκελιζόμενοι ἐλεεινῶς καταπίπτουσιν. Εἰ γάρ ἐβλέποντο τοῖς πᾶσιν οἷοί εἰσιν οἱ τήν μόρφωσιν τῆς εὐσεβείας μόνην οἷα δή σκηνήν περικείμενοι, οὐδέ στῆναι εἰς πρόσωπον ὅλως ἀνθρώπου ἠδυνήθησαν ἄν, οὐδέ ὀφθῆναι, ὡς οἶμαι, τινί· καί μάλιστα οἱ προὔχειν δοκοῦντες τῶν ἄλλων ἐν γνώσει καί λόγῳ καί τόν βασιλικόν οἰόμενοι χαρακτῆρα ἐν ἑαυτοῖς ἐπιφέρεσθαι, οἵ καί ὡς σοφοί καί εὐλαβεῖς καί σώφρονες παρά τῶν πολλῶν τιμώμενοι καί σεβόμενοι οὐδέν ἧττον κατά τάς ἀφανεῖς κινήσεις τῆς ψυχῆς τῶν τήν κακίαν πολυτελῶν διαφέρουσιν.

Ἀλλ’ ἄγε δή καί τήν δόξαν τῶν ὄντως ἁγίων καί ἀπαθῶν ἀνδρῶν οἱ βουλόμενοι διδαχθῆναι θελήσατε, οἱ ταύτης ἐφιέμενοι δηλαδή καί ταύτην ἐπικτήσασθαι ἐπιποθοῦντες θερμῶς· εἰκόνα γάρ ὑμῖν φράσω παριστῶσαν αὐτῶν τήν τῶν ὅπλων περιβολήν καί τήν ἐκείνων λαμπρότητα καί γνώσεσθε, ἕκαστος ἑαυτόν τοῖς ἁγίοις ἐκείνοις συγκρίνων, ἐν οἵοις ἐστέ καί ὅσον τῆς ἐκείνων ἀνδρείας ὁμοῦ καί ἀξίας καί δυνάμεως πάντες ἀπολειπόμεθα.

Ἀλλ’ ἄγε δή καί τήν δόξαν τῶν ὄντων ἁγίων καί ἀπαθῶν ἀνδρῶν οἱ βουλόμενοι διδαχθῆναι θελήσατε, οἱ ταύτης ἐφιέμενοι δηλαδή καί ταύτην ἐπικτήσασθαι ἐπιποθοῦντες θερμῶς· εἰκόνα γάρ ὑμῖν φράσω παριστῶσαν αὐτῶν τήν τῶν ὅπλων περιβολήν καί τήν ἐκείνων λαμπρότητα καί γνώσεσθε, ἕκαστος ἑαυτόν τοῖς ἁγίοις ἐκείνοις συγκρίνων, ἐν οἵοις ἐστέ καί ὅσον τῆς ἐκείνων ἀνδρείας ὁμοῦ καί ἀξίας καί δυνάμεως πάντες ἀπολειπόμεθα.

Τοιγαροῦν ἐννόησόν μοι τόν οὐρανόν οἷος ὑπάρχει ἐν αἰθρίᾳ καί ἀνεφέλῳ νυκτί καί βλέπε μοι ἐν αὐτῷ τόν τῆς σελήνης δίσκον ὅλον πεπληρωμένον τό εἰλικρινές καί καθαρώτατον φῶς, κύκλῳ δέ ταύτης τόν πολλάκις γινόμενον κύκλον περί αὐτήν· καί σκοπήσας ταῦτα καλῶς, μετάβηθι τῷ νῷ καί πρός ὅ μέλλω πάλιν εἰπεῖν. Τῶν ἁγίων ἐοίκασιν ἕκαστος, ἔτι ἐν σώματι ὄντες, οὐρανῷ, ἡ δέ καρδία αὐτῶν τῷ δίσκῳ ἔοικε τῆς σελήνης. Ἡ δέ ἁγία ἀγάπη τό παντουργόν ὑπάρχει καί παντοδύναμον φῶς, πολύ τοῦ ἡλιακοῦ τούτου φωτός καί ἀσυγκρίτως λαμπρότερον ἥτις ἁπτομένη τῶν καρδιῶν αὐτῶν καί καθάπερ τό τῆς σελήνης φῶς, ἀλλ’ ὁλόφωτος ἀεί διά σπουδῆς καί ἀγαθοεργίας τῶν ἁγίων συντηρουμένη. Ἡ δέ ἁγία ἀπάθεια, ὥσπερ κυκλοειδής στέφανος καί ὡς σκηνή μέσον αὐτούς περιφέρουσα καί περιέπουσα, σκέπει πάντοθεν καί περιφρουρεῖ καί ἀτρώτους ἀπό πάσης ἐννοίας πονηρᾶς, μή ὅτι γε ἁμαρτίας, διατηρεῖ, καί ἀβλαβεῖς καί ἐλευθέρους ἐκ πάντων ἐχθρῶν ἀποκαθιστᾷ· οὐ μόνον δέ, ἀλλά καί ἀπροσίτους αὐτούς τοῖς ὑπεναντίοις ἐργάζεται.

Εἴδετε δόξαν οἱ ταύτην ὄντως ποθοῦντες; Συνήκατε τῆς λεχθείσης εἰκόνος τό μέγεθος καί ὅσον ἕκαστος ἡμῶν τῆς τῶν ἁγίων δόξης καί λαμπρότητος ὑστερεῖ; Ἡ γάρ εἰκών αὕτη τύπος τῶν ἐν ἡμῖν τελουμένων ἐστίν, οὐχ ὑφ’ ἡμῶν ἐπινοηθεῖσα, μή γένοιτο, ἀλλ’ ὑπό τοῦ Θεοῦ προϋποστᾶσα καί γενομένη. Ἐν γάρ τῇ κτίσει ὁ τεχνίτης Θεοῦ Λόγος ὡς ἐν πίνακι προεζωγράφησε τά ὕστερον μέλλοντα εἰς σωτηρίαν ἡμῶν καί ἀνάπλασιν γίνεσθαι, ἵνα τόν τύπον ἐν τοῖς αἰσθητοῖς φαινόμενον βλέποντες μή ἀπιστήσωμεν ὅτι καί ἐν τοῖς καθ’ ἡμᾶς πνευματικῶς τελεῖται καί περαιοῦται ἡ ὄντως ἀλήθεια, ἀλλ’ εἰδότες ὅτι ἕκαστος ἡμῶν δεύτερος κόσμος ὑπό Θεοῦ, μέγας ἐν τῷ μικρῷ τούτῳ κόσμῳ καί ὁρωμένῳ, παράγεται, καθά μοι καί τις τῶν θεολόγων συμμαρτυρεῖ, μή χείρονες ἐν μηδενί φανῆναι θελήσωμεν τῶν εἰς διδασκαλίαν ἡμῶν γενομένων ἀλόγων ἤ καί ἀψύχων ὑπό τοῦ φιλανθρώπου Θεοῦ, ἀλλά τά μέν καλά ζηλώσωμεν ἅπαντα, τῶν δέ ἐναντίων τήν μίμησιν φύγωμεν ὅση δύναμις.

Καί ἵνα τἆλλα παρήσω ὄντα, τοῦτο μόνον εἰς ὑπόμνησιν ὑμῶν λέξας, καταπαύσω τόν λόγον. Ἴστω πᾶς ὁ ἀκούων ὅτι, ὥσπερ ἀπό νυκτός ἡμέραν καί ἀπό ἡμέρας πάλιν νύκτα γινομένην ὁρῶμεν, οὕτω πιστεύειν χρεών καί πεπεῖσθαι ὅτι οἱ ἐν σκότει τῆς ἁμαρτίας ὑπάρχοντες καί ἐν τούτῳ ἀπό γεννήσεως διατελοῦντες δυνάμεθα διά πίστεως καί τῆς τῶν ἐντολῶν ἐργασίας εἰς ἡμέραν θείαν καί φωτισμόν πνευματικόν ἀναχθῆναι, καθά ῥᾳθυμίᾳ πάλιν καί καταφρονήσει καί ἀμελείᾳ τοῖς προτέροις κακοῖς περιπίπτομεν καί ὑπό τήν νύκτα τῆς ἁμαρτίας γινόμεθα. Δεῖ οὖν ἡμᾶς ἐν τούτῳ τόν ὑπηρέτην ἡμῶν μιμεῖσθαι, εἰ μή τινα ἄλλον, καί θεράποντα ἥλιον. Καθάπερ γάρ ἐκεῖνος οὐδέποτε παύεται τοῦ ἀνατέλλειν καί ἐπιλάμπειν, ἀλλά τό τοῦ Δεσπότου ἀενάως ἐκπληροῖ πρόσταγμα, οὕτω καί ἡμεῖς μή θελήσωμεν διά ἀμελείας ἐν τῷ σκότει καθῆσθαι τῶν ἡδονῶν καί παθῶν· τό πρόσταγμα δέ μᾶλλον τοῦ εἰπόντος· «Μετανοεῖτε· ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν» φυλάσσοντες, διά τῆς καθημερινῆς καί ἀδιαλείπτου μετανοίας καί τῶν ἐξ αὐτῆς καί δι’ αὐτῆς προχεομένων δακρύων καί πάσης ἄλλης ἀγαθοεργίας ἐκκαθαιρόμενοι, πρός τό ἀνέσπερον φῶς ὡς υἱοί φωτός ἐπανέρχεσθαι σπεύσωμεν. Οὕτω γάρ καί αὐτοί πάλιν ἡμεῖς ἡμέρα ἄϋλος καί γῆ καινή καί καινοί οὐρανοί, τόν τῆς δικαιοσύνης ἥλιον λάμποντα ἐν ἑαυτοῖς ἔχοντες, διά τοῦ ὑποδείγματος τοῖς πλησίον ἡμῶν χρηματίσομεν, τά τοῦ θεοῦ δηλονότι προστάγματα καί τήν δόξαν αὐτοῦ οὐ λόγοις κενοῖς καί ματαίοις, ἀλλ’ ἔργοις αὐτοῖς διηγούμενοι, ἔμπρακτοι διδάσκαλοι ἐν παντί καί ἐν πᾶσι γινόμενοι τοῖς ἀμελεστέροις τῶν ἀδελφῶν καί ἀναπολογήτους αὐτούς ἐργαζόμενοι.

Μή δή οὖν εἰς ῥᾳθυμίαν ἐνάγωμεν τούς πλησίον ἐν τῷ λέγειν· «Πῶς ἄρα τοῦτο ἤ πῶς ἐκεῖνο δυνατόν παρά ἀνθρώπων κατορθωθῆναι;», κἀκ τούτου ὀκνηροτέρους ποιῶμεν αὐτούς εἰς τήν ἐργασίαν τῶν ἐντολῶν. Ὅτι μέν γάρ τά πολλά τοῖς πολλοῖς ἀδύνατα, σύμφημι κἀγώ, ἐν τοῖς κατ’ ἐμέ ῥᾳθύμοις καί καταφρονῆσαι τοῦ κόσμου καί σκύβαλα τά ἐν αὐτῷ πάντα ἡγήσασθαι μή προαιρουμένοις, τοῖς τῇ ματαίᾳ δόξῃ προσκειμένοις καί πλούτου ὀρεγομένοις καί ἐπαίνοις καί τιμαῖς ἐνηδομένοις ταῖς ἐξ ἀνθρώπων, τοῖς οἰήσει μετά τούτων καί τύφῳ ἀθλίως κεκρατημένοις. Παρήσω γάρ, τό γε νῦν ἔχον, ἐθελουσίως τούς ἐγκαλινδουμένους χοίρων δίκην εἰς τά βορβορώδη τῶν κακῶν τῆς ἁμαρτίας πράγματα, οἵ τήν οἰκίαν τῆς ψυχῆς κενήν περιφέροντες τοῦ ἐνοικοῦντος ἐν τοῖς πιστοῖς καί οὕτω καθ’ ἑκάστην βοῶντος· «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλά θαρσεῖτε, ἐγώ νενίκηκα τόν κόσμον», τῷ ἐναντίῳ συντάττονται. Ἐν ἐκείνοις γάρ τοῖς διά πίστεως καί τῆς ἑαυτῶν ἀπαρνήσεως τῷ Χριστῷ καί Θεῷ πίστει καί ἀγάπῃ καί ταπεινώσει ἀκολουθήσασι καί αὐτόν σύν Πατρί καί Πνεύματι ἐν ἑαυτοῖς κτησαμένοις πάντα δυνατά καί ῥᾴδια γίνονται κατά τόν εἰρηκότα ἐν Πνεύματι· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ». Ὅν οἱ πεπλουτηκότες ὁρῶσιν ἀοράτως αὐτοῦ τοῦ Θεοῦ τό ἄφραστον κάλλος· κρατοῦσιν ἀνεπάφως, κατανοοῦσιν ἀκατανοήτως τό ἀνείδεον εἶδος αὐτοῦ, τήν ἄμορφον μορφήν καί τό ἀσχημάτιστον σχῆμα ἐν ἀθεάτῳ θέᾳ καί ἀσυνθέτῳ κάλλει ἀποικίλτως πεποικιλμένον.

Τί δέ ἐστιν ὅ κατανοοῦντες ὁρῶσι; Τό ἁπλοῦν τῆς θεότητος αὐτό φῶς αὐτό τοῖς νοεροῖς ὀφθαλμοῖς ὁρῶσι πλουσίως, ὅ καί ψηλαφῶντες ἀΰλοις χερσίν ἀκατασχέτῳ τῷ ἔρωτι, ἀνεστίως ἐσθίουσιν ἐν πνευματικῷ τῷ τοῦ νοός καί τῆς ψυχῆς αὐτῶν στόματι, οὗ τῆς θεωρίας τοῦ κάλλους καί τῆς γλυκύτητος ὅλως κορεσθῆναι οὐδέποτε δύνανται. Ἀεί γάρ, τό καινότερον, προσθήκην ἡδύτητος βλύζει καί τήν ἐπιθυμίαν αὐτῶν ἐκκαίει σφοδρότερον· εἰ δέ ποτε μή πάλιν αὐτοῖς τρανότερον φαίνοιτο, ὡς τοῦ ὅλου στερισκόμενοι διάκεινται, εἰ δέ καί κρυβῆναι τελείως κἄν πρός μικρόν ἐθελήσειε, πόθου ἀρρήτου πόνον δριμύν καί ἀφόρητον ἐν αὐτοῖς ἀπεργάζεται.

Ἀλλά γάρ τοῦ τοιούτου πόθου ἐν παραδείγματι τήν ἀνάγκην καί τήν φλόγα κατανοήσωμεν. Νόει μοι ἐρωμένην κόρην πτωχῷ τινι, ἐκ βασιλικοῦ μέν τυγχάνουσαν γένους καί βασιλικῷ κατεστεμμένην τῷ διαδήματι, ὡραιοτέραν τε οὖσαν πασῶν τῶν ἐπί γῆς γυναικῶν καί ἔνδοθεν ὑπάρχουσαν τοῦ κοιτῶνος αὐτῆς, τόν δέ ταύτης ἐρῶντα ἔξωθεν προσπελάζοντα, οἷα δή ἀπερριμμένον διά πτωχείαν καί ἄκραν εὐτέλειαν. Εἰ τοίνυν ἐκ μικρᾶς καί στενοτάτης ὀπῆς ἡ κόρη, μόνην χρυσῷ πεπυκασμένην τήν χεῖρα ἔξωθεν ἐκτείνασα, τῷ ἐραστῇ ἐπιδώσει, κἀκεῖνος ταύτης δραξάμενος καί τό ἀμήχανον κάλλος αὐτῆς κατανοῶν κατασπάζεται αὐτήν, ὡς συμβασιλεῦσαι καί συναφθῆναι αὐτῇ προσδοκῶν, τοῦτο ἐκείνης μεθ’ ὅρκων ὑπισχνουμένης αὐτῷ, εἶτα αἴφνης ἐκ τῶν ἐκείνου χειρῶν τήν αὐτῆς ἡ κόρη χεῖρα ἁρπάσασα συστείλῃ πρός ἑαυτήν καί ἀποκρύψει τελείως, οὐχί θλῖψιν ἀφόρητον αὐτῷ προξενήσει καί τήν τοῦ πόθου μᾶλλον ἔκκκαυσιν περισσοτέραν ἐκ τούτου τῷ τοιούτῳ σφοδρῶς ἀπεργάσεται; Οἶμαι, συμμαρτυρήσετέ μοι τῷ λόγῳ τοῦ ὑποδείγματος καί ὑμεῖς.

Εἰ δέ ἐν ὁρωμένοις καί αἰσθητοῖς σώμασιν ὁμοῦ καί πράγμασιν οὕτω ταῦτα συμβαίνειν εἴωθε, φθειρομένοις οὖσι καί ταχέως παρερχομένοις, πόσῳ γε μᾶλλον ἐν τοῖς νοητοῖς ἀοράτοις τοῦτο συμβήσεται, ἀφθάρτοις οὖσι καί ἀϊδίοις· ὅσῳ γάρ κρείττονα τῶν προσκαίρων εἰσί τά αἰώνια ἀγαθά, τοσοῦτον ἀναλόγως καί τόν ἔρωτα ἐμποιοῦσι σφοδρότερον ἐν ταῖς τῶν ἐρώντων ψυχαῖς· ὅθεν οὐδέ ἐᾷ τούτους ὁ πόθος τοῦ Θεοῦ ἐπιθυμίᾳ ἤ προσπαθείᾳ ἔν τινι κρατηθῆναι κἄν ὁπωσοῦν. Οὐ δόξης γάρ, οὐ τρυφῆς, οὐ χρημάτων οὗτοι ἐφίενται, ἀλλ’ οὐδέ σωμάτων ἔρωτος προσψαῦσαι ὅλως κατά νοῦν συγκεχώρηνται· ἀλλά καθάπερ ὁ τήν ἐκ χρωμάτων κατασκευασθεῖσαν ἄψυχον εἰκόνα τῆς νύμφης νυμφίος ὁρῶν ταύτῃ πρόσκειται καί ἐνατενίζει διηνεκῶς καί βούλεται ὁρᾶν αὐτήν, ἀναφλέγων τόν πόθον αὐτοῦ καί τήν ἐπιθυμίαν τήν πρός αὐτήν, ἐπάν δέ αὐτήν ἐκείνην τήν νύμφην παραγενομένην θεάσηται, οὐ κατά τήν τῆς εἰκόνος μορφήν οὖσαν, ἀλλ’ ἀσυγκρίτῳ καί ἀφράστῳ κάλλει ἀμώμητον τό εἶδος κεκτημένην τῆς εὐπρεπείας, καί ταύτην κατασπάσηται καί περιπλακῇ, οὐκέτι ὅλως ἀνέχεται πρός τήν εἰκόνα ταύτης ἐναπιδεῖν σχετικῶς, τό αὐτό δή μειζόνως πάσχουσι καί οἱ ἐκ μεγέθους καί καλλονῆς τῶν ὁρωμένων κτισμάτων τήν δύναμιν καί τήν σοφίαν τοῦ γενεσιουργοῦ ἀναθεωροῦντες καί εἰς ἀγάπην καί πίστιν τήν πρός αὐτόν καί εἰς φόβον ἐκ τούτων ἁγνόν κατά προκοπήν ἀναγόμενοι. Ὁπότε γάρ αὐτῷ ἐκείνῳ οὐσιωδῶς τῷ Θεῷ ἑνωθῶσι καί τῆς ἐκείνου θέας καί μεθέξεως ἀξιωθῶσιν, οὐκέτι τῇ εἰκόνι τῶν ποιημάτων, οὐδέ τῇ σκιᾷ τῶν ὁρωμένων ἐμπαθῶς ἤ προσπαθῶς, ἤ σχετικῶς προσανέχουσι. Τῆς διανοίας γάρ αὐτῶν ἐν τοῖς ὑπέρ αἴσθησιν ἐμφιλοχωρούσης καί οἱονεί ἀνακιρναμένης καί λαμπρότητα θείας φύσεως μεταμφιεννυμένης, οὐκέτι τήν αἴσθησιν πρός τά ὁρώμενα καθά καί πρότερον κέκτηνται.

Τοῦτο οὖν τό μακάριον πάθος, μιμήσομαι γάρ ἐν τούτῳ τόν εἰπόντα· «Ὡσπερεί τῷ ἐκτρώματι ὤφθη κἀμοί», καί ἡμεῖς οἱ ἀπερριμένοι, φιλανθρωπίᾳ Θεοῦ καί χάριτι, διά πολλῶν δεήσεων παθεῖν ἠξιώθημεν, δι’ οὗ καί τῶν εἰρημένων ἁπάντων τήν πεῖραν ἐν αἰσθήσει καί ὁράσει καί γνώσει μυστικῶς διδαχθέντες καί λαβόντες ὁμοῦ εἰς ὠφέλειαν καί προτροπήν τῶν ἐκζητεῖν τόν Θεόν καί αὐτόν εὑρεῖν βουλομένων ταῦτα γραφῇ παρεδώκαμεν. Συναλγήσατε οὖν ἡμῖν καί συνεύξασθε οἱ ἐκ τοῦ παρόντος λόγου καρπούμενοι τήν ὠφέλειαν καί πρός τό ὕψος τούτου πρακτικῶς ἀνελθεῖν προαιρούμενοι, ὅπως ταῖς πρός Θεόν ὑμῶν εὐπροσδέκτοις δεήσεσι μή μόνον ἄσβεστος ἐν ἡμῖν ὁ τοῦ θείου πόθου πυρσός διατηρηθῇ, ἀλλά καί σφοδρότερον μᾶλλον φλογός ἀναφθῇ καί ἀμώμους ἡμᾶς καί ἀμέμπτους καί ἀσπίλους διατηρήσῃ ὁ ἀπό γῆς εἰς οὐρανούς ἀναβιβάσας καί δοξάσας τό γένος ἡμῶν τῶν ἀνθρώπων. Ναί μήν ἐπί πλεῖον συγκολλήσει καί τρανῶς συνενώσει καί συγκραθῆναι γνωστῶς ἀξιώσει ὅλον με ὅλῳ ἑαυτῷ καί ὑμῖν, ἐν ἀμίκτῳ μίξει καί συναφείᾳ ἀφράστῳ κατά τάς ἀψευδεῖς ὑποσχέσεις αὐτοῦ, ᾧ πρέπει πᾶσα δόξα τιμή καί προσκύνησις, σύν τῷ Πατρί καί τῷ παναγίῳ αὐτοῦ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Ε΄ Περί τῶν οἰομένων ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς τό Πνεῦμα τό Ἅγιον, μή ἐπαισθανομένων δέ καθόλου τῆς ἐνεργείας αὐτοῦ· καί περί τῶν λεγόντων μή δύνασθαί τινα τῶν ἀνθρώπων κατά τήν παροῦσαν ζωήν ὁρᾶν τήν δόξαν αὐτοῦ, καί ἀπόδειξις διά χρήσεων περί τούτου. Καί ὅτι φθόνος οὐδείς ἐν τοῖς ἁγίοις, ὅταν διά πάσης σπουδῆς ἐναρέτου τούτοις συνεξισώμεθα. Καί ποίῳ τρόπῳ ὁρᾷ τις τόν Θεόν καί ὅτι ὁ εἰς τοιαῦτα μέτρα πεφθακώς, ὥστε ὁρᾷν κατά τό ἐφικτόν τόν Θεόν, ἔνθεν ἤδη μυεῖται καί τήν μέλλουσαν δοθῆναι ἐν τῷ μέλλοντι τοῖς ἁγίοις ἀπόλαυσιν. Καί ὅτι ὅσα ἄν ὁ τοιοῦτος λέγῃ ἤ ποιῇ ἤ γράφῃ, οὐκ αὐτός, ἀλλά τό Πνεῦμα τό Ἅγιον τό λαλοῦν ἐν αὐτῷ ταῦτα λέγει καί γράφει· καί ὁ τούς λόγους αὐτοῦ ἀθετῶν ἤ παραλογιζόμενος, εἰς τό Πνεῦμα τοῦ Θεοῦ, τό ἐνεργοῦν καί λαλοῦν ἐν αὐτῷ, ἁμαρτάνει καί βλασφημεῖ.
Προηγούμενο: ΛΟΓΟΣ Γ΄. Εἰς το ῥητόν τοῦ Ἀποστόλου ἐν ᾧ λέγει· «Καί εἶδον τόν τοιοῦτον εἰς τρίτον οὐρανόν ἁρπαγέντα καί ἀκούσαντα ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ ἀκοῦσαι». Τί οὖν εἰσιν ἅ ἀκήκοεν ὁ Παῦλος ἄρρητα ῥήματα; Τίνα δέ τά ἀγαθά «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»; Τίς δέ ἤ πῶς ἔσται καί ἔστιν εἰς ἡμᾶς ἡ τοῦ Θεοῦ βασιλεία καί τίς ἡ ἐν ἡμῖν ταύτης ἐνέργεια;
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος