Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ στ΄. Περί ἀπαθείας καί ἐναρέτου ζωῆς. Καί ὅπως χρή τό οἰκεῖον ἐκκόπτειν θέλημα καί εἰς ὕψος ἀνέρχεσθαι τελειότητος. Καί περί συναφείας Θεοῦ πρός ψυχήν καί ψυχῆς πρός σῶμα καί ἑνώσεως τῶν τριῶν παραδόξου. Καί πρός τούτοις περί πνευματικῆς ἰατρείας καί ὅπως χρή θεραπεύειν τούς ψυχικῶς ἀσθενοῦντας.
Προηγούμενο: ΛΟΓΟΣ Δ΄. Περί ἀπαθείας καί τῶν ἐν αὐτῇ κατά προκοπήν χαρισμάτων καί δωρεῶν· καί τίς ἡ τελείωσις τῆς κατά Χριστόν πνευματικῆς ἡλικίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ Ε΄ Περί τῶν οἰομένων ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς τό Πνεῦμα τό Ἅγιον, μή ἐπαισθανομένων δέ καθόλου τῆς ἐνεργείας αὐτοῦ· καί περί τῶν λεγόντων μή δύνασθαί τινα τῶν ἀνθρώπων κατά τήν παροῦσαν ζωήν ὁρᾶν τήν δόξαν αὐτοῦ, καί ἀπόδειξις διά χρήσεων περί τούτου. Καί ὅτι φθόνος οὐδείς ἐν τοῖς ἁγίοις, ὅταν διά πάσης σπουδῆς ἐναρέτου τούτοις συνεξισώμεθα. Καί ποίῳ τρόπῳ ὁρᾷ τις τόν Θεόν καί ὅτι ὁ εἰς τοιαῦτα μέτρα πεφθακώς, ὥστε ὁρᾷν κατά τό ἐφικτόν τόν Θεόν, ἔνθεν ἤδη μυεῖται καί τήν μέλλουσαν δοθῆναι ἐν τῷ μέλλοντι τοῖς ἁγίοις ἀπόλαυσιν. Καί ὅτι ὅσα ἄν ὁ τοιοῦτος λέγῃ ἤ ποιῇ ἤ γράφῃ, οὐκ αὐτός, ἀλλά τό Πνεῦμα τό Ἅγιον τό λαλοῦν ἐν αὐτῷ ταῦτα λέγει καί γράφει· καί ὁ τούς λόγους αὐτοῦ ἀθετῶν ἤ παραλογιζόμενος, εἰς τό Πνεῦμα τοῦ Θεοῦ, τό ἐνεργοῦν καί λαλοῦν ἐν αὐτῷ, ἁμαρτάνει καί βλασφημεῖ.

Ἰδού καί πάλιν ἐγώ πρός τούς λέγοντας ἔχειν ἀγνώστως Πνεῦμα Θεοῦ καί οἰομένους ἀπό τοῦ θείου βαπτίσματος τοῦτο κεκτῆσθαι ἐν ἑαυτοῖς καί τόν μέν θησαυρόν ἔχειν νομίζοντας, κούφους δέ τούτου ἑαυτούς ὅλως ἐπιγινώσκοντας, πρός τούς ὁμολογοῦντας μέν μηδέν ὅλως ἐπαισθανθῆναι ἐν τῷ βαπτίσματι, ἀγνώστως δέ καί ἀνεπαισθήτως ὑπολαμβάνοντας τήν τοῦ Θεοῦ δωρεάν ἐν ἑαυτοῖς ἀπό τότε ἐγκατοικήσασαν καί μέχρι τοῦ νῦν ἔνδοθεν τῆς ἑαυτῶν ψυχῆς ἐνυπάρχουσαν· οὐ μόνον δέ, ἀλλά γάρ καί πρός αὐτούς τούς μηδεμίαν λέγοντάς ποτε αἴσθησιν ἐν θεωρίᾳ καί ἀποκαλύψει ταύτης λαβεῖν, πίστει δέ μόνῃ καί λογισμῷ, ἀλλ’ οὐ πείρᾳ τοῦτο παραδεξαμένους καί κρατοῦντας ἐν ἑαυτοῖς ὡς ἐκ τῆς τῶν θείων λογίων ἀκροάσεως.

Ἵνα οὖν τά παρ’ ἐκείνων προτάξω λεγόμενα, ὅρα τί φασιν οἱ σοφοί καί ἐνώπιον αὐτῶν ἐπιστήμονες· «Ὅσοι εἰς Χριστόν ἐβαπτίσθητε, φησίν ὁ Παῦλος, Χριστόν ἐνεδύσασθε. Τί δαί; Οὐχί βεβαπτισμένοι ἐσμέν καί ἡμεῖς; Εἰ οὖν βεβαπτίσμεθα, δῆλον ὅτι, καθώς φησιν ὁ Ἀπόστολος, καί τόν Χριστόν ἐνδεδύμεθα». Αὕτη τοίνυν καί παρ’ αὐτῶν ἡ πρώτη πρότασις καί ἀπόδειξις.

Τί οὖν, οὐχ ἡμεῖς, ἀλλά τό Πνεῦμα τό Ἅγιον πρός αὐτούς εἴποι ἄν; Τό οὖν ἔνδυμα τοῦτο, τί εἶναι, ὦ οὗτοι, λέγετε· Χριστόν; Ναί, φησίν. Ὁ τοίνυν Χριστός ἐστί τι, ἵνα ὡς ἄφρων πρός ἄφρονας εἴποιμι, ἤ οὐδέν ἐστιν; Ἔστι τι, πάντως εἴποιεν ἄν, εἰ γε μή τέλεον παρακοπήν φρενῶν εἰσι πάσχοντες. Εἰ οὖν εἶναί τι ὁμολογεῖτε, εἴπατε δή καί τί πρῶτόν ἐστιν, ἵνα οὕτως διδάξητε ἑαυτούς μή ὡς ἄπιστοι φθέγγεσθαι, ἀλλ’ ὡς πιστοί. Τί τοίνυν ἄλλο ἐστίν ὁ Χριστός, εἰ μή Θεός ἀληθής καί ἄνθρωπος ἐπ’ ἀληθῶς τέλειος πεφυκώς; Τοῦτο τοιγαροῦν ὁμολογοῦντες, εἴπατε ἡμῖν καί διά τί ἄνθρωπος γέγονεν ὁ Θεός. Πάντως, ὡς αἱ θεῖαι Γραφαί διδάσκουσι καί αὐτά τά γεγονότα καί καθ’ ἑκάστην γινόμενα, εἰ καί ἴσως ὑμεῖς ἐθελοκωφοῦντες ἀγνοεῖτε ἵνα τόν ἄνθρωπον ποιήσῃ θεόν. Διά τίνος τοῦτο κατεργαζόμενος; Διά τῆς σαρκός ἤ διά τῆς θεότητος; Διά τῆς θεότητος δηλονότι. «Ἡ σάρξ γάρ, φησίν, οὐκ ὠφελεῖ οὐδέν· τό πνεῦμά ἐστι τό ζωοποιοῦν». Εἰ οὖν διά τῆς αὐτοῦ θεότητος ἥν ἀνέλαβε σάρκα πρῶτον ἐθέωσε, καί ἡμᾶς πάντας οὐ διά τῆς φθαρτῆς σαρκός ἀλλά διά τῆς θεωθείσης ζωοποιεῖ, ἵνα μηκέτι μηδαμῶς ὡς ἄνθρωπον ἀλλ’ ὡς ἕνα Θεόν αὐτόν τέλειον ἐν δυσίν ἐπιγινώσκωμεν φύσεσιν - εἷς γάρ Θεός - , ὡς τοῦ φθαρτοῦ ὑπό τῆς ἀφθαρσίας καταποθέντος καί τοῦ σώματος ὑπό τοῦ ἀσωμάτου οὐκ ἀφανισθέντος μέν, ὅλου δέ ἀλλοιωθέντος καί μένοντος ἀσυγχύτου, ἀρρήτως ἀνακεκραμένου καί ἐν ἀμίκτῳ μίξει τῇ τριαδικῇ θεότητι ἡνωμένου, ἵνα εἷς Θεός ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι προσκυνῆται καί μήτε προσθήκην τῷ ἀριθμῷ ἀπό τῆς οἰκονομίας λάβῃ τινά μήτε πάθος τι ἀπό τοῦ σώματος ἡ Τριάς ὑποστῇ.

Διά τί οὖν ταῦτα λέγω; Ἵνα προγινώσκων σύ ἅ ὡμολογήσας ἐρωτώμενος παρ’ ἐμοῦ, μή ἐξ ἀγνοίας ἐκκλίνῃς τῆς εὐθείας τῶν νοημάτων ὁδοῦ καί κόπους παρέξῃς ἡμῖν καί κρῖμα προξενήσῃς πλεῖον τῇ σῇ ψυχῇ. Πάλιν τοιγαροῦν προσαναμνήσω σε τά ῥηθέντα ἐν ἐπιτόμῳ, ἵνα εὐσύνοπτον γένηται ὅ μέλλω εἰπεῖν. Ἔστι τοίνυν Χριστός. Τί δέ ἐστι; Θεός ἀληθής καί ἄνθρωπος τέλειος παναληθῶς πεφυκώς, διά τοῦτο γενόμενος ἄνθρωπος, ὅπερ πρώην οὐκ ἦν, ἵνα ποιήσῃ θεόν τόν ἄνθρωπον, ὅπερ οὐδέποτε γέγονεν, διά τῆς θεότητος θεώσας καί θεοποιῶν ἡμᾶς δηλαδή καί οὐχί διά μόνης αὐτοῦ τῆς σαρκός· οὐδέ γάρ μεριστή. Πρόσεχε τοίνυν καί ἐρωτῶντί μοι μετά συνέσεως ἀποκρίθητι. Εἰ οἱ βαπτιζόμενοι τόν Χριστόν ἐπενδύονται, τί τοῦτό ἐστιν ὅ ἐπενδύονται; Θεός. Ὁ οὖν Θεόν ἐνδυσάμενος οὐκ ἐπιγνώσεται νοερῶς καί ἴδῃ τί ἐνεδύσατο; Ὁ γυμνός τῷ σώματι ἐνδυσάμενος ἐπαισθάνεται καί τό ἱμάτιον ὁποῖον ὁρᾷ, ὁ δέ γυμνός τῇ ψυχῇ Θεόν ἐνδυσάμενος οὐ γνώσεται; Εἰ γάρ οὐκ αἰσθάνεται ὁ τόν Θεόν ἐνδυόμενος τί ποτε ἄρα ἐνεδύσατο, λοιπόν κατά σέ οὐδέ ἐστί τί ποτε ὁ Θεός· εἰ γάρ ἦν, οἱ αὐτόν ἐνδυόμενοι ἐγίνωσκον ἄν. Τό γάρ μηδέν ἐνδυόμενοι οὐδέν αἰσθανόμεθα, τό δέ τί ποτε ἤ παρ’ ἑτέρου ἤ ἡμᾶς αὐτούς ἐπενδύοντες καί λίαν ἐπαισθανόμεθα, εἴ γε καί σώας τάς αἰσθήσεις κεκτήμεθα· νεκροί γάρ ἐνδυόμενοι οὐκ αἰσθάνονται μόνοι καί δέδοικα μή καί οἱ ταῦτα λέγοντες νεκροί καί γυμνοί ἐπ’ ἀληθείας ὄντως εἰσίν. Καί οὕτω λέλυται τό ζητούμενον.

Εἶτα φασί· «Τό Πνεῦμα μή σβέννυτε» ὁ Παῦλος διακελεύεται. Καί τοῦτο λέγοντες, τόν σκοπόν τῶν λεγομένων μή ἐπιστάμενοι, τήν ἑαυτῶν ἄγνοιαν ἐμφανίζουσιν· ὁ γάρ λέγων τινί· «Μή σβέσῃς, φησί, τήν λαμπάδα», οὐ περί τῆς ἤδη ἐσβεσμένης αὐτῷ πάντως λέγει, ἀλλά περί τῆς ἔτι καιομένης καί ἀστράπτον ἐχούσης τό φῶς. Ἀλλά γάρ αὖθις πρός αὐτούς ὦδε ἀνθυποφέρομεν.

Τί δαί; Ὁρᾶτε κἄν ὅλως ἐν ὑμῖν αὐτοῖς, ὦ οὗτοι, τό Πνεῦμα καιόμενον καί λάμπον ὥσπερ εἰκός; Καί πρός τοῦτο οὐ μόνον οὐδέν ἀποκρίνονται, ἀλλά καί τάς ὄψεις εὐθύς ἀλλοιούμενοι ἀποστρέφονται καί ὡς βλασφημίαν ἀκούσαντες δυσχεραίνουσι· εἶτα, τόν ἐρωτῶντα φιλοτιμούμενοι καί τόν πρᾷον δῆθεν ὑποκρινόμενοι, οὐ μετά στυφότητος ἀποκρίνονται· «Καί τίς ποτε ἰδεῖν τοῦτο τολμηρῶς εἴποι ἤ ὅλως αὐτό ἐθεάσατο;» Ἄπαγε. «Θεόν, φησίν, οὐδείς ἑώρακε πώποτε». Ὤ τῆς σκοτώσεως! Τίς τοῦτο εἶπε, λέξον ἡμῖν. «Ὁ μονογενής, φησίν, Υἱός ὁ ὤν εἰς τόν κόλπον τοῦ Πατρός ἐκεῖνος ἐξηγήσατο». Ἀληθῶς λέγεις καί ἡ μαρτυρία σου ἀληθής μέν, ἀλλά κατά τῆς σεαυτοῦ ψυχῆς. Ἐάν γάρ ἐγώ δείξω σοι τόν αὐτόν Υἱόν τοῦ Θεοῦ λέγοντά σοι δυνατόν εἶναι τοῦτο, τί ἐρεῖς; Φησί γάρ· «Ὁ ἑωρακώς ἐμέ ἑώρακε τόν Πατέρα». Τοῦτο δέ οὐ κατά τήν τῆς σαρκός εἶπε θεωρίαν, ἀλλά κατά τήν τῆς θεότητος ἀποκάλυψιν. Εἰ γάρ κατά τήν σωματικήν ἰδέαν τοῦτο γενόμενον ἐννοήσωμεν, λοιπόν καί οἱ τοῦτον σταυρώσαντες καί ἐμπτύσαντες τόν Πατέρα ἑωράκασι· καί οὕτως οὐδεμία ἔσται διαφορά ἤ προτίμησις ἀπίστων τε καί πιστῶν, ἀλλά πάντες ἐξ ἴσης τοῦ πεποθημένου μακαρισμοῦ ἔτυχόν τε δηλονότι καί τύχωσιν. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι, καθά δή καί αὐτός πάλιν δείκνυσιν Ἰουδαίοις διαλεγόμενος καί λέγων· «Εἰ ἐγνώκειτέ με, καί τόν Πατέρα μου ἐγνώκειτε ἄν».

Ὅτι δέ δυνατόν ἡμῖν ἐστι τό κατιδεῖν τόν Θεόν, ὡς ἀνθρώπῳ ἰδεῖν ἐφικτόν, ἄκουσον αὐτοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ πάλιν λέγοντος· «Μακάριοι οἱ καθαροί τῇ καρδίᾳ ὅτι αὐτοί τόν Θεόν ὄψονται». Τί οὖν ἐρεῖς πρός ταῦτα; Ἀλλ’ οἶδα, ὁ τά ἐν χερσίν ἀπιστῶν ἀγαθά καί λαβεῖν ταῦτα μή προθυμούμενος ἐπί τά μέλλοντα μεταβήσεται καί ἀποκριθείς ἐρεῖ· «Ναί, ὄντως οἱ καθαροί τῇ καρδίᾳ τόν Θεόν ὄψονται, ἀλλ’ ἐν τῷ μέλλοντι τοῦτο καί οὐκ ἐν τῷ νῦν αἰῶνι γενήσεται». Διά τί ἤ πῶς τοῦτο ἔσται, ἀγαπητέ; Εἰ γάρ διά τῆς καθαρᾶς καρδίας τόν Θεόν εἶπεν ὄψεσθαι, πάντως ὅτε ἡ καθαρότης προσγένηται, καί ἡ θεωρία συνέπεται αὐτῇ. Καί εἰ ταύτην ποτέ ἐκαθάρισας, ἔγνως ἄν ὡς ἀληθῆ τά λεγόμενα· ἐπεί δέ οὐκ ἔθου τοῦτο ἐν τῇ καρδίᾳ σου οὐδέ εἶναι ἀληθές ἐπίστευσας, διά τοῦτο καί τῆς καθάρσεως κατεφρόνησας καί τῆς θεωρίας διήμαρτες. Εἰ γάρ ἐνταῦθα ἡ κάθαρσις, καί ἐνταῦθα ἔσται ἡ ὅρασις· εἰ δέ μετά θάνατον εἴπῃς τήν ὅρασιν εἶναι, θήσεις πάντως καί τήν κάθαρσιν μετά θάνατον, καί οὕτω σοι γενήσεται τό μηδέποτε ἰδεῖν τόν Θεόν ἐν τῷ μή εἶναί σοι ἐργασίαν μετά τήν ἔξοδον δι’ ἧς εὑρήσεις τήν κάθαρσιν. Ἀλλά καί ὁ Κύριος τί φησιν; «Ὁ ἀγαπῶν με τάς ἐντολάς μου τηρήσει καί ἐγώ ἀγαπήσω αὐτόν καί ἐμφανίσω αὐτῷ ἐμαυτόν». Πότε οὖν ἡ ἐμφάνεια τούτου γενήσεται; Ἐνταῦθα ἤ ἐν τῷ μέλλοντι; Εὔδηλον ὅτι ἐνταῦθα. Ὅπου γάρ ἡ ἀκριβής τῶν ἐντολῶν φυλακή, ἐκεῖ ἔσται καί ἡ τοῦ Σωτῆρος ἐμφάνεια, μετά δέ τήν ἐμφάνειαν ἡ τελεία ἐν ἡμῖν ἀγάπη προσγίνεται. Εἰ γάρ μή τοῦτο γένηται, οὔτε πιστεύειν, οὔτε ἀγαπᾶν αὐτόν ὡς χρή δυνάμεθα· γέγραπται γάρ· «Ὁ μή ἀγαπῶν τόν ἀδελφόν αὐτοῦ ὅν ὁρᾷ, τόν Θεόν ὅν οὐ βλέπει πῶς δύναται ἀγαπᾶν;» Οὐδαμῶς.

Ὁ τοίνυν μή δυνάμενος ἀγαπᾶν, οὐδέ πιστεύειν δύναται δηλονότι· καί ταῦτα Παύλου λέγοντος ἄκουε· «Μένει δέ τά τρία ταῦτα, πίστις ἐλπίς, ἀγάπη· μείζων δέ πάντων ἡ ἀγάπη». Εἰ οὖν ἡ πίστις τῇ ἐλπίδι συνέζευκται, ἡ δέ ἐλπίς τῇ ἀγάπῃ συνέπεται, ὁ μή ἔχων ἀγάπην ἐλπίδα οὐ κέκτηται, ὁ δέ ἐλπίδος ἐκτός, δηλονότι καί πίστεως. Πῶς γάρ, τῶν αἰτιῶν τῆς ἀγάπης μή ὄντων, αὐτήν ἐκείνην παρεῖναι ἐνδέχεται; Ὡς γάρ θεμελίων ἐκτός ὄροφος οἴκου οὐχ ἵσταται, οὕτως οὐδέ πίστεως καί ἐλπίδος βεβαίας χωρίς ἀγάπην Θεοῦ ἐν ψυχῇ ἀνθρώπου εὑρεθῆναι δυνατόν· ὁ δέ μή τήν ἀγάπην ἔχων οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται ἤ χωρίς ταύτης ὠφεληθήσεται, καθά δή καί αὐτός Παῦλος γράφων διαμαρτύρεται. Περί δέ τοῦ ἀπ’ ἐντεῦθεν ὁρᾶν τόν Θεόν ἄκουε αὐτοῦ πάλιν λέγοντος· «Νῦν βλέπω ἐν ἐσόπτρῳ καί ἐν αἰνίγματι, τότε δέ πρόσωπον πρός πρόσωπον» καί πάλιν· «Νῦν γινώσκω ἐκ μέρους, τότε δέ ἐπιγνώσομαι καθ’ ὅ καί ἐπεγνώσθην». Ἀλλ’ ἐκεῖνος, φησί, Παῦλος ἦν. Παῦλος δέ οὐχί κατά πάντα ἄνθρωπος ἦν, ἡμῖν ὁμοιοπαθής τε καί σύνδουλος; Καί τίς Παύλου ἴσος, ὦ ὑπερήφανε σύ καί ἀπονενοημένε, φησίν, ὅτι τοῦτον ἡμῖν τοῖς ἀνθρώποις συνεξισάζοις; Οἷς οὐχ ἡμεῖς, αὐτός δέ ὁ Παῦλος μεγάλῃ βοᾷ τῇ φωνῇ, οὕτω λέγων· «Χριστός ἦλθεν - ἀκούσατε - ἁμαρτωλούς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ». Πρῶτος οὖν ἐκεῖνος τῶν σῳζομένων ἁμαρτωλῶν· γενοῦ σύ δεύτερος, γενοῦ τρίτος, γενοῦ δέκατος, γενοῦ ταῖς χιλιάσιν, εἰ βούλει, καί μυριάσι σύμψυχος καί τῷ Παύλῳ σεαυτόν συναρίθμησον· καί οὕτω Παῦλον τιμήσεις, καθώς ἐκεῖνός φησι· «Μιμηταί μου γίνεσθε, καθώς κἀγώ Χριστοῦ», καί πάλιν· «Ἤθελον πάντας εἶναι ὡς ἐμαυτόν».

Εἰ τοίνυν ἐπαινέσαι βούλει τόν Παῦλον ἤ τιμῆσαι αὐτόν, μίμησαι τοῦτον· καί οἷος ἐκεῖνος, γενοῦ τοιοῦτος τῇ πίστει καί σύ, καί τότε ἐπ’ ἀληθείας τιμήσεις αὐτόν κἀκεῖνος προσδέξεταί σε καί ὡς ἰδίαν δόξαν καί στέφανον καυχήσεως λογίσεταί σε, ὅτι τοῖς ἐκείνου λόγοις πεισθείς καί ἀκολουθήσας αὐτῷ μιμητής ἐκείνου καί οἷος ἐκεῖνος ἐγένου καί σύ. Εἰ δέ λέγεις ἀτιμίαν εἶναι Παύλου τό καί ἄλλον ἴσον γενέσθαι αὐτοῦ καί διά τοῦτο τῆς σῆς σωτηρίας καταφρονῶν ἀμελεῖς, γίνωσκε ὡς παραλογιζόμενον σεαυτόν μᾶλλον ἀπώσεται καί διά τοῦτο αὐτός σε βδελύξεται. Βούλει οὖν σοι δείξω ὅτι μᾶλλον μειζόνως τιμήσεις αὐτόν καί εὐφρανεῖς καί δοξάσεις, εἰ μείζων ἐκείνου δυνηθῇς γενέσθαι καί τῷ Θεῷ οἰκειότερος; Ἄκουσον αὐτοῦ τοῦτο παριστῶντος καί λέγοντος· «Εὐχόμην ἀνάθεμα εἶναι ἀπό Χριστοῦ ὑπέρ τῶν ἀδελφῶν, τῶν συγγενῶν μου κατά σάρκα». Ἐκεῖνος χωρισθῆναι ἀπό Χριστοῦ προαιρεῖται τελείως, ἵνα σύ σωθῇς, καί λέγεις ὅτι ἀτιμίαν ἡγήσεται, ἐάν ὡς ἐκεῖνος θελήσω καί σπεύσω γενέσθαι κἀγώ; Οὐχί, ἀδελφέ, οὐκ ἔστι φθόνος ἐν ἁγίοις Θεοῦ, οὐκ ἔστιν ἐν αὐτοῖς προεδρίας ἤ μείζονος δόξης ἐπιθυμία καί ὄρεξις. Μία γάρ αὐτοῖς καί τοῖς κατά γενεάν καί γενεάν φίλοις καί προφήταις ἀναδεικνυμένοις Θεοῦ προεδρία καί καθέδρας καί προτίμησις στάσεως καί δόξα καί ἀπόλαυσις καί τρυφή, τό ὁρᾶν τόν Θεόν· οἱ δέ ὁρῶντες αὐτόν περιεργίας πάσης ἀπηλλαγμένοι ὑπάρχουσιν. Οὐδέ γάρ πρός τι τοῦ βίου ἤ πρός ἕτερόν τινα τῶν ἀνθρώπων βλέπειν καί ἐπιστρέφεσθαι ἤ ὅλως ἐννοεῖν τι τῶν ἀνοικείων δεδύνηνται, ἀλλά τοῦ πρός τι γενέσθαι τόν νοῦν ἠλευθέρωνται· διά τοῦτο καί μένουσιν εἰς αἰῶνας ἄτρεπτοι καί πρός τό κακόν εἰσιν ἀνεπίστροφοι.

Ἀλλά γάρ ἐρωτήσω σε, σύ δέ μοι συνετῶς ἀποκρίθητι. Ταῦτα πόθεν οἱ γράψαντες ἴσασι, καί νῦν ὁ γράφων πόθεν ἐπίσταται; Εἰπέ σύ, ἵνα μή πάλιν ἐγώ δόξω σοι κενοδόξως λαλεῖν· τίνος ταῦτα τά ῥήματα; Λελογισμένως συλλογίσθητι καί πάντως πεισθήσῃ καί συζητήσεων ἀπαλλάξεις με. Ἀνθρώπου πάντως, φησίν. Οἴμοι ὅτι οὐδέ διά τῆς ἀκοῆς σου ἡ ὅρασις ἐπιγίνεται, ἀλλά μένεις ἀκούων καί μηδόλως ὁρῶν. Ἀνθρώπου λέγεις εἶναι ταῦτα τά ῥήματα; Εἰ ἀνθρώπου εἰσίν, εἰπεῖν ἔχεις πάντως καί ποταποῦ, ἐπειδή ἄνθρωπος οὐ μόνον ἀνθρώπου συλλογισμούς τε καί διαθέσεις, ἀλλ’ οὐδέ κτήνους ὁρμάς ἤ στάσεις ἤ ἐνδιάθετον κατάστασιν ψυχῆς δύναται γνῶναι ἤ ἐξειπεῖν· «Οὐδείς γάρ οἶδε τά τοῦ ἀνθρώπου, εἰ μή τό πνεῦμα τοῦ ἀνθρώπου τό ἐνοικοῦν ἐν αὐτῷ». Εἰ δέ ἀνθρώπου καί κτηνῶν ἀλόγων διαθέσεις καί ὁρμάς χαλεπόν ἄνθρωπον εἰδέναι καλῶς, τά τοῦ Θεοῦ, ἤγουν τήν ἐκ τῆς θεωρίας αὐτοῦ ἐγγινομένην τοῖς ἁγίοις ἀλλοίωσιν καί κατάστασιν, ἵνα μή τό γε νῦν ἔχον εἴπω ἐνέργειαν, πόθεν ἤ πῶς εἰδέναι τις δύναται; Ἄλλως τε δέ εἰ ἀνθρώπου τά ῥήματα, δηλονότι καί τά νοήματα. Τά δέ ἐν τούτοις νοήματα οὐ χρή καλεῖσθαι νοήματα, ἀλλά θεωρίαν τῶν ὄντως ὄντων· ἀπό γάρ τῆς ἐκείνων θεωρίας λαλοῦμεν· καί λέγεσθαι μᾶλλον χρή τῶν ὁραθέντων διήγησιν τά λεγόμενα, νόημα δέ ἐκεῖνο λέγεσθαι ἄξιον τό περί ἀνυποστάτου πράγματος ἤ βουλήματος γεννώμενον ἐνθύμημα ἐκ τοῦ νοῦ, οἷον τοῦ ποιῆσαί τι ἀγαθόν ἤ πονηρόν ὅ οὔπω ἐπράχθη παρ’ ἡμῶν, ὅ καί ἀπό τοῦ νοήματος εἰς ἔργον ἐξάγεται, ὥστε τό νόημα ἀρχή ἐστι τοῦ μέλλοντος γίνεσθαι πράγματος παρ’ ἡμῶν κατά το· «Πρῶτον μέν ἐννοεῖ τάς ἀγγελικάς δυνάμεις καί οὐρανίους καί τό ἐννόημα ἔργον ἦν».

Σκόπει δέ ὅτι οὐ περί ἀνυποστάτων τινῶν καί ἀδήλων πραγμάτων, ἀλλά περί τῶν ἤδη γινομένων καί γενέσθαι μελλόντων, οἱ λόγοι πάντες ἡμῖν καί πᾶσα ἡ περί τούτων ἐξήγησις ἐκ τῆς ὁράσεως μᾶλλον γίνεται καί τῆς θεωρίας αὐτῶν. Πᾶσα γάρ ἀνάγκη παντί τῷ ἐξηγουμένῳ περί τινος πράγματος, οἴκου φέρε εἰπεῖν ἤ πόλεως, ἤ παλατίου τινός καί τῆς ἐν αὐτῷ τάξεώς τε καί καταστάσεως, ἤ περί θεάτρου πάλιν τινός καί τῶν ἐν αὐτῷ τελουμένων, ἰδεῖν μέν πρότερον καί καταμαθεῖν τά ἐν τούτοις, εἶθ’ οὕτως περί οὗ εἰπεῖν βούλεται ἐστοχασμένως καί λελογισμένως εἰπεῖν. Ἐπεί, ἐάν μή πρότερον ἴδῃ, τί ἄν καί οἴκοθεν εἴποι; Ποίαν δέ νόησιν πρός τήν τοῦ μήπω μηδαμῶς ὁραθέντος πράγματος ἄλλοθεν πορίσεται διηγούμενος; Ποίαν, εἰπέ μοι, ἐνθύμησιν ἤ εὐφυΐαν ἤ μάθησιν, ποίαν δέ φρόνησιν, σκέψιν τε καί ἐπίνοιαν καί συλλογισμόν εὑρήσει καιρίως περί οὗ οὐκ οἶδεν εἰπεῖν; Τό γάρ εἰπεῖν τι περί ὧν οὐκ οἶδεν ἤ οὐκ ἐθέασατο πάντως ἄλογον καί ἀπαίδευτον. Εἰ τοίνυν περί ὁρωμένων καί ἐπιγείων οὐδείς εἰπεῖν τι ἤ διηγήσασθαι δύναται, εἰ μή αὐτόπτης τοῦ πράγματος γένηται, πῶς εἰπεῖν τις ἰσχύσειεν ἤ διηγήσασθαι, ἀδελφοί, περί Θεοῦ καί θείων πραγμάτων καί αὐτῶν τῶν τοῦ Θεοῦ ἁγίων καί δούλων, οἵαν ἐκεῖνοι τήν ὁλικήν πρός τόν Θεόν ἐσχήκασι σχέσιν καί οἵαν ἐστίν ἡ τοῦ Θεοῦ ὅρασις ἡ ἐν αὐτοῖς ἀρρήτως ἐγγινομένη; Ἥτις ἐνέργειαν ἄφθεγκτον ἐμποιεῖ νοερῶς ἐν ταῖς καρδίαις αὐτῶν, εἰ καί μή πλέον εἰπεῖν τι ὁ ἀνθρώπινος δίδωσι λόγος, μή πρότερον φωτισθείς φῶς γνώσεως, κατά τήν κελεύουσαν ἐντολήν.

Φῶς δέ γνώσεως ὅταν ἀκούσῃς, ἵνα σε διά πάντων φωταγωγήσωμεν, μή ὑπολάβῃς γνῶσιν εἶναι μόνην τῶν λεγομένων δίχα φωτός. Οὐ γάρ εἶπε διήγησιν ἤ λόγον γνώσεως, ἀλλά φῶς γνώσεως καί γνώσεως φῶς, ὡς τοῦ φωτός δηλονότι ἐμποιοῦντος τήν γνῶσιν ἡμῖν· ἄλλως γάρ οὐκ ἔστι γνῶναί τινα τόν Θεόν, εἰ μή διά τῆς θεωρίας τοῦ ἐξ αὐτοῦ ἐκπεμπομένου φωτός. Ὥσπερ γάρ ὁ περί ἀνθρώπου ἤ περί πόλεώς τινος πρός τινας διηγούμενος, ἐκεῖνος μέν ἅ εἶδε καί ἅ ἑώρακε λαλεῖ πρός αὐτούς, οἱ δέ ἀκούοντες μή θεασάμενοι τόν ἄνθρωπον ἤ τήν πόλιν περί ἧς καί ἀκούουσιν, οὐ δύναται ἀπό τῆς ἀκοῆς μόνης, ὡς ὁ ἰδών καί διηγούμενος τά περί τοῦ ἀνθρώπου, γινώσκειν καί τά περί τῆς πόλεως, οὕτως καί περί τῆς ἄνω Ἱερουσαλήμ καί τοῦ ἐν αὐτῇ κατοικοῦντος ἀοράτου Θεοῦ, περί τῆς ἀπροσίτου δόξης τε τοῦ προσώπου αὐτοῦ καί περί τῆς ἐνεργείας καί δυνάμεως τοῦ παναγίου αὐτοῦ Πνεύματος, εἴτ’ οὖν φωτός, οὐδείς εἰπεῖν δύναται, εἰ μή πρῶτον αὐτό τό φῶς ἴδῃ ψυχῆς ὀφθαλμοῖς καί ἀκριβῶς γνῷ τάς αὐτοῦ ἐλλάμψεις καί ἐνεργείας ἐν αὐτῷ. Ἀλλ’ εἰ τι καί διά τῶν θείων ἀκούοι Γραφῶν λαλοῦντας δι’ αὐτῶν τούς τόν Θεόν ἰδόντας, διά τοῦ Πνεύματος ἐκεῖνα καί μόνα διδάσκεται· ὅθεν οὐδέ δύναται λέγειν ὅτι ἐν γνώσει γέγονα τοῦ θεοῦ διά μόνης ταύτης τῆς ἀκοῆς. Ὅν γάρ οὐχ ἑώρακε πῶς γινώσκειν ἐνδέχεται; Εἰ γάρ ἡ ὅρασις μόνη τελείαν τήν γνῶσιν τοῦ ὁρωμένου παρ’ ἡμῶν ἀνθρώπων οὐκ ἐμποιεῖ ἐν ἡμῖν, πῶς ἡ ἀκοή μόνη τήν τοῦ Θεοῦ γνῶσιν ἡμῖν ἐμποιήσειε; Φῶς ὁ Θεός καί ὡς φῶς ἡ θέα αὐτοῦ· ἐν γοῦν τῇ τοῦ φωτός θέᾳ γνῶσις πρώτη ὅτι Θεός, καθά καί ἐπί τοῦ ἀνθρώπου ἀκοή πρῶτον περί αὐτοῦ, εἶτα ὅρασις, καί ἐν τῷ αὐτόν ἰδεῖν γνῶσις ὅτι ἄνθρωπός ἐστι περί οὗ ἤκουον. Καί οὐδέ οὕτως ἵσταται τοῦ λεγομένου ἡ ἔννοια· ὅσα γάρ ἄν ἐξ ἀκοῆς σοί τις εἴπῃ περί ἀνθρώπου, ὅτε ἴδῃς αὐτόν, ἀπό μόνης τῆς ἀκοῆς γνωρίσαι αὐτόν ἀκριβῶς καί πληροφορηθῆναι, ὅτι αὐτός ἐκεῖνός ἐστι περί οὗ ἤκουες, οὐ δύνασαι, ἀλλά ἀμφιβολίᾳ ἡ ψυχή διαμερίζεται καί ἤ ἐκεῖνον αὐτόν ἐρωτᾷ ἤ ἕτερόν τινα τόν γνωρίζοντα αὐτόν, καί τότε βεβαίως μανθάνεις ὅτι αὐτός ἐκεῖνός ἐστιν.

Οὕτως οὖν καί περί τοῦ ἀοράτου Θεοῦ ἀπαραλλάκτως γίνεται. Ὅταν γάρ ἀποκαλυφθέντα θεάσηταί τις αὐτόν, φῶς ὁρᾷ· θαυμάζει μέν ἰδών, τίς δέ ὁ φανείς οὐκ οἶδεν εὐθύς, ἀλλ’ οὐδέ αὐτόν ἐρωτῆσαι τολμᾷ, - πῶς γάρ, ὅν οὐδέ ἀναβλέψαι τοῖς ὀφθαλμοῖς καί ἰδεῖν δύναται ποταπός; - βλέπει δέ μόνον ἐν τρόμῳ καί φόβῳ πολλῷ οἱονεί πρός τούς πόδας αὐτοῦ, εἰδώς ὅτι ὅλως τίς ἐστιν ὁ φανείς πρό προσώπου αὐτοῦ. Καί εἰ μέν ὑπάρχει ὁ περί τούτων προεξηγησάμενος αὐτῷ, ὡς προεγνωκώς τόν Θεόν, ἀπερχόμενος λέγει αὐτῷ· «Εἶδον». Καί φησι· «Τί, τέκνον, εἶδες;» - «Φῶς, ὦ πάτερ, γλυκύ, γλυκύ· ποταπόν εἰπεῖν σοι, πάτερ, οὐκ ἐξικανοῦσαν ἔχω μου τήν διάνοιαν». Καί ὡς οὖν τοῦτο λέγει, σκιρτᾷ καί πάλλει ἡ καρδία αὐτοῦ καί πρός τόν πόθον τοῦ ὀφθέντος εὐθύς ἀνάπτεται. Εἶτα πάλιν ἄρχεται λέγειν μετά δακρύων θερμῶν καί πολλῶν ὡς· «Ὡράθη μοι, πάτερ, ἐκεῖνο τό φῶς· ἤρθη ὁ οἶκος τῆς κέλλης εὐθύς καί παρῆλθεν ὁ κόσμος, φυγών ὡς οἶμαι ἀπό προσώπου αὐτοῦ· ἔμεινα δέ μόνος ἐγώ μόνῳ συνών τῷ φωτί. Οὐκ οἶδα δέ εἰ ἦν καί τό σῶμα τοῦτο, πάτερ, τηνικαῦτα ἐκεῖ· εἰ γάρ ἔξω τούτου γέγονα ἀγνοῶ, τέως οὐκ ᾔδειν ὅτι σῶμα φορῶ καί περίκειμαι. Ἦν μοι δέ χαρά ἡ καί νῦν συνοῦσά μοι ἄφραστος, ἀγάπη τε καί πόθος πολύς, ὡς κινηθῆναί μου τά νάματα κατά ποταμούς τῶν δακρύων, καθά δή καί νῦν, ὡς ὁρᾷς». Ἀποκριθείς οὖν λέγει αὐτῷ· «Ἐκεῖνος, τέκνον, ἐστί». Καί σύν τῷ λόγῳ βλέπει πάλιν αὐτόν καί μικρόν μικρόν τελείως καθαίρεται, καθαιρόμενος δέ παρρησιάζεται καί ἐκεῖνον αὐτόν ἐρωτᾷ καί φησίν· «Ὁ Θεός μου, σύ εἶ;» Καί ἀποκρίνεται καί φησί· «Ναί ἐγώ εἰμι, ὁ Θεός, ὁ διά σέ ἄνθρωπος γεγονώς· καί ἰδού ἐγώ πεποίηκά σε, ὡς ὁρᾷς, καί ποιήσω θεόν».

Ὅτε τοίνυν χρονίσει πενθῶν καί κλαίων καί προσπίπτων καί ταπεινούμενος, ἄρχεται ἐκ τοῦ κατ’ ὀλίγον γινώσκειν τά τοῦ Θεοῦ· καί εἰς τοῦτο πεφθακώς, τότε μανθάνει «τό θέλημα αὐτοῦ τό ἅγιον καί εὐάρεστον καί τέλειον». Εἰ γάρ μή ἴδῃ, ἵνα πάλιν εἴπω, αὐτόν, οὐδέ δύναται γινώσκειν αὐτόν· καί εἰ μή γνῷ αὐτόν, πῶς ἰσχύσει γνῶναι τό αὐτοῦ ἅγιον θέλημα; Εἰ γάρ ἐπί ἀνθρώπων τοῦτο ἀδύνατον, πολλῷ μᾶλλον ἐπί Θεοῦ. Διό καί προκόπτων καί ἐπί πλεῖον προσοικειούμενος τῷ Θεῷ, ἐκ τῶν εἰς αὐτόν γινομένων παρά Θεοῦ γινώσκει καί ἅπερ μετά τῶν προλαβόντων ἁγίων ἁπάντων ἐποίησε καί ὅσα μέλλει μετά τῶν μεταγενεστέρων ποιεῖν. Περί δέ τῶν μελλόντων στεφάνων καί ἀμοιβῶν διδάσκεται μέν μυούμενος παρ’ αὐτοῦ τοῦ Θεοῦ, τεκμαιρόμενος δηλονότι ὅτι ὑπέρ νοῦν καί λόγον καί διάνοιαν ταῦτά εἰσιν· οὐ μόνον δέ, ἀλλά καί νοεῖ σαφῶς ὁποῖοι μετά τήν ἀνάστασιν ἔσονται αὐτός τε καί πάντες οἱ μετ’ αὐτοῦ, οὐκ ἀπολαμβάνει δέ ταῦτα νυνί, εἰ καί τινες τοῦτο λέγειν ἡμᾶς κακῶς ἐλογίσαντο. Εἰ γάρ ἐνταῦθα τό πᾶν ἀπολαμβάνειν ὑποτιθέμεθα, λοιπόν κατ’ αὐτούς καί τήν ἀνάστασιν αὐτήν ἀπαρνούμεθα, τήν κρίσιν τε καί τήν ἀνταπόδοσιν, καί τήν τῶν μελλόντων ἐλπίδα ἑκουσίως ἀποβαλλόμεθα. Ἀλλ’ οὐχ οὕτως ἡμεῖς φρονοῦμεν ἤ λέγομεν, ἀλλά καί τούς τοῦτο λέγοντας σφοδρῶς καθυποβάλλομεν ἀναθέματι. Τοίνυν καί νῦν μέν μετρίως τούς ἀρραβῶνας ἐντεῦθεν ἤδη ἀπολαμβάνειν τῶν ἀγαθῶν ἁπάντων ὁμολογοῦμεν καί λέγομεν, τό δέ ὅλον μετά τόν θάνατον ἐλπίζομεν λήψεσθαι, καθώς γέγραπται· «Νῦν μέν γινώσκω, φησίν, ἐκ μέρους· ὅταν δέ ἔλθῃ τό πᾶν, τότε τό ἐκ μέρους καταργηθήσεται». Καί ἀλλαχοῦ· «Καί νῦν τέκνα Θεοῦ ἐσμεν καί οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δέ ὅτι, ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα».

Καί ἵνα κατά πεῦσιν καί ἀπόκρισιν τόν λόγον μεταποιήσωμεν, οἱονεί τόν εἰρηκότα τοῦτο ἐρωτήσωμεν· «Πόθεν, ὦ ἠγαπημένε καί φίλε Χριστοῦ, οἶδας ὅτι ὅμοιος αὐτοῦ ἔσῃ; Φράσον ἡμῖν, πόθεν;» «Ἐκ τοῦ Πνεύματος, φησίν, οὗ ἔδωκεν ἡμῖν, ἐκ τούτου γινώσκομεν ὅτι ἐσμέν τέκνα Θεοῦ καί αὐτός ὁ Θεός ἐν ἡμῖν ἐστιν, ἐπειδή καί αὐτός ταῦτά μοι εἶπε μυστικῇ τῇ φωνῇ». Ἀλλ’ ἐπί τό προκείμενον ἐπανέλθωμεν.

Πρῶτον ἄνωθεν εἴπομεν ὅτι νοήματα ἡμῶν ἐκεῖνα λέγεσθαι δίκαιον, ὅταν ἐν τῷ ἡμετέρῳ νοΐ ἵνα λόγος περί πράγματός τινος ἀγαθοῦ ἤ κακοῦ γεννηθῇ, οἷον φέρε εἰπεῖν, ἵνα κτήσωμαί τι ἤ κακοποιήσω ἤ ἀγαθοποιήσω τινά, ἐξήγησιν δέ καί οὐχί νόημα τό περί γεγενημένων ἤδη ἤ ἑωραμένων πραγμάτων λαλεῖν. Εἶτα πάλιν εἴπομεν ὅτι περί ὧν τις οὐχ ἑώρακε πραγμάτων ἤ πόλεων ἤ θεάτρων ἤ ἀνθρώπων, πῶς λέγειν δύναται περί αὐτῶν ἤ τάς ἰδέας ἤ τάς μορφάς καί τάς θέσεις αὐτῶν ἀφηγήσασθαι; Εἰ δέ καί εἴπῃ, μυθολόγος ἄν δικαίως ὑπό τῶν ἀκουόντων αὐτόν κληθήσεται. Οἱ οὖν εἰπόντες περί τῆς τοῦ Κυρίου ἡμέρας καί περί τῆς ἐνδόξου καί φρικτῆς αὐτοῦ παρουσίας προφῆται καί ἀπόστολοι, ὅτι ὡς κλέπτης ἐν νυκτί καί ὡς ὠδίν τῇ τικτούσῃ καί ὅτι ἐν πυρί ἀποκαλύπτεται, πόθεν μαθόντες ταῦτα εἰρήκασι; Πάντως γάρ, ἤ παρά τινος ἀκηκόασιν, ἤ αὐτόπται τῆς ἡμέρας ἐκείνης ἐγένοντο. Ἐπεί ὅ οὐκ εἶδον, ὅ παρ’ ἑτέρου οὐκ ἤκουσαν λέγοντος, πῶς ἐκεῖνοι εἰρήκασιν; Εἰ οὖν ἤκουσαν, παρά τίνος εἰπέ· οὔπω γάρ τέως λέγω ὅτι εἶδον αὐτοί καί εἶπον, ἀλλ’ ὅτι ἤκουσαν· εἰπέ λοιπόν, εἰ οἶδας, πόθεν ταῦτα μεμαθήκασιν. Εἰ δέ τί εἰπεῖν οὐκ ἐπίστασαι, ἄκουσον καί γνῶθι ὅτι παρά τοῦ Ἁγίου ταῦτα μεμαθήκασι Πνεύματος, καθώς αὐτοῖς καί ὁ Κύριος ἔλεγεν· «Ὅταν δέ ἔλθῃ ὁ παράκλητος, τό Πνεῦμα τό Ἅγιον ὅ πέμπει ὁ Πατήρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καί ὑπομνήσει ὑμᾶς πάντα ἅ εἶπον ὑμῖν». Ὅτι δέ καί ἅ οὐκ εἶπεν αὐτοῖς ὁ Χριστός, ταῦτα τό Πνεῦμα τό Ἅγιον τοῖς ἀποστόλοις ἐπελθόν ἐδίδαξε καί εἶπε, φησίν ὁ αὐτός· «Ἔτι πολλά ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δέ ἔλθῃ ἐκεῖνος, τό Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τήν ἀλήθειαν· οὐ γάρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἄν ἀκούσῃ λαλήσει καί τά ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμέ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καί ἀναγγελεῖ ὑμῖν». Ἔμαθες πόθεν ἐδιδάχθησαν οἱ γράψαντες τά περί τῆς ἡμέρας ἐκείνης καί τῆς τοῦ Κυρίου ἐπιφανείας καί τῶν ἀποκειμένων καί ἐπελθεῖν μελλόντων τοῖς ἁμαρτωλοῖς καί δικαίοις. Οὕτω καί περί τῶν λοιπῶν πάντων τῶν μή βλεπομένων ἡμῖν αὐτοί φωτισθέντες διά τοῦ Πνεύματος εἶδον ἅμα καί ἔγραψαν.

Ἀλλ’ ἐρωτῶντί μοι ἀποκρίθητι. Τό Πνεῦμα τό Ἅγιον τί ἐστι; Θεός, ἐκ Θεοῦ ἀληθινοῦ ὁμολογουμένως Θεός ἀληθινός. Σύ οὖν, ὡς ὁρᾷς, λέγεις τοῦτο Θεόν, τοῖς δόγμασι τῆς Ἐκκλησίας ἑπόμενος. Τοῦτο τοίνυν λέγων τε καί φρονῶν Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ ἐκπορευόμενον, συνιστᾷς ὅτι οἱ τό Ἅγιον ἔχοντες Πνεῦμα αὐτόν ἐκεῖνον ὁμολογουμένως ἔχουσι τόν Θεόν μένοντα πάντοτε μεθ’ ἑαυτῶν, καθώς πρός τούς ἀποστόλους ὁ Χριστός ἔφη· «Ἐάν ἀγαπᾶτέ με, τάς ἐντολάς τάς ἐμάς τηρήσετε· καί ἐγώ ἐρωτήσω τόν Πατέρα καί ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τόν αἰῶνα». Ἰδού οὖν ἐδιδάχθης ὅτι καί μένει καί κατοικεῖ εἰς ἀτελευτήτους αἰῶνας· τό γάρ εἰπεῖν «ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τόν αἰῶνα» τό ἀϊδίως καί ἀτελευτήτως αὐτοῖς συνέσεσθαι καί εἶναι ἀχώριστον μετ’ αὐτῶν ἔν τε τῷ νῦν καιρῷ, ἔν τε τῷ μέλλοντι αἰῶνι δηλοῖ. Ὅτι δέ καί ἑώρων τό Ἁγιον Πνεῦμα οἱ θεῖοι ἀπόστολοι καί ὅσοι τοῦτο λαβεῖν ἠξιώθησαν, ἄκουσον τό ἑπόμενον· «Τό Πνεῦμα τῆς ἀληθείας ὅ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό οὔτε γινώσκει αὐτό, ὑμεῖς δέ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει». Ἵνα δέ γνῷς ὅτι καί τόν Χριστόν βλέπουσιν οἱ ἀγαπῶντες αὐτόν καί τάς ἐντολάς αὐτοῦ φυλάσσοντες, αὐτοῦ τοῦ Κυρίου ἄκουσον λέγοντος· «Ὁ ἔχων τάς ἐντολάς μου καί τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δέ ἀγαπῶν με ἀγαπηθήσεται ὑπό τοῦ πατρός μου, καί ἐγώ ἀγαπήσω αὐτόν καί ἐμφανίσω αὐτῷ ἐμαυτόν».

Γνωστόν τοιγαροῦν ἔστω πᾶσι χριστιανοῖς ὅτι ὁ Χριστός ἀψευδής καί Θεός ἀληθινός ἐστι καί τοῖς τήν πρός αὐτόν ἀγάπην διά τῆς τηρήσεως τῶν ἐντολῶν αὐτοῦ ἐνδεικνυμένοις ὁμολογουμένως ἐμφανίζεται, καθώς εἶπεν αὐτός· αὐτό τε τό Ἅγιον Πνεῦμα διά τῆς ἐμφανείας αὐτοῦ δωρεῖται αὐτοῖς καί διά τοῦ Ἁγίου πάλιν Πνεύματος αὐτός καί ὁ Πατήρ ἀχωρίστως μένουσιν μετ’ αὐτῶν. Οἱ δέ τοιοῦτοι ἀφ’ ἑαυτῶν λαλοῦσιν οὐδέν· ὁ δέ λέγων λαλεῖν αὐτούς τι ἀφ’ ἑαυτῶν, δυνατόν εἶναι λέγει εἰδέναι καί ἄνθρωπον τά τοῦ ἀνθρώπου καί ἀνθρώπους ὡσαύτως τά τοῦ Θεοῦ· εἰ δέ μή τοῦτο, ἀλλά ψεύστας καί μυθολόγους ἀποκαλεῖ, ὡς μή ἐξ αὐτοῦ διδασκομένους, ἀλλά περί ὧν οὐκ εἶδον ἤ ἤκουσαν ἀπό οἰκείων συλλογισμῶν ἑτέρους διδάσκοντας. Ἀλλά χρεών εἰδέναι, ὅτι, εἰ συνᾴδοντα καί οὗτοι τοῖς προλαβοῦσι θεοφόροις πατράσι φθέγγονται, ἐν τῷ αὐτῷ Πνεύματι καί αὐτοί δηλονότι φθέγγονται καί οἱ αὐτοῖς ἀπιστοῦντες ἤ καί ἐνδιαβάλλοντες εἰς τόν δι’ αὐτῶν φθεγγόμενον ἁμαρτάνουσιν.

Ἐδιδάχθης τοίνυν, ἀγαπητέ, ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ἐντός σου, εἰ θέλεις, ἐστί καί τά αἰώνια ἅπαντα ἀγαθά ἐν χερσί σου εἰσί. Σπεῦσον οὖν ἰδεῖν καί λαβεῖν καί ἐν σεαυτῷ κτήσασθαι τά ἀποκείμενα ἀγαθά καί μή διά τοῦ οἴεσθαι ταῦτα ἔχειν ἀποστερηθήσῃ πάντων αὐτῶν· κλαῦσον, πρόσπεσον, ὥσπερ ποτέ ὁ τυφλός, οὕτω καί νῦν καί σύ καί εἰπέ· «Ἐλέησόν με, Υἱέ τοῦ Θεοῦ, καί διάνοιξόν μου τούς ὀφθαλμούς τῆς ψυχῆς, ἵνα ἴδω τό φῶς τοῦ κόσμου, σέ τόν Θεόν, καί γενήσομαι υἱός ἡμέρας θείας κἀγώ· καί μή ἄμοιρον, ὡς ἀνάξιον, τῆς σῆς θεότητος καταλείψῃς με, Ἀγαθέ. Ἐμφάνισόν μοι, Κύριε, σεαυτόν, ἵνα γνώσωμαι ὅτι ἠγάπησάς με, ὡς τάς θείας τηρήσαντά σου, Δέσποτα, ἐντολάς. Πέμψον τόν παράκλητον, οἰκτίρμον, καί ἐπ’ ἐμοί, ἵνα αὐτός με διδάξῃ τά περί σοῦ καί τά σά ἀναγγείλῃ μοι, ὦ Θεέ τοῦ παντός. Λάμψον ἐπ’ ἐμοί τό φῶς τό ἀληθινόν, εὔσπλαγχνε, ἵνα ἴδω τήν δόξαν τήν σήν, ἥν εἶχες πρό τοῦ τόν κόσμον γενέσθαι παρά τῷ σῷ Πατρί. Μεῖνον, ὡς εἶπας, καί ἐν ἐμοί. Μορφωθῆναι θέλησον, ἀόρατε, ἐν ἐμοί, ἵνα βλέπων τό ἀμήχανον κάλλος σου, τήν εἰκόνα, ἐπουράνιε, φορέσω τήν σήν καί πάντα τά ὁρατά ἐπιλάθωμαι. Δός μοι τήν δόξαν ἥν σοι δέδωκεν, εὔσπλαγχνε, ὁ Πατήρ, ἵνα ὅμοιός σοι ὡς πάντες οἱ δοῦλοί σου γένωμαι κατά χάριν θεός καί συνέσομαί σοι διηνεκῶς νῦν καί ἀεί καί εἰς ἀπεράντους αἰῶνας, ἀμήν».

Ναί, ἀδελφέ μου ἀγαπητέ, πίστευσον καί πείσθητι ὅτι οὕτως ἐστί καί αὕτη ἡ πίστις ἡμῶν. Τοῦτο οὖν ἐστι, πίστευσον, ἀδελφέ, τό ἀναγεννηθῆναι καί ἀνακαινισθῆναι καί ζῆσαι τήν ἐν Χριστῷ ζωήν. Ἤ οὐκ ἀκούεις τόν μέγαν Βασίλειον λέγοντα εἰς τόν προτρεπτικόν αὐτοῦ λόγον τῶν Φώτων· «Οὐκ ἐπιθυμεῖς σεαυτόν ἰδεῖν, ἄνθρωπε, ἀπό γέροντος νέον γινόμενον;», καί τόν Παῦλον· «Εἴ τις ἐν Χριστῷ, καινή κτίσις· τά ἀρχαῖα παρῆλθεν, ἰδού γέγονε τά πάντα καινά». Ποῖα πάντα λέγει τοιγαροῦν; Εἰπέ, σύ, εἰπέ. Μή ὁ οὐρανός ἐνηλλάγη; Μή ἡ γῆ; Ἀλλά ὁ ἥλιος, ἤ οἱ ἀστέρες, ἤ ἡ θάλασσα, ἤ τι τῶν βλεπομένων καινόν καί πρόσφατον γέγονεν; Ἀλλ’ οὐκ ἔχεις τοῦτο εἰπεῖν· πρός ἡμᾶς γάρ καί δι’ ἡμᾶς τοῦτο εἴρηκε. Νεκροί γάρ ὄντες, πρός ζωήν ἀνιστάμεθα· φθαρτοί, καί εἰς ἀφθαρσίαν μεταποιούμεθα· θνητοί, καί εἰς ἀθανασίαν μεταβαλλόμεθα· γήϊνοι, καί γινόμεθα ἐπουράνιοι· σαρκικοί ἐκ σαρκός τήν γένεσιν ἔχοντες, καί πνευματικοί γινόμεθα, τῷ Ἁγίῳ ἀναγεννώμενοι καί ἀναπλαττόμενοι Πνεύματι.

Ταῦτα τοιγαροῦν ἡ ἐν Χριστῷ καινή κτίσις εἰσίν, ἀδελφοί· ταῦτα εἰς τούς ἀληθινούς πιστούς καί ἐκλεκτούς καθ’ ἑκάστην ἐπιτελοῦνται καί γίνονται, καί τούτων ἁπάντων μέτοχοι μερικῶς, ὡς πολλάκις εἴπομεν, ἐν σώματι ὄντες, γνωστῶς γίνονται· οὐ μόνον δέ ἀλλά καί μετά θάνατον ὁλοτελῶς ταῦτα καί βεβαίως κληρονομῆσαι ἐλπίζουσιν, ὅλοι δηλαδή ἐν ὅλοις τοῖς νυνί μεταληφθεῖσι γινόμενοι ἀγαθοῖς. Εἰ γάρ καί τόν Χριστόν ἐσθίειν καί πίνειν, ἐνδύεσθαί τε καί ὁρᾶν καί αὖθις ὁρᾶσθαι παρ’ αὐτοῦ ἀεί διδασκόμεθα, ἀλλά καί ἐν ἡμῖν αὐτόν ἔχειν καί ἐν αὐτῷ πάλιν μένειν ἡμᾶς οἴδαμεν, ὡς αὐτόν μέν εἶναι ἡμῶν ἔνοικον, ἡμᾶς δέ πάλιν ἐνοίκους αὐτοῦ, οἰκίᾳ γινομένῳ δηλονότι ἡμῖν καθά καί ἡμεῖς πάλιν οἰκία γινόμεθα αὐτῷ, εἶτα καί υἱοί μέν ἡμεῖς αὐτοῦ, αὐτός δέ πατήρ ἡμῶν γίνεται, καί φῶς ἐκεῖνος ἐν σκότει λάμπον ἐστίν, αὐτόν δέ βλέπειν ἡμεῖς λέγομεν κατά τό «ὁ λαός ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα», ἐάν οὖν ταῦτα πάντα καί τά λοιπά, ὡς δεδήλωται, ὅσα δηλονότι αἱ θεῖαι Γραφαί γίνεσθαι ἐν ἡμῖν ἐν τῷ ἐνεστῶτι καιρῷ τῆς παρούσης ζωῆς ἐκδιδάσκουσι, μηδόλως γίνεσθαι λέγωμεν εἰς ἡμᾶς, ἤ γίνεσθαι μέν, μυστικῶς δέ καί ἀνεπαισθήτως, μηδέν πρός ταῦτα γινωσκόντων ἡμῶν, τί νεκρῶν διαφέρομεν;

Μή δή τῇ ἀπιστίᾳ οὕτως ἑαυτούς ἐκδιδόντες, εἰς βυθόν ἀπωλείας κατέρχεσθε· ἀλλ’ εἰ καί μέχρι τοῦ νῦν αἴσθησιν τῶν τοιούτων λαβεῖν οὐκ ἠλπίσατε καί διά τοῦτο οὐδέν ᾐτήσασθε, κἄν ἀπό τοῦ παρόντος πληροφορήθητε, πρῶτον ἀληθῆ ταῦτα πιστεύσαντες εἶναι καί συνᾴδοντα ταῖς θείαις Γραφαῖς, πάσας αὐτάς δηλονότι διεξερχόμενοι, ὅτι ἐντεῦθεν ἤδη γνωστῶς ἡ σφραγίς τοῦ Ἁγίου Πνεύματος ἡμῖν τοῖς πιστοῖς δίδοται. Καί πιστεύσαντες οὕτω διώκετε ἵνα καταλάβητε, οὕτω πυκτεύσατε ὡς οὐκ ἀέρα δέροντες· καί πρός τούτοις «αἰτεῖτε καί δοθήσεται ὑμῖν· κρούετε καί ἀνοιγήσεται ὑμῖν», εἴτε ἐνταῦθα εἴτε ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Τέως διδάσκεσθε, τέως μετανοεῖτε, ὑποτάσσεσθε, νηστεύετε, κλαίετε, εὔχεσθε· καί οὕτω διά τούτων καί τῶν τοιούτων τρέχετε, πυκτεύετε, διώκετε, ζητεῖτε, κρούετε, αἰτεῖσθε, πρός μηδέν ἕτερον ἀπονεύοντες, ἕως καταλάβητε, ἕως δράξησθε, ἕως λάβητε, ἕως ὑμῖν ἀνοιγῇ καί εἰσέλθητε, ἕως ἔνδον τοῦ νυμφῶνος τόν νυμφίον θεάσησθε, ἕως ἀκούσητε· «Εὖ, δοῦλε ἀγαθέ καί πιστέ, ἐπί ὀλίγα ἦς πιστός, ἐπί πολλῶν σε καταστήσω», ἕως υἱοί φωτός καί υἱοί ἡμέρας γένησθε. Ἀλλά γάρ μή πρό τοῦ ταῦτα καί ἰδεῖν καί λαβεῖν καί παθεῖν φρεναπατοῦντες ὑμᾶς ἑαυτούς καί παραλογιζόμενοι εἶναί τι δοκεῖτε μηδέν ὄντες, καί ὡς ἀναπεπτωκότες τῇ συνειδήσει πνευματικούς ἑαυτούς εἶναι πρό τοῦ τό Πνεῦμα τό Ἅγιον λαβεῖν οἴεσθε, καί διά τοῦτο εἰς τό ἀναδέχεσθαι λογισμούς ἀλλοτρίους ἀσυνέτως ἐπείγεσθε καί εἰς ἡγουμενείας καί ἀρχάς ἐπιβαίνετε καί ἱερωσύνης ἀφόβως κατατολμᾶτε καί πρός μητροπόλεις καί ἐπισκοπάς τοῦ ποιμαίνειν τόν τοῦ Κυρίου λαόν ἑαυτούς ὑμᾶς διά μυρίων μεθόδων ἀναιδῶς ἐπιδίδοτε. Ἀλλά προσέχετε, παρακαλῶ, ἑαυτοῖς, τά ἄνω φρονοῦντες, τά ἄνω ζητοῦντες, τά ἄνω ἐπιποθοῦντες, μηδενός τῶν ἐπιγείων, πρό τοῦ λαβεῖν ἐκεῖνα, φροντίζοντες.

Ναί, καταφρονήσωμεν πάντων τῶν ὁρωμένων, ἀξιῶ τήν ἀγάπην ὑμῶν· ἀποδεισώμεθα τά ἀνθρώπινα πάντα, ἅπαντα τά ἐμπαθῆ καί βλαβερά βδελυξώμεθα, ἵνα καί τῶν ἐνταῦθα καί τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις σύν τῷ ἀνάρχῳ Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ Πνεύματι, τῷ ἑνί τρισαγίῳ φωτί, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ στ΄. Περί ἀπαθείας καί ἐναρέτου ζωῆς. Καί ὅπως χρή τό οἰκεῖον ἐκκόπτειν θέλημα καί εἰς ὕψος ἀνέρχεσθαι τελειότητος. Καί περί συναφείας Θεοῦ πρός ψυχήν καί ψυχῆς πρός σῶμα καί ἑνώσεως τῶν τριῶν παραδόξου. Καί πρός τούτοις περί πνευματικῆς ἰατρείας καί ὅπως χρή θεραπεύειν τούς ψυχικῶς ἀσθενοῦντας.
Προηγούμενο: ΛΟΓΟΣ Δ΄. Περί ἀπαθείας καί τῶν ἐν αὐτῇ κατά προκοπήν χαρισμάτων καί δωρεῶν· καί τίς ἡ τελείωσις τῆς κατά Χριστόν πνευματικῆς ἡλικίας.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος