Συμεὼν Νέου Θεολόγου

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΣ Ζ΄. Περί τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν και ὁποῖοι καί ποταποί. Καί τίς ἐστιν ὁ μετανοῶν καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ τήν ἀσκητικήν ζωήν μετερχόμενος καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ δουλεύων Θεῷ καί τό ἔργον αὐτοῦ. Καί ὅτι, ἐάν μή τάς ἀρετάς κτησώμεθα, οὐδέν ἡμᾶς ἀπαλλαγή μόνον τῶν παθῶν ὠφελήσει.
Προηγούμενο: ΛΟΓΟΣ Ε΄ Περί τῶν οἰομένων ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς τό Πνεῦμα τό Ἅγιον, μή ἐπαισθανομένων δέ καθόλου τῆς ἐνεργείας αὐτοῦ· καί περί τῶν λεγόντων μή δύνασθαί τινα τῶν ἀνθρώπων κατά τήν παροῦσαν ζωήν ὁρᾶν τήν δόξαν αὐτοῦ, καί ἀπόδειξις διά χρήσεων περί τούτου. Καί ὅτι φθόνος οὐδείς ἐν τοῖς ἁγίοις, ὅταν διά πάσης σπουδῆς ἐναρέτου τούτοις συνεξισώμεθα. Καί ποίῳ τρόπῳ ὁρᾷ τις τόν Θεόν καί ὅτι ὁ εἰς τοιαῦτα μέτρα πεφθακώς, ὥστε ὁρᾷν κατά τό ἐφικτόν τόν Θεόν, ἔνθεν ἤδη μυεῖται καί τήν μέλλουσαν δοθῆναι ἐν τῷ μέλλοντι τοῖς ἁγίοις ἀπόλαυσιν. Καί ὅτι ὅσα ἄν ὁ τοιοῦτος λέγῃ ἤ ποιῇ ἤ γράφῃ, οὐκ αὐτός, ἀλλά τό Πνεῦμα τό Ἅγιον τό λαλοῦν ἐν αὐτῷ ταῦτα λέγει καί γράφει· καί ὁ τούς λόγους αὐτοῦ ἀθετῶν ἤ παραλογιζόμενος, εἰς τό Πνεῦμα τοῦ Θεοῦ, τό ἐνεργοῦν καί λαλοῦν ἐν αὐτῷ, ἁμαρτάνει καί βλασφημεῖ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου

ΛΟΓΟΣ στ΄. Περί ἀπαθείας καί ἐναρέτου ζωῆς. Καί ὅπως χρή τό οἰκεῖον ἐκκόπτειν θέλημα καί εἰς ὕψος ἀνέρχεσθαι τελειότητος. Καί περί συναφείας Θεοῦ πρός ψυχήν καί ψυχῆς πρός σῶμα καί ἑνώσεως τῶν τριῶν παραδόξου. Καί πρός τούτοις περί πνευματικῆς ἰατρείας καί ὅπως χρή θεραπεύειν τούς ψυχικῶς ἀσθενοῦντας.

Πολλοῖς τοῖς ἐν κόσμῳ πολλάκις προσομιλήσας καί τινων συζητήσεων ἀναμεταξύ κινηθεισῶν, περί ἐμπαθείας, φημί, καί ἀπαθείας, λεγόντων ἀκήκοα σχεδόν ἁπάντων, οὐ μόνον τῶν ἀτελῶν εἰς ἀρετήν καί εὐσέβειαν, ἀλλά καί αὐτῶν τῶν δοκούντων εἶναι τελείων εἰς ἀρετήν καί τά ὀνόματα καί τήν φήμην μεγάλην ἐχόντων κατά τόν κόσμον, ὡς οὐκ ἐνδέχεται ἄνθρωπος εἰς τοσοῦτον ὕψος ἀπαθείας ἐλθεῖν, ὥσθ’ ὁμιλῆσαι καί συνεστιαθῆναι γυναιξί καί μηδεμίαν βλάβην ὑποστῆναι, μήτε τινά κίνησιν ἤ μολυσμόν ἐν τῷ λεληθότι παθεῖν. Τούτων αὐτήκοος ἐγώ γεγονώς, μεγάλης ἐπληρώθην τῆς ἀθυμίας καί θρηνεῖν ὑπέρ τῶν ταῦτα λεγόντων καί κλαίειν ἐκ πολλῆς συμπαθείας βιάζομαι, ἀκριβῶς εἰδώς ὤν μή ἄλλως ταῦτα λέγειν αὐτούς εἰ μή ἐκ πολλῆς ἀγνοίας τῶν χαρισμάτων τοῦ Θεοῦ. Εἰ μή γάρ ἐστερημένοι τῆς ὄντως ἀπαθείας ὑπῆρχον καί ἐν τῷ σκότει τῶν παθῶν ἐκαλύπτοντο καί δοῦλοι τῶν ἡδονῶν καί τῶν τῆς σαρκός θελημάτων ἐτύγχανον, οὐκ ἄν τήν ζωοποιόν τοῦ Ἰησοῦ καί Θεοῦ νέκρωσιν, τοῖς μέλεσι τῶν ἁγίων αὐτοῦ χαρίζεται, ἠγνόουν καί ἠπίστουν περί αὐτῆς.

Πῶς γάρ καί πιστεύσουσιν οἱ τοιοῦτοί ποτε νεκρούς εἶναι καί γίνεσθαι τῷ κόσμῳ τινάς καί μόνην ζῶντας ζωήν τήν ἐν Πνεύματι, οἵτινες διά βίου παντός σπουδήν ἔθεντο ἐν ὑποκρίσει πάντα ποιεῖν, ἵνα ἀνθρώποις ἀρέσωσι καί θεοφιλεῖς παρ’ αὐτῶν ὀνομάζωνται; Ὡς γάρ ἐν πάθεσιν οἴονται κατορθοῦν τήν ἀπάθειαν, ὅλως ἁμαρτία ὄντες τε καί γενόμενοι, καί ὡς μόνους τούς τῶν ἀνθρώπων ἐπαίνους ἀρκεῖν εἰς ἀρετήν καί ἁγιότητα πείθουσιν ἑαυτούς, οὕτω καί τήν ἀπάθειαν ἀπαρνούμενοι, ἅγιοι εἶναι καί λέγεσθαι βούλονται ταύτης χωρίς, ὡς ἐκ τῶν ἀνθρωπίνων ἐπαίνων τήν ἁγιωσύνην κτησάμενοι. Τόν γάρ μή ἐπαινούμενον ἁπλῶς καί ὡς ἔτυχε παρά τῶν πολλῶν οὐδενός λόγου ἄξιον εἶναι κρίνουσιν, ἀγνοοῦντες, ὡς εἰκός, ὅτι κρείσσων εἷς γινώσκων Θεόν καί ὑπ’ αὐτοῦ γινωσκόμενος ὑπέρ μυριάδας ἀπίστων τῶν μή εἰδότων Θεόν, κἄν παρά παντός τοῦ κόσμου ἐπαινῶνται καί μακαρίζωνται, ὥσπερ καί εἷς βλέπων ὑπέρ ἄπειρα πλήθη ἀμβλυωπούντων.Ὅτι γάρ ἔνι τινά τῶν ἐν ἀληθείᾳ ἀγωνιζομένων εἰς τοιαύτην ἐλευθερίαν ἐλθεῖν καί τόν ἅπαξ μέτοχον τῆς τοῦ Θεοῦ χάριτος γενόμενον εἰς ἀπάθειαν ψυχῆς καί σώματος καταντῆσαι, ὥστε, μή μόνον μετά γυναικῶν συνεσθίοντα καί αὐταῖς ὁμιλοῦντα, ἀνενόχλητον αὐτόν καί ἀπαθῆ διαμένειν, ἀλλά καί ἐν μέσαις στρεφόμενον πόλεσι, τραγῳδούντων τε καί κιθαρῳδούντων ἀκούοντα καί ὁρῶντα γελῶντας καί ὀρχουμένους καί παίζοντας, μηδέν παραβλάπτεσθαι, πᾶσα μέν συγγραφή μαρτυρεῖ, πᾶσα δέ ἱστορία καί τῶν ἁγίων αἱ πράξεις τοιαύτας τάς μαρτυρίας ἡμῖν διαγράφουσι, καί τούτου ἕνεκεν πᾶσα πρᾶξις ἐναγώνιος καί πᾶσα κακοπάθεια παρά τῶν εὐσεβούντων ἐπιτελεῖται.

Ὁ γάρ τῶν κατά Θεόν ἀγωνιζομένων σκοπός τοιοῦτός ἐστι, πρῶτον μέν ἐκφυγεῖν κόσμον ἅπαντα καί τά ἐν τῷ κόσμῳ. Κόσμον δέ λέγω τήν παροῦσαν ζωήν, ἤγουν τόν αἰῶνα τοῦτον τόν πρόσκαιρον, τά δέ ἐν τῷ κόσμῳ, τά περί ἡμᾶς πάντα ἅπερ καταλιμπάνειν ἡμᾶς ὁ Λόγος διακελεύεται, ἀφ’ ὧν καί φεύγειν ἐκ παντός χρή, οἷον ἀπό πατρός καί μητρός, ἀδελφῶν τε καί συγγενῶν καί φίλων, ἔτι δέ ἀπό κτημάτων καί χρημάτων καί περιουσίας καί πλούτου παντός, οὐχ ὡς ἀπηγορευμένων ὄντων αὐτῶν ἤ καί ἐπιβλαβῶν, ἀλλ’ ὡς μή δυναμένων ἡμῶν, ἐν μέσῳ αὐτῶν στρεφομένων, τῆς αὐτῶν προσπαθείας ἀπαλλαγῆναι· ὁ γάρ ἤδη ταῖς ἡδοναῖς συγκραθείς, εἰ μή τάς αἰτίας αὐτῶν ἐκφύγοι καί μακράν γένηται ἀπ’ αὐτῶν, οὐκ ἄν τῶν ἐπιθυμιῶν αὐτῶν ἐλευθερωθήσεται. Μετά δέ τό γενέσθαι γυμνός πάντων τῶν προσόντων, τότε καί αὐτήν ἑαυτοῦ ὀφείλει, εἰ σπουδαῖός ἐστιν, ἀπαρνήσασθαι τήν ψυχήν· ὅπερ καί κατορθοῦται ἐν τῇ τοῦ οἰκείου ἀπονεκρώσει θελήματος, οὐ λέγω μόνου τοῦ ἔξωθεν, οἶον μή φαγεῖν, μή πιεῖν, μή προπετῶς τι διαπράξασθαι, μή ὑπνῶσαι, μή τι τῶν δοκούντων εἶναι καλῶν ἄνευ ἐπιταγῆς ποιῆσαι, ἀλλά καί τοῦ ἔσωθεν, φημί, τῆς καρδιάς κινήματος, οἳον μή βλέψαι ἐμπαθῶς, μή ὡσαύτως ἀσπάσασθαι, μή μέμψασθαι ἀφανῶς, μή κατακρῖναί τινα, μή ἐπιχαρῆναι πτώσει τινός, μή ὀργισθῆναι κατά διάνοιαν, μή φθονῆσαι κακῶς, μή ζηλῶσαι ἐν πονηρίᾳ.

Πῶς πάντα τά τῆς εὐσεβείας ἀπαριθμήσομαι ἰδιώματα, ἵνα καί δείξω σοι ἀκριβῶς τῶν χριστιανῶν τήν ἀκρίβειαν; Πλήν ἔτι τά τῆς ζωοποιοῦ νεκρώσεως μάνθανε, τοῦ μή κρῦψαι λογισμόν μηδέ τόν τυχόντα ποτέ, μή παρελθεῖν δακρύων χωρίς ἡμέραν μίαν τό κατά δύναμιν, μή τρῖψαι τήν ὄψιν κατά τήν συνήθειαν ὕδατι, μή τῆς κόμης κοσμῆσαι τάς τρίχας, ἤ καί τοῦ πώγωνος, μή λῦσαι τήν ζώνην εἰς ὕπνον τρεπόμενος, ἵνα μή χαυνωθείς ὑπνώσῃ πλέον τοῦ δέοντος, μή βάλαι χεῖρα εἴσω καί κνῆσαι μέλος τοῦ σώματος, ἀλλά καί φυλάξασθαι ἀπό ἑτέρας ἀφῆς, μή ἐνατενίσαι ἁπλῶς μηδέ εἰς γηράσαντος ὄψιν - ὁ γάρ μεσάζων τοῖς κακοῖς πανταχοῦ πάρεστι -, μή ἐννεῦσαί τινι κατά ἑτέρου τινός, μή λαλῆσαι μηδέν ὅ μή συμφέρει καί σιωπῆσαι ὅ καί λαληθῆναι ἄξιον, μή καταλεῖψαι τόν συνήθη κανόνα μέχρι θανάτου ποτέ, μή κτήσασθαι μετά τινος μερικήν φιλίαν, εἰ καί ἁγίου δοκεῖ ἔχειν ὑπόληψιν, μή ἐν μέρει ἤ καθόλου καλλωπισμῶν φροντίσαι ἐνδύματος ἤ ὑποδήματος, εἰ μή μόνην τήν χρείαν σεμνήν ὁμοῦ καί εὐσχήμονα, μή ἐνηδόνως τινός γεύσασθαι μηδέ φαγεῖν ὅ τῇ ψυχῇ διά τῆς ὁράσεως ἤρεσεν. Ἐν τούτοις γάρ πᾶσι καί ἐν πλείοσιν ἄλλοις ὁ ἀγωνιζόμενος ἐγκρατεύεται· καί διά τούτων πάντως, εἰ χαύνως καί ῥᾳθύμως πορεύεται, τό οἰκεῖον καθ’ ὥραν ἐκπληροῖ θέλημα, εἰ και τοῖς ἀνθρώποις ὡς ἀποταξάμενος μακαρίζεται. Τῶν γάρ ἔξωθέν τις καί βλεπομένων τοῖς πᾶσιν ἐγκρατευόμενος παρά τῶν μή καλῶς εἰδότων ὁρᾶν ὡς ἐργάτης ἀνακηρύττεται, τά δέ κρύφια τῆς καρδίας θελήματα ἐκπληρῶν, ὡς ἀκάθαρτος παρά Θεῷ μισεῖται καί ἀποστρέφεται· κἄν εἰ χίλια ἔτη οὕτω ποιήσῃ ἀγωνιζόμενος, οὐδεμίαν εὑρήσει ἐκ τῶν ἔξωθεν μόνων ἀγώνων ὠφέλειαν.

Ὁ δέ εἰς πάντα ἐγκρατευόμενος καί τήν ψυχήν προπαιδεύων ἀτάκτως μή περιφέρεσθαι μηδέ ποιεῖν ἐν μηδενί ὧν ὁ Θεός ἀπαρέσκεται τό ἑαυτῆς θέλημα, ἀλλ’ ὅλην, ὥσπερ ἐπί κάλου τινός ἀεροβατοῦσαν, τοῖς τοῦ Θεοῦ ὁδεύειν θερμῶς ἀναγκάζων προστάγμασιν, οὗτος ἐν ὀλίγῳ καιρῷ ἐν αὐτοῖς αὐτόν εὑρήσει κεκρυμμένον τοῖς θείοις αὐτοῦ ἐντάλμασιν. Ὧ καί ἐντυχών, πάσης ἄλλης ἐργασίας ἐπιλαθόμενος ἐκπλαγήσεται προσπεσών αὐτόν καί μόνον ὁρᾶν ἀγαπήσει. Οὗ καί κρυβέντος ἐξ ὀφθαλμῶν αὐτοῦ, ἀπορήσας οὗτος, πάλιν τήν ὁδόν ἄνωθεν ἀπαρξάμενος, τρέχει σφοδρότερον, ἐντονώτερον, ἀσφαλέστερον· ὁρᾷ κάτω, περιπατεῖ σύννους, τῇ μνήμῃ φλέγεται, τῷ πόθῳ καίεται, τῇ ἐλπίδι τοῦ πάλιν ἐκεῖνον ἰδεῖν ἀνάπτεται· καί, ὅταν πολλά δραμών κατάκοπος γένηται καί φθάσαι μή δυνηθῇ, ἀλλά καί παντελῶς καταπέσῃ, δραμεῖν μή δυνάμενος, τηνικαῦτα βλέπει τόν διωκόμενον καί τόν φεύγοντα φθάνει καί κρατεῖ τόν ποθούμενον καί γίνεται ὅλος ἔξω τοῦ κόσμου καί αὐτοῦ ὅλου τοῦ κόσμου ἐπιλανθάνεται, συνάπτεται τοῖς ἀγγέλοις, τῷ φωτί ἀναμίγνυται, ἀπογεύεται τῆς ζωῆς, τῇ ἀθανασίᾳ συμπλέκεται, ἐν ἀπολαύσει γίνεται τῆς τρυφῆς, εἰς τρίτον ἀνέρχεται οὐρανόν, ἁρπάζεται εἰς παράδεισον, ἀκούει ἄρρητα ῥήματα, εἰς τόν νυμφῶνα εἰσέρχεται, εἰς τόν παστόν παραγίνεται, τόν νυμφίον ὁρᾷ, τοῦ πνευματικοῦ γάμου ἐν μετοχῇ γίνεται, τοῦ μυστικοῦ κρατῆρος ἐμπίπλαται, τοῦ μόσχου τοῦ σιτευτοῦ, τοῦ ἄρτου τοῦ ζωηροῦ, τοῦ πόματος τῆς ζωῆς, τοῦ ἀμώμου ἀμνοῦ, τοῦ μάννα τοῦ νοητοῦ, πάντων τῶν ἀγαθῶν ἐκείνων ἐν ἀπολαύσει γίνεται, εἰς ἅ οὐδέ τῶν ἀγγέλων αἱ δυνάμεις ἀδεῶς ἐνατενίσαι τολμῶσιν.

Οὕτως ἔχων πυροῦται τῷ πνεύματι καί πῦρ ὅλος γίνεται τῇ ψυχῇ, μεταδιδούς καί τῷ σώματι τῆς οἰκείας λαμπρότητος, δίκην τοῦ ὁρωμένου πυρός τήν οἰκείαν τῷ σιδήρῳ φύσιν μεταδιδοῦντος, καί γίνεται ἡ ψυχή τῷ σώματι ὅπερ γέγονε τῇ ψυχῇ ὁ Θεός, καθά φησιν ἡ θεολόγος φωνή· οὔτε γάρ ψυχή ζῆν δύναται, μή φωτιζομένη παρά τοῦ κτίσαντος, οὔτε σῶμα, μή παρά τῆς ψυχῆς δυναμούμενον. Σκόπει ἀκριβῶς τῶν λεγομένων τήν δύναμιν. Σῶμα, ψυχή καί Θεός, τά τρία ταῦτα. Θεός ἄναρχος, ἀτελεύτητος, ἀπρόσιτος, ἀνεξιχνίαστος, ἀόρατος, ἄρρητος, ἀναφής, ἀψηλάφητος, ἀπαθής, ἀνεκδιήγητος, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν φανείς ἡμῖν ἐν σαρκί δι’ Υἱοῦ καί γνωρισθείς διά τοῦ παναγίου αὐτοῦ Πνεύματος, ὡς πιστεύομεν, ἴσος ἡμῖν κατά πάντα χωρίς ἁμαρτίας, ψυχῇ νοερᾷ μίγνυται διά τήν ἐμήν ψυχήν, ὥς πού τις ἔφη, ἵνα καί τό πνεῦμα σώσῃ καί τήν σάρκα ἀθανατίσῃ. Ἀλλά μήν καί ἐπαγγέλεται λέγων· «Ἐνοικήσω ἐν αὐτοῖς καί ἐμπεριπατήσω. Καί ἐγώ καί ὁ Πατήρ ἐλευσόμεθα καί μονήν παρ’ αὐτοῖς ποιησόμεθα», δηλαδή τοῖς πιστεύουσι καί τήν πίστιν ἐκ τῶν προειρημένων ἔργων ἐνδεικνυμένοις. Ἀλλά πρόσεχε. Θεοῦ κατά τάς ἀψευδεῖς ἐπαγγελίας ἐνοικοῦντος ἐν ἡμῖν τοῖς γνησίοις δούλοις αὐτοῦ καί διά τῶν ἐνεργειῶν καί ἐλλάμψεων τοῦ παναγίου Πνεύματος ἐμπεριπατοῦντος ἐν ταῖς ἡμετέραις ψυχαῖς, ἀχωρίστους εἶναι τοῦ Θεοῦ τάς ἀξίας τῶν τοιούτων ψυχάς ὁμολογουμένως πιστεύομεν. Τῶν δέ ψυχῶν πάλιν διϊκνουμένων ἐν ὅλῳ τῷ σώματι καί μηδενί μέρει ἀπολιμπανομένων, ἀνάγκη πάντως καί αὐτήν τήν σάρκα, ἀχώριστον οὖσαν τῆς ψυχῆς, μᾶλλον δέ μηδέ ζῆν χωρίς αὐτῆς δυναμένην, ὅλην ἄγεσθαι τῆς ψυχῆς τῷ θελήματι· καί ὡς οὐκ ἔστι σῶμα ζῆν ἄνευ ψυχῆς, οὕτως οὐδέ θέλημα ἔνι τό σῶμα ἔχειν τότε παρεκτός τῆς ψυχῆς.

Ἀποδέδεικται τοίνυν ὅτι, ὥσπερ ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι εἷς Θεός ἀσυγχύτως καί ἀδιαιρέτως προσκυνεῖται, οὕτω πάλιν ἐν Θεῷ καί ψυχῇ καί σώματι ἀδιαιρέτως καί ἀσυγχύτως θεός κατά χάριν ὁ ἄνθρωπος γίνεται, μήτε τοῦ σώματος εἰς ψυχήν μεταβαλλομένου, μήτε τῆς ψυχῆς εἰς θεότητα μεταποιουμένης, μήτε τοῦ Θεοῦ τῇ ψυχῇ συγχεομένου, μήτε τῆς ψυχῆς εἰς σάρκα μεταπηγνυμένης, ἀλλά μένων ὁ Θεός καθό Θεός ἐστι καί ἡ ψυχή καθώς ἔχει φύσεως καί τό σῶμα, καθώς ἐπλάσθη, πηλός. Ὁ παραδόξως συνδήσας αὐτά καί τό νοερόν τε καί ἄϋλον τῷ πηλῷ συγκεράσας, αὐτός ἀμφοτέροις τούτοις ἀσυγχύτως ἑνοῦται κἀγώ κατ’ εἰκόνα καί ὁμοίωσιν ἐκείνου, ὡς ὁ Λόγος ἀπέδειξε, γίνομαι. Ἀλλά πάλιν, εἰ δοκεῖ, τόν λόγον ἐπαναλάβωμεν· ὑφ’ ἡδονῆς γάρ κινούμενος καί χαρᾶς, ἔτι τοῖς εἰρημένοις προσμένειν βούλομαι, ἵνα καί τόν νοῦν τῶν τοιούτων ἐκδηλότερον ἀνατάξωμαι. Πατήρ, Υἱός καί Ἅγιον Πνεῦμα εἷς Θεός ὅν σεβόμεθα. Θεός, ψυχή καί σῶμα, ὁ κατ’ εἰκόνα Θεοῦ κτισθείς ἄνθρωπος καί θεός εἶναι καταξιούμενος.

Τί οὖν μοι ταῦτα καί πρός τί λεπτότερον εἴρηται καί διά τί μακρόν τόν λόγον ἐξέτεινα, ἤ ἵνα αἰσχυνθῶσι, μᾶλλον δέ οἱ τό κατ’ εἰκόνα μή ἔχοντες ἑαυτούς ἐπιγνώσωνται καί οἱ κεχωρισμένοι ἀπό τοῦ Θεοῦ ἑαυτούς ἀποκλαύσωνται καί τίνων ἐστέρηνται γνώσωσι καί ὑφ’ ὧν κατέχονται τῇ ἀκροάσει τοῦ λόγου διακρίνωσι και οἷον αὐτούς σκότος κατακαλύπτει νοήσωσι καί Θεόν διδάσκειν τρομάσωσι, μᾶλλον δέ, ἵνα συγκαταβατικώτερον εἴπω, τοῖς τήν χάριν ἐν ἑαυτοῖς ἔχουσι τοῦ Θεοῦ καί πάντα διδασκομένοις δι’ αὐτῆς καί πάντα ἰσχύουσιν ἐν αὐτῇ ἀντιλέγειν φρίξωσι καί παύσωνται λέγειν μή εἶναι δυνατόν τινα τῶν κατά Θεόν ζώντων, ἐν κόσμῳ ἀναστρεφόμενον καί μετά γυναικῶν συνεσθίοντα ἤ αὐταῖς ὁμιλοῦντα, ἀμόλυντον νοητῶς τε καί αἰσθητῶς διαμένειν; Θεός ἀπαθής ἐστι, μή προσπάσχων τοῖς ὁρωμένοις. Καί οἶδα πάλιν ὅτι οἱ μή ὁρᾶν ἰσχύοντες τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς μηδέ τοῖς αἰσθητηρίοις αὐτῆς αἰσθανόμενοι, τοῦ λεγομένου τήν δύναμιν μή νοήσαντες, οὕτω πως ἀνταποκριθήσονται· «Ὅτι μέν ὁ Θεός, φησίν, ἀπαθής ἐστιν, οἴδαμεν· ἀλλ’ οὐ περί Θεοῦ, περί δέ ἀνθρώπου πάντως ἡμεῖς ἀμφιβάλλομεν».

Ἀλλά καί ὁ λόγος διά τοῦτο προλαβών τά τούτων ἐνέφραξε στόματα, θεόν εἰπών καί τόν ἄνθρωπον κατά χάριν γινόμενον, ἤγουν τῇ δωρεᾷ τοῦ παναγίου Πνεύματος. Ὥσπερ γάρ οὐκ ἔνι τόν ἥλιον ἐν βορβόρῳ λάμποντα μολυνθῆναι τάς ἀκτῖνάς ποτε, οὕτως οὐδέ τοῦ Θεόν φοροῦντος κεχαριτωμένου ἀνθρώπου τήν ψυχήν ἤ τήν διάνοιαν μολυνθῆναι ἐνδέχεται, κἄν ἐν βορβόρῳ σωμάτων, εἰπεῖν, ἀνθρωπίνων ἐγκυλινδεῖσθαι τύχοι τό καθαρώτατον αὐτοῦ σῶμα, ὅπερ τοῖς θεοσεβέσιν ἀνοίκειον· οὐ μόνον δέ, ἀλλ’ οὐδέ, εἰ μετά μυρίων ἀπίστων καί ἀσεβῶν μεμιασμένων καθειρχθήσεται καί γυμνός τῷ σώματι γυμνοῖς αὐτοῖς ἑνωθήσεται, τήν πίστιν παραβλαβήσεται ἤ τοῦ ἰδίου δεσπότου χωρισθήσεται καί τοῦ κάλλους ἐκείνου ἐπιληφθήσεται. Πολλά γάρ ἐπί μαρτύρων καί ἁγίων τοιαῦτα ἐγένοντο, ὡς ἐν τῷ Χρυσάνθῳ μάρτυρι καί ἐν ἄλλοις τισί τῶν ἁγίων, καί ὅμως οὐδέν ἐκ τῆς μεθόδου ταύτης τοῦ διαβόλου ἐκεῖνοι παρεβλάβησαν, τόν Θεόν ἔχοντες ἐν ἑαυτοῖς οἰκοῦντα καί μένοντα.

Ὁ γάρ τό κατ’ εἰκόνα καί καθ’ ὁμοίωσιν ἤ τηρήσας ἑαυτῷ ἄνωθεν ἤ ἀνακαλεσάμενος καί ἀπολαβών, καί τό βλέπειν κατά φύσιν ἀπέλαβεν. Τοιγαροῦν καί ὡς ἐν ἡμέρᾳ εὐσχημόνως ὁ τοιοῦτος περιπατεῖ, βλέπει τά πράγματα πάντα καθώς ἔχουσι φύσεως· οὐ τάς χροιάς θαυμάζει καί τάς στιλπνότητας, ἀλλά τήν τούτων οὐσίαν τε καί ποιότητα καθορῶν, μένει ἀσάλευτος, μόνοις τοῖς ἑστῶσι προσέχων καί μένουσι. Ὁρᾷ τόν χρυσόν καί οὐ τήν λαμπρότητι τούτου προσέχει, ἀλλά κατανοεῖ τήν ὕλην ὅτι ἀπό τῆς γῆς καί χοῦς ἤ λίθος ἐστί, μηδέποτε εἰς ἕτερόν τι μεταβληθῆναι δυνάμενος. Βλέπει τόν ἄργυρον, τόν μαργαρίτην, τούς λίθους ἅπαντας τούς τιμίους καί οὐ ταῖς εὐχροίαις τήν αἴσθησιν κλέπτεται, ἀλλά λίθους ἅπαντας ὡς ἕνα τῶν ἁπάντων λίθων ὁρᾷ καί πηλόν ἅμα ταῦτα λογίζεται. Ὁρᾷ ἱμάτια πολυτελῆ καί οὐ θαυμάζει τήν ποικιλίαν, ἀλλ’ ὅτι σκωλήκων κόπρος εἰσίν ἐννοεῖ, καί τούς τερπομένους εἰς αὐτά καί περιποιουμένους ταῦτα ὡς τίμια ἐλεεῖ. Ὁρᾷ τινα δοξαζόμενον, ἐπί θρόνου καθήμενον, ὑπό λαοῦ πολλοῦ κατά τάς ὁδούς πομπευόμενον ἤ καί φυσώμενον, καί ὡς ὄναρ βλέπων οὕτω διάκειται, γελῶν καί θαυμάζων τῶν ἀνθρώπων τήν ἄγνοιαν. Βλέπει τόν κόσμον καί ἐν μέσῳ πόλεως ὑπάρχει καί βαδίζει μεγάλης - μάρτυς ὁ ταῦτα ἐν ἡμῖν ἐνεργῶν Κύριος - , ὡς μόνος ὤν ἐν ὅλῳ τῷ κόσμῳ· καί ὡς ἐν ἐρήμῳ διάγων ἀνθρώποις ἀβάτῳ καί ὡς μηδέν μετά τινος ἔχων ἤ γνωρίζων τινά τῶν ἐπί γῆς ἀνθρώπων, οὔτω διάκειται.

Ὁ τοιοῦτος καί γυναῖκα τοίνυν ὁρῶν κάλλος ἔχουσαν σώματος, οὐ τῆς ὄψεως ὁρᾷ τήν ἐπανθοῦσαν εὐπρέπειαν, ἀλλ’ ὡς σαπρίαν ἤ βόρβορον καί ὡς ἤδη θανοῦσαν καί γεγονυῖαν ὅλην ὅπερ καί γίνεται, οὕτω ταύτην ὁρᾷ· ἧς οὐκ ἄν ποτε τό ἔξωθεν ἄνθος ὁ νοῦς περιβλέψῃ, ἀλλά τήν ἔνδοθεν ὑπάρχουσαν ὑλώδη φθοράν, ἐξ ἧς τό ὅλον σῶμα συνίσταται. Τί γάρ καί ἄλλο ἐστί σῶμα ἤ διαμασηθείσης τροφῆς χυλός; Εἰ δέ καί τό ἔξωθεν κάλλος καταμαθεῖν θελήσειεν, οἶδεν ἐκ τῶν κτισμάτων ἀναλόγως θαυμάζειν τόν γενεσιουργόν, οὐχί δέ λατρεύειν τῇ κτίσει παρά τόν κτίσαντα· οὕτω γάρ ἀπό τοῦ μεγέθους καί ἀπό τῆς καλλονῆς τῶν κτισμάτων ἐπιγινώσκει τόν δημιουργόν καί πρός τήν ἐκείνου θεωρίαν ὁ νοῦς ἀνάγεται καί τήν ψυχήν ἀνάπτει πρός τήν τοῦ ποιητοῦ κατανόησιν, δι’ ἧς ἄρα καί πρός θεῖον κινεῖται πόθον καί δάκρυα καί ὅλως ἔξω τῶν ὁρωμένων γίνεται καί ἀπό τῶν κτισμάτων ἀποχωρίζεται.

Καθάπερ γάρ τό φῶς τῶν αἰσθητῶν ὀφθαλμῶν πανταχοῦ παρ’ ἡμῶν πέμπεται καί, τά προκείμενα πάντα τῇ ὀπτικῇ δυνάμει περιερχόμενον, τό σύνολον ἐξ αὐτῶν οὐ μολύνεται, κἄν ὦσι λίαν δυσειδῆ τά ὁρώμενα, ἀλλά πάλιν ἀμόλυντον αὐτό πρός ἕτερα περιφέρομεν, οὕτω καί ἡ τῶν ἁγίων διάνοια, κἄν εἰς βορβορώδη πάθη καί αἰσχρά παρακύψειεν, οὐ μολύνεται. Γυμνός γάρ ὑπάρχει ὁ νοῦς αὐτῶν καί πάσης ἐπιθυμίας ἐμπαθοῦς ἀλλότριος. Εἰ γάρ καί εἰς τήν τῶν τοιούτων θεωρίαν εἰσελθεῖν ποτε βουληθείη, οὐ δι’ ἕτερόν τι τοῦτο ποιεῖ, ἀλλ’ ἤ ἵνα σκοπήσῃ καί καταμάθῃ τῶν παθῶν τάς ἐμπαθεῖς κινήσεις καί ἐνεργείας καί πόθεν λαμβάνουσι τάς αἰτίας καί διά ποίων φαρμάκων πάλιν ἐξαφανίζονται, καθά καί ἰατρούς ποιοῦντας ἀκούομεν καί περί τῶν παλαιῶν ἀκηκόαμεν. Ἀνέτεμον γάρ τούς νεκρούς, ἵνα τήν θέσιν κατανοήσωσι τοῦ σώματος, ὅπως ἐξ ἐκείνων γινώσκοντες ὦσι τῶν ζώντων ἀνθρώπων τά ἔνδοθεν καί ἰατρεύειν ἐν ἄλλοις ἐπιχειρῶσι τά μή ὁρώμενα πάθη. Τοιοῦτόν τι πάντως ἐργάζεται καί ὁ πνευματικός ἰατρός ὁ τά τῆς ψυχῆς πάθη ἐμπείρως ἰατρεύειν βουλόμενος· ἵνα δέ σοι τήν ἔντεχνον αὐτοῦ ἰατρείαν τῷ λόγῳ καθυποδείξω, πραγματικήν ποιήσομαι τήν διήγησιν.

Ἔρχεταί τις πρός τόν πνευματικόν ἰατρόν ἄρρωστος, κεκαρωμένος τῷ πάθει, τεταραγμένος ὅλος τόν νοῦν, ἀντί ἰατρείας τά βλάπτοντα ἐπιζητῶν, τά τό πάθος δηλονότι αὐξάνοντα καί τόν θάνατον ἐν ἀκαρεῖ ἐπισπώμενα. Βλέπει τοῦτον ὁ φιλάνθρωπος καί συμπαθής ἰατρός, κατανοεῖ τοῦ ἀδελφοῦ τήν ἀσθένειαν, τοῦ πάθους τήν φλεγμονήν, τόν ὄγκον, ὁρᾷ τόν νοσοῦντα ὅλον τοῦ θανάτου γινόμενον. Τοῦ τοιούτου δέ ἆρά τις ἐρασθήσεται, ἵνα πάλιν τῶν ἀναισθήτων λόγων ἐκείνων ἀναμνησθῶ; Οἶμαι, οὐδέ τῶν λίαν τις μαινομένων ἀνδρῶν τοιοῦτόν τι κατά τῆς ἀσθενούσης ἤ τοῦ ἀσθενοῦντος τήν πρός θάνατον ἀρρωστίαν ἐνθυμηθήσεται, μή ὅτι γε εὐσεβῶν καί φοβουμένων τόν Θεόν ἰατρῶν. Ἀλλά τῶν ὄντως μαινομένων τούς λόγους χαίρειν εἰπόντες, ἐχώμεθα τοῦ λόγου τῆς διηγήσεως. Ὅταν οὖν ἴδῃ ὁ πνευματικός καί ἐπιστήμων ἰατρός ἐν οἷς εἴπομεν ὄντα τόν ἀδελφόν, οὐκ εὐθέως βοᾷ οὐδέ διαναβάλλεται οὐδέ λέγει· «Κακά καί θανατηφόρα εἰσίν ἅ ζητεῖς καί οὐ δίδωμί σοι ταῦτα τά βοηθήματα», ἵνα μή ἀκούσας φυγῇ χρήσηται καί πρός ἕτερον τῶν τοιούτων παθῶν ἄπειρον ἀπέλθῃ καί τῇ αὐτῇ ὥρᾳ τεθνήξεται· ἀλλά προσδέχεται, κατέχει, παρακαλεῖ, πᾶσαν δεικνύει ἀγάπην ὁμοῦ καί ἁπλότητα, ἵνα πληροφορήσῃ αὐτόν ὅτι καί δι’ ὧν φαρμάκων ᾐτήσατο, δι’ αὐτῶν καί τήν ἰατρείαν ποιήσηται καί τήν ἐπιθυμίαν αὐτοῦ ἐκπληρώσῃ.

Εἰσί γάρ τινες οἱ χαλεπῶς νοσοῦντες κατά ψυχήν καί χαλεπά τά νοσήματα φέροντες καί τά ἐπαύξοντα τήν νόσον ἐπιζητοῦντες· καί τό μέν πάθος ἑκάστου τούτων ἴσως, ἵνα δέηται διαίτης καί τῆς τῶν ἡδέων ἀποχῆς, αὐτοί δέ μᾶλλον τρυφᾶν ζητοῦσι τά φθοροποιά βρώματα καί εἰς κόρον ἐμφορεῖσθαι αὐτῶν. Διά δή τοῦτο, ὡς ἔφθην εἰπών, ὁ ἔμπειρος ἰατρός οὐκ εὐθέως ἐπί τοῖς ζητουμένοις παρά τοῦ νοσοῦντος ἀνανεύει, ἀλλ’ ὑπισχνεῖται πάντα τά τῆς αἰτήσεως ἐκπληρῶσαι αὐτοῦ· ὁ νοσῶν, ὡς ἐπί καλοῖς, σπεύδει τοῖς καταθυμίοις αὐτοῦ, ὁ ἰατρός ὑποκρύπτει τά βοηθήματα· καί ὁ μέν ἐκδέχεται καί περιχαρῶς ἀναμένει, ὁ δέ, σοφός ὤν, τόν μέν φαινόμενον τῶν ζητουμένων δεικνύει παρόμοια, τό δέ κρυπτόμενον, ἄλλα μέν τῇ γεύσει, τῇ δέ δυνάμει τῆς ἐνεργείας παράδοξα. Μόνον γάρ τῶν φαρμάκων ὁ ἀσθενῶν ἅπτεται, καί τῇ ἁφῇ παρά πᾶσαν ἐλπίδα τήν ἰατρείαν λαμβάνει· καί καταπαύεται μέν εὐθύς τοῦ πάθους ὁ ὄγκος, τό δέ τραῦμα παντελῶς ἀφανίζεται, καί ὧν τῇ ἐπιθυμίᾳ πρῶτον ἐφλέγετο, τούτων οὐδέ μνημονεύειν ἀνέχεται τοῦ λοιποῦ. Καί ἔστιν ἰδεῖν καί θεάσασθαι λόγου παντός ὑψηλότερον θαῦμα γινόμενον· χωρίς γάρ ἄλλου τινός βοηθήματος, μόνῃ τῆ προσψαύσει καί θεωρίᾳ τῶν ἰατρικῶν φαρμάκων ὑγιαίνειν ποιεῖ τούς νοσοῦντας, τά τραύματα καί τόν ὄγκον αὐτῶν καταστέλλεσθαι καί τήν φλόγαν τούτων τῆς δίψης παύεσθαι, καί τούς πεινῶντας τά φθοροποιά καί ἐπιβλαβῆ βρώματα τῶν ὠφελίμων μᾶλλον ἐπιθυμεῖν ἔκτοτε, καί πολλοῖς διηγεῖσθαι τούτους τά τοῦ ἰατροῦ θαύματα καί τήν θαυμασίαν μέθοδον τῆς ἐπιστήμης αὐτοῦ.

Ἀκουέτωσαν οἱ ὑγιαίνοντες καί τά αἰνιγματωδῶς ἡμῖν εἰρημένα νοείτωσαν, εἴ τε καί τῆς ἐνθέου γνώσεως τήν χάριν ἐδέξαντο. Ταῦτα γάρ οἱ νοσοῦντες οὐκ ἴσασι, μᾶλλον δέ οὐδέ ὅτι ἀσθενοῦσιν ἐπίστανται. Τούς δέ οὕτως ἔχοντας τίς ἄρα λόγῳ πείσει ποτέ ὅτι ἀσθενείᾳ καί νόσῳ κατέχονται; Ὑγείαν γάρ τούτην οἴονται, τό ποιεῖν τῆς σαρκός τά θελήματα καί πάντα πράσσειν τά τῆς ἐπιθυμίας καί τῆς ἐφέσεως· καί ὥσπερ οὐδείς τούς ἔξω φρενῶν ὄντας καί παρακόπους ἔκφρονας εἶναι ποιήσει λογίσασθαί ποτε ἑαυτούς, οὕτως οὐδέ τούς ἐν πάθεσι κυλινδουμένους καί ὑπ’ αὐτῶν κεκρατημένους καί μή αἰσθανομένους τῆς κατασχέσεως τούτων ἐν κακοῖς εἶναι πείσει ποτέ τις ἤ μεταβαλέσθαι ποιήσει ἐπί τό βέλτιον. Τυφλοί γάρ ὄντες καί μηδέ ἄλλον τινά πιστεύοντες βλέπειν, οὕτως διάγουσιν ἐστερημένοι καί τοῦ ὁρᾶν, καί ὅτι οὐδέ ἀναβλέψαι αὐτούς δυνατόν εἶναι πείθονται· εἰ γάρ ἐπείθοντο, τάχα ἄν καί ἐζήτησαν ἀναβλέψαι, καί ἀναβλέψαντες εἶδον ἀκριβῶς καί ἐγνώρισαν τούς ἐσταυρωμένους τῷ κόσμῳ. Ἀλλά μή θέλοντες τῶν παθῶν ἀπαλλαγῆναι βύουσιν ἑκουσίως τά ὦτα καί τῷ Ἀποστόλῳ προσέχειν οὐ βούλονται οὕτω λέγοντι· «Ἐμοί κόσμος ἐσταύρωται κἀγώ τῷ κόσμῳ. Ζῶ δέ οὐκέτι ἐγώ, ζῇ δέ ἐν ἐμοί Χριστός», καί πάλιν· «Νεκρώσατε οὖν τά μέλη ὑμῶν τά ἐπί τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν καί τήν πλεονεξίαν». Ὁ οὖν τῷ κόσμῳ ἀποθανών - τοῦτο γάρ ἐστιν ὁ σταυρός - καί ζῶν μηκέτι αὐτός, ζῇ δέ ἐν αὐτῷ ὁ Χριστός, ὁ νεκρωθείς τά μέλη τά ἐπί τῆς γῆς, ἤγουν τάς ἐμπαθεῖς αἰσθήσεις τοῦ σώματος, ὥστε καί παντός πάθους καί πάσης ἐπιθυμίας κακῆς ἀμέτοχος γενέσθαι, πῶς, εἰπέ, κἄν ὁπωσοῦν πάθους αἴσθησιν δέξηται, ἤ ἡδονῆς ὑποστήσεται κίνησιν, ἤ σαλευθήσεται τήν καρδίαν τό σύνολον;

Εἰ δέ ἀπιστεῖς ἔτι καί ἀναβάλλεσαι, βλέπε πρός τίνα τάς κατηγορίας ἐκφέρεις καί τίνα λέγεις τῆς ἁμαρτίας συμμέτοχον. Ὤ τοῦ τολμήματος! Τούς τόν Χριστόν ζῶντα καί ἐνοικοῦντα ἔχοντας ἐν ἑαυτοῖς, πρός ἡδονήν λέγεις κλέπτεσθαι τήν καρδίαν; Λοιπόν κατά σέ κοινωνός ἁμαρτίας καθέστηκεν ὁ Χριστός, ὅς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδέ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, ὁ τοῦ κόσμου αἴρων τάς ἁμαρτίας καί καθαίρων παντός πάθους τάς αὐτῷ συναφθείσας ψυχάς; Οὐκ ἐννοεῖς ἀκμήν ἅ μέν λαλοῦμεν ἡμεῖς, ἅ δέ σύ βλασφημεῖς; Οὐ φρίττεις καί τῷ στόματί σου τήν χεῖρα τιθεῖς καί μήν λαλεῖν παιδεύεις τή γλῶττάν σου περί ὧν οὔπω τήν πεῖραν εἴληφας, οὐδέ διανοίᾳ τήν γνῶσιν κατέλαβες τῶν τοιούτων, καί ταῦτα τοῖς ὀφθαλμοῖς οὐχ ἑώρακας, οὐδέ ἡ ἀκοή σου τό μέγεθος αὐτῶν ἐχώρησεν; Οὐκ οἶδας ὅτι καταγελῶσί σου ὡς ἀναισθήτου, ὁπηνίκα λέγειν ἐπιχειρεῖς περί τῶν τοιούτων, ἄλλα ἀντ’ ἄλλων φθεγγόμενος, οἱ ἔργῳ καί λόγῳ τήν πεῖραν ἐσχηκότες αὐτῶν;

Εἰ μέν οὖν ἠξιώθης τῆς ἄνωθεν χάριτος, λέγε καί τά τῆς χάριτος ἐλευθεροστομῶν καί θεολογεῖν ἀκωλύτως περί τοῦ φύσει Θεοῦ· οὐ μήν δέ, ἀλλά καί περί τῶν θέσει υἱῶν τοῦ Θεοῦ καί, ὡς ἐφικτόν ἀνθρώπῳ, ὁμοίων αὐτοῦ διά τῆς χάριτος διηγοῦ ἀκωλύτως τοῖς πᾶσιν ὥς εἰσιν ἅγιοι δοῦλοι τῆς δόξης αὐτοῦ. Εἰ δέ ὁμολογεῖς, καλόν ποιῶν, μή μετασχεῖν τοῦ χαρίσματος μηδέ αἰσθανθῆναι σαυτόν νεκρόν τῷ κόσμῳ γενόμενον, μηδέ εἰς οὐρανόν ἔγνως ἑαυτόν ἀνελθόντα ὡς κρυβῆναι μόνον ἐκεῖ καί μή φαίνεσθαι, μηδέ τοῦ κόσμου παντός ἔξω κατά τόν Παῦλον εἴτε ἐν σώματι εἴτε χωρίς ἐγένου τοῦ σώματος, μηδέ ἀλλοιωθέντα κατέμαθες ἑαυτόν ὅλον καί πνεῦμα οἱονεί γενόμενον ἐν τῇ τῆς σαρκός ἀποθέσει, πνευματικά συγκρίνοντα τοῖς πνευματικοῖς, τί οὐκ ἀσπάζῃ τήν καλήν σιωπήν καί ζητεῖς ἐν μετανοίᾳ καί δάκρυσι ταῦτα λαβεῖν καί μαθεῖν, ἀλλά κενῶς οὕτως λαλεῖν ἐθέλεις περί ὧν οὐκ ἔσχες τήν ἀληθινήν γνῶσιν καί ἅγιος τούτων χωρίς καλεῖσθαι φιλεῖς καί ὡς ἤδη σεσωσμένος διάκεισαι, λογισμούς τολμῶν ἀλλοτρίους ἀναδέχεσθαι καί διδάσκειν ἑτέρους; Οὐ φρίττεις ἄλλους ὁδηγεῖν πρός τό φῶς, αὐτός ὑπάρχων ἐστερημένος τοῦ θείου φωτός; Οὐ δέδοικας ποιμαίνειν ἀδελφούς, ὁ ἔτι ἐν σκότει καθήμενος καί μηδέ τόν ὀφθαλμόν ἐκεῖνον κτησάμενος τόν ὁρῶντα τό φῶς τό ἀληθινόν; Οὐκ αἰσχύνῃ ἄλλους ἰατρεύειν, ἀσθενής ὑπάρχων αὐτός καί μηδέ τῶν ἰδίων τραυμάτων λαβεῖν ἰσχύων τήν αἴσθησιν; Εἰπέ γάρ μοι, εἰ μή σεαυτόν ἀπαθῆ ἔγνωκας εἶναι καί τόν ἀπαθῆ Θεόν κατέμαθες οἰκοῦντα ἐν σεαυτῷ, ἐν τίνι ἄλλῳ θαρρήσας, τοῖς ἔργοις τῶν ἀπαθῶν καί ταῖς διακονίαις τῶν ἁγίων τοῦ Θεοῦ δούλων ὑπηρετεῖν καί ὑπεισελθεῖν κατετόλμησας;

Ὅρα μή λάθῃς σεαυτόν ξένοις βαθμοῖς καί ἀλλοτρίαις διακονίαις ἐπιπηδῶν καί ὡς καταφρονητής τοῦ θείου θελήματος καί τολμηρός καί ἀχρεῖος οἰκέτης εἰς τό σκότος ἀποπεμφθῇς τό ἐξώτερον. Ὅρα μή εὑρεθῇς τοῦ συγκλητικοῦ ἐνδύματος καί ἀξιώματος γυμνός, ὅπερ οὐδέν ἄλλο εἶναι νοήσεις ἤ τήν χάριν τοῦ Πνεύματος, καί δεθείς, οὕτως ἔχων, χεῖρας ἅμα καί πόδας, εἰς τό πῦρ ἐμβληθῇς τό αἰώνιον. Βλέπε μή πρότερον ποιμαίνειν ἐπιχειρήσῃς, πρίν ἄν τόν καλόν σε ποιμένα φίλον γνήσιον κτήσασθαι, ἐπεί οὐδέν κερδήσεις ἕτερον, γίνωσκε, ἤ δοῦναι λόγον τῷ Θεῷ, οὐ μόνον περί τῆς σαυτοῦ ἀναξιότητος, ἀλλά καί περί τῶν προβάτων, ὧν ἐξ ἀπειρίας καί ἐμπαθείας ἀπώλεσας. Βλέπε, παρακαλῶ, μή ἀναδέξῃ τό σύνολον χρέη ἀλλότρια ὑπόχρεως ὑπάρχων αὐτός ἔν τινι· μή ἄφεσιν δοῦ ναι τολμήσῃς, ὁ μή τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου ἐν τῇ καρδίᾳ κτησάμενος. Ὅρα μή κρῖναι τόν ἕτερον, ἀδελφέ, καταδέξῃ, πρίν ἄν αὐτός ἀκριβής γένῃ καί τῶν οἰκείων σφαλμάτων ἐξεταστής καί δικαίαν τήν ψῆφον κατά σαυτοῦ διά δακρύων ἀπολύσῃς καί πένθους· καί τηνικαῦτα, Πνεύματος ἐμπλησθείς Ἁγίου, ἐν τῇ ἐλευθερίᾳ τοῦ νόμου τῆς σαρκός καί τοῦ θανάτου τῆς ἁμαρτίας ὑπό τῆς τοῦ Θεοῦ χάριτος εἰς τήν τῶν ἄλλων κρίσιν δίκαιος ἀποκατασταθῇς κριτής, ὡς ὑπό Θεοῦ προχειρισθείς ἐν τούτῳ διά τοῦ Πνεύματος.

Ἴδε γάρ ὅτι οὐδείς τῶν κατά κόσμον ἀρχόντων τούτῳ τολμᾷ ἐπιπηδῆσαι τῷ ἀξιώματι, πρίν ἄν παρά τοῦ βασιλέως τῷ τῶν κριτῶν ἐγκαταλεγῇ τάγματι. Καί εἰ ἐπί τῶν ἀνθρωπίνων ἀξιωμάτων τοιαύτη τάξις ἐστί καί τοιοῦτος φόβος, ὡς μή τῷ ἐπιγείῳ βασιλεῖ προσκροῦσαι, πόση εὐλάβεια ὀφείλεται παρ’ ἡμῶν ἀπονέμεσθαι τοῖς τοῦ Θεοῦ ἀξιώμασιν, ὡς μή αὐτοχειροτόνητοι καί πρό τοῦ κληθῆναι ἄνωθεν ἐπιπηδᾶν τοῖς θείοις καί εἰς χεῖρας Θεοῦ ζῶντος ἐμπίπτειν. Φρίξον, ἄνθρωπε, καί τοῦ Θεοῦ σεβάσθητι τό μακρόθυμον καί μή ἔλαττον ἔχων φανῇς τῶν κοσμικῶν ἀρχόντων τόν φόβον εἰς Θεόν, τόν ἐπουράνιον βασιλέα, ἤ ὅσον ἐκεῖνοι πρός τόν ἐπίγειον ἔχουσι· μηδέ καταφρονῶν ἔσῃ τοῦ πλούτου τῆς χρηστότητος καί μακροθυμίας αὐτοῦ διά φιλοδοξίαν καί φιλαρχίαν, ὅτι αὐτός ἐστι πάντων ἐξουσιαστής καί πάντων κριτής φοβερός, ἀποδιδούς ἑκάστῳ κατά τάς πράξεις καί τάς ἐνθυμήσεις αὐτοῦ· ἀλλ’ ὥσπερ οὗτοι τῷ ἐπιγείῳ, οὕτω καί σύ κἄν ὡσαύτως τῷ ἐπουρανίῳ βασιλεῖ καί Θεῷ τήν τιμήν καί τόν φόβον ἀπόνεμε, ἵνα τιμῶν καί φοβούμενος αὐτόν δυνηθῇς τηρῆσαι τάς αὐτοῦ ἐντολάς καί διά τῆς τῶν ἐντολῶν φυλακῆς ἑαυτόν προετοιμάσας οἶκος τῆς τριφεγγοῦς αἴγλης αὐτοῦ ἀξιωθείης γενέσθαι κατά τάς ἀψευδεῖς ὑποσχέσεις αὐτοῦ. Φησί γάρ· «Ὁ ἀγαπῶν με τάς ἐντολάς μου τηρήσει, κἀγώ ἀγαπήσω αὐτόν καί ἐμφανίσω αὐτῷ ἐμαυτόν», καί πάλιν· «Κἀγώ καί ὁ Πατήρ μου ἐλευσόμεθα καί μονήν παρ’ αὐτῷ ποιήσομεν».

Τοιοῦτος δέ γενόμενος οὐκ ἔσῃ ἔτι ἑαυτῷ ζῶν, ἀλλά νεκρόν ἴδῃς ἑαυτόν γεγονότα τῷ κόσμῳ, ὡς νεκράν περιφέρων τήν σάρκα καί ἀνενέργητον πάντῃ πρός ἁμαρτίαν, ζῶντα δέ μόνῳ τῷ Θεῷ, ὡς ὑπ’ αὐτοῦ ἐνεργούμενος καί κινούμενος· καί ἐν τοιαύτῃ δόξῃ καταμαθών ἑαυτόν, βοήσεις τηνικαῦτα μετά τοῦ θείου Παύλου μεγαλοφώνως ἐν εὐφροσύνῃ καρδίας καί εἴπῃς· «Εὐχαριστῶ τῷ Θεῷ μου, ὅτι ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπό τοῦ νόμου καί τοῦ θανάτου τῆς ἁμαρτίας». Καί τοῦ λοιποῦ διαφοράν οὐχ ἕξεις ἄρρενος καί θηλείας, οὐδέ βλάβην ὑπομείνῃς ἐκεῖθεν, ὡς ἤδη τό κατά φύσιν λαβών καί μή παρά φύσιν ὁρῶν τά τοῦ Θεοῦ πλάσματα· ἀλλά, καί συνών καί ὁμιλῶν ἀνδράσι καί γυναιξί καί αὐτούς ἀσπαζόμενος, ἀβλαβής καί ἀκίνητος διαμείνῃς ἀπό τῆς κατά φύσιν ἕδρας καί στάσεως καί ὡς μέλη Χριστοῦ τίμια καί Θεοῦ ναούς ἴδῃς καί προσέξεις αὐτοῖς. Πρό δέ τοῦ ἐλάσαι εἰς μέτρον τοιοῦτον καί τήν ζωοποιόν νέκρωσιν τοῦ Ἰησοῦ καί Θεοῦ ἐν τοῖς μέλεσί σου θεάσασθαι, καλόν ποιήσεις, ἐάν τάς ἐπιβλαβεῖς ὄψεις φύγῃς, ἐν αἷς αἰτία μέν οὐκ ἔστιν οὐδεμία κακοῦ, διά δέ τῆς ἐνοικούσης ἐν ἡμῖν προγονικῆς ἁμαρτίας ἐξελκόμεθα καί δελεαζόμεθα εἰς ἀτόπους ἐπιθυμίας.

Οὕτω γάρ ποιῶν, ἐν ἀσφαλείᾳ ὁ πᾶς ἔσται σοι βίος καί οὐ προσκόψεις πρός λίθον ἁμαρτίας τόν πόδα σου, Θεόν ἤ κτησάμενος ἤ ἀγωνιζόμενος κτήσασθαι, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις σύν τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΣ Ζ΄. Περί τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν και ὁποῖοι καί ποταποί. Καί τίς ἐστιν ὁ μετανοῶν καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ τήν ἀσκητικήν ζωήν μετερχόμενος καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ δουλεύων Θεῷ καί τό ἔργον αὐτοῦ. Καί ὅτι, ἐάν μή τάς ἀρετάς κτησώμεθα, οὐδέν ἡμᾶς ἀπαλλαγή μόνον τῶν παθῶν ὠφελήσει.
Προηγούμενο: ΛΟΓΟΣ Ε΄ Περί τῶν οἰομένων ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς τό Πνεῦμα τό Ἅγιον, μή ἐπαισθανομένων δέ καθόλου τῆς ἐνεργείας αὐτοῦ· καί περί τῶν λεγόντων μή δύνασθαί τινα τῶν ἀνθρώπων κατά τήν παροῦσαν ζωήν ὁρᾶν τήν δόξαν αὐτοῦ, καί ἀπόδειξις διά χρήσεων περί τούτου. Καί ὅτι φθόνος οὐδείς ἐν τοῖς ἁγίοις, ὅταν διά πάσης σπουδῆς ἐναρέτου τούτοις συνεξισώμεθα. Καί ποίῳ τρόπῳ ὁρᾷ τις τόν Θεόν καί ὅτι ὁ εἰς τοιαῦτα μέτρα πεφθακώς, ὥστε ὁρᾷν κατά τό ἐφικτόν τόν Θεόν, ἔνθεν ἤδη μυεῖται καί τήν μέλλουσαν δοθῆναι ἐν τῷ μέλλοντι τοῖς ἁγίοις ἀπόλαυσιν. Καί ὅτι ὅσα ἄν ὁ τοιοῦτος λέγῃ ἤ ποιῇ ἤ γράφῃ, οὐκ αὐτός, ἀλλά τό Πνεῦμα τό Ἅγιον τό λαλοῦν ἐν αὐτῷ ταῦτα λέγει καί γράφει· καί ὁ τούς λόγους αὐτοῦ ἀθετῶν ἤ παραλογιζόμενος, εἰς τό Πνεῦμα τοῦ Θεοῦ, τό ἐνεργοῦν καί λαλοῦν ἐν αὐτῷ, ἁμαρτάνει καί βλασφημεῖ.
Πίναξ Περιεχομένων: Συμεὼν Νέου Θεολόγου
Ἀρχικὴ Σελίδα: Τέρτιος